The Anonymous-Shameful Profit is an anonymous choliambic poem, classified within the corpus of Choliambica Adespota. It survives in six fragmentary passages that collectively offer a sharp critique of aischrokerdeia, or disgraceful and dishonest profit. The work employs the choliambic meter, also known as scazon, which is characterized by a halting, limping rhythm traditionally associated with satire, invective, and moralizing themes. Its content constitutes a broad social and ethical condemnation of avarice, aligning with popular philosophical teachings, particularly those of Cynic or Stoic origin, concerning the corrupting nature of wealth and the primacy of virtue. The poem’s transmission is typical of such anonymous fragments, likely preserved through anthologies or quotations in later authors, though its precise manuscript tradition remains unidentified. As an example of the continued use of choliambic verse for moral instruction in later Greek poetry, the work participates in the enduring Greco-Roman satirical tradition against greed, connecting a distinctive Hellenistic poetic form with a pervasive strand of ethical criticism.
| unit_1 | [–] οὐδεὶς οὐ[– ἀνθ]ρώποις, [––]ι κατεῖδε[ν – ἀ]νθρώπων [––]σας οὓς κατ[εῖδεν] ἀνθρώπους. [––] δὲ πρὸς σὲ χ[ρήσο]μαι πάσηι [–] πο[ιή]ματ’ οὐ μάτ[ην] ἀκούοντα· [––], Πάρνε, ς’, ὡς πα[ρ’] ἀνθρώπων [––] καιδ[..]εν καλὴ κεῖται, [– κυλλ]όχειρες ὥ[σπ]ερ Ἁρπυῖαι [– ἄναγ]νον κέρδος ἐκ λίθου παντός. [–– ἕ]καστος, ἔνθεν ἁρπάξηι, [– κ]υβιστᾶι κἠπινήχεται πᾶς τις [– ἑ]ταῖρον καὶ κασίγν[ητ]ον κ[αὶ] ὦρα, [– ἑ]αυτοῦ τὴν τρισο[ιζύρη]ν ψυχήν [ οὐ]δὲν [... ἡ] θά[λασσα μὲ]ν πεζή [– ἀν]θρώποι[σιν, ἡ δὲ] γῆ πλωτή· [– περ]ιφέρουσι τήνδ[ε τ]ὴν ῥῆσιν· ‘κέρδαιν’, ἑταῖρε καὶ θέρευς καὶ χειμῶνος, [ἁπάντοθε]ν κέρδαινε, μηδέν’ αἰσχύνου, [– αἰ]δοῦ· τοῦτ ὀνειδιεῖταί σοι. |
| unit_2 | [––]ν τὴν χεῖρ’, ὅκου λαβεῖν δεῖ τι, ὅκου [δ]ὲ δοῦναι, μηδ’ ὅλως φόρει χεῖρα‘. ἐροῦσι πολλοί· ‘πολλὰ σαυτὸν ἀσπάζου, ἐπὴν ἔχηις τι· πάντα σοι φίλων πλήρη· πλουτοῦντα γάρ σε χοἰ θεοὶ φιλήσουσι, πένητα δ’ ὄντα χἠ τεκοῦσα μεισήσει· ἐὰν 〈δὲ〉 μὴ ἔχηις μηδέν, οὐδὲ κηδεσταί.‘ ἐγὼ μὲν οὖν, ἀῖτα, καὶ καταρῶμαι τοῖς νῦν βίοις καὶ πάντας ἀνθρώπους μεισῶ τοὺς ζῶντας οὕτω, καὶ ἔτι μᾶλλον μεισήσω· |
| unit_3 | ἀνεστρόφαν γὰρ τὴν ζ〈ό〉ην ἡμῶν οὗτοι· ἣ γὰρ πάροιθεν ἦν δ’ [ἄ]χρ[ι ν]ῦν ἐστιν σεμνή [δ]ικαιότης ὤιχωκεν, ἔνθε[ν ο]ὐχ ἥξει· ἀπιστίη ζῆι· πίστις ε[––] ἴσχυκεν ἡ ἀναίδεια τοῦ [Δ]ιὸς μεῖζον· ὅρκοι τεθ[νήκα]σιν, οἱ θεοὶ δ’ εἰάκασιν· ἡ δυσγένεια κριθιᾶι κατ’ ἀνθρώπους, τῆς δ’ εὐγενεί[ας ἁ]λμυρὸν κατέπτυσται. γῆμαι δ’ ἂν οὐ[δεὶ]ς ο[ὐ]δὲ τὴν Ἥρ〈η〉ν θέλοι πτωχὴν ἐοῦσαν τ[.....]ε [...]οντος, μᾶλλον δ’ ἕλοιτ[ο τὴν] ἐ[π]ὶ [σ]τέγους Λυδήν ἔχων ὀπυίειν ἔνδο[ν ἢ]ν φέρηι χαλκοῦς. |
| unit_4 | versuum 42—66 paucis exceptis primae tantum litterae exstant et extremae V. 44. 51 ([οὐ]δὲ μαίον[ται]). 52. 53 ([γα]στρός). 54. 57—59. 61 ἔοικ’ ἐνεῖναι· π[άντο]θεν γὰρ ἕλκουσιν, κοὐκ ἔστιν οὔ[τ]ε [σ]υγγενὴς οὔτε ξεῖνος, ὃ[ς ο]ὐχ[ὶ λα]ιμᾶι τ[οῦδ’], ὅκως ἕξει μέζον· χ[ω]ρὶς δέατος ὁ θεσ[μὸς ο]ὐδὲ μέμνηνται θεοῦ Δικαίης, ἀλλὰ [... χ]λευάζουσιν· ὅκως δὲ χρὴ ζῆν [.....] ἔγωγε θαυμάζω· ἐν θηρίοισιν; ἀλλὰ δ[....] ζωαί· ἀπιστίη γε πάντα [––]αι[.] τὸ τῆς ἀχ[......] πενια τ’ ἴσως πάντα[] τὸ μειλιχῶδες καὶ προσηνὲς δὴ τοῦτο. ἐκεῖνο μ[ὲ]ν γὰρ ο[ἶδ]α, σὺν θεοῖς εἰπεῖν, ὅπερ κρά[τιστ]όν ἐστιν, οὐ νενίκημα[ι] [––] καὶ γαστ[ρό]ς, ἀλλ’ ἀπαρ[κ]εῦμαι [....] ἔχεις γὰρ πρῆον ἢ τί κερδαίν[εις] [ἰδώ]ν γέ πως κάνδυλον ὡς οὕτως εἰπών; |
| unit_5 | [εἰς] γὰρ στόμ’ ὡς ἔοικ[εν] ἵστα[τ]αι μοῦνον [χρό]νον τοσ[οῦ]τον, [ὅσσον ἄν] τις ἔσθηι [τι], ὅταν δ’ ἀμείψητα[ι αὐτ]ὸ καὶ τὸ[ν ἥκισ]τον εἰς ζῆν χάρυβδιν [......] οἴχεται πά[ντ]α· καὶ ταῦτα τεν[.........]ε καὶ ἑτερο[.....], ὑπὲρ δὲ τούτων [μ]ὴ πάτει πάτει λίνων [........]. ἐγὼ μὲν οὖν, ὦ Π[άρ]νε, ταῦτ’ οὐχὶ ζ[ηλῶ], ἀλλ’ ἐν χαλ[ινοῖς ...] ἐμαυτὸν ὡς [.......] γαστρὸς κατίσχ[ω ......] βιά[ζ]ομαι τ[οῦτον] πρὸς εὐτέλειαν τὸν [βί]ον καθίστασθ[αι]. καὶ μὴν ὅταν γε θἠδ[...] σπένδειν [.....] κάμνω· με[γ]ίστη δ’ [.........]μοι χόν[δρος]. τέρπει δέ μ’ οὕτως ο[ὐ]δ[ὲ]ν ὡς τὸ κερδαί[νειν] ἐκ τοῦ δικαίου το[...... τ]οῖς ἀνθρώπ[οις] [.. λαμ]βάνειν [.........] ἐκ τρόπ[ων] α[ἰσχρῶν] [.........]νενον [......] οὐθεν[......] [...... χρ]όνωι πλουτοῦντας ἐξ ἀ[.......] [........] τ[..] ν[...] ὥσπερ ουδο[......] ἔστιν γάρ, ἔστιν, ὃς τάδε σκοπεῖ δαίμων, ὃς ἐν χρόνωι τὸ θεῖον οὐ καταισχύνει, |
| unit_6 | [νέ]μει δ’ ἑκάστωι τὴν καταισίαν μοῖραν. [ἐγ]ὼ μὲν οὖν, ὦ Πάρνε, βουλοίμην εἶναι τἀρκεῦντ’ ἐμαυτῶι καὶ νομίζεσθαι χρηστός, ἢ πολλὰ πρήσσειν καί ποτ’ εἰπεῖν τοὺς ἐχθρούς· “ἁ〈〈.〉〉λῶν δὲ φόρτος ἔνθεν ἦλθεν ἔνθ’ ἦλθεν.” |
Also published as PDF.