eul_wid: pdm-ab
DOI 10.5281/zenodo.20335422

Diogenianus of Heraclea Pontica Proverbs of Diogenianus in Greek

The Proverbs of Diogenianus is a second-century CE paremiographical treatise compiled by the grammarian Diogenianus of Heraclea Pontica. Written in Koine Greek, the work systematically collected and explained 491 popular sayings in common use, thereby preserving a significant corpus of everyday wisdom, folk culture, and idiomatic expression from the Greek-speaking world of the Roman Imperial Period. Its typical format presents a proverb followed by a concise explanation of its meaning or origin. The original five-book treatise is lost, surviving only in part through later transmission. The text known today is primarily a condensed epitome preserved within the Byzantine Corpus Paroemiographorum Graecorum. Diogenianus's work was also extensively quoted by the tenth-century Byzantine encyclopedia, the Suda. Modern scholarship interprets the compilation as a product of the Second Sophistic, a period characterized by a revival of classical Greek learning. It was likely intended for students and scholars, serving both pedagogical aims and the codification of a shared cultural heritage. The collection became a foundational source for later proverb compilers, most notably Zenobius, and remains a critical resource for understanding ancient Greek popular thought and linguistic usage.

t 1 ΠΑΡΟΙΜΙΑΙ ΔΗΜΩΔΕΙΣ ΕΚ ΤΗΣ ΔΙΟΓΕΝΙΑΝΟΥ ΣΥΝΑΓΩΓΗΣ. Διογενιανοῦ περὶ παροιμιῶν.
p 1 Τὴν παροιμίαν ὀνομάζεσθαί φασί τινες ἀπὸ τῶν οἴμων· οὕτω δὲ αἱ ὁδοὶ ἐκαλοῦντο. Οἱ δ’ ἄνθρωποι, ὅσα κοινωφελῆ εὕρισκον, ταῦτα κατὰ λεωφόρους ὁδοὺς ἀνέγραφον ὑπὲρ τοῦ πλείονας ἐντυγχάνοντας τῆς ὠφελείας μεταλαμβάνειν· οὕτω καὶ τὰ τῶν σοφῶν ἀποφθέγματα γνωθῆναί φασι, καὶ τὰ Πυθαγορικὰ παραγγέλματα. Ἔνιοι δέ φασι προσηγορεῦσθαι τὰς παροιμίας ἀπὸ τοῦ ὅμοιόν τι ἐφ’ οἷς λέγονται δηλοῦν παροιμίας τυγχανούσας. Ἔστι δὲ ἡ παροιμία τρόπος καὶ τῆς καλουμένης ἀλληγορίας· παράκειται δὲ αὐτῇ λόγος αἶνος Αἰσώπειος, Καρικὸς αἶνος, Συβαριτικὸς λόγος, Κύπριος, Λιβυκὸς αἶνος, Μαισωνικὴ παροιμία· μάρσιπος. Αἶνος μὲν οὖν ἐστὶ κατ’ ἀνάπλασιν μυθικὴν ἀναφερόμενος ἀπὸ ἀλόγων ζώων ἢ φυτῶν ἐπὶ ἀνθρώπων παραίνεσιν. Καὶ ἀπὸ ζώων μὲν, ὡς παρ’ Ἀρχιλόχῳ, Αἶνός τις ἀνθρώπων ὅδε Ὡς ἆ ρ ’ ἀλώπηξ κἀετὸς ξυνωνίην Ἔμιξα ν . ἀπὸ δὲ φυτῶν, Ἄκουε δὴ τὸν αἶνον · ἔγ κοτε Τμώλῳ Δάφνην ἐλαίῃ νεῖκος οἱ πάλαι Λυδοὶ λέγουσι θέσθα ι . Εἰκὸς δὲ καταχρηστικώτερον παρ’ Ὁμήρῳ αἶνος, ὁ μηδετέρου τούτων μετέχων, ὅτε ἐνδεικνυμένου Ὀδυσσέως χλαίνης ὡς χρῄζει ὁ Εὔμαιός φησιν, Ὦ γέρο ν , αἶνος μέν τοι ἀμύμω ν , ὃν κατέλεξα ς . Οἱ δ’ ἄλλοι τῶν κατειλεγμένων ὀνόματι μὲν διαφέρειν, δυνάμει δ’ εἰσὶν ἐμφερεῖς. Αἰσώπειος μὲν γὰρ λέγεται ὁ ἀπὸ ἀνδρὸς Αἰσώπου πλεονάσαντος ἐν τῷ τοιούτῳ εἴδει τοῦ μύθου, οὐχ εὑρόντος, ὡς ἐν ποιητικῇ μέτρον Ἀρχεβούλειον ἢ καὶ Ἀριστοφάνειον, ἃ λέγεται οὐχ εὑρημένα ὑπὸ τῶν ἀνδρῶν, ἀλλὰ παρὰ τούτοις κατακορέστερον ἐν τῇ ποιήσει τεταγμένα. Καρικὸς δὲ αἶνος λέγεται, ὃν ἀναφέρουσιν εἰς γένει Κᾶρα ἄνδρα· τοῦτον γὰρ ἁλιέα τυγχάνοντα χειμῶνος θεασάμενον πολύποδα εἰπεῖν· «Εἰ μὲν ἀποδὺς κολυμβήσαιμι ἐπ’ αὐτὸν ῥιγώσω, ἐὰν δὲ μὴ λάβω τὸν πολύποδα, τῷ λιμῷ τὰ παιδί’ ἀπολῶ.» Κέχρηται δὲ τῷ λόγῳ τούτῳ καὶ Τιμοκρέων ἐν μέλεσι, καὶ Σιμωνίδης δ’ αὐτοῦ μνημονεύει ἐν τῷ εἰς Ὄριλλαν Ἐπινικίῳ. Ὁ Συβαριτικὸς δὲ λέγεται εἶναι τοιοῦτος ὁποῖον Ἀριστοφάνης ἐν Σφηξὶν, ὡς ἀνδρὶ Συβαρίτῃ ἀπείρῳ ἱππικῆς ἐφ’ ἅρμα ἀναβάντι συνέβη κατενεχθέντι συντριβῆναι, φίλον δ’ αὐτῷ παρόντα φάναι τὸ ἕρδοι τις ἣν ἕκαστος εἰδείη τέχνη ν . Ὁ δὲ Κύπριος προσηγόρευται διὰ τὸ παρὰ Κυπρίοις λέγεσθαι ὡς ἐπιχώριος. Κέχρηται δὲ καὶ τούτῳ Τιμοκρέων ἐμφαίνων ὡς οἱ ἄδικα πράσσοντες καὶ ἐς ὕστερον τῶν προσηκόντων τυγχάνουσι. Καὶ γὰρ τῷ Ἀδώνιδι ἐν Κύπρῳ τιμηθέντι ὑπὸ τῆς Ἀφροδίτης μετὰ τὴν τελευτὴν οἱ Κύπριοι ζώσας ἐνίεσαν περιστερὰς, αἱ δ’ ἀποπτᾶσαι καὶ διαφυγοῦσαι αὖθις ἀδοκήτως εἰς ἄλλην ἐμπεσοῦσαι πυρὰν διεφθάρησαν.[45]
p 1 (50) Λιβυκὸς δὲ αἶνος ἀπὸ τοῦ ἔθνους εἰρῆσθαι λέγεται, ἀπὸ Λίβυός τινος· οἱ δὲ Κύβισαν εὑρέτην γενέσθαι τοῦ εἴδους τούτου, ὡς Αἰσχύλος διασαφεῖ, ὧ δ ’ ἐστὶ μύθων τῶν Λιβυκῶν τὸ κλέο ς . Ἀβύδηνον ἐπιφόρημα : ἐπὶ τῶν ἀηδῶν εἴωθε τάττεσθαι.[55]
1 1 Ἔθος γὰρ τοῖς Ἀβυδηνοῖς μετὰ τὸ δεῖπνον καὶ τὰς σπονδὰς προσάγειν τοὺς παῖδας μετὰ τῶν τιτθῶν τοῖς εὐωχημένοις. Κεκραγότων δὲ τῶν παίδων καὶ θορύβου γενομένου, ἀηδίαν πολλὴν εἶναι τοῖς δαιτυμόσιν. Ἅβρωνος βίος : Ἅβρων τις ἐγένετο πλούσιος καὶ ἁβροδίαιτος.[5]
1 2 Ὅθεν ἡ παραβολὴ ἐπὶ τῶν πολυτελῶν τάττεται. Ταῦτα καὶ, Σικελικὴ τράπεζα · καὶ, Συβαριτικὸς βίο ς . Ἀγορὰ Κερκώπων : ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων.
1 3 Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγένοντο ἐν Ἐφέσῳ, οἵτινες καὶ τὸν Δία ἐξαπατῆσαι πεπείρανται. Ὁμοία τῇ, Λύκων δεκάς · καὶ, Κρωβύλου ζεῦγο ς . Ἀγαθὴ καὶ μᾶζα με τ ’ ἄρτον : ἐπὶ τῶν τὰ δεύτερά τισι διδόντων· ὁμοία τῇ, Δέχεται καὶ βῶλον ἀλήτη ς .
1 5 Ἂν μὴ παρῇ κρέας , ταρίχῳ στερκτέον : Ἀγαμέμνονος θυσία : ἐπὶ τῶν δυσπειθῶν καὶ σκληρῶν· Ἀγαμέμνων γὰρ τὴν αὑτοῦ ἐβούλετο θυσιάσαι θυγατέρα· ἢ ὅτι βοῦν αὐτοῦ θύοντος ἔφυγε καὶ μόλις κρατηθεὶς εἰσήχθη.
1 7 Ἀγαθώνειος αὔλησις : ἡ μαλθακὴ καὶ μήτε χλιαρὰ μήτε πικρὰ, ἀλλ’ ἡδίστη. Ἀγέλαστος πέτρα : ἐπὶ τῶν λύπης προξένων ἡ παροιμία· ἐπ’ αὐτῆς γὰρ ἐκάθισεν ὅτε τὴν κόρην ἐζήτει ἡ Δημήτηρ.
1 8 Ὁμοία, Στεγανώτερος Ἀρεοπαγίτο υ . Καὶ, Ἐς Τροφωνίου μεμάντευσα ι . Ἀγαθὰ Κιλίκων : ἐπὶ τῶν ἀπὸ τῶν οὐ προσηκόντων πλουτούντων.
1 9 Προδότης γάρ τις τῶν Κιλίκων Μίλητον προδοὺς, ηὐπόρησεν. Ὅμοιον, Ἀπὸ νεκρῶν φορολογεῖ ν . Ἀγαθῶν θάλασσα : ἐπὶ πλήθους ἀγαθῶν.
1 10 Ὡς καὶ τὸ, Ἀγαθῶν σωρὸ ς , καὶ, Ἀγαθῶν μυρμηκί α . Ἐπὶ πλήθους γὰρ εὐδαιμονίας καὶ τοῦτο. Τὰ ἐναντία· Κακῶν Ἰλιὰ ς , καὶ, Λέρνη κακῶ ν . Ἁγνότερος πηδαλίου : ἐπὶ τῶν ἁγνῶς βεβιωκότων.
1 11 Παρόσον ἐν θαλάσσῃ ἐστὶν ἀεὶ τὸ πηδάλιον. Ἀγροίκου μὴ καταφρόνει ῥήτορος : ὑποθετική.
1 12 Ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν. Ὅμοιόν ἐστι, Κἀν μύρμηκι χολ ή . Ἀγναμπτότερος βάτου αὔου : ἐπὶ τοῦ ξηροῦ καὶ αὐθάδους τὸν τρόπον.
1 14 Ἀδώνιδος κῆποι : ἐπὶ τῶν ἀώρων καὶ μὴ ἐῤῥιζωμένων. Ἐπειδὴ γὰρ Ἄδωνις ἐρώμενος ὢν, ὡς ὁ μῦθος, τῆς Ἀφροδίτης, προήβης τελευτᾷ, οἱ ταύτῃ ὀργιάζοντες, κήπους εἰς ἀγγεῖά τινα φυτεύοντες ἢ φυτεύουσαι, ταχέως ἐκείνων διὰ τὸ μὴ ἐῤῥιζῶσθαι μαραινομένων, Ἀδώνιδος αὐτοὺς ἐκάλουν. Αὐλὸν σάλπιγγι συγκρίνεις : ἐπὶ τῶν τὰ ἐλάττω τοῖς μείζοσι συγκρινόντων.[5]
1 15 Τέττιγι μέλιτταν συγκρίνει ς , κατὰ φωνήν. Ἀδεὲς δέος : ἐπὶ τῶν μάτην δεδιότων.
1 17 Ἀληλεσμένος βίος καὶ μεμαγμένος : ἐπὶ τοῦ ἑτοίμου καὶ προχείρου. Ἄσπαρτα καὶ ἀνήροτα : ἐπὶ τοῦ ὁμοίου.
1 19 Ἄλλην δρῦν βαλάνιζε : ἐπὶ τῶν ἐνδελεχῶς αἰτούντων τι, ἢ ἐπὶ τῶν συνεχῶς δανειζομένων. Οἱ γὰρ παλαιοὶ βαλάνοις ἔζων· πρὸς οὖν τοὺς περισκοποῦντας τὰς δρῦς εἴτε πλήρεις εἶεν εἴτε κεναὶ, Ἄλλην δρῦν βαλάνιζ ε , ἔλεγον. Ἄλλος βίος , ἄλλη δίαιτα : ἐπὶ τῶν ἐπ’ ἀμείνονα βίον μεταβαλλομένων.[5]
1 21 Ἅλας ἄγων καθεύδεις : ἐπὶ τῶν ἐν κινδύνοις ῥᾳστωνευομένων. Ἐμπόρου γάρ τινος ἅλας ἄγοντος ἀποκαθευδήσαντος, συνέβη τὴν ἀντλίαν ἐπαναβῆναι καὶ τῆξαι τὸν ἅλα. Ἄιδεις ὡς εἰς Δῆλον πλέων : ἐπὶ τοῦ ὁμοίου.
1 23 Ἄλλοτε δ ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι : ὅτι προσήκει ἐξομοιοῦν ἑαυτὸν ἐν οἷς ἂν γένοιτο τόποις. Εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων· οὗτοι γὰρ ᾗ ἂν πλησιάσωσι πέτρᾳ, φόβου κατεπείγοντος, εἰς τὸ αὐτῆς εἶδος τὸ ἑαυτῶν μεταβάλλουσιν. Ὅμοιον, Πολύποδος πολυχρόου νόον ἴσχ ε . Ἀζάνια κακά : ἐπὶ τῶν κακοῖς διηνεκῶς προσπαλαιόντων.[5]
1 24 Ἀζάναι γὰρ τόπος σκληρὸς, περὶ ὃν πονοῦντες οἱ γεωργοὶ οὐδὲν πορίζονται. Ἀνάγυρον κινεῖς : ἐπὶ τῶν κινούντων τινὰ ἐπὶ τῶν ἑαυτῶν κακῷ.
1 25 Ἀνάγυρος γάρ τις ἥρως ἐπιχώριος τοὺς γειτονοῦντας ἐκ βάθρων ἀνέτρεψεν, ἐπειδὴ τὸ ἡρῷον αὐτοῦ ὑβρίσαι ἐπεχείρησαν. Ἀντρώνιος ὄνος : ἐπὶ τῶν μεγάλων καὶ ἀγρίων καὶ ἀνενεργήτων.
1 26 Ἐν Ἄντρωνι γὰρ, ὥς φησι Φερεκράτης, μεγάλοι ὄνοι ἐγένοντο. Ἀχαρνικοὶ ὄνοι : ἐπὶ τῶν αὐτῶν. Ἄνω ποταμῶν χωροῦσι πηγαί : ἐπὶ τῶν ἐναντίως γενομένων ἢ λεγομένων.
1 27 Οἷον, εἰ ὁ πόρνος τὸν σώφρονα λέγει πόρνο ν . Ἀράβιος αὐλητής : ἐπὶ τῶν ἀεὶ λαλούντων.
1 28 Μετῆκται δὲ ἀπό τινος Ἀραβίου αὐλητοῦ, ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. Ἀρκάδας μιμούμενος : ἐπὶ τῶν ἄλλως πονούντων.
1 29 Πολλὰ γὰρ οἱ Ἀρκάδες πολεμήσαντες οὐδεμίαν νίκην ἰδίαν πώποτε ἔσχον. Ἀρχὴ Σκυρία : ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυσιτελὲς ἐχόντων· πετρώδης γὰρ ἡ Σκῦρος.
1 31 Αἰθὴς πέπλος : ἐπὶ τῶν ὑπεκκαιόντων καὶ στάσεις ἐγειρόντων καὶ διαβολάς. Δηϊάνειρα γὰρ πέπλον πέμψασα Ἡρακλεῖ, τούτῳ διέφθειρεν αὐτόν. Αἵμασι κλαίειν : καθ’ ὑπερβολὴν, οὐ δακρύοις, ἀλλ’ αἵματι κλαίειν.
1 33 Αἱροῦντες ᾑρήμεθα : ἐπὶ τῶν ἐλπισάντων τινὰς νικᾶν, εἶθ’ ὑπ’ ἐκείνων ἁλόντων. Αἱ Χάριτες γυμναί : ὅτι δεῖ ἀφειδῶς χαρίζεσθαι.
1 35 Αἱ Ἰβύκου γέρανοι : ἐπὶ τῶν ἀπροσδοκήτως ἐπὶ τοῖς ἁμαρτήμασι κολασθέντων. Ἴβυκος γὰρ ὑπὸ λῃστῶν ἀναιρούμενος καὶ γεράνους ἰδὼν ἐμαρτύρατο. Χρόνῳ δὲ οἱ λῃσταὶ θεώμενοι ἐν θεάτρῳ γεράνους ὑπεριπταμένους, Αἱ Ἰβύκου γέρανο ι , ἔλεγον. Εἶτα ἁλόντες καὶ ἀνακριθέντες ἐκολάσθησαν. Αὐτοὶ χελώνας ἔσθε θ’ , οἵπερ εἵλετε : ἐπὶ τῶν ἐξ ἀβουλίας τι πραττόντων, εἶτα βοηθείας δεομένων.[5]
1 36 Ἁλιεῖς γὰρ χελώνην ἀνασπάσαντες ἐμέριζον· τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν· ὁ δὲ τοῦτο ἐφθέγξατο. Αἰγιαλῷ λαλεῖς : ἐπὶ τῶν ἀνηκόων.
1 38 Αἰθέρα νήνεμον αἱρήσεις : ἐπὶ τῶν μάτην πονούντων. Ἄϊδος κυνῆ : ἐπὶ τῶν κρυπτόντων ἑαυτοὺς διά τινος μηχανῆς.
1 39 Τοιαύτη γὰρ ἡ τοῦ Ἄϊδος κυνῆ, ᾗ Περσεὺς χρησάμενος τὴν Γοργὼ ἐδειροτόμησεν. Αἲξ οὔπω τέτοκεν , ἔριφος δ ’ ἐπὶ δώματι παίζει : ἐπὶ τῶν οὔπω τεχθέντων ἢ γεγονότων, ἀλλ’ ἀτελῶν ὄντων, καὶ τὰ τῶν τελείων θελόντων ποιεῖν.
1 41 Αἰάντειος γέλως : ἐπὶ τῶν παραφρόνως γελώντων. Ἀφύων τιμὴ : ἐπὶ τῶν ἐν μικροῖς παρ’ ἄλλων τιμωμένων.
1 43 Ἀνίπτοις χερσίν : ἐπὶ τῶν βεβήλοις χερσὶ τοῖς ἱεροῖς ἐγχειρούντων. Ἄειδε τὰ Τέλληνος : ἐπὶ τῶν σκωπτικῶν· Τέλλην γὰρ αὐλητὴς ἐγένετο, ὃς παίγνια κατέλιπε χάριν ἔχοντα.
1 45 Αἰθίοπα σμήχεις : δῆλον τὸ τοιοῦτον. Ὁμοῖα, Χύτραν ποικίλλει ς , ὠὸν τίλλει ς . Αἰσώπειον αἷμα : ἐπὶ τῶν δυσαπονίπτοις ὀνείδεσιν ἐνεχομένων· ἐπειδὴ τοῖς Δελφοῖς ἀδίκως ἀνελοῦσι τὸν Αἴσωπον ὠργίσθη ὁ θεός.
1 47 Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι : ἐπὶ τῶν παντελῶς εὐτελῶν καὶ μικρῶν. Ἐρωτώντων γὰρ τινῶν, τίνες κρείττους τῶν Ἑλλήνων; τοῦτο ἀντεφθέγξαντο· Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτο ι . Ἄκαιρος εὔνο ι ’ οὐδὲν ἔχθρας διαφέρει : τοῦτό φασιν Ἱππόλυτον εἰπεῖν πρὸς Φαίδραν, φάσκουσαν αὐτὸν φιλεῖν παρὰ πάντας ἀνθρώπους.
1 49 Ἀκάνθιος τέττιξ : ἐπὶ τῶν ἀφώνων καὶ ἀμούσων· οὐκ ᾄδουσι γὰρ οἱ ἐκεῖσε τέττιγες. Ὅμοιον· Βάτραχος Σερίφιο ς , ἐπὶ τῶν αὐτῶν. Οὐκ ᾄδουσι γὰρ οἱ ἐν Σερίφῳ βάτραχοι. Ἅλα καὶ κύαμον : ἐπὶ τῶν εἰδέναι μὲν προσποιουμένων, οὐκ εἰδότων δέ.
1 50 Ἐπεὶ οἱ μάντεις εἰώθασι τιθέναι τὸν ἅλα καὶ κύαμον. Ὅθεν καὶ τοὺς ἀποῤῥήτων κοινωνοῦντας τοὺς περὶ ἅλα καὶ κύαμον ἔλεγον. Ἀττικοὶ τὰ Ἐλευσίνια : ἐπὶ τῶν τὰ ἀπόῤῥητα μυουμένων· οἱ γὰρ Ἀττικοὶ ἐν Ἐλευσῖνι ἐπετέλουν τὰ τῆς Δήμητρος μυστήρια.
1 52 Αἲξ τὴν μάχαιραν : ἐπὶ τῶν ἑαυτοῖς λανθανόντως κακόν τι ἐπισπωμένων. Εἴληπται δὲ ἐξ αἰτίας τοιαύτης· Κορίνθιοι αἶγα τῇ Ἥρᾳ ἔθυον· κρυψαμένων δέ τινων τὴν μάχαιραν, ἡ αἲξ τοῖς ποσὶ σκαλεύουσα ἀνέφηνεν. Ὅμοιον, Κορώνη τὸν σκορπίο ν , Κόνιν φυσᾷ ς , Εὖ κείμενον κακὸν κινεῖ ς , Λέοντα νύσσει ς , Ἀνάγυρον κινεῖ ς . Ἄδακρυς πόλεμος : ἐπὶ τῶν ῥᾷστα καὶ παρ’ ἐλπίδα τὰ πράγματα κατορθούντων.[5]
1 53 Χρησμὸς γὰρ ἐδόθη Λακεδαιμονίοις, ἄδακρυν μάχην νικῆσαι· ὅθεν οὐδὲ εἷς τηνικαῦτα τούτων ἀπέθανεν. Ἀδράστεια Νέμεσις : ἐπὶ τῶν πρότερον δοκησάντων μὲν προβήσεσθαι τὸ πρᾶγμα καλῶς, ἀποσφαλέντων δέ.
1 54 ἀπὸ Ἀδράστου τοῦ Θήβαις στρατεύσαντος καὶ μεγάλως σφαλέντος. Τὸ αὐτὸ καὶ, Καδμεία νίκ η . Ἀδδηφάγον ἅρμα : ἐπὶ τῶν γαστριμάργων.
1 56 Ἀετοῦ γῆρας , κορύδου νεότης : παρόσον καὶ γηράσκων ἀετὸς ἀμείνων ἐστὶ κορύδου νεάζοντος. Ὅμοιον· Ῥόδον ἀνεμώνῃ συγκρίνει ς , Καρκίνον δασύποδ ι , Θρίπας ἀετ ῷ , καὶ, Χελώνην πηγάσ ῳ . Ἀκεσσαίου σελήνη : ἐπὶ τῶν εἰς χρόνον ἀναβαλλομένων πρᾶξαί τι.
1 57 Ἦν δὲ κυβερνήτης, ὃς ῥᾴθυμος ὢν, ἔλεγε διὰ παντὸς ἀναμένειν σελήνην, ἵνα ἐν φωτὶ ὁ πλοῦς αὐτῷ γένηται. Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι : ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων· ἢ ἐπὶ τῶν ἀξίως τιμωμένων.
1 59 Αἰτναῖος κάνθαρος : ἐπὶ τῶν τῷ σώματι μεγάλων. Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι : δήλη ἡ παροιμία.
1 60 Καὶ ὁμοία τῇ, Αὐτόματοι δ ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἵεντα ι . Ἀεὶ κολοιὸς πρὸς κολοιὸν ἱζάνει : ἐπὶ τῶν τοῖς ὁμοίοις προσομιλούντων.
1 61 Συνδυαστικὰ γὰρ καὶ συναγελαστικὰ τὰ ζῶα. Ἅλις δρυός : ἐπὶ τῶν εἴς τινα βελτίονα δίαιταν μεταβαλλομένων.
1 62 Τῶν γὰρ βαλάνων οἱ παλαιοὶ παυσάμενοι μετεῖχον σίτου καὶ οἴνου. Ἄλλος οὗτος Ἡρακλῆς : ἐπὶ τῶν ἰσχυρῶν καὶ κραταιῶν ἡ παροιμία.
1 64 Ἀμαλθείας κέρας : ἐπὶ τῶν πάντα τὰ καλὰ ἐν ἑαυτοῖς κεκτημένων. Ῥέα γὰρ τεκοῦσα τὸν Δία, ἔδωκεν Ἀμαλθείᾳ τρέφειν, διὰ τὸ μὴ ὑπὸ Κρόνου καταβρωθῆναι τοῦ ἰδίου πατρός. Ἡ δὲ αἰγὶ αὐτὸν ὑπέβαλεν. Ὁ τοίνυν Ζεὺς μετὰ τὸ κατάξαι τῶν οὐρανῶν τὸν πατέρα, ἐγκρατὴς γενόμενος τῆς βασιλείας, τὴν μὲν αἶγα κατηστέρισε· τὸ δὲ ἕτερον τῶν κεράτων αὐτῆς ἀφελὼν παρέσχε τῇ Ἀμαλθείᾳ, παρασκευάσας γίνεσθαι αὐτῇ διὰ τοῦ κέρατος ὃ ἂν αἰτήσοι. Ἀετὸν ἵπτασθαι διδάσκεις : φανερὰ ἡ παροιμία.[5]
1 65 Ὅμοιον, Δελφῖνα νήχεσθαι διδάσκει ς . Καὶ, Ἵππον εἰς πεδίο ν . Ταχύτερος γάρ ἐστιν ἐν προσομάλῳ τόπῳ. Ἀττικὸς εἰς λιμένα : ἐπὶ τῶν μετὰ σπουδῆς ὃ ἐπίστανται ποιούντων.
1 66 Οἱ γὰρ Ἀττικοὶ μέλλοντες ἀπαίρειν πρὸς μάχην καὶ τοῦ λιμένος ἐξιόντες, μετὰ σφοδρότητος ἤλαυνον πρὸς ἐπίδειξιν τῶν οἰκείων ὁρώντων. Ἀετὸς ἐν νεφέλαις : ἐπὶ τῶν δυσαλώτων· οὐ γὰρ ἁλίσκεται ἀετὸς ἐν νεφέλαις.
1 68 Ἀεὶ φέρει τι Λιβύη κακόν : ἐπὶ τῶν προσεξευρισκόντων ἀεὶ νεώτερόν τι κακὸν καὶ κακούργων. Ἀμνία θερίζειν : ἐπὶ τῶν χρόνῳ ὕστερον τιμωρουμένων.
1 69 Ὅταν γὰρ ἀμνία ᾖ, οὐκ ἀποκείρεται. Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν : ἐπὶ τῶν καταφρονούντων τινῶν.
1 70 Ὅμοια, Πολλῶν ἐγὼ θρίων ψόφους ἀκήκοα · Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται · Πολλά κεν εἰδείη ς , οἷς τὸν θεὸν ἐξαπατήσει ς . Ἀετὸς θρίπας ὁρῶν : ἐπὶ τῶν ἀφροντιστούντων τῶν μικρῶν.[5]
1 72 Ἄμας ἀπῄτουν , οἱ δ ’ ἀπηρνοῦντο σκάφας : ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἄλλα δὲ μὴ ἔχειν ἀρνουμένων. Ἀνδραποδώδης θρίξ : ἐπὶ τῶν ἠλιθίων· Πλάτων· Ἔχων τὰς ἀνδραποδώδεις ἐπὶ τῆς ψυχῆς τρίχας ὑ π ’ ἀμουσία ς .
1 74 Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον : ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν. Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν , ἀλ λ ’ αὐτὸς ἐξελθὼν ἐπρίατο : ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων.
1 75 Κροῖσος γὰρ ἑαυτῷ πολέμιον ἐπεσπάσατο Κῦρον. Ἀντὶ πέρκης σκορπίον : ἐπὶ τῶν τὰ χείρω αἱρουμένων ἀντὶ τῶν βελτιόνων.
1 77 Ἀνεῳγμέναι Μουσῶν θύραι : ἐπὶ τῶν ἐξ ἑτοίμου λαμβανόντων τὰ κάλλιστα τῶν ἐν παιδείᾳ. Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία : ἐπὶ τῶν πρὸς τὸ γῆρας πολλὰ ἐσθιόντων.
1 79 Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι : δήλη ἡ λύσις. Ἄνθρωπος ἀνθρώπου δαιμόνιον : ἐπὶ τῶν ἀπροσδοκήτως ὑφ’ ἑτέρων σωζομένων.
1 81 Ἂν οἶνον αἰτῇ , κόνδυλον αὐτῷ δίδου : ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων, κακὰ δὲ ἀντιλαμβανόντων. Ἡ δὲ ἱστορία ἀπὸ τοῦ Κύκλωπος. Ἀνέμου πεδίον : ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων εἴρηται.
1 83 Ἂν ἡ λεοντῆ μὴ ἐξικῆται , τὴν ἀλωπεκῆν πρόσαψον : ὅτι ἐὰν μὴ φανερῶς δύνῃ ἀμύνασθαι, πανουργίᾳ χρῆσαι. Ἀντιπελαργεῖν : ἐπὶ τῶν τὰς χάριτας ἀνταποδιδόντων.
1 84 Λέγονται γὰρ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς τρέφειν. Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίον : ἐπὶ τῶν εἰς μηδὲν χρησιμευόντων.
1 85 Πᾶν γὰρ τὸ σῶμα τῶν γερόντων ἀσθενές. Ἀνδρὸς γέροντος μήπο τ ’ ἐς πυγὴν ὁρᾶν : ἐπὶ τῶν πρὸς ἔνια μὴ χρησίμων.
1 87 Ἀντλεῖν ἀμφοτέραις : λείπει, χερσί ν . Ἡ παροιμία δήλη. Ἀνέμους γεωργεῖν : πρὸς τοὺς πονοῦντας καὶ μηδενὸς μεταλαγχάνοντας.
1 89 Ἀντὶ κακοῦ κυνὸς ὗν ἀπαιτεῖς : ἐπὶ τῶν καλὰ ἀντὶ κακῶν ἀνταποδιδόντων. Ἄνθρακες ὁ θησαυρός : ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων.
1 90 Ὡς ὁ Λουκιανός· Ἄνθρακάς μοι τὸν θησαυρὸν ἀπέφηνα ς . Ἄξιος τοῦ παντὸς : ἐπὶ τῶν σφόδρα τιμίων.
1 92 Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος : ἐπὶ τῶν εὐγενῶν καὶ αἰδημόνων. Οἱ γὰρ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατὰ νόμιμον παλαιὸν τὰς ἀσπίδας φέροντες πομπεύουσιν. Ἄξιος τριχός : ἐπὶ τῶν εὐτελῶν.
1 94 Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν : ἐπὶ τῶν ἀπὸ εὐτελῶν μὲν, ἐνδόξων δὲ γενομένων ἐκείνων. Ἄπληστος πίθος : ἐπὶ τῶν γαστριμαργούντων· ἀπὸ τῶν περὶ τὰς Δαναΐδας πίθων.
1 96 Ἀ φ ’ ἵππων ἐ π ’ ὄνους : ἐπὶ τῶν ἀπὸ σεμνῶν εἰς τὰ ἄσεμνα ἡκόντων, οἷον ἀπὸ γραμματικῆς ἐπὶ ἡνιοχευτικὴν, ἢ ἄλλο τι τῶν οὐ σεμνῶν. Ἅπαντα τοῖς σοφοῖς εὔκολα : ἐπὶ τῶν διὰ φρονήσεως καὶ τῶν δυσκόλων περιγινομένων.
1 98 Ἀπὸ κώπης ἐπὶ βῆμα : ἐπὶ τῶν ἀπὸ χειρόνων εἰς κρείττονα. Ἀν τ ’ εὐεργεσίας Ἀγαμέμνονα δῆσαν Ἀχαιοί : ἐπὶ τῶν ἀχαρίστων.
1 100 Ἁλώνητον ἀνδράποδον : τὸ εὐτελὲς, τὸ πρὸς ἅλας ὠνηθέν. Ὅθεν καὶ Μένανδρος· Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ὠνημένο ς . Αἱ Χάρητος ὑποσχέσεις : ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων.
2 1 Χάρης γὰρ ἐγένετο στρατηγὸς Ἀθηνῶν, πολλὰ προχείρως ἐπαγγελλόμενος. Ἄριστα χωλὸς οἰφεῖ : φασὶν ὅτι αἱ Ἀμαζόνες τοὺς γεννωμένους ἄῤῥενας ἐπήρουν.
2 2 Ὅθεν πολεμοῦντες αὐταῖς οἱ Σκύθαι, καὶ βουλόμενοι αὐτὰς ἐξαπατῆσαι, ἔλεγον ὅτι συνέσονται αὐταῖς εἰς γάμον ἀπήρωτοι καὶ οὐ λελωβημένοι, ὡς τῶν ἐκείνων ἀνδρῶν λελωβημένων ὄντων. Ἐξ ὧν ἀποκριθεῖσα ἡ ἡγεμὼν τῶν Ἀμαζόνων, Ἄριστ α , φησὶ, χωλὸς οἰφε ῖ , ἀντὶ τοῦ συνουσιάζει. Ἀκεσίας ἰάσατο : ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον ἰωμένων.[5]
2 3 Καὶ Ἀριστοφάνης· Ἀκεσίας τὸν πρωκτὸν ἰάσατ ο . Ἀκκίζεσθαι : Ἀκκὼ γυνή τις ἐπὶ μωρίᾳ διαβαλλομένη, ἥτις ἐσοπτριζομένη τῇ οἰκείᾳ σκιᾷ ὡς ἑτέρᾳ διελέγετο.
2 5 Ἄκουε τοῦ τέτταρα ἔχοντος ὦτα : ἐπὶ τῶν πολλὰ εἰδότων καὶ πολλὰ ἀκουόντων· τὸν γὰρ Ἀπόλλωνα Λακεδαιμόνιοι τετράωτον ἵδρυσαν. Ἀκίνητα κινεῖς : ὅτι οὐ δεῖ κινεῖν, οὐ βωμοὺς, οὐ τάφους.
2 7 Ἀκεσαίου καὶ Ἑλικῶνος ἔργα : ἐπὶ τῶν θαύματος ἀξίων· οὗτοι γὰρ τὸν τῆς Πολιάδος Ἀθηνᾶς πέπλον ἐδημιούργησαν. Ἀκόνην σιτίζεις : ἐπὶ τῶν τροφῇ πολλῇ χρωμένων, μηδὲν δὲ εἰς τὸ σῶμα ἐπιδιδόντων.
2 8 Ὅμοιον, διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆνα ι . Ἀκέφαλος μῦθος : ἐπὶ τῶν ἀτελῆ λεγόντων.
2 9 Πλάτων· Ἀκέφαλον ἑκὼν καταλίποιμι μῦθο ν . Ἄκρῳ ἅψασθαι δακτύλῳ : ἐπὶ τῶν οὐκ ἀκριβῶς ἠσκημένων.
2 11 Ἅλας καὶ τράπεζαν μὴ παραβαίνειν : δήλη ἡ παροιμία. Φίλοι γὰρ ἐκ τούτων γινόμεθα. Ἅλμη οὐκ ἔνεστιν αὐτῷ : ἐπὶ τοῦ ἀηδοῦς καὶ ἀναρτύτου.
2 13 Ἄλλοι κάμον , ἄλλοι ὤναντο : ἐπὶ τῶν παρ’ ἐλπίδα τὰ ἀλλότρια κληρονομούντων. Ἀλ λ ’ οὐδὲν δεῖ περὶ τὸν βωμὸν τὰς ἐπινοίας : ὅτι οὐ δεῖ ἐν αὐτοῖς τοῖς πράγμασι βουλεύεσθαι.
2 14 Οἱ γὰρ τὰ ἱερεῖα προσάγοντες οὔκουν μετὰ τὸ καλλιερῆσαι βουλεύονται. Ἀλ λ ’ οὐκ αὖθις ἀλώπηξ : λείπει τὸ, ἁλώσετα ι .
2 15 Ἐπὶ τῶν πονηρῶν δέ. Ἄλλο γλαῦξ , ἄλλο κορώνη φθέγγεται : ἐπὶ τῶν ἀλλήλοις οὐ συμφωνούντων, ἀλλ’ ἐριζόντων τοῖς κρείττοσιν.
2 17 Ἀλωπεκίζειν πρὸς ἑτέραν ἀλώπεκα : ἐπὶ τῶν ἐξαπατᾶν βουλομένων τοὺς ὁμοίους. Ἀλώπηξ οὐ δωροδοκεῖται : ἐπὶ τῶν οὐ ῥᾳδίως ἁλισκομένων.
2 19 Ἄλλως ᾄδεις : ἐπὶ τῶν μάτην πονούντων. Ἄλλοισι μὲν γλῶσσα , ἄλλοισι δὲ γόμφιοι : οἱ μὲν γὰρ λάλοι, οἱ δὲ φάγοι.
2 21 Ἄλλα μὲν Λεύκωνος ὄνος φέρει , ἄλλα δὲ Λεύκων : ἐπὶ τῶν ἀσυμφώνους τοὺς λόγους τοῖς ἔργοις παρεχομένων. Λεύκων γάρ τις γεωργὸς, μέλιτος ἀσκοὺς εἰς φορμὸν ἐμβαλὼν, ἐκόμιζεν εἰς Ἀθήνας, κριθὰς τοῖς φορμοῖς ἐμβαλὼν, ὡς ὀλίγον εἰσπραχθησόμενος τέλος. Τοῦ δὲ ὄνου πεσόντος οἱ τελῶναι βοηθῆσαι βουλόμενοι ἔγνωσαν ὅτι μέλι ἐστὶν, καὶ τοῦτο ἔφησαν. Ἄλλην μὲν ἐξηντλοῦμεν , ἡ δ ’ ἐπεισρέει : ἐπὶ τῶν πονούντων καὶ πλέον οὐδὲν ἀνυόντων.[5]
2 23 Ἀμεινόνων οἰωνῶν τυχεῖν : ἐπὶ τῶν ἐκ κακῶν εἰς ἀγαθὰ μεταβαινόντων. Ἅ μ ’ ἔπος , ἅ μ ’ ἔργον : ἐπὶ τῶν ὀξέως καὶ ταχέως ἀνυομένων.
2 25 Ἀμελοῦς γωνία : ἐπὶ τῶν ῥᾳθύμως καὶ ἀργῶς καθημένων. Ἔστι γὰρ χωρίον Λιβύης ἐν ἀποκρύφῳ Ἀμελοῦς γωνία καλούμενον. Ἀμουσότερος Λειβηθρίων : ἐπὶ τῶν ἀπαιδεύτων.
2 26 Λειβήθριον γὰρ ὄρος Πιερικὸν, οὔτε μέλους ἁπλῶς, οὔτε ποιήματος ἔννοιαν λαμβάνον. Ἄμμον μετρεῖν : ἐπὶ τῶν ἀδυνάτων.
2 28 Ἀνέμους θηρᾶν ἐν δικτύοις : ἐπὶ τῶν ὁμοίων. Ἅ μ ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις : ἐπὶ τῶν ταχέως ἐπιλανθανομένων τῆς χάριτος.
2 30 Ἄμμες πο τ ’ ἦμεν : Λακωνικὴ παραβολὴ, ἀντὶ τοῦ, Ἡμεῖς ποτ’ ἦμεν. Τριῶν γὰρ χορῶν ὄντων, ὁ μὲν τῶν παλαιῶν τοῦτ’ ἔλεγεν· ὁ δὲ τῶν νεωτέρων καὶ ἀκμαζόντων, Ἄμμες δέ γ ’ εἰμές · αἱ δὲ λῇ ς , αὐγάσδεο · ὁ δὲ τῶν νηπίων καὶ οὔπω ἀκμαζόντων, Ἄμμες γέ γ ’ ἐσσόμεσθα πολλῷ κάῤῥονε ς . Ἁλιεὺς πληγεὶς νοῦν οἴσει : ἐπὶ τῶν μετὰ τὸ ἁμαρτῆσαί τινος πράγματος συνιέντων.[5]
2 31 Ἁλιεὺς γὰρ ἁλισκομένους ἰχθῦς μετεχειρίζετο, καί ποτε πληγεὶς, Νοῦν οἴσ ω , φησίν· ὅμοιον δέ ἐστι τῷ παρ’ Ἡσιόδῳ, Παθὼν δέ τε νήπιος ἔγν ω . Ἀπώλεσας τὸν οἶνον , ἐπιχέας ὕδωρ : ἐπὶ τῶν τοῖς καλοῖς τὰ χείρονα προσμιγνύντων· ἐν Κύκλωπος γὰρ δράματι λεγομένῳ οὕτω φησὶ πρὸς Ὀδυσσέα Πολύφημος.[5]
2 33 Αἲξ Σκυρία : ἐπὶ τῶν τὰς εὐεργεσίας ἀνατρεπόντων. Ἀνατρέπει γὰρ τὸ ἀγγεῖον ἀμελχθεῖσα. Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν , ἔν θ ’ ἔβη : ἔμπορός τις ἅλας ἄγων καὶ καθευδήσας, ἀπώλεσεν αὐτὸ τῆς ἀντλίας ἐπαναβάσης.
2 34 Λέγεται οὖν ἐπὶ τῶν τὰ ἅπερ προσεπόρισαν καὶ ἐχαρίσαντο ἀπολλύντων. Ἀνεπαρίασαν : ἐπὶ τῶν μεταγινωσκόντων ἐπί τινι.
2 35 Οἱ γὰρ Πάριοι ὁμολογήσαντες παραδώσειν Ἀθηναίοις τὴν πόλιν, ὕστερον μετέγνωσαν. Ἁ φιλοχρηματία Σπάρταν ἕλοι , ἄλλο δὲ οὐδέν : ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν πειρωμένων.
2 36 Ἔφησε γὰρ ὁ θεὸς Σπαρτιάταις, τότε ἀπολεσθῆναι, ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσιν. Ἀθηνᾷ τὸν αἴλουρον : ἐπὶ τῶν συγκρινόντων τὰ ἥττονα τοῖς κρείττοσιν.
2 37 Ὡς εἴ τις διὰ γλαυκότητα τῇ Ἀθηνᾷ τὸν αἴλουρον συμβάλλοι. Ἀττικοὶ τὰ Ἐλευσίνια : ἐπὶ τῶν καθ’ ἑαυτοὺς συλλεγομένων καὶ πραττόντων τι ἀπόῤῥητον.
2 38 Κρύφα γὰρ κἀκεῖνα ἐτέλουν. Αὐτῷ κανῷ : ἐπὶ τῶν ἄρδην τι λυμαινομένων.
2 39 Τὰ γὰρ δεῖπνα ἐπὶ κανῶν κομιζόμενα ἥρπαζόν τινες αὐτῷ κανῷ. Ὅμοιον, Ἑστίᾳ θύειν : ἐπὶ τῶν κρύφα πραττόντων.
2 40 Οἱ γὰρ Ἑστίᾳ θύοντες οὐδὲν ἐξέφερον τῆς θυσίας. Ἀφύα ἐς πῦρ : ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων.
2 41 Τάχιστα γὰρ ἡ ἀφύα ἕψεται. Ἀτρέως ὄμματα : ἐπὶ τῶν τὰ πάντα ὁρώντων, καὶ [οὓς] οὐκ ἔστι λαθεῖν· οἱονεὶ ἄτρεπτα καὶ σκληρά.
2 42 Εἴρηται δὲ ἐπεὶ οὐκ ἔλαθε Θυέστης μοιχεύων τὴν γυναῖκα αὐτοῦ, ἀλλὰ δειπνοῦντι τὰ τέκνα αὐτῷ εἰς βρῶσιν παρέθηκεν. Ἅιδου πρωκτῷ περιπέσοις : δῆλον.[5]
2 44 Ἀετὸν κάνθαρος μαιεύεται : ἐπὶ τῶν κακῶς ὑπό τινων πασχόντων. Τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζει κυλίων ὁ κάνθαρος. Ἀγόμενος διὰ φρατόρων κύων : ἐπὶ τῶν ὅπου μὴ δεῖ εὑρισκομένων καὶ τιμωρουμένων.
2 45 Ἐν γὰρ τοῖς φράτορσι κύων εὑρεθεὶς τιμωρεῖται. Ἁγνὴ γάμων : ἐπὶ τῶν σωφρόνων γυναικῶν.
2 46 Εἰρωνικῶς δὲ καὶ ἐπὶ τῶν μὴ σωφρόνων. Ὅμοιον, Τὸ κανοῦν τῆς θεοῦ φέρε ι . Αἱ γὰρ ἁγναὶ ἔφερον. Ἀγρὸς ἡ πόλις : ἐπὶ τῶν παρανομούντων.
2 47 Ἐπίχαρμος· Ἀγρὸν τὴν πόλιν ποιεῖ ς . Ἀηδόνες λέσχαις ἐγκαθήμεναι : ἐπὶ τῶν ἀδολεσχούντων.
2 49 Ἀγορὰ λύκειος : ἐπὶ τῶν ταχέως πιπρασκομένων. Ἐκ μεταφορᾶς τοῦ ζώου· ἁρπακτικὸν γάρ. Ἀεὶ Λεοντῖνοι περὶ τοὺς κρατῆρας : ἐπὶ τῶν ἀεὶ τοῖς αὐτοῖς ἐγκειμένων.
2 50 Οἱ γὰρ ἐν Σικελίᾳ Λεοντῖνοι περὶ τοὺς πότους ἐσχόλαζον. Φάλαρις δ’ αὐτοὺς καταπολεμήσας εἰς τοὺς κρατῆρας ἔῤῥιψεν· ἀφ’ οὗ ἡ παροιμία. Αἱ Οἰδίποδος ἀραί : ἐπὶ τῶν μεγάλως δυστυχούντων.[5]
2 52 Αἱ λαχάνων προσθῆκαι : ἐπὶ τῶν μηδὲν ὠφελούντων. ὅμοιον τό· Δαιδάλου πτερ ά . Αἰσχύνομαι μὰ τὴν φιλότητα γηράσκων ἵππος ὑπὸ ζυγὸν , θήλειάν τε τροφὴν ἔχων ὁρᾶσθαι : ἐπὶ τῶν παρ’ ἀξίαν τὶ ὑπομενόντων ἕνεκα τροφῆς.
2 54 Ἀεὶ τὰ πέρυσι βελτίω : ἐπὶ τῶν κατόπιν ἐν ταῖς χερσὶ γινομένων. Ταπεινούμενοι γὰρ Ἀθηναῖοι κατὰ τὰ Μακεδονικὰ ἐπεφώνουν τι τοιοῦτον. Αἰγύπτου γάμος : ἐπὶ τῶν ἀλυσιτελῶς γαμούντων.
2 56 Ἄλε υ ’ ἀπὸ μείζονος ἀνδρός : παραινετικὴ ἡ παροιμία. Ἄλλο γένος κώπης : ἐπὶ τῶν περὶ τὸ ἦθος ἐνηλλαγμένων.
2 57 Ἡρακλῆς γὰρ διαπεραιούμενος ἐπὶ τὰς ἐν Ἐρυθείᾳ βοῦς, ἱστίῳ τῇ λεοντῇ ἐχρήσατο, ἱστῷ δὲ τῷ ῥοπάλῳ· ἐφ’ ᾧ καὶ ἐλέχθη. Ἄλ λ ’ εἶ τορέλλη : σκῶμμα γερόντων.
2 58 Ἐκ τοῦ τορὸς [,σορὸς,] γίνεται. Ἄκουε τἀπὸ καρδίας : ἐπὶ τῶν ἀπαρακαλύπτως ἃ φρονοῦσι διεξιόντων.
2 60 Ἀλλότρια βάλλειν : ἐπὶ τῶν ἀποτυγχανόντων ἢ ἐν τῷ κυβεύειν, ἢ ἐν ἄλλῳ τινί. Ἄλλως ἀναλίσκεις ὕδωρ : ἐπὶ τῶν ματαιολογούντων.
2 61 Ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις πρὸς ὕδωρ λεγόντων. Ἄλλοι μὲν σπείρουσιν , ἄλλοι δὲ ἀμήσονται : φανερόν.
2 63 Ἀκαρπότερος ἀγρίππου : ἐπὶ τῶν ἀνωφελῶν. Φυτὸν γάρ ἐστιν ἡ ἄγριππος ἄκαρπον. Ἄρτι μῦς πίσσης γεύεται : ἐπὶ τῶν νεωστὶ πεῖραν τῶν κακῶν λαμβανόντων.
2 64 Τὸ γὰρ ζῶον εἰς πίσσαν πίπτον δεινὰ πάσχει. Ἀσκῷ μορμολύττεσθαι : ἐπὶ τῶν μάτην φοβούντων.
2 66 Ἄστροις σημαίνεσθαι : ἐπὶ τῶν ἐκ μακροῦ τι ὑπονοούντων. Ἀπὸ τῶν πλοϊζομένων ἡ παραβολή. Ἄτλας τὸν οὐρανόν : ἐπὶ τῶν μεγάλοις τισὶ πράγμασιν ἐπιβαλλομένων καὶ κακῷ τινι περιπιπτόντων.
2 68 Ἁρμοδίου μέλος : ἐπὶ τῶν σκολιῶν. Σκολιὰ γὰρ μέλη ᾖδε. ** Ταυτὸ δὲ καὶ τὸ, Ἀδμήτου μέλο ς . Ἀρκαδίην μ ’ αἰτεῖς : ἐπὶ τῶν μεγάλα ἢ ἀσύμφορα αἰτούντων.
2 70 Ἄρκτου παρούσης τὰ ἴχνη ζητεῖς : ἐπὶ τῶν δειλῶν κυνηγῶν. Ἀρχαιότερος Ἰβύκου : ἐπὶ τῶν εὐηθῶν.
2 71 Οὗτος γὰρ τυραννεῖν δυνάμενος ἀπεδήμησεν. Ἀεὶ γέροντι νέαν ἐπιβάλλειν κούρην : τοῖς πρεσβυτέροις νέαν συνευνάζειν.
2 73 Ἀλώπηξ τὸν βοῦν ἐλαύνει : ἐπὶ τῶν δολερῶν καὶ μικρῶν, ὅμως δὲ μεγάλους καταγωνιζομένων [ἄφρονας.] Ἆκις ποταμός : ἐπὶ τῶν ἄγαν ψυχρῶν.
2 74 Ψυχρὸς γάρ ἐστιν οὗτος. Ἀλλότριον ἀμᾷς θέρος : ἐπὶ τῶν κατολιγωρούντων ἐν τοῖς ἀλλοτρίοις, ἢ τὰ ἀλλότρια καρπουμένων.
2 75 Ἄλλοι κάμο ν , ἄλλοι ὤναντ ο , ὅμοιον. Ἄλλοτε μητρυιὴ πέλει ἡμέρη , ἄλλοτε μήτηρ : ἐπὶ τῶν ποτὲ μὲν εὐημερούντων, ποτὲ δὲ δυσημερούντων.
2 77a Ἅμα δίδου καὶ λάμβανε : ὅταν πρὸς ἄπιστον συναλλάσσωμεν. Ἀμφοῖν χεροῖν : ἐπὶ τῶν ἀφειδεὶ προσκειμένων.
2 78 Ἀξία ἡ κύων τοῦ θρόνου : ἐπὶ τῶν παρ’ ἀξίαν τινὸς τυγχανόντων. Ἀργεία φορά : ἐπὶ τῶν συκοφαντῶν.
2 79 Οἱ γὰρ Ἀργεῖοι φιλόδικοι. Ἀττικὴ πίστις : ἐπὶ τῶν πιθανῶν καὶ πιστῶν καὶ εὐόρκων.
2 80 Ἱδρύσαντο γὰρ οἱ Ἀττικοὶ ἱερὸν Πίστεως. Ἀργυραῖς λόγχαις μάχου , καὶ πάντων κρατήσεις : ἀντὶ τοῦ, διὰ χρυσοῦ πάντας νικήσεις.
2 81 Φιλίππῳ δὲ ἐδόθη οὗτος ὁ χρησμὸς, αἰνιττομένου τοῦ θεοῦ, ὡς διὰ προδοσίας πάντων κρατήσει. Ἄκων μὲν , ὡς Ζεὺς οἶδεν : ἐπὶ τῶν ἀκόντων ὑπισχνουμένων τι.
2 83a Ἀπὸ γραμμῆς αὐτῆς : ἐκ μεταφορᾶς τῶν τρεχόντων. Ἀπὸ χοέως σπάσον : παρόσον οἱ μεθύοντες ἀληθεύουσιν.
2 84 Ἀπὸ μηχανῆς θεὸς ἐπιφανείς : ἐπὶ τῶν ἀπροσδοκήτως ἐπ’ ὠφελείᾳ τινὶ ἀναφαινομένων. Ἐν γὰρ ταῖς τραγῳδίαις θεοὶ ἐξ ἀφανοῦς ἐπὶ τῆς σκηνῆς ἐφαίνοντο. Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ : ἐπὶ τῶν τῇ ἀληθείᾳ χρωμένων.
2 86 Ἀπόλογος Ἀλκινόου : ἐπὶ τῶν φλυάρων καὶ μακροὺς ἀποτεινόντων λόγους. Ἅπας ἐχῖνος τραχύς : ἐπὶ τῶν δυσκόλων, καὶ δυστρόπων· ἐξαιρέτως χρειῶδες ἐπὶ τῶν κακωτικῶν ἢ εὐνούχων.
2 88 Ἅπερ οἱ γῦπες : ἐπὶ τῶν διὰ κληρονομίαν ἢ ὅλως διὰ κέρδος οἱονοῦν παρεδρευόντων τισίν. Οἱ γὰρ γῦπες τοῖς θνησιμαίοις παρεδρεύουσιν. Ἀποῤῥαγήσεται τεινόμενον τὸ καλώδιον : ἐπὶ τῶν βίᾳ τι καὶ ἀνάγκῃ ποιούντων.
2 89 Λουκιανός· καὶ ὅρα μ ὴ , κατὰ τὴν παροιμία ν , ἀποῤῥήξωμεν πάνυ τείνουσαι τὸ καλώδιο ν . Ἀργαλέον φρονέοντα πα ρ ’ ἄφροσι πόλ λ ’ ἀγορεύειν : φανερόν.
2 91 Ἀρεοπαγίτης : ἐπὶ τῶν σκυθρωπῶν καὶ σιωπηλῶν καὶ ὑπερσέμνων. Ἀρᾶς ἱερόν : ἐπὶ τῶν πολλὰ ἀρωμένων ἢ ἐπὶ χρηστοῖς ἢ φαύλοις.
2 93 Ἀργύρου κρῆναι λαλοῦσιν : ἐπὶ τῶν ἀπαιδεύτων μὲν, δι’ ὑπερβολὴν δὲ πλούτου παῤῥησιαζομένων. Ἀρχὴ ἄνδρα δείκνυσιν : ἐπὶ τῶν ἐν τῇ ἀρχῇ οἷοί εἰσι φαινομένων.
2 95 Ἀρχίλοχον πατεῖς : ἐπὶ τῶν λοιδορούντων. Τοιοῦτος γὰρ ὁ Ἀρχίλοχος. Ἄρνα προβάλλει : ἐπὶ τῶν πολεμεῖν αἱρουμένων.
2 96 Οἱ γὰρ πόλεμον αἴρειν βουλόμενοι κήρυκα ἔπεμπον ἄρνα ἐπιφερόμενον, ὃν ἠφίει ἔνδον ἐνδεικνύμενος, μηλόβοτον αὐτῶν τὴν οὐσίαν ἔσεσθαι καὶ τὴν πόλιν. Ἀρχὴ ἥμισυ παντός : ἐπὶ τῶν εἴς τι προκοπτόντων.
2 97 Παρῆκται δὲ ἐκ τῆς Ἡσιόδου. Ἀρχύτου πλαταγή : ἐπὶ τῶν ἡσυχάζειν οὐ δυναμένων· ὁ γὰρ Ἀρχύτας τέκτων ὢν ἐπενόησε πλαταγὴν, ἣν ἐδίδοσαν τοῖς παιδίοις, ἵνα μηδὲν τῶν κατὰ οἰκίαν σκευῶν διασαλεύσωσιν.
2 99 Ἀρχῶν ἄκουε καὶ δικαίως κἀδίκως : ἐκ τῶν τοῦ Σόλωνος ἐλεγείων παραινετική. Ἀσκῷ φλαυρίζεις : οἷον· κενῷ σώματι διαμάχῃ· ὡς, Τῷ ἀσκῷ μορμύττει ς .
2 100 Μορμολυκείοις ἐκφοβεῖς τὸν λέοντ α . Ἀσεβέστερος Ἱππομένους : διὰ τὸ ἐπὶ θυγατρὶ μύσος.
3 1 Καὶ γὰρ αὐτὴν μοιχευθεῖσαν ἵππῳ συγκατέκλεισεν εἰς θοίνην. Διὰ τοῦτο καὶ τὴν Κοδριδῶν ἀρχήν φασι καταλυθῆναι, ἐξ ὧν ἦν ἐκεῖνος. Ἀρχαιότερα τῆς διφθέρας λέγεις : ἐπὶ τῶν σαθρά τινα καὶ μωρὰ διηγουμένων.
3 2 Ἡ γὰρ διφθέρα, ἐν ᾗ δοκεῖ ὁ Ζεὺς ἀπογράφεσθαι τὰ γινόμενα, παμπάλαιος. Ἀσκὸν δαίρεις : ἐπὶ τῶν ἀνοήτως τι ποιούντων.
3 4 Ἀρχὴν μὲν φῦναι ἐπιχθονίοισιν ἄριστον · Φύντα δ ’ ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι : ἐπὶ τῶν δυστυχῶς βιούντων. Ἀρχὴ πολέμων : ἐπὶ τῶν ἀδικεῖν ἐπιχειρούντων.
3 6 Ἀργούντων χορός : ἐπὶ τῶν ἄτοπά τινα διαπραττομένων. Ἀστραπὴ ἐκ πυελίου : ἐπὶ τῶν ἀδυνάτων καὶ εὐτελῶν.
3 7 Ἡ γὰρ ἐξ ὑδάτων ἢ ἀγγείων ἀστραπὴ ἐν τοῖς τοίχοις γινομένη οὐδὲν δύναται. Ἀτενὲς ὁρᾷς : ἐπὶ τῶν φιληδούντων τισίν.
3 8 Ὥσπερ, Αἲξ εἰς θάλασσα ν . Ἀτρέμας βοῦς : ἐπὶ τῶν βραδέως συντελούντων.
3 10 Ἄργους λόφος : ἐπὶ τῶν σφόδρα συμφοραῖς ἐνισχομένων. Φόνος γὰρ πολὺς ἐκεῖ συνέβη. Ἀττικὸς μάρτυς : ἐπὶ τοῦ πιστοτάτου καὶ ἀληθεστάτου.
3 12 Ἀττικὸς ὑπέχει τὴν χεῖρα ἀποθνήσκων : ἐπὶ τῶν φιλαργύρων. Φιλοκερδεῖς γὰρ οἱ Ἀθηναῖοι. Ἀτὰρ ἐκ καθαρῶν ἀχύρων τετρύγηκας σῖτον : ἐπὶ τῶν μηδενὸς ἀγαθοῦ μεταλαγχανόντων.
3 14 Αὐλητοῦ βίον ζῇς : ἐπὶ τῶν ἐξ ἀλλοτρίων βιούντων. Αὐτόματα ὁ θεὸς ἀνίησι τὰ ἀγαθάς : ἐπὶ τῶν ἀπραγμόνως εὐδαιμονούντων.
3 16 Αὐτὸς αὑτὸν αὐλεῖ : ἐπὶ τῶν ἑαυτοὺς δεικνυόντων τοῖς πράγμασιν, ὁποῖοι εἰσίν. Αὑτὸν οὐ τρέφων , κύνας τρέφεις : ἐπὶ τῶν ἀπορούντων μὲν, ἑτέρους δὲ τρέφειν κατεπαγγελλομένων.
3 18 Αὐτὸς γὰρ εὗρε τοῦ κακοῦ τὴν πιτύαν : οἱονεὶ τὴν πηγήν. Ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων. Αὐτὸς ἔφα : ἐπὶ τῶν ἀναφερόντων ἃ λέγουσιν ἐπί τινας.
3 20 Αὕτη τοι δίκη ἐστὶ θεῶν , οἳ Ὄλυμπον ἔχουσιν : ἐπὶ τῶν ἀμοιβῆς τυγχανόντων ὧν πράττουσιν. Αὐτὰ δ ι ’ αὐτῶν : ἐπὶ τῶν ἀεὶ τὰ αὐτὰ λεγόντων.
3 22 Αὐτῷ κρητῆρι γίνῃ κακά : ἐπὶ τῶν οἷς καθ’ ἑτέρων βουλεύονται, τούτοις περιπιπτόντων. Ἄφθονοι Μουσῶν θύραι : ἐπὶ τῶν ἥκιστα φθονερῶς διακειμένων ἐν λόγοις.
3 24 Ἀ φ ’ ὑψηλοῦ μου καταγελᾷς : οἷον, πάνυ μου καταγελᾷς. Ἐπὶ τῶν ἀφ’ ὕψους διαλεγομένων. Ἀχνυμένη σκυτάλη : ἐπὶ τῶν λυπηρὰς ἀγγελίας ἀγγελλόντων.
3 25 Ἐπὶ ξύλου γὰρ ἔθος ἦν εἱλοῦντας τὸ γραφὲν, εἶτ’ ἀφειλοῦντας, οἷς ἐβούλοντο, πέμπειν· οἱ δὲ δεχόμενοι, ἴσῃ σκυτάλῃ ἐφειλοῦντες ἀνεγίνωσκον τὸ γραμματεῖον. Ἄμυρις μαίνεται : ἐπὶ τῶν σωφρονούντων μὲν, δόξαν δέ τισι μανίας παρεχομένων.[5]
3 26 Ἄμυρις γάρ τις ἀκούσας χρησμοῦ λέγοντος, ὅτι ἕως τότε εὐδαίμονες ἔσονται Συβαρῖται, ἕως ἀνθρώπους θεῶν προτιμήσουσιν· εἶτα ἰδὼν μαστιγούμενον οἰκέτην ἐν ἱερῷ καὶ οὐδὲν τοῦ ἱεροῦ φροντίζοντα τὸν δεσπότην καὶ διὰ τοῦτο ἀποφυγόντα τὸν δοῦλον εἰς τὸ μνῆμα τὸ πατρῷον τοῦ μαστιγοῦντος καὶ τυχόντα φειδοῦς, συμβαλὼν τὸν χρησμὸν τέλος λαβεῖν, ἐξαργυρίσας τὴν οὐσίαν, ἀπεδήμησεν· ὃν ὁρῶντες ἔλεγον, Μαίνεται Ἄμυρις. Ἄπαγε μόθω ν ’ ἀπὸ κώπης : ἐπὶ τῶν διοχλούντων παρὰ καιρὸν τοῖς σπουδάζουσιν.[10]
3 27 Ὁ γὰρ μόθων φορτικῆς ὀρχήσεως εἶδος. Ἅπαντα τοῖς καλοῖσιν ἀνδράσι πρέπει : δῆλον τοῦτο.
3 29 Ἀδελφὸς ἀνδρὶ παρείη : ὅτι προτιμητέον τοὺς οἰκείους. Ἅμαξα τὸν βοῦν ἕλκει : ἐπὶ τῶν ἀντιστρόφως τι ποιούντων.
3 31 Ἀναγυράσιος δαίμων : ὠμότατος γὰρ ὁ Ἀναγυράσιος οὗτος. Ἀποτίσεις χοῖρε γίγαρτα : οἷον ὧν κατέφαγες, ἀποδώσεις πλείονα.
3 33 Ἀρότρῳ ἀκοντίζεις : ἐπὶ τῶν ἀπερισκέπτως τι ποιούντων, καὶ τὸ κατόπιν μὴ προορωμένων, ἀλλὰ καθ’ ἑαυτῶν ἐπιτελούντων. Αὖθις αὖ Πυθῶδε ὁδός : ἐπὶ τῶν τὰ αὐτὰ πολλάκις πραττόντων.
3 34 Εἴρηται δὲ ἐπὶ τῶν ἐπιπυνθανομένων. Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπακεν : ἐπὶ τῶν μηδὲν ἑλκυσάντων.
3 35 Εἴρηται δὲ ἐπὶ τῶν ἁλιέων. Ἀ φ ’ ἱερᾶς : ἀπὸ τῶν πεττευόντων μετῆκται· ἐν γὰρ τῇ πεττείᾳ ἔστι τις κύκλος καλούμενος ἱερὸς, ὃν κινοῦσιν ὕστατον.
3 37 Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος : ἐπὶ τῶν ἐρωτικῶν. Αὐτὸν κέκρουκας τὸν βατῆρα τῆς θύρας : οἷον, ἐπ’ αὐτὰ ἀφῖξαι τὰ πράγματα.
3 39 Ἄνθρωπος Εὔριπος : ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων. Ἀρχαϊκὰ φρονεῖν : ἀντὶ τοῦ εὐηθικά.
3 41 Ἁμαξιαῖα ῥήματα : μεγάλα κομπάσματα. Ἀρκάδιον βλάστημα : ἐπὶ τῶν δειλῶν.
3 43 Βάκχης τρόπον : ἐπὶ τῶν σιωπηλῶν. Παρόσον αἱ Βάκχαι σιγῶσι. Βάτραχος Σερίφιος : ἐπὶ τῶν ἀφώνων.
3 44 Οἱ γὰρ ἐν Σερίφῳ βάτραχοι οὐ φθέγγονται. Βάκηλος εἶ : ἐπὶ τῶν ἐκλύτων μεμαρτύρηται.
3 46 Βοιώτιον οὖς : ἐπὶ τῶν ἀναισθήτων. Βοιώτια αἰνίγματα : ἐπὶ τῶν ἀσυνέτων.
3 47 Ἐκ μεταφορᾶς τῆς Σφιγγός. Βοῦς ἐπὶ γλώσσης : ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι.
3 48 Διὰ τὸ τῶν Ἀθηναίων τὸ νόμισμα βοῦν ἔχειν· οἱ γὰρ δωροδοκούμενοι ἀφωνίᾳ κεκράτηνται. Βοῦς Κύπριος εἶ : ἤτοι κοπροφάγος.
3 49 Τοιοῦτοι γὰρ οἱ ἐκεῖσε βόες. Βοῦς ἕβδομος : ἐπὶ τῶν ἀναισθήτων.
3 50 Ἕβδομος δὲ, ὅτι ἓξ θύοντες, πρόβατον, ὗν, αἶγα, ὄρνιν, πετεινὸν, χῆνα, ἕβδομον τὸν βοῦν ἔθυον. Βάλ λ ’ ἐς ὕδωρ : ἐπὶ τῶν ὀλέθρου ἀξίων.
3 52 Βῶλος ἄρουραν : ἐπὶ τῶν τοῖς σμικροῖς χαριζομένων τοὺς μεγάλους. Βοῦς ἐπὶ σωρῷ : ἐπὶ τῶν ἡδυπαθούντων.
3 54 Βοῦς ὑπὸ ζυγόν : ἐπὶ τῶν μοχθούντων ἀεί. Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων , οὔπο θ ’ εὑρήσεις ποτόν : ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς χείροσιν.
3 56 Βάλ λ ’ εἰς ἔχοντα τὴν ἐπιστήμην : ἐπὶ τῶν λοιδορούντων τοὺς ὁμοτέχνους. Βατράχοις οἰνοχοεῖς : πρὸς τοὺς ταῦτα παρέχοντας, ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες.
3 57 Ὅμοιον· Γλαῦκας εἰς Ἀθήνας ἄγει ς . Βατράχῳ ὕδωρ , καὶ, γαλῇ στέαρ : ἐπὶ τῶν ταῦτα διδόντων, οἷς οἱ λαμβάνοντες χαίρουσιν.
3 59 Βοῦς ἄμητον ἐπιτηρῶν : ἐπὶ τῶν ἐπ’ ὠφελείᾳ καμνόντων. Βοῦς ὁ Μολοττῶν : ἐπὶ τῶν εἰς πολλὰ διαιρουμένων πράγματα.
3 60 Οἱ γὰρ Μολοττοὶ τοὺς βόας ἐν ταῖς ἑορταῖς εἰς πολλὰ διέτεμνον. Βοῦς ἐπέβη : ἐπὶ τῶν ἐξαίφνης σιωπώντων.
3 61 Τὸ γὰρ ἀργύριον βοῦν εἶχε τῶν Ἀθηναίων. Οἷον, οἱ δωροδοκούμενοι ἐσιώπων. Βὴξ ἀντὶ πορδῆς : ἐπὶ τῶν ἐν ἀπορίᾳ προσποιουμένων ἕτερόν τι πράττειν.
3 62 Οἱ γὰρ περδόμενοι διὰ τὸ λανθάνειν βήττειν προσποιοῦνται. Βάλλειν μήλοις : ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων.
3 63 Παρήχθη δὲ ἀπὸ τῶν πεμφθέντων ἐπ’ Ἀταλάντην μήλων. Προὔκειτο γὰρ τῷ νικῶντι δρόμῳ τὴν Ἀταλάντην ἔπαθλον ὁ ταύτης γάμος. Ὁ γοῦν Ἱππομένης εἰς ἅμιλλαν καταστὰς, βουλόμενος αὐτὴν νικῆσαι, χρυσᾶ μῆλα ἔῤῥιψεν· καὶ περὶ τὴν τούτων συλλογὴν ἐκείνης ἀσχολουμένης, οὗτος ταύτην ὑπερέβαλε. Βαλανεύς : ἐπὶ τῶν πολυπραγμόνων.[5]
3 64 Οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπραγμονοῦσιν. Βαβαὶ Μύξος : ἐπὶ τῶν μεγαλαυχούντων.
3 65 Οὗτος γὰρ ἱερεὺς τῆς Ἀρτέμιδος ὢν, μεγάλαυχος ἦν. Βουδόρῳ νόμῳ : ἐπὶ τῶν ἀξίων δέρεσθαι ὡς οἱ βόες.
3 67 Βοῦς ἐν πόλει : ἐπὶ τῶν θαυμαζομένων. Βατταρίζειν : ἀντὶ τοῦ τραυλίζειν.
3 69 Βίος μεμαγμένος : ἐπὶ τῶν ἐξ ἑτοίμου βιούντων· Βοῦς ἐν αὐλίῳ γέρων : ἐπὶ τῶν δι’ ἀσθένειαν ἡσυχαζόντων.
3 71 Γαλῆ Ταρτησία : ὡς μεγάλων ἐκεῖ γινομένων. Γλαὺξ ἵπταται : ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβολον τοῖς Ἀθηναίοις ἦν.
3 73 Γυμνότερος λεβηρίδος : ἐπὶ τῶν πάνυ πτωχῶν. Ἀντὶ τοῦ, Γυμνότερος ὄφεως δέρματος. Γραῦς βακχεύει : ἐπὶ τῶν παρ’ ὥραν τὶ ποιούντων.
3 74 Καὶ Ἀριστοφάνης, Γραῦς καπρῶσα καὶ βακχεύουσ α . Γυμνῷ φυλακὴν ἐπιτάττεις : δῆλον.
3 76 Γέλως συγκρούσιος : ἄκοσμος καὶ ἄτακτος. Παρόσον τινὲς γελῶντες τὰς χεῖρας συγκρούουσιν. Γεράνδρυον μεταφυτεύειν : ἐπὶ τῶν τοὺς παρηβηκότας εἰς μαθήματα ἀγόντων.
3 78 Γόνυ κνήμης ἔγγιον : ἐπὶ τῶν ἑαυτοὺς μᾶλλον ἑτέρων ἀγαπώντων. Ἐν πολέμῳ γάρ φασί τινα ἰδόντα ἀνεψιὸν καὶ ἀδελφὸν διαπονουμένους, ὑπερασπίσαι τε τοῦ ἀδελφοῦ καὶ εἰπεῖν τοῦτο. Γραῶν ὕθλοι : ἐπὶ τῶν μάτην ληρούντων.
3 80 Γηράσκω αἰεὶ πολλὰ διδασκόμενος : ἐπὶ τῶν διὰ γῆρας ἐμπειροτέρων. Γλαὺξ εἰς Ἀθήνας : ἐπὶ τῶν ἀχρήστους ἐμπορίας ἀγόντων.
3 81 Ἐπειδὴ μάλιστα τοῦτο τὸ ζῶον ἐκεῖ ἐπιχωριάζον τυγχάνει. Γαλῇ χιτώνιον : ἐπὶ τῶν τὰ μὴ ἑαυτῶν περιβλήματα ἐνδυόντων.
3 83 Γαλῆ στέαρ : ἐπὶ τῶν οἷς χαίρουσι ταῦτα λαμβανόντων. Γαλῆν ἔχεις : ἐπὶ τῶν ἀποτευκτικῶν· παρόσον οἱ γαλῆν ἔχοντες οὐκ εὐτυχοῦσι.
3 85 Γαστέρα μοι προφέρει ς , κάλλιστον ὄνειδος ἁπάντω ν , Ἣ πλήρης μὲν ἐλαφροτέρη , κενεὴ δὲ βαρεῖα : ἐπὶ τῶν γαστριμάργων. Γηρᾷ βοῦς , τὰ δ ’ ἔργα πολλὰ τῷ βοΐ : ἐπὶ τῶν γεγηρακότων καὶ μηκέτι χρησιμευόντων.
3 87 Γέλως Ἰωνικός : ἐπὶ τῶν κιναίδων. Παρόσον οἱ Ἴωνες ἐπὶ τούτῳ διαβάλλονται. Ἐπὶ τῶν αὐτῶν καὶ Γέλως Χῖο ς . Γέλως Μεγαρικός : ἐπὶ τῶν ἀώρως θρυπτομένων.
3 88 Ἤκμασε γὰρ ἡ Μεγαρικὴ κωμῳδία ἐπὶ χρόνον. Γέροντι μηδέποτε μηδὲν χρηστὸν ποιεῖν : παραινεῖ μηδένα ἀκαίρως εὐεργετεῖν.
3 90 Γῆς βάρος : ἐπὶ τῶν ἀχρήστων. Γῆς ἔντερα : ἐπὶ τῶν μηδενὸς ἀξίων.
3 92 Γάλα ὀρνίθων : ἐπὶ τῶν σπανίων. Γλαὺξ διέπτατο : ἐπὶ τῶν αἰσίῳ χρωμένων οἰωνῷ.
3 94 Γλυκὺς ἀπείρῳ πόλεμος : ἐπὶ τῶν ὑπ’ ἀπειρίας ἑαυτοὺς καθιέντων εἰς κίνδυνον. Γλυκε ῖ ’ ὀπώρα φύλακος ἐκλελοιπότος : ἐπὶ τῶν ἄνευ μόχθου καὶ ἀφόβως τὰ ἀλλότρια καρπουμένων.
3 96 Γραῦς ὥς τις ἵππος τὸν χαραδραῖον τάφον ἕξεις : ἐπὶ τῶν ἀξίων τὰ ἔσχατα πάσχειν. Οἱ γὰρ γεγηρακότες ἵπποι εἰς χαράδρας ἐμβάλλονται. Γραῦς ἀνακροτήσασα πολὺν κονιορτὸν ἐγείρει : ἐπὶ τῶν δι’ ἐμπειρίαν πολλὰ πράγματα κινούντων.
3 98 Γυμνότερος παττάλου : ἐπὶ τῶν σφόδρα ἀπόρων. Γύγου δακτύλιος : ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων.
3 99 Γύγης γὰρ βουκόλος ὢν τῆς γῆς ῥαγείσης εὗρε νεκρὸν φοροῦντα δακτύλιον, καὶ τοῦτον περιελόμενος φύσιν ἔχοντα ὥστε κατὰ στροφὰς τῆς σφενδόνης ὁρᾶσθαι ὅταν βούληται καὶ μὴ, δι’ αὐτοῦ ἀπέκτεινε τὸν βασιλέα καὶ ἦρξε. Γυπὸς σκιά : ἐπὶ τῶν μηδενὸς λόγου ἀξίων.[5]
4 1 Γυνὴ στρατηγεῖ , καὶ, Γυνὴ στρατεύεται : ἐπὶ τῶν δειλῶν. Γυμνὸς ὡς ἐκ μήτρας : ἐπὶ τῶν ἀπόρων.
4 3 Γυναικὸς φρένες : ἐπὶ τῶν ἀνοήτων. Γυναικὶ μὴ πίστευε , μη δ ’ ἂν ἀποθάνῃ : ὅτι δεῖ γυναιξὶ μὴ πιστεύειν.
4 5 Γυναικῶν ὄλεθροι : ἐπὶ τῶν οἰκτρῶς ἀναιρουμένων. Γενναῖος εἶ ἐκ βαλαντίου : ἐπὶ τῶν διὰ πλοῦτον εὐγενῶν εἶναι δοκούντων.
4 7 Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται : ἐπὶ τῶν διὰ πλῆθος χρόνου οὐχ ἁμαρτανόντων. Γλαύκου τέχνη : ἐπὶ τῶν μὴ ῥᾳδίως κατεργαζομένων.
4 8 Ἀπὸ Γλαύκου Σαμίου, ὃς πρῶτον κόλλησιν ἐφεῦρε σιδήρου. Ἢ ἐπὶ τῶν τεχνικῶς κατεσκευασμένων. Γλῶσσα ποῖ πορεύῃ πόλιν ἀνορθώσασ α ; καὶ, πόλιν ἀναστρέψασ α ; ἐπὶ τῶν διὰ λόγου ὠφελούντων ἢ βλαπτόντων.
4 10 Γραῦς ἀναθυᾷ : ἀντὶ τοῦ, καπρᾷ. Ἐπὶ τῶν παρ’ ἡλικίαν γυναικιζομένων. Ὡς καὶ τὸ, Γραῦς ἀναβακχεύε ι . Γέρων βοῦς ἀπένθητος δόμοισιν : ἐπὶ τῶν καθ’ ὥραν τελευτώντων.
4 12 Δασύπους κρεῶν ἐπιθυμεῖ : ἐπὶ τῶν παρ’ ἄλλων ἐπιζητούντων ἃ παρ’ ἑαυτῶν ἔχουσι. Δακτύλου ἡμέρα : ἐπὶ τῶν εὐημερούντων.
4 13 Δάκτυλος γάρ τις ἐγένετο ἀνὴρ Ἀθήνησι μεγίστων τιμῶν λαχών. Δαφνίνην φορῶ βακτηρίαν : ἐπὶ τῶν ὑπό τινων ἐπιβουλευομένων.
4 14 Παρόσον ἀλεξιφάρμακον ἡ δάφνη. Δευτέρων ἀμεινόνων : ἐπὶ τῶν θυομένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερα ἱερὰ μὴ καυθῇ καὶ ἐπὶ δεύτερα τραπῶσιν.
4 16 Δ ι ’ ὀξείας δραμεῖν : ἐπὶ τῶν διακινδυνευόντων. Ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην. Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα : ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων.
4 18 Δὶς παῖδες οἱ γέροντες : ἐπὶ τῶν πρὸς τὸ γῆρας εὐηθεστέρων. Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προσκρούειν λίθον : φανερόν.
4 20 Δὶς καὶ τρὶς τὸ καλόν : δῆλον τοῦτο. Δῶρα θεοὺς πείθει , καὶ αἰδοίους βασιλῆας : ἐπὶ τῶν διὰ δῶρα τὰς δίκας ἀντιστρεφόντων.
4 22 Δίκης δικαιότερος : ἐπὶ τῶν σφόδρα δικαίων· καθ’ ὑπερβολήν. Δοῖδυξ αὔξει : ἐπὶ τῶν μὴ αὐξανομένων.
4 23 Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος. Διὸς ἐγκέφαλος : ἐπὶ τῶν δυσπαθούντων.
4 24 Οἱ δὲ ὅτι τὰ πολυτελῆ βρώματα παρὰ Πέρσαις Διὸς ἐγκέφαλος λέγονται. Δαιδάλου πτερά : ἐπὶ τῶν δι’ ἀπορίαν χρωμένων προσθήκῃ παρελκούσῃ.
4 26 Δελφὸς ἀνὴρ στέφανον μὲν ἔχει , δίψει δ ’ ἀπολωλώς : οὗτοι γὰρ διὰ τὸ ἱερῶσθαι ἐστεφανωμένοι μέν εἰσι, δίψει δ’ ἀπόλλυνται. Ἀντὶ τοῦ, τῶν δὲ ἀναγκαίων ἀποροῦσι. Δέχεται καὶ βῶλον Ἀλήτης : ἐπὶ τῶν πάντα δεχομένων.
4 27 Ἀλήτην γάρ φασί τινα βουκόλῳ συναντήσαντα αἰτῆσαι τροφὴν, ἄραντα δ’ ἐκεῖνον βῶλον δοῦναι αὐτῷ ὡς τοῦ Διὸς ὄντα· τὸν δὲ τοῦτο εἰπεῖν. Δικαιότερος σταχάνης : ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων.
4 28 Σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσι παρὰ τὴν στάσιν. Δικτύῳ ἄνεμον θηρᾷς : ἐπὶ τῶν ἀνοήτως τι ποιούντων.
4 30 Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι : ἐπὶ τῶν διὰ λύπην ἢ νόσον ἰσχνῶν γινομένων. Διὰ τοῦ τοίχου λαλεῖν : ἐπὶ τῶν ἀναισθήτων.
4 32 Δίχολοι γνῶμαι : οἱονεὶ δίτροποι. Ἐπὶ τῶν διγνώμων. Δελφῖνα νήχεσθαι διδάσκεις : ἐπὶ τῶν ἄκρως εἴς τι πεπαιδευμένων καὶ προσποιουμένων παρά τινων μανθάνειν.
4 34 Δέδοται καὶ κακοῖς ἄγρα : ἐπὶ τῶν παρ’ ἀξίαν εὖ πραττόντων. Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι : ἐπὶ τῶν σφόδρα κακούργων.
4 35 Τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. Διὸς ψῆφος : ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων· ἢ ἐπὶ τῶν πιθανῶν.
4 37 Δελφῖνα πρὸς τοὐραῖον δεῖς : ἐπὶ τῶν ἀδυνάτων. Εὐκίνητος γάρ. Διὰ παλαιᾶς ἡμέρας : ὥσπερ διὰ χρόνου.
4 39 Δίζεσθαι βιοτὴν , ἀρετὴν δ ’ ὅταν ᾖ βίος : Ἐνδυμίωνος ὕπνον καθεύδεις : ἐπὶ τῶν ὑπνωδῶν· ἔν τινι γὰρ πόλει ἠράσθη ὁ Ὕπνος παιδὸς Ἐνδυμίωνος.
4 41 Ἐκ τριχὸς κρέμαται : ἐπὶ τῶν σφόδρα κινδυνευόντων. Ταὐτὸ δέ ἐστι τῷ, Ἐπὶ ξυροῦ βαίνει ν . Ἐκ λύκου στόματος ἀφείλω : ἐπὶ τῶν ἀνελπίστως [τι] λαμβανόντων.
4 43 Ἐλέφαντος διαφέρεις οὐδέν : ἐπὶ τῶν ἀναισθήτων. Ἐν πίθῳ τὴν κεραμείαν μανθάνεις : ἐπὶ τῶν τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, μανθανόντων δὲ τὰ μείζονα.
4 45 Ἐλέφας μῦν οὐχ ἁλίσκε ι . ἐπὶ τῶν τὰ μικρὰ ἢ φαῦλα παρορώντων. Ἐλέφαντας ἐκ μυίας ποιεῖς : ἐπὶ τῶν τὰ μικρὰ ἐπαιρόντων τῷ λόγῳ.
4 47 Ἐλεύθεραι αἶγες ἀρότρου : ἐπὶ τῶν βάρους ἀπηλλαγμένων. Ἔνεστι κἀν μύρμηκι χολή : μηδὲ τῶν μικρῶν καταφρονεῖν.
4 48 Ὁμοία τῇ, Ἀγροίκου μὴ καταφρόνει ῥήτορο ς . Ἐκ τοῦ γὰρ ἐσορᾶν γίνε τ ’ ἀνθρώποις ἐρᾶν : δῆλον.
4 50 Ἐν σκότῳ ὀρχεῖσθαι : ἐπὶ τῶν ἀμάρτυρα μοχθούντων. Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις : ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων.
4 52 Ἐν πυρὶ βέβηκας : ἢ ἐπὶ αἰσχίστου, ἢ ἐπὶ τάχους. Ἐν μέλιτι σαυτὸν καταπάττεις : ἐπὶ τῶν ἡδυπαθεῖν διωκόντων.
4 54 Ἐνδύετέ με τὴν λεοντῆν : ἐπὶ τῶν μεγάλοις ἐπιχειρούντων. Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλῆς πολεμαρχεῖ : ἐπὶ τῶν εὐτελῶν μὲν, διὰ δέ τινα ταραχὴν εὐδοκιμούντων.
4 55 Ὅμοιον, Ἐν γὰρ ἀμηχάνοις καὶ Καρκίνος ἔμμορε τιμῆ ς . Αἰπόλει σοί φησιν ἡ παροιμία. Ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται : Ἐρετριέων ῥῶ : ἐπὶ τῶν κατακόρως τισὶ χρωμένων.[5]
4 57 Κατακόρως γὰρ οὗτοι χρῶνται τῷ ῥῶ. Ἐν Σάμῳ κομήτης : ἐπὶ τῶν οὐδὲν χάριεν λεγόντων.
4 58 Οἱ γὰρ οἰκοῦντες ἐκεῖσε πρὸς χοροὺς ἐπιτήδειοι, οὐ πρὸς ἄλλο τι χρήσιμον. Ἐν τριόδῳ εἰμί : ἐπὶ τῶν ἀδήλων.
4 59 Οὐκ εἰδὼς ὁποίᾳ ὁδῷ χρήσομαι. Ἐπακτὸς ὅρκος : ὃν ἕτερος ἐπάγει.
4 60 Οἷον βίαιος, οὐκ αὐθαίρετος. Ἐπειοῦ δειλότερος : ἐπὶ τῶν δειλῶν.
4 61 Τοιοῦτος γὰρ Ἐπειός τις ἐγένετο. Ἐπὶ τὰ Μανδραβόλου : ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον προκοπτόντων.
4 62 Ὁ γὰρ Μανδράβολος εὑρών ποτε θησαυρὸν πρόβατον χρυσοῦν ἀνέθηκε τοῖς θεοῖς, εἶτα ἐν τῷ δευτέρῳ ἀργυροῦν, εἶτα ἐν τῷ τρίτῳ χαλκοῦν. Ἑρμῆς ἀμύητος : ἐπὶ τῶν μᾶλλον ἔν τισιν ἐμπείρων· χλευαστικὴ δὲ ἡ παροιμία.
4 63 Ὁμοία τῇ· Βάλ λ ’ ἐς ἔχοντα τὴν ἐπιστήμη ν . Εἰ καὶ λύκου ἐμνήσθης : ἐπὶ τῶν ὧν ἂν μνησθῶσιν ἐγγὺς παραγινομένων.
4 65 Εὕδοντι κύρτος αἱρεῖ : ἐπὶ τῶν ἐργασαμένων εὐτυχῶς λέγεται. Συμβαίνει γὰρ κοιμωμένων τῶν ἁλιέων τὸν κύρτον αἱρεῖν ἰχθύας. Ἕλκων ἐ φ ’ αὑτὸν , ὥστε Καικίας νέφος : ἐπὶ τῶν ἐπισπωμένων ἑαυτοῖς κακά.
4 67 Ἐρήμη δίκη : ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος καταδικασθῇ. Ἑστίᾳ θύει : ἐπὶ τῶν πολλὰ ἑστιώντων.
4 68 Παρόσον οἱ ταύτῃ θύοντες οὐδὲν τῆς θυσίας ἐξέφερον. Ὁμοία τῇ, Αὐτῷ κανῷ κατέφαγε πάντ α . Ἑτερομόλιος δίκη : εἰς ἣν οἱ ἀντίδικοι οὐκ εἰσῆλθον.
4 70 Ἔφεσις : ἡ ἀπὸ τοῦ δικαστηρίου εἰς ἕτερον δικαστήριον μετάβασις. Ἔξω βελῶν καθῆσθαι : παραινετικὴ ἡ παροιμία.
4 72 Εὐμεταβολώτερος κοθόρνου : ἐπὶ τῶν πᾶσιν ἐφαρμοζόντων. Ἔστι δὲ εἶδος ὑποδήματος ἐφαρμόζον τοῖς δυσὶ ποσίν. Ὁμοία τῇ, Ποικιλώτερος Ὕδρα ς . Καὶ, Εὔριπος ἄνθρωπο ς . Καὶ, Γύγου δακτύλιο ς . Ἔλθοι ξένος , ὅστις ὀνήσει : Θετταλῶν καταστρέψας πόλεις ὁ Φίλιππος καὶ τοὺς ξένους πωλήσας, εἴρηκε τοῦτο.[5]
4 74 Ἔφυγον κακὸν , εὗρον ἄμεινον : ἐπὶ τῶν μεταβολὴν κρείττονα οἰωνιζομένων· ἢ καὶ ἐπὶ τῶν παρελθόντων. Οἱ γὰρ παλαιοὶ εἰς ἀνάμνησιν τῆς πρώην ζωῆς ἐρχόμενοι ἔλεγον τοῦτο. Εἰ μὴ πατὴρ ἦσθα : λείπει τὸ εἶπον ἄν ς ’ οὐκ εὖ φρονεῖ ν .
4 75 Παρὰ Σοφοκλεῖ. Εὐρυβατεύεσθαι : ἐπὶ τῶν πονηρευομένων· εἷς γὰρ τῶν Κερκώπων Εὐρύβατος.
4 77 Ἐμπεδοκλέους ἔχθρα : ** Ὤμην δ ὲ , φησὶν [Λυσίας], ἐγὼ τοιαύτῃ φιλίᾳ συνηρμόσθαι σο ι , ὥστε μη δ ’ ἂν τὴν Ἐμπεδοκλέους ἔχθραν ἰσχῦσαι διαστῆσα ι . Ἐφέσια γράμματα : ἐπῳδαί τινες ἦσαν, ἅσπερ οἱ φωνοῦντες ἐνίκων ἐν παντί.
4 78 Ταὐτὸ τῇ, Δαφνίνην φορῶ βακτηρία ν . Εἰς τὸν λιμένα : ἀπὸ τῶν ἐν λιμένι ἐρεσσόντων, ἔξω δὲ ῥᾳθυμούντων.
4 80 Ἐπιχώριοι οὖρον ἴσασι : τὸν ἐπιτήδειον ἄνεμον. Ὁμοία τῇ, Ἀπὸ χοέως σπάσο ν . Ἐν οἴνῳ ἀλήθεια : παρόσον οἱ οἴνῳ χρώμενοι τὰ ἀπὸ καρδίας λαλοῦσιν.
4 82a Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα : δῆλον ἐπὶ τίνι. καὶ παρὰ Σοφοκλεῖ. Εἰς κόλπον οὐ πτύει : ἐπὶ τῶν μεγαλαύχων.
4 83 Ἐν γῇ πένεσθαι μᾶλλον , ἢ πλουτοῦντα πλεῖν : Εὐγενέστερος Κόδρου : ἀπὸ γὰρ Δευκαλίωνος ἦν καὶ ὑπὲρ τῆς πατρίδος ἀπέθανεν.
4 84 Ὁμοία τῇ, Ἄξιος τῆς ἐν Ἄργει ἀσπίδο ς . Ἐ π ’ ὄνου πόκος : ἐπὶ τῶν εἰς ἀδύνατα ἀναβαλλομένων.
4 85 Ἀπ’ ὄνου γὰρ οὐκ ἔστι πόκος. Ἐς Κυνόσαργες , Ἐς ἀνηλίου πύλας : ἐπὶ τῶν ὁμοίων καὶ αὗται.
4 87 Ἐλευθεριώτερος Σπάρτης : διὰ τὸ ἀνυπότακτον καὶ γενναῖον φρόνημα. Διὸ οὐδὲ τειχισθῆναι λέγει τὴν Σπάρτην. Ἔν θ ’ οὔτε μίμνειν ἄνεμος , οὔ τ ’ ἐκπλεῖν ἐᾷ : ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων.
4 89 Ἔῤῥει τὰ καλά : ἐπὶ τῶν κακόν τι βουλομένων δηλῶσαι συντόμως. Ἱπποκράτης γὰρ ἡττηθεὶς Μινδάρῳ ταύτην ἔπεμψεν τὴν ἐπιστολήν. Εὕρηκα ὃ οὐκ ἐζήτουν : ἐπὶ τῶν οἷς οὐκ ἤθελον περιπεσόντων.
4 91 Ἐχῖνος τὸν τόκον ἀναβάλλει : ἐφ’ ὧν τὸ ἀναβάλλεσθαι πρὸς χεῖρόν ἐστι. Καὶ γὰρ οἱ χερσαῖοι ἐχῖνοι δοκοῦσι κεντούμενοι ἀνέχειν τὸν τόκον· εἶθ’ ὕστερον τραχυτέρων τῶν τέκνων γινομένων ὀδυνηρότερον ἀπαλλάσσονται. Ἐκ γεύματος γινώσκω : ἐπὶ τῶν ἐκ μικροῦ [πολλά] τινα καταλαμβανόντων, ὡς ἐπ’ οἴνου.[5]
4 93 Εἰς Σκῶλον μή τ ’ αὐτὸς ἴμεν , μή τ ’ ἄλλῳ ἕπεσθαι : παραινετική. Τραχεῖα γὰρ ἡ Σκῶλος καὶ δύσβατος. Ζαλεύκου νόμος : ἐπὶ τῶν ἀποτόμων.
4 94 Ζάλευκος γὰρ Λοκροῖς ἐνομοθέτησεν ὠμότερα. Ὁμοία καὶ, Τενέδιος πέλεκυ ς . Ζεὺς κατεῖδε χρόνιος ἐπὶ διφθέρας : ἐπὶ τῶν βραδέως τιμωρουμένων.
4 95a Λέγεται γὰρ τὸν Δία πάντα τὰ πραττόμενα εἰς διφθέρας ἀπογράφεσθαι. Ζεὺς ἄγονος : ἐπὶ τῶν παράδοξα λεγόντων.
4 95b Ὁ γὰρ Ζεὺς πολυγονώτατος. Ζεῖ χύτρα , ζῇ φιλία : ἐπὶ τῶν διὰ τὸ δεῖπνον συνιόντων εἰς φιλίαν.
4 97 Ζητῶν γὰρ ὄψον θοἰμάτιον ἀπώλεσα : ἐπὶ τῶν ἀτυχεστέρων. Ζωὴ πίθου : ἐπὶ τῶν ἐπιεικῶς καὶ μετρίως καὶ ἀπραγμόνως βιούντων.
4 98 Ἀπὸ Διογένους, ᾧ πίθος ἡδίστη διαγωγή. Ζωὸς γενήσῃ κρομμύου μόνον λαβών : ἐπὶ τῶν ἀπὸ μικρᾶς αἰτίας μεγάλην δόξαν καρπουμένων.
4 100 Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν , ἀλ λ ’ ὡς δυνάμεθα : ἐπὶ τῶν ἀπροαιρέτως ζώντων. Ἢ δεῖ χελώνης κρέα φαγεῖν , ἢ μὴ φαγεῖν : τῆς χελώνης μὲν ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ· πολλὰ δὲ, καθαίρει.
5 2 Ἡρακλεία λίθος : ταύτην ἔνιοι μαγνῆτιν λέγουσιν. Ἔστι δὲ ἑτέρα παραπλησία ἀργύρῳ. Ἦσάν πο τ ’ ἦσαν ἄλκιμοι Μιλήσιοι : ἐπὶ τῶν ποτὲ εὖ, εἶθ’ ἑτέρως γεγονότων.
5 3 Ὁμοία, Ἄμμες πο τ ’ ἦμε ς . Ἢ τρὶς ἓξ , ἢ τρεῖς κύβοι : ἐπὶ τῶν κινδυνευόντων.
5 4 Τὸ μὲν, τρὶς ἓ ξ , τὴν παντελῆ νίκην δηλοῖ· τὸ δὲ, τρεῖς κύβο ι , τὴν ἧτταν. Πάλαι γὰρ τρισὶν ἐχρῶντο πρὸς τὰς παιδιὰς κύβοις. Ἡ Φανίου θύρα : ἐπὶ τῶν ἀνοήτως φυλαττόντων.
5 5 Οὗτος γὰρ ὁ Φάνιος τυφλὸς ἦν· ὑπανοίγοντος οὖν τοῦ παιδὸς τὴν θύραν, αὐτὸς οὐδὲν ἑώρα. Ἡ Περγαία Ἄρτεμις : ἐπὶ τῶν πλανητῶν καὶ ἀγυρτῶν.
5 6 Παρόσον ἡ θεὸς ἀγείρειν καὶ πλανᾶσθαι λέγεται. Ἡράκλειος ψώρα : ἡ δυσίατος, ἡ καὶ τῶν Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν.
5 7 Τῷ γὰρ Ἡρακλεῖ πολλαχοῦ ἀνῆκε θερμὰ λουτρὰ ἡ Ἀθηνᾶ. Ἡρακλεία νόσος : ἡ ἱερά.
5 8 Εἰς ταύτην γὰρ περιέπεσεν Ἡρακλῆς. Ἤτοι τέθνηκεν ἢ διδάσκει γράμματα : τῶν εἰς Σικελίαν στρατευσάντων οἱ μὲν ἐλήφθησαν αἰχμάλωτοι, οἱ δ’ ἀπώλοντο.
5 9 Οἱ οὖν διαφυγόντες ἔλεγον τοῦτο. Ἢ κρίνον , ἢ κολοκύντην : τὸ τῆς κολοκύντης ἄνθος καλεῖται κρίνον.
5 10 Ἔταττον οὖν τὸ μὲν κρίνον ἐπὶ τοῦ τεθνηκότος, τὴν δὲ κολοκύντην ἐπὶ τοῦ ὑγιοῦς. Ἡ ἀπὸ Σκυθῶν ῥῆσις : ἐπὶ τῶν οἰμώζειν τινὰ λεγόντων.
5 11 Τοῦτο γὰρ πρὸς Δαρεῖον τὸν Πέρσην ἀπεκρίναντο οἱ Σκύθαι. Ὁμοία τῇ, εἰ μὴ πατὴρ ἦσθ α . Ἄιδεις ἔχω ν . Ἠλιθιώτερος τῆς Πραξίλλης : αὕτη γὰρ ἐρωτωμένη τί κάλλιστον, Ἥλιος, ἔφη, καὶ σῦκα.
5 12 Ὁμοία τῇ, Ἀνοητότερος Ἰβύκο υ , καὶ Κοροίβο υ , καὶ Μελιτίδο υ . Ἢ χρὴ τραγῳδεῖν πάντας , ἢ μελαγχολᾶν : ἐπὶ τῶν μήτε λυπεῖσθαι μήτε χαίρειν δυναμένων.
5 14 Ἡ Συλοσῶντος χλαμύς : ἐπὶ τῶν ἀλαζονευομένων ἐπὶ ἐσθῆτι. Οὗτος γὰρ εἶχε χλαμύδα, ἣν Δαρείῳ ἰδιωτεύοντι δωρησάμενος ἔτυχε τῆς εἰς Σάμον καθόδου. Ἡ κέρκος τῇ ἀλώπεκι μαρτυρεῖ : ἐπὶ τῶν δεικνυόντων ἀπὸ μικρᾶς πράξεως τὸ ἦθος· ὁμοία, Ἐκ τοῦ κρασπέδου τὸ πᾶν ὕφασμα · Ἐκ γεύματος γινώσκεις · Τὸν Αἰθίοπα ἐκ τῆς ὄψεως · Ἐκ τῶν ὀνύχων τὸν λέοντα · Ἐκ τοῦ καρποῦ τὸ δένδρο ν .[5]
5 16 Ἥλιξ ἥλικα τέρπει : ὁμοία τῇ, Ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον · Ἥλῳ τὸν ἧλον , καὶ, Πάτταλον ἐξέκρουσας παττάλῳ : ἀντὶ τοῦ, ἁμαρτήματι τὸ ἁμάρτημα θεραπεύεις. Ἢν μὴ καθάρῃς κἀλέσῃς , οὐ μὴ φάγῃς : ἐπὶ τῶν σὺν μόχθῳ τὴν ἀναγκαίαν ποριζομένων τροφήν.
5 17 Εἶπε δὲ Δήμητρα πρὸς Τριπτόλεμον. Ἡμεῖς δέκα Ῥόδιοι , δέκα νῆες : ἐπὶ τῶν ἀλαζονευομένων.
5 19 Θάμυρις μαίνεται : ἐπὶ τῶν κατὰ σύνεσιν πραττόντων τι, δοκούντων δὲ μαίνεσθαι. Προεγράφη ἡ ἱστορία εἰς τὸν Ἄμυριν. Θετταλικὰ πτερά : ἐπὶ τῶν παραχρῆμα ἐσθῆτας ἐνειμένων.
5 20 Αἱ γὰρ Θετταλικαὶ ἐσθῆτες πτερωταὶ ἦσαν. Θεῶν ἀγορά : ἐπὶ τῶν χρησίμων καὶ δικαίων.
5 22 Θυννίζειν : ἀντὶ τοῦ κεντᾶν. Τριαίναις γὰρ τοὺς θύννους κεντῶσιν. Ἐξ οὗ καὶ Λουκιανὸς, θυννῶδες τὸ ἐνθύμημ α , ἀντὶ τοῦ, ἀπότομον καὶ σκληρόν. Θύραζε Κᾶρες , οὐκ ἔ τ ’ Ἀνθεστήρια : διὰ πλῆθος οἰκετῶν, ** ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων καὶ αὐτῶν.
5 24 Θεὸς ἡ Ἀναίδεια : ἐπὶ τῶν τῇ ἀναισχυντίᾳ ὠφελουμένων. Θρᾷκες ὅρκια οὐκ ἐπίστανται : ἐπὶ τῶν ἀνόμων.
5 26 Ἰλιὰς κακῶν : ἐπὶ τῶν μεγάλων κακῶν. Ἵππῳ γηράσκοντι τὰ μείονα κύκ λ ’ ἐπίβαλλε : ἐπὶ τῶν διὰ γῆρας δεομένων ῥᾳστώνης.
5 28 Ἱππέας εἰς πεδίον : φανερόν. Ἱερὰ ἄγκυρα : δήλη ἡ παροιμία.
5 30 Ἵνα δέος , ἔνθα καὶ αἰδώς : Ἵππος με φέρει , βασιλεύς με τρέφει : Κοῤῥαῖόν φασιν ὑπὸ Φιλίππου στρατευόμενον ἱππέα, τῆς μητρὸς δεομένης αἰτήσασθαι ἄφεσιν τῆς στρατείας, εἰπεῖν τοῦτο.
5 32 Ἱππόλυτον μιμήσομαι : ἐπὶ τῶν σωφρονεῖν βουλομένων. Ἰχθὺν νήχεσθαι διδάσκεις : ὁμοία τῇ, Δελφῖνι κολυμβᾶν συμβουλεύ ῃ .
5 34 Καδμεία νίκη : ἐπὶ τῶν ἀλυσιτελῶς νικώντων, ὧν ἡ ἱστορία δήλη. Κυρνία γῆ : ἐπὶ τῶν χωρῶν τῶν λῃστὰς ἐχουσῶν.
5 35 Τοιαύτη γὰρ ἡ Κύρνος πρώην. Κόρχορος ἐν λαχάνοις : ἐπὶ τῶν εὐτελῶν μὲν ὄντων, μεγάλοις δὲ παραβαλλόντων ἑαυτούς· εἶδος γάρ ἐστι βοτάνης ὁ κόρχορος εὐτελοῦς.
5 36b Καλαμαράδικος γάδαρος : ἐπὶ τῶν μεγάλων· τοιοῦτοι γὰρ οἱ ἐκεῖ ὄνοι. Κύκνειον ᾆσμα : ἐπὶ τῶν ἐγγὺς θανάτου ὄντων, καὶ τὰ τελευταῖα φθεγγομένων.
5 37 Οἱ κύκνοι γὰρ ἀποθνήσκοντες ᾄδουσι. Κοινὸς Ἑρμῆς : οἷον, κοινὸν τὸ εὕρημα.
5 38 Κλεπτίστατος ὢν ὁ Ἑρμῆς, κατέδειξε κοινὰ εἶναι τὰ φώρια. Κακοῦ κόρακος κακὸν ὠὸν ἔφυ : ἐπὶ τῶν ἐκ κακῶν γονέων ὄντων.
5 40 Κανθάρου σοφώτερος : ἐπὶ τῶν πονηρῶν. Κάνθαρος γάρ τις πονηρὸς ἐγένετο. Κινήσω τὸν ἀ φ ’ ἱερᾶς : ἐπὶ τῶν τὰ ἔσχατα κινδυνευόντων.
5 42 Κέρδος αἰσχύνης ἄμεινον : ἐπὶ τῶν διά τι κέρδος αἰσχύνην προσποριζόντων ἑαυτοῖς καὶ μὴ ἐπιστρεφομένων ταύτης. Κωφότερος τοῦ Τορωναίων λιμένος : λιμήν τις ἦν στενὰς ἔχων τὰς εἰσβάσεις.
5 44 Κασιωτικὸν ἅμμα : ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους. Οὗτοι γὰρ ἅμματά τινα δύσλυτα ἐπιτεχνάζονται. Κα θ ’ ἑαυτοῦ Βελλεροφόντης : ἐπὶ τῶν καθ’ ἑαυτῶν τι ποιούντων.
5 45 Ἡ δὲ ἱστορία δήλη. Κομπὰς Μάξιμος : ἐπὶ τῶν ὑπὲρ τὸ δέον φρονεῖν νοούντων.
5 46 Οὗτος γὰρ ὁ Μάξιμος ἀλαζὼν ἐγένετο. Οὐχ ἅμμα λύεις : ἐπὶ τῶν δυσλύτων.
5 47 Ἀπὸ τῆς ἁμάξης ἡ ἱστορία. Καρικὸς τράγος : ἐπὶ τῶν εὐτελῶν.
5 49 Κα τ ’ αἶγας ἀγρίας : ὁμοία τῇ, Ἐς κόρακα ς . Κερκυραία μάστιξ : ἐπὶ τῶν μεγαλῶν μαστίγων.
5 50 Τοιαύτας γὰρ εἶχον. Κερκωπίζειν : δολιεύεσθαι.
5 51 Ἐπὶ τῶν πανούργων. Ἀπό τινων ἀνδρῶν Κερκώπων λεγομένων, ὡς προείρηται. Κέσκων πόλις : ἐπὶ τῶν ἀνοήτων.
5 52 Οἱ γὰρ ἐν ταύτῃ κατοικοῦντες τῇ πόλει τοιοῦτοι. Κεστρεὺς νηστεύει : ἐπὶ τῶν λαιμάργων, ὑποκρινομένων δὲ νηστεύειν· ἄπληστον γὰρ τὸ ζῶον.
5 54 Κιλίκιοι τράγοι : οἱ δασεῖς. Ὅθεν καὶ τὰ ἐκ τριχῶν Κιλίκια λέγονται. Κινδυνώδης ἡ ἐν πρώρᾳ σελίς : οἱ γὰρ πολέμιοι πρῶτον τὴν πρώραν κατέχουσι.
5 56 Κοροίβου ἠλιθιώτερος : οὗτος γὰρ τὰ κύματα τῆς θαλάσσης ἠρίθμει. Κορυδέως εἰδεχθέστερος : ἐπὶ τῶν δυσμόρφων.
5 57 Οὗτος γὰρ ἐπὶ ἀμορφίᾳ διεβάλλετο. Κρητίζει ν ; ἐπὶ τοῦ ψεύδεσθαι.
5 58 Ἀπατηλοὶ γὰρ οἱ Κρῆτες. Κορώνη τὸν σκορπίον : ἐπὶ τῶν βλαβεροῖς ἐπιχειρούντων.
5 60 Κουρήτων στόμα : ἐπὶ τῶν μαντεύεσθαι ὑπισχνουμένων. Τοιοῦτοι γὰρ οὗτοι. Κριὸς ἀσελγόκερως : ἐπὶ τῶν μεγάλων καὶ ἀσελγῶν.
5 62 Κριὸς τὰ τροφεῖα : ἐπὶ τῶν ἀχαρίστων· ἡ δὲ ἱστορία δήλη. Κρονικαὶ λῆμαι : ὁμοία τῇ, Χύτραις λημᾷς καὶ κολοκύνται ς .
5 64 Κρόνου πυγή : τὸ ἀρχαῖον καὶ ἀναίσθητον κρέας. Κρωβύλου ζεῦγος : ἐπὶ τῶν ὑπερβαλλούσῃ πονηρίᾳ κεχρημένων.
5 65 Ἀπὸ Κρωβύλου τινὸς πορνοβόσκου, δύο ἔχοντος ἑταίρας. Κυζικηνοὶ στατῆρες : ἐπὶ τῶν εὖ κεχαραγμένων στατήρων.
5 66 Διαβόητοι γὰρ οὗτοι· ὁμοία τῇ· Λύκος περὶ φρέαρ χορεύε ι . Κύων πα ρ ’ ἐντέροις : ἐπὶ τῶν μὴ δυναμένων ἀπολαύειν τῶν προκειμένων.
5 67b Κύδος : λοιδορία· κυδάζειν τὸ λοιδορεῖν. Κύων ἐπὶ δεσμά : ἐπὶ τῶν ἑαυτοὺς εἰς δεσμὰ ἐμβαλλόντων.
5 69 Κωδάλου χοῖνιξ : ἐπὶ τῶν μεγάλοις μέτροις κεχρημένων. Κῷος πρὸς Χῖον : ὅταν ἐλάττονα πρὸς μείζονά τις παραβάλλῃ.
5 71 Καύνιος ἔρως : ἐπὶ τῶν μὴ κατορθουμένων ἐπιθυμιῶν. Καύνου γὰρ ἐρασθεῖσα ἡ ἀδελφὴ καὶ μὴ τυχοῦσα τοῦ ἔρωτος, ἀνεῖλεν ἑαυτήν. Κύρβεις κακῶν : ἐπὶ πλήθους κακῶν.
5 72 Κύρβεις γὰρ ξύλα τινὰ πινακοειδῆ, ὅπου τοὺς νόμους ἔγραφον. Κατόπιν ἑορτῆς ἥκεις : ἐπὶ τῶν ἀπὸ καλοῦ πράγματος ἀπολειπομένων.
5 74 Κακὴ πρόδοσις : ἐπὶ τῶν μετὰ τὴν μίξιν τὸν συγκείμενον μισθὸν κομιζομένων. Κλαίει ὁ νικήσας , ὁ δὲ νικηθεὶς ἀπόλωλεν : Ἀθηναῖοι νικηθέντες ἀπώλοντο· Φίλιππος νικήσας ὑπὸ Παυσανίου ἀνῃρέθη.
5 76 Κοινὰ τῶν φίλων : δήλη. Κλειτοριάζει ν .
5 77 ἐπὶ τῶν παιδεραστῶν τινές φασιν· ἢ ἐπὶ τῶν γυναιξὶν ἀκολάστων. Κακὰ μὲν θρίπες , κακὰ δ ’ ἶπες : ἐπὶ τῶν ἑκατέρως βλαπτικῶν.
5 79 Κολοφωνία ὕβρις : ἐπὶ τῶν πλουσίων καὶ ὑβριστῶν. Τοιοῦτοι γὰρ οἱ Κολοφώνιοι. Κύπριος βοῦς : ἐπὶ τῶν κοπροφάγων καὶ εἰκαίων.
5 81 Κάμηλος καὶ ψωριῶσα πολλῶν ὄνων ἀνατίθεται φορτία : ἐπὶ τῶν ἐν γήρᾳ μὲν ὄντων ἢ δυστυχίαις, πολλῶν δὲ ἀμεινόνων ὄντων. Κατὰ ῥοῦν φέρεται : ἐπὶ τῶν εὐπλοούντων.
5 83 Κα θ ’ ὕδατος γράφειν : ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων. Κἂν ἀπὸ νεκροῦ φέρῃ : ἐπὶ τῶν ἀπὸ πενήτων κερδαινόντων.
5 85 Κύνα δέρειν δεδαρμένην : ἐπὶ τῶν μάτην τι ποιούντων. Καρικὴ Μοῦσα : ἐπὶ τῶν ἀλλογενῶν, ἤτοι Σκυθῶν καὶ γραμμάτων.
5 87 Κἂν αἲξ δάκῃ ἄνδρα πονηρόν : Κανθάρου σκιαί : ἐπὶ τῶν φοβουμένων τὰ μὴ ἄξια φόβου.
5 89 Κακὴ μὲν ὄψις , ἐν δὲ δειλαῖαι φρένες : Κατὰ βοὸς εὔχου : οἷον, μέγα εὔχου.
5 91 Κνὶψ ἐκ χώρας : ἐπὶ τῶν ταχυπόδων. Ὁ γὰρ κνὶψ τὸ θηρίον τοιοῦτον. Κρὴς πρὸς Αἰγινήτην : ἐπὶ τῶν πανουργίᾳ χρωμένων πρὸς ἀλλήλους λέγεται.
5 93 Αἱ κύνες τὴν δέσποιναν μιμούμεναι : λέγεται ὁπόταν καὶ οἱ ὑποχείριοι τοῖς ἄρχουσιν ἐπὶ κακῷ συμφωνῶσι. Κυνόσαργες : τόπος, ἐν ᾧ οἱ νόθοι ἐξεκρίνοντο.
5 94 Κύων γάρ τις ἡρπακὼς κρέα, ἐκεῖ ἐκόμισεν· ὅθεν καὶ Κυνόσαργες. Κατὰ ποδὸς βάσιν : ἐπὶ τῶν κατὰ μικρόν τι πραττόντων καὶ μετὰ τέχνης.
5 95 Ὁμοία τῇ, Ἐν νυκτὶ βουλ ή . Καρκίνος λαγωὸν αἱρεῖ : ἐπὶ τοῦ ἀδυνάτου· ὁμοία τῇ, Λύκος καὶ ὄϊν ποιμαίνε ι .
5 97 Κεραμέως πλοῦτος : ἐπὶ τῶν σαθρῶν καὶ ἀβεβαίων καὶ εὐθραύστων. Κεραμεὺς ἄνθρωπος : ἐπὶ τοῦ σαθροῦ.
5 99 Κακοὶ πίνουσι τῆς τιμωρίας τὴν ὀμίχλην : ἐπὶ τῶν κατ’ ἀξίαν τιμωρουμένων. Ὁμοία τῇ, Αὐτὸς ἐφεῦρε τοῦ κακοῦ τὴν πιτύα ν . Κενὰ κενοὶ βουλεύονται : Λαγὼς καθεύδων : ἐπὶ τῶν προσποιουμένων καθεύδειν, ἢ ἐπὶ τῶν προσποιουμένων τι δρᾶν καὶ οὐκ ἐξ ἀληθείας πραττόντων.
6 2 Λήμνιον κακόν : ἀπὸ τῶν ἐν Λήμνῳ κακῶν γυναικῶν ἡ παραβολή. Λυδὸς καπηλεύει : λέγεται Κῦρον περιγενόμενον τῶν Λυδῶν προστάξαι αὐτοῖς καπηλεύειν.
6 4 Λύκου πτερά : ἐπὶ τῶν ἀδυνάτων. Πῶς γὰρ ἂν πτηνός τις γένοιτο λύκος; Λαγὼς περὶ κρεῶν : ἐπὶ τῶν διακινδυνευόντων καὶ περὶ ψυχῆς ἀγωνιζομένων.
6 5 Καὶ γὰρ κἀκεῖνος περὶ τῶν ἑαυτοῦ κρεῶν τρέχει. Λούσαιο τὸν Πελίαν : ἀπὸ τῶν τῷ Πελίᾳ συμβάντων παρήχθη.
6 7 Λέρνη κακῶν : Ὡς, Ἰλιὰς κακῶ ν . Διὰ τὸ τοὺς Ἀργείους ἐκεῖσε ἐν τῇ Λέρνῃ τὰ καθάρματα βάλλειν. Λευκὴ στάθμη : ἐπὶ τῶν μηδὲν συνιέντων· καὶ ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων.
6 9 Λευκὴ ψῆφος : ἐπὶ τῶν εὐδαιμόνως βιούντων. Λημνίᾳ χειρί : ὠμῇ καὶ παρανόμῳ.
6 10 Ἀπὸ τῶν συμβάντων. Λιβυκὸν θηρίον : ἐπὶ τῶν ποικίλων καὶ πολυειδῶν τοῖς τρόποις.
6 11 Πολυθήρου γὰρ οὔσης τῆς Λιβύης καὶ πολλῶν ζώων συνιόντων καὶ ἀλλήλοις ἐπιβαινόντων, ἐξηλλαγμένα ἀποτελεῖ καὶ σύμμικτα ζῶα. Λευκὴν μᾶζαν φυρῶ σοι : ἐπὶ τῶν μεγάλως ὑπισχνουμένων.
6 13 Λιμοῦ πεδίον : ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων. Λιμοῦ γάρ ποτε ὄντος, ἔχρησεν ὁ θεὸς Ἀθηναίοις ἀνεῖναι τῷ λιμῷ πεδίον, εἰ μέλλοιεν ἀπαλλαγῆναι τοῦ λιμοῦ· διὸ καὶ ἐποίησαν. Λιμῷ Μηλίῳ : ἐπὶ τῶν σφόδρα λιμωττόντων.
6 14 Τοὺς γὰρ Μηλίους Ἀθηναῖοι ἰσχυρῶς ἐκάκωσαν. Λίνδιοι τὴν θυσίαν : ἐπὶ τῶν σκωπτόντων καὶ δυσφήμως ἱερουργούντων.
6 15 Ἡρακλῆς γὰρ ἥρπασε τὸν βοῦν τινὸς τῶν Λινδίων καὶ ἐθοινήσατο· ὁ δ’ ἐλοιδορεῖτο αὐτῷ. Λίνῳ λίνον συνάπτεις : ἐπὶ τῶν τὰ ἀσθενῆ ἀσθενέσι συναπτόντων.
6 17 Λοκρῶν σύνθημα : ἐπὶ τῶν παρακρουομένων. Λοκροὶ γὰρ τὰς συνθήκας παρέβησαν. Λυδὸς ἐν μεσημβρίᾳ : ἐπὶ τῶν ἀκολάστων.
6 18 Τοιαύτῃ γὰρ ὥρᾳ οἱ αἰπόλοι ἀκολασταίνουσιν ἐκεῖσε. Λύκος ἀετὸν φεύγει : ἐπὶ τῶν ἀφύκτων.
6 20 Λύκος ἔχανεν : ἐπὶ τῶν τῆς ἐλπίδος ἀποτυγχανόντων. Οἱ γὰρ λύκοι ἀθηρίᾳ περιπεσόντες, χαίνουσι διερχόμενοι. Λύκος περὶ φρέαρ χορεύει : ἐπὶ τῶν πονούντων περί τι μάτην.
6 21 Ὁ γὰρ λύκος ἄπρακτος περίεισιν, ὅταν διψήσῃ. Ὁμοία τῇ, Κύων πα ρ ’ ἐντέροι ς . Λευκώλενον λίνον κερδογαμεῖς : ἐπὶ τῶν αἰσχρὰς ἐπὶ κέρδει γαμούντων.
6 23 Λοκρικὸς βοῦς : ἐπὶ τῶν εὐτελῶν. Λοκροὶ γὰρ ἀποροῦντες βοῶν πρὸς θυσίας, ξύλα σχηματίσαντες εἰς βοῦν, οὕτω τὸ θεῖον ἱλάσκονται. Λυδοὶ πονηρο ὶ , δεύτεροι δ ’ Αἰγύπτιοι , τρίτοι δὲ πάντων Κᾶρες ἐξωλέστατοι : Λέοντα ξυρᾷς : ἐπὶ τῶν καθ’ ἑαυτῶν τι ποιούντων.
6 26 Λύκος πρὸ βοῆς σπεύδει : ἐπὶ τῶν ὑπερσπευδόντων. Καὶ γὰρ τὸ θηρίον ἁρπάξαν φεύγει. Λύχνον ἐν μεσημβρίᾳ ἅπτειν : ἐπὶ τῶν παρὰ καιρόν τι ποιούντων.
6 27 Ὅμοιον τῇ, Ἐν θέρει τὴν χλαῖναν κατατρίβει ς . Παρὰ Λύδιον ἅρμα : ἐπὶ τῶν πολὺ ἀπολειπομένων ἐν ἀγῶνι τινί.
6 29 Λυδίῳ νόμῳ : μαντικῷ· μάντεις γὰρ οἱ Λυδοί. Λακωνικὰς Σελήνας : ἐπὶ τῶν ἀμφιβόλως συνθήκας ποιουμένων.
6 30 Οὗτοι γὰρ βοήθειαν αἰτούμενοι ἀνεβάλλοντο, τὴν σελήνην προφασιζόμενοι. Ἀκεσσαίου σελήν η , τὸ ἐναντίον. Λιπαρώτερος λύχνου , καὶ Λιπαρώτερος ληκυθίου : ἐπὶ τῶν ὑπερβολικῶν.
6 31 Ὁμοία τῇ, Ἀκόνην σιτίζει ς . Λύω λέσχας : Πλάτων φησὶ λέγων ὁπόταν ἐπὶ τὰ ἔργα ἐξήρχοντο.
6 33 Μασχάλην αἴρειν : ἀντὶ τοῦ κωθωνίζεσθαι καὶ πίνειν. Μεγαρέων δάκρυα : ἐπὶ τῶν πρὸς βίαν δακρυόντων.
6 34 Τοῦ βασιλέως αὐτῶν ἀποθανόντος ἠναγκάσθησαν πάντες ὑπὸ τῆς αὐτοῦ γυναικὸς δακρῦσαι. Ὁμοία τῇ, Πρὸς σῆμα μητρυιᾶς θρηνεῖ ν . Μεγαρικαὶ σφίγγες : πόρνας τινὰς οὕτως ἐκάλουν.
6 36 Μετὰ Λέσβιον ᾠδόν : ἐπὶ τῶν τὰ δεύτερα φερομένων. Μηδικὴ τράπεζα : ἐπὶ τῶν πολυτελῶν καὶ ἁβρῶν.
6 38 Μὴ μελαμπύγου τύχῃς : μή τινος ἀνδρείου καὶ ἰσχυροῦ. Μία λόχμη οὐ τρέφει δύο : ἐπὶ τῶν ἐκ μικροῦ πολλὰ κερδαίνειν βουλομένων.
6 40 Μύλλος πάντα ἀκούει : ἐπὶ τῶν κωφότητα προσποιουμένων, καὶ πάντα ἀκουόντων. Μύλλος γὰρ κωμῳδιῶν ποιητὴς, ὃς μὴ ἀκούειν ὑπεκρίνετο. Μῦς ἄρτι πίττης γεύεται : ἐπὶ τῶν νεωστὶ πασχόντων κακῶς.
6 42 Μυσῶν λείαν : ἐπὶ τῶν κακῶς διαρπαζομένων. Οἱ γὰρ ** κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο. Μέτρῳ ὕδωρ πίνοντε ς , ἀμετρὶ δὲ μᾶζαν ἔδοντε ς .
6 44 Μέγα φρονεῖ ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ : σωφροσύνης γὰρ δῶρον αὐτῷ ἐδόθη. Μῦς λευκός : ἐπὶ τῶν ἀσελγῶν καὶ ἀκρατῶν· τοιοῦτοι γὰρ οἱ κατοικίδιοι μύες.
6 46 Μὴ παιδὶ μάχαιραν : μὴ τοῖς ἀπείροις ἐγχειρεῖν μεγάλα πράγματα, μή πως καθ’ ἑαυτῶν χρήσωνται. Μανίαι οὐ πᾶσιν ὅμοιαι : τῶν μανιῶν αἱ μέν εἰσιν ἄτοποι, αἱ δ’ ἀρετῆς καὶ εὐχῆς ἄξιαι, ὡς αἱ τῶν χρησμολόγων.
6 48 Μέγα στόμα τὸ ἐνιαυτοῦ : τουτέστι πολλὴ παῤῥησία εὐθηνίας γενομένης. Μυσὶ κανθαρίς : ἐπὶ τῶν μηδενὸς ἀξίων.
6 50 Μετὰ Μουσῶν κόρυδος : ἐπὶ τῶν ἀπαιδεύτων πεπαιδευμένοις συνόντων. Ὁμοία, Καρικὴ Μοῦσ α . Καὶ, Κόρχορος ἐν λαχάνοι ς . Μέλιτος μυελός : ἐπὶ τοῦ ἄγαν ἡδέος.
6 52 Μείζονα βοᾷ δάφνης χλωρᾶς καιομένης : ἐπὶ τῶν μεγάλα βοώντων. Μὴ εἰκῆ τὴν Ἄβυδον : λείπει, παραπλεῖν.
6 53 Ἐπὶ τῶν παρακινδυνευόντων. Μὴ κινεῖν κακὸν εὖ κείμενον : ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐγειρόντων.
6 55 Μηδὲν κατὰ βοὸς εὔξῃ : μὴ πάντα ἐπιτρέπειν ταῖς εὐχαῖς. Μήτε νεῖν , μήτε γράμματα : ἐπὶ τῶν ἀμαθῶν.
6 56 Ταῦτα γὰρ ἐκπαιδόθεν ἐν ταῖς Ἀθήναις ἐμάνθανον. Μηδέποτε μηδεὶς Μεγαρέων γένοιτο σοφώτερος : ἐπὶ τοῦ ἀναισθήτου.
6 57 Χαριεντιζόμενοι δὲ τοῦτο ἔλεγον. Μηδὲ μέλι , μηδὲ μελίσσας : ἐπὶ τῶν μὴ βουλομένων παθεῖν τι ἀγαθὸν μετὰ ἀπευκτοῦ.
6 59 Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης : ἐπὶ τῶν τὴν ἰσχὺν ἀνίσων. Μὴ λόγους ἀν τ ’ ἀλφίτων : ἐπὶ τῶν τινὸς ἀξιούντων τυχεῖν.
6 61 Μηδέποτε [ ε ὖ ] ἕρδειν γέροντ α , μηδὲ γυναῖκ α , μηδὲ παῖδα βάσκανον , μηδὲ κύνα τινὸς , μηδὲ λάλον κωπηλάτην : παραινεῖ μὴ εἰς ἄχρηστα ἀναλίσκειν. Μικρὸν κακὸν , μέγα ἀγαθόν : πολλάκις μικρὸς πόνος καὶ κακόν τι δοκοῦν μεγάλων γίνεται πρόξενον καλῶν.
6 63 Μήλῳ βάλλειν : ἐπὶ τῶν εἰς ἔρωτα ἐπαγομένων τινάς. Μικρὸς ἀεὶ ὁ σὸς πῶλος : ἐπὶ τῶν διὰ βραχύτητα ἡλικίας νεάζειν λεγόντων.
6 65 Μία μάστιξ ἐλαύνει : ἐπὶ τοῦ ῥᾳδίου. Μυὸς ὄλεθρος : διὰ τὸ ἀποῤῥεόντων τῶν μυῶν τῶν μελῶν θνήσκειν αὐτούς.
6 66 Εἴρηται δὲ ἐπὶ τῶν ἀπράκτως ἀποθανόντων. Μηδὲ κάρφος κινεῖν : ἐπὶ τῶν ἡσύχων.
6 68 Μὴ τὴν τέφραν φεύγων εἰς τὴν ἀνθρακιὰν ἐμπέσῃς : Μή τ ’ ἄκανθα ἀμύξῃ : λείπει, τοὺς ἀγαθούς.
6 70a Μὴ πρὸς ἐμὲ τὰ ποικίλα : τουτέστι, μὴ τὰς τέχνας κατὰ τῶν φίλων. Μὴ μέγα λέγε : μὴ μεγαλοῤῥημόνει.
6 71 Μὴ πῦρ ἐπὶ πῦρ : ἀνθρακεὺς ἐμπιπράμενος ἐν τῇ καμίνῳ τοῦτο λέγει. Ἐπὶ δὲ τῶν κακοῖς συνεχέστερον περιπιπτόντων. Μὴ μάχαιραν αἶρε θῆλυ : ἐπὶ τῶν ἀδυνάτων βοηθεῖν.
6 73 Μίδας ὄνου ὦτα : ὅτι ὠτακουστὰς εἶχεν. Οἱ δὲ χωρίον αὐτοῦ φασιν οὕτω καλεῖσθαι, ὑπ’ αὐτοῦ ληφθὲν, ἀνάλωτον. Μωμήσεταί τις μᾶλλον , ἢ μιμήσεται : ὅτι ῥᾳότερον τὸ ψέγειν.
6 75 Νῷ πείθου : Ὁμοία τῇ, Πείθου θε ῷ . Νηφάλια ξύλα : τὰ μὴ ἀμπέλινα, μηδὲ σύκινα, μηδὲ μύρσινα· ἐκεῖνα γὰρ οἰνόσπονδα λέγονται.
6 77 Νόμος καὶ χώρα : δῆλον. Ναῦς παλαιὰ πόντῳ οὐχὶ πλωσίμη : ἐπὶ τῶν μηδὲν συντελούντων.
6 79 Ναῦς ἱκετεύει πέτρας : ἐπὶ τῶν ἀδυσωπήτων. Ὡς τὸ, Ἀνδριάντι πρεσβεύσομε ν . Νέμεσις δὲ παρὰ πόδας βαίνει : μέτεισι γὰρ ταχέως.
6 81 Νεβρῷ ἱππεύεις : ἐπὶ τῶν βραδέως γινομένων. Νεκρῷ λέγων μύθους εἰς οὖς : ἐπὶ τοῦ μὴ ἐπαΐοντος.
6 83 Νεφέλας ξαίνειν : ἐπὶ ματαίου ἢ ἀδυνάτου. Νοῦς οὐ παρὰ Κενταύροις : ἐπὶ τῶν ἐπιλησμόνων καὶ πλεονεκτῶν.
6 84 Παρόσον ὑπὸ πλεονεξίας ἀπώλοντο. Νοῦν τὸν ξένον : ἐπὶ τῶν ὑφορωμένων τινά.
6 86 Νῦν εἰς χώραν ἦλθες : ἐπὶ τῶν ὅπου ἀπηρνοῦντο μὴ ἐλθεῖν ἐλθόντων. Νῦν ὀσπρίων ἄμητος : ἐπὶ τῶν καθ’ ὥραν πραττόντων πάντα.
6 88 Νῦν θεοὶ μάκαρες : ἐπὶ τῶν ἀξίως τιμωρουμένων ἐφ’ οἷς ἔπραξαν. Νὺξ ὑγρά : ἐπὶ τῶν συμβαινόντων χαλεπῶν.
6 89 Νύκτα δασεῖα ν , τὴν χειμερινήν φασι. Νῦν γένοιτο σωθῆναι : ἀετὸς χελώνην ἁρπάσας ἠβούλετο ἀφ’ ὕψους καταβαλεῖν, ἡ δὲ, Νῦν γένοιτ ο , φησὶ, σωθῆναι · τοῦ δὲ λοιποῦ αὐτῇ μελήσε ι .
6 91 Ξυρὸς εἰς ἀκόνην : πρὸς τοὺς ὧν βούλονται τυγχάνοντας. Ὁμοία τῇ, Ὄνος εἰς ἄχυρ α . Ξύλον ἀγκύλον οὐδέπο τ ’ ὀρθόν : ὅτι δυσχερὲς ἐκ φαύλων ἀγαθοὺς ἀπεργάσασθαι.
6 93 Ξυγγνώμη πρωτοπείρῳ : ἐπὶ τῶν ἐν πρώτοις διαμαρτανόντων. Οὐδὲν ἦν τἄλλα πάντα πλὴν χρυσός : Ὀστράκων περιστροφή : ἐπὶ τῶν ἐκ κρειττόνων εἰς τὸ ἐναντίον μεταπιπτόντων, ἐκ μεταφορᾶς τῶν κυβευόντων.
6 95 Ὀστρακίνοις γὰρ τὸ πάλαι χρώμενοι βώλοις, τῇ μεταβολῇ τούτων πολλάκις ἡττῶντο ἢ ἐνίκων. Ὀλέθρου πείρα τ ’ ἐφῆπται : ἐπιδέδεται καὶ ηὐτρέπισται τὸ τοῦ ὀλέθρου ἡμῶν πέρας.
6 97 Ὄμπνιος χείρ : ἡ πλουσία. Ὄμπνιον νέφο ς , μέγα, πολὺ, ηὐξημένον. Ὄνος ἄγει μυστήρια : ἐν τοῖς μυστηρίοις ἐξ ἄστεος ἐκόμιζον μετὰ τῶν ὄνων τὰς χρείας.
6 98 Διὸ καὶ ἐκακοπάθουν οἱ ὄνοι. Ἐπὶ τῶν οὖν ἀναξίως τι βασταζόντων λαμβάνεται. Ὁμοία, Γαλῇ κροκωτόν · καὶ, Πίθηκος ἐν πορφύρ ᾳ . Ὄνου πόκοι : ἐπὶ τῶν ἀνηνύτων καὶ ἀτελῶν.[5]
6 99 Οὐδὲ γὰρ κείρεται ὄνος. Ὄνου γνάθος : εἰς πολυφάγον.
7 1 Ὄνου σκιά : ἐπὶ τῶν μηδενὶ χρησίμῳ φιλοτιμουμένων καὶ φιλονεικούντων. Ἐμισθώσατο γάρ τις τὸν ὄνον· καύματος δὲ γενομένου ὑπὸ τὴν ὄνου σκιὰν ὑπέδυ· ὁ δὲ ἐμάχετο, Ὄνον σοι, λέγων, ἐμισθωσάμην, οὐχὶ σκιάν. Οὐ δ ’ Ἡρακλῆς πρὸς δύο : φανερόν.[5]
7 2 Ἡ ἱστορία αὕτη· Προσπεσεῖν τῷ Ἡρακλεῖ ἐκ λόχου οἱ Μολιονίδαι, αὐτὸς φοβηθεὶς ἔφυγε. Οὐκ ἐπιγλωττήσομαι : Ἀριστοφάνης, οὐ βλασφημήσω.
7 4 Οὐ μάλα κυκᾷς : ἐπὶ τῶν μηδὲν ὄντων. Οἱ Κρῆτες τὴν θυσίαν : ἐπὶ τῶν ταρασσόντων τοὺς θύοντας καὶ περικοπτόντων.
7 5 Τοιοῦτον γάρ τι συνέβη τῷ Ἀγαμέμνονι παρὰ τῶν Κρητῶν θύοντι. Ὁ Σικελὸς τὴν θάλασσαν : Σικελός τις σῦκα ἄγων ἐναυάγει· εἶθ’ ὁρῶν τὴν θάλατταν ἀγριουμένην ἐπὶ πέτρας καθήμενος, Οἶδ α , φησὶν, ὃ θέλεις · σῦκα θέλει ς .
7 7 Ὅπου ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι : τόποι τινὲς δύσβατοι. Ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς διατριβὰς ποιουμένων λέγεται. Οὔ θ ’ ὕεται , οὔτε ἡλιοῦται : ἐπὶ τῶν ἔξω πάσης καθεστώτων φροντίδος.
7 9 Οὐκ ἔσ τ ’ ἐμὸν τὸ πρᾶγμα , πολλὰ χαιρέτω : ἐπὶ τῶν ἀπραγμόνων. Ὄρτυξ ἔσωσεν Ἡρακλῆ τὸν καρτερόν : ἐπὶ τῶν παρ’ ὧν οὐκ ἤλπισαν σωζομένων.
7 11 Ὁ παῖς τὸν κρύσταλλον : ἐπὶ τῶν μήτε κατέχειν δυναμένων, μήτε μεθεῖναι βουλομένων. Ὁ Σκύθης ἵππον : ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φανερῶς δὲ ἀποπτυόντων αὐτό.
7 12 Διὸ καὶ Πίνδαρος· Ἀτιζόμενοι Σκύθαι νεκρὸν ἵππον λόγ ῳ , κρύφα δὲ σκολιοῖς γάνυσιν ἀναδέρουσι πόδα ς . Οὐδὲν ἱερὸν εἶ : ἰδὼν τὸν Ἄδωνιν τοῦτό φησιν Ἡρακλῆς.
7 13 Εἴρηται οὖν ἐπὶ τῶν ἀχρήστων. Οὐδὲ τὰ τρία Στησιχόρου γινώσκεις : ἐπὶ τῶν ἀπαιδεύτων.
7 14 Ὁμοία τῇ, Ἀμουσότερος Λειβηθρίω ν . Οὐδὲ πυρφόρος ἐλείφθη : πάσης πολεμικῆς παρατάξεως ἔδει τὸν μάντιν ἡγεῖσθαι, δάφνης ἔχοντα κλάδους καὶ στέμματα ** καὶ νόμος τούτου μόνου φείδεσθαι τοὺς πολεμίους.
7 15 Ἐπὶ τῶν πανωλεθρίᾳ διαφθειρομένων ἡ παροιμία τάττεται. Οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθον ἔσ θ ’ ὁ πλοῖς : ἡ Κόρινθος πολλὰς εἶχεν ἑταίρας, αἳ τοὺς ἀφικνουμένους ἐδασμολόγουν.[5]
7 17 Οὐδὲν ἐγγὺς ἱππικοῦ δρόμου : ἐπὶ τῶν τρυφᾶν βουλομένων. Οὐδὲν πρὸς τὸν Διόνυσον : ἐπὶ τῶν τὰ μὴ προσήκοντα φλυαρούντων.
7 18 Πρῶτον γὰρ τὰ Διονύσου ᾄδοντες οἱ ποιηταὶ, ὕστερον κατεφρόνουν. Οἱ οὖν τοῦ Διονύσου ἔλεγον, Οὐδὲν πρὸς τὸν Διόνυσο ν . Οἵῳ μ ’ ὁ δαίμων τέρατι συγκαθεῖρξεν : ἐπὶ τῶν δυσανασχετούντων.
7 19 Ἐπὶ τοῦ Κύκλωπος καὶ τοῦ Ὀδυσσέως. Οὐ νυκτιπλοεῖς : ἐπὶ τῶν μὴ ἀκριβῶς ποιούντων, ὡς πελαγοδρομούντων διὰ τὰς τῶν ἀστέρων σημειώσεις.
7 21 Οὐ φροντὶς Ἱπποκλείδῃ : Ἱπποκλείδης μετὰ ἄλλων ἐμνηστεύετό τινα· τοῦ δὲ Κλεισθένους εἰπόντος, Ἐξορχῇ τὸν γάμον · Οὐ φροντὶ ς , ἀπεκρίνατο. Εἶπε δὲ τὸ Ἐξορχ ῇ , ἐπειδὴ ἐκεῖνος ἐν τῷ γάμῳ ἐκυβίστα. Ὁ φαλλὸς τῷ θεῷ : ἐπὶ τῶν ἀπονεμόντων ἐνίοις τὰ εἰκότα καὶ πρόσφορα.
7 23 Οἰταῖος δαίμων : ὃς ὕβριν καὶ ὑπερηφανείαν ἐμίσησεν. Οὐκ ἐπαινεθείης οὐ δ ’ ἐν περιδείπνῳ : ἐπὶ τῶν μηδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς περιδείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν.
7 25 Ὁ κνὶψ ἐν χώρᾳ : ἐπὶ τῶν ταχέως μεταπιπτόντων. Κνὶψ γάρ ἐστι θηρίον ξυλοφάγον. Οἶδα Σίμωνα , καὶ Σίμων ἐμέ : δύο ἐγένοντο ἡγεμόνες, Νίκων καὶ Σίμων.
7 26 Ὑπερίσχυσε δὲ ὁ Σίμων κακοτροπώτατος ὢν, ὥστε καὶ τὴν ἐπὶ Νίκωνα φήμην ἀπαλεῖψαι. Λεχθείη δ’ ἂν ἡ παροιμία ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων. Ὁ ἄπληστος πίθος : οὗτος λέγεται ἐν Ἅιδου εἶναι.[5]
7 28 Οἶνος καὶ ἀλήθεια : Εὔανδρος παρὰ τοῖς Πέρσαις φησὶν οὐ βασάνοις ἐξετάζεσθαι, ἀλλὰ μεθυσκομένους. Οἴκοθεν ὁ μάρτυς : ἐπὶ τῶν καθ’ ἑαυτῶν μάρτυρας φερόντων.
7 30 Ὄνῳ τις ἔλεγε μῦθον , ὁ δὲ τὰ ὦτα ἐκίνει : εἰς ἀναισθησίαν τινῶν. Ὁ Κρὴς τὸν Κρῆτα : ἐπὶ τῶν ὁμοιοτρόπων.
7 32 Ὄνος ἐν μελίσσαις : ἐπὶ τῶν ἐν κακοῖς περιπεσόντων. Ὄνος λύρας ἀκούων : ἐπὶ τῶν ἀπαιδεύτων.
7 34 Ὃς αὑτὸν οὐκ ἔχει , Σάμον θέλει : ** Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ αὐτῶν, Σάμον ἐν αὐτοῖς ἐᾶσαι, εἶπον τοῦτο. Οἴκοι μένειν δεῖ τὸν καλῶς εὐδαίμονα : Οἱ φῶρες τὴν βοήν : ἤτοι δεδοίκασιν.
7 37 Ὁμοιότερος σύκου : τοῦτο παραπαίζει διὰ τὴν ἐμφέρειαν τῶν συκῶν. Οὐδὲν πέπονθας δεινὸν , ἂν μὴ προσποιῇ : Οὐκ ἔστι διθύραμβος , ἂν ὕδωρ πίῃ : ὁ γὰρ θεὸς εὑρετὴς οἴνου, ᾧ τινι ἑορτάζουσιν.
7 40 Οὐ πατρικὰ αὐλεῖ μέλη : ἐπὶ τῶν οὐχ ὁμοίως τοῖς πατράσι βιούντων. Οὐ φελλίνας ὁ ἀγών : οἷον, οὐ στεφανίτης, ἀλλὰ χρηματίτης.
7 41 Ἔλεγον δὲ ἐπὶ τῶν ἀργύριον τελούντων. Πάντα κινήσω πέτρον : ὁμοία τῇ, Πάντα λίθον κινήσ ω .
7 42 Ἐπὶ οὖν τῶν πάντα τρόπον ἐπινοούντων ὥστε ποιῆσαι ὃ βούλονται ἡ παροιμία λέγεται. Παρὰ κωφῷ ἀποπέρδειν : Παρεξηυλημένος τὸν νοῦν : οἷον, ἀμυδρὸν, ἢ ὑπὸ γήρως διεφθορότα ἔχων τὸν νοῦν.
7 45 Πρεσβύτερος Κόδρου : ἐπὶ τῶν παλαιῶν καὶ πολυχρονίων. Πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου : Ἀγκαῖος ἄμπελον φυτεύων βαρέως ἐπέκειτο τοῖς οἰκέταις.
7 46 Εἷς δὲ τῶν οἰκετῶν ἔφη, μὴ γεύσασθαι αὐτὸν τῆς ἀμπέλου. Ἐπεὶ οὖν ὁ καρπὸς ἐπεφθάκει, τὸν οἰκέτην ἐκέλευσε κεράσαι αὐτῷ. Μέλλων δὲ προσφέρειν τὴν κύλικα τῷ στόματι, ὑπεμίμνησκεν αὐτὸν τοῦ στίχου. Καὶ τούτων λεγομένων, ἄλλος οἰκέτης ἦλθεν ἀπαγγέλλων ὡς ὗς τὴν χώραν λυμαίνεται· ὁ δὲ ὁρμήσας ἀνῃρέθη. Πατρόκλειος πρόφασις : ἐπὶ τῶν μὴ δυναμένων διὰ φόβον θρηνεῖν τὰς οἰκείας συμφορὰς, ἐξ ἑτέρων δὲ θλίψεων αὐτὰς ἀποκλαιόντων.[5]
7 48 Πᾶσα γῆ πατρίς : Πεύκης τρόπον : κατὰ τῶν πανωλεθρίᾳ ἀπολλυμένων.
7 49 Παρόσον ἡ πεύκη κοπεῖσα οὐ φύει. Πλίνθον πλύνεις , Χαμαὶ ἀντλεῖς : ἐπὶ τῶν ἀδυνάτων.
7 51 Πτωχοῦ πήρα οὐ πίμπλαται : ἐπὶ τῶν ἀπλήστων. Προμέρου κύνες : τοῦτόν φασιν οἰκέτην ὄντα βασιλικὸν μισῆσαι καθ’ ὑπερβολὴν τῶν τραγῳδιῶν τὸν ποιητὴν Εὐριπίδην, ἐπαφεῖναί τε αὐτῷ κύνας ἀγρίους, οἳ τοῦτον κατεθοινήσαντο.
7 53 Πτολεμαῒς ἡ δίκη : πρεσβύτις ἦν αὕτη, ἕως ἀπέθανε δίκας λέγουσα καὶ μήποτε ἀπαλλαγῆναι βουλομένη τῶν δικῶν. Πρὸς κώρυκον γυμνάζεσθαι : ἐπὶ τῶν διακενῆς μοχθούντων.
7 55 Πρόκριδος ἄκοντα : ἐπὶ τῶν πάντα νικώντων. Τοιοῦτον γὰρ ἔχουσα ἡ Πρόκρις πάντα ἐνίκα. Πρὸ τῆς νίκης τὸ ἐγκώμιον ᾄδεις : ἐπὶ τῶν προλαμβανόντων τὰ πράγματα.
7 56 Ὁμοία τῇ, Αἲξ οὔπω τέτοκε ν , ἔριφος δ ’ ἐπὶ δῶμα γελ ᾷ . Καὶ, Ἅλμην τί κυκᾷ ς , πρὶν τοὺς ἰχθύας ἕλῃ ς ; Πρότερον χελώνη παραδραμεῖται δασύποδα : ἐπὶ τῶν ἀδυνάτων.
7 58 Προβάτων οὐδὲν ὄφελος , ἐὰν ποιμὴν ἀπῇ : ἐπὶ τοῦ ἀναγκαίου. Πράγμα τ ’ ἐξ ἀπραξίας : ἐπὶ τῶν παρὰ δόξαν καὶ ἐλπίδα συμβαινόντων.
7 60 Πρὸς κενὴν ψάλλεις : ἐπὶ τῶν μάτην πονούντων. Πρίν κε δύο ἐχῖνοι εἰς φιλίαν ἔλθητον , ὁ μὲν ἐκ πελάγους , ὁ δ ’ ἐκ χέρσου : ἐπὶ τοῦ ἀδυνάτου καὶ ἀνομοίου.
7 62 Προβάλλοντες κυσὶν ἄρνας : ἐπὶ τῶν τοὺς ἀπράγμονας παραδιδόντων συκοφάνταις. Πρίν κε λύκος ὄϊν ποιμάνῃ : ἐπὶ τοῦ ἀδυνάτου.
7 64 Πραότερος περιστερᾶς : ἐπὶ τῶν ἐπιεικῶν. Πρὸς Κᾶρα καρίζεις : ὡς καὶ τὸ, Πρὸς Κρῆτα κρητίζει ς .
7 65 Καὶ, Μεγαρικὰ δάκρυ α . Πρὸς σῆμα μητρυιᾶς κλαίειν : ἐπὶ τῶν προσποιουμένων κλαίειν ἀφροντίστως τε κλαιόντων.
7 67 Πόντον σπείρειν : ἐπὶ τῶν μάτην πονούντων. Ποταμῷ μεγάλῳ ὀχετὸν ἐπάγει : ἐπὶ τῶν ματαιοπονούντων ἢ ματαιολογούντων.
7 69 Ποικιλώτερος ὕδρας : ἐπὶ τῶν δολερῶν. Ποταμὸς τὰ πόῤῥω ποτίζων , τὰ δ ’ ἔγγιον καταλείπει : ἐπὶ τῶν τοὺς ξένους εὐεργετούντων, τῶν οἰκείων δὲ ἀμελούντων.
7 71 Πονηρὰ κατὰ τρυγόνα ψάλλεις : ἐπὶ τῶν μοχθηρῶς καὶ ἐπιπόνως ζώντων. Πολλοὶ στρατηγοὶ Καρίαν ἀπώλεσαν : ἐπὶ τῶν μὴ ὁμογνωμονούντων.
7 73 Πολύποδος ὁμοιότης : πρὸς τοὺς ἐξομοιοῦντας ἑαυτοὺς οἷς βούλονται. Ποταμὸς θαλάττῃ ἐρίζει : ἐπὶ τοῦ ἀδυνάτου.
7 75 Πόλεμος δὲ Κόνωνι μελήσει : ἐπὶ τῶν περὶ τῶν ἀλλοτρίων φροντιζόντων. Πουλύποδος κεφαλῇ ἔνι μὲν κακὸν , ἐν δὲ καὶ ἐσθλόν : ἐπὶ τῶν συμμίκτων ὄντων καὶ μετεχόντων κακότητος ἢ ἀγαθότητος.
7 76 Τοῦ γὰρ πολύποδος ἡ κεφαλὴ ζῶσα μὲν δάκνει τοὺς προσιόντας, θανοῦσα δέ ἐστιν ἐδώδιμος. Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται : ἐπὶ τῶν δυσαλώτων καὶ δυσκατεργάστων.[5]
7 77b Πόῤῥω Διός τε καὶ κεραυνοῦ : παραινετικὴ ὅτι δεῖ φεύγειν τοὺς τυράννους ὡς ἀπὸ κεραυνοῦ. Πολλά κεν εἰδείης , οἷς τὸν θεὸν ἐξαπατήσεις : πρὸς τοὺς οἰομένους τὸ θεῖον κατασοφίζεσθαι.
7 79 Πολλαὶ κυνὸς ἄρσενος εὐναί : ἐπὶ τῶν κατωφερῶν πρὸς συνουσίαν. Πολλὰ κενὰ τοῦ πολέμου : ἤτοι διὰ τὸ πολλὰ καθ’ ὑπόνοιαν φέρειν· ἢ ὅτι Λακεδαιμόνιοι κεναῖς σφενδόναις καὶ νευραῖς ἐψόφουν πρὸς ἔκπληξιν τῶν πολεμίων.
7 81 Πολλάκι τοι καὶ μωρὸς ἀνὴρ κατακαίριον εἶπε : δήλη ἡ παροιμία. Πῦρ ἐπὶ δαλὸν ἐλθόν : ἐπὶ τῶν ταχέως γινομένων.
7 82 Ἀπὸ τοῦ Κύκλωπος ἡ μεταφορά. Πῦρ ὑ π ’ ἀκάνθαις : ** Ἑλίξας δὲ μὲν κεῖται : ἐπὶ τῶν πανουργοτέρων.
7 84 Πρὸς κέντρα λακτίζεις : δήλη ἡ παροιμία. Πέμπε εἰς ἔσχατον τὴν ἐπιστήμην : Πολλοί τοι ναρθηκοφόροι , παῦροι δέ τε Βάκχοι : ἐπὶ τῶν προσποιητῶς τι πραττόντων.
7 86 Ὁμοία τῇ, Πολλοὶ βουκέντα ι , παῦροι δέ τε γῆς ἀροτῆρε ς . Προφάσεως δεῖται μόνον ἡ πονηρία : Παρθένος τὰ πατρῶα : ἐπὶ τῶν καταχαριζομένων τὰ πατρῶα εἴωθε λέγεσθαι.
7 89 Πρὸ τούτου σε ᾤμην κέρατα ἔχειν : ἐπὶ τῶν ἀνδρείας ὑπόληψιν ἐχόντων. Πάρες τὸν μάντιν : ἔθος ἦν πρὸ τῆς φάλαγγος ὁδεύειν τὸν μάντιν ἐστεμμένον.
7 90 Παρεγγυᾷ οὖν τούτου φείδεσθαι. Πεινῶσαν ἀλώπεκα ὕπνος ἐπέρχεται : ἐπὶ τῶν πενήτων τῶν δι’ ἀπορίαν τροφῆς ὑπνούντων.
7 91 Ἀλώπεκα δὲ εἶπε, παρόσον οἱ πένητες πολλὰς τέχνας ἐπιτηδεύουσιν. Πολλῶν ἐγὼ θρίων ἀκήκοα ψόφους : ἐπὶ τῶν ἐκφοβούντων οὐ δεόντως.
7 93 Πρὶν τοὺς ἰχθῦς ἑλεῖν , τὴν ἅλμην κυκᾷς : ἐπὶ τῶν πρὸ πολλοῦ παρασκευαζομένων. Πίθηκος ἐν πορφύρᾳ : οἱ φαῦλοι κἂν καλοῖς περιβληθῶσιν, ὅμως διαφαίνονται πονηροί.
7 95 Πότερον ὁ τὸν τράγον ἀμέλγων ἀφρονέστερο ς , ἢ ὁ τὸ κόσκινον ὑποτιθεί ς ; εἴποις , ὁ τὸν τράγον : Ῥόδιοι τὴν θυσίαν : ἐπὶ τῶν ἐν τοῖς ἱεροῖς βλασφημούντων.
7 97a Ῥιγοῖ κακῶς ἀριστήσας : ἐπὶ τῶν [προφασιζομένων καὶ] μετὰ τὴν ἀνά[παυσιν] οὐχ ἡδέως ἐρχομένων ἐπὶ τὰ ἔργα. Ῥηγίνων δειλότερος : τοὺς δειλοὺς Ῥηγίνους ἔλεγον.
7 98 Ῥαδαμάνθυος κρίσις : ἐπὶ τῶν ἐπὶ δικαίοις μαρτυρουμένων. Ῥαχίας λαλίστερος : ἐπὶ τῶν ἀδολέσχων· παρόσον ταῖς ῥαχίαις ἐπιβάλλοντα τὰ κύματα ψόφον ποιεῖ.
7 100 Ῥήματα ἀντὶ ἀλφίτων : ἐπὶ τοῦ προϊεμένου φωνὰς μόνας. Ῥόδον ἀνεμώνῃ συγκρίνεις : ἐπὶ τῶν τὰ ἀνόμοια συμβαλλόντων.
8 2 Ῥόδον παρελθὼν μηκέτι ζήτει πάλιν : ἐπὶ τῶν μεταμελουμένων περί τι καὶ μὴ δυναμένων τι ἀνύσαι. Ῥωπικὸν ὤνιον : ἐπὶ τῶν εὐτελῶν καὶ πολλοῦ πιπρασκομένων.
8 4 Ῥοδίων χρησμός : ἐπὶ τῶν περιεργότερον πυνθανομένων. Ῥόδιοι γὰρ τῇ Ἀθηνᾷ ἔθυον. Οὐκ ἦν δὲ αὐτοῖς ἀμίδας εἰσφέρειν ἔθος. Ἠρώτησαν οὖν, εἰ τοῦτο δέοι ποιῆσαι. Συγκατένευσεν. Ἀνεπυνθάνοντο πάλιν, χαλκῆν ἢ ὀστρακίνην; ἀπεφήνατο, οὐδετέραν. Σαρδώνιος γέλως : ἐπὶ τῶν μὴ ἐκ χαιρούσης ψυχῆς γελώντων.[5]
8 6 Σικελὸς στρατιώτης : ξένοις ἐχρῶντο ἀεί. Σικελικὴ τράπεζα : ἐπὶ τῶν ἄγαν τρυφηλῶν.
8 8 Σκορπιὸν ὀκτάπουν ἀνεγείρεις : οἷον, ἱκανὸν ἀμύνασθαι εἰς πληγὴν παροξύνεις. Σῦκον αἰτεῖς : ἐπὶ τῶν κολακευόντων.
8 9 Ἀθηναῖοι γὰρ ἐκολάκευον τοὺς γεωργούς· οἱ δὲ πρὸς τούτους ἔλεγον ταῦτα. Συβαρῖται διὰ πλατείας : ἐπὶ τῶν σοβαρῶς πορευομένων.
8 11 Σὺν Ἀθηνᾷ καὶ χεῖρας κίνει : χρησμόν τις ἔλαβε, Τὴν χεῖρα προσφέροντα τὸν θεὸν καλεῖ ν . Συστομώτερος σκάφης : ἐπὶ τῶν ἀπαῤῥησιάστων· ἀπὸ τῶν τὰς σκάφας μεταφερόντων ἐν ταῖς πομπαῖς.
8 13 Σχῖνον διατρώγειν : ἐπὶ τῶν καλλωπιζόντων ἑαυτούς· οἱ γὰρ τοιοῦτοι εἰώθασι σχῖνον διατρώγειν, ἕνεκα τοῦ λευκοὺς ὀδόντας ἔχειν. Παρὸ καὶ τοὺς τοιούτους Σχινοτρώκτας ἐκάλουν. Στύππινον γερόντιον : ἀσθενές.
8 15 Σικελὸς ὀμφακίζεται : ἐπὶ τῶν τὰ εὐτελῆ κλεπτόντων. Σπάρταν ἔλαχες , κείναν κόσμει : δῆλον.
8 17 Σπιθαμὴ τοῦ βίου : τὸ ἐλάχιστον. Συνῆλθον ἀτταγᾶς καὶ νουμήνιος : ἐπὶ δύο κλεπτῶν τοῦτο.
8 19 Σύροι πρὸς Φοίνικας : ἑκάτερα τὰ ἔθνη διαβάλλονται ὡς πανοῦργα· ἢ ὅτι ἑκάστοτε δι’ ἔχθρας εἰσί. Σκάνδιξ : λάχανον ἄγριον.
8 20 Διὸ καὶ σκανδοπώλης ὁ Εὐριπίδης. Τὰ ἐκ τρίποδος : ἐπὶ τῶν ἀληθῶς λεγομένων.
8 22 Τίκτει τοι κόρος ὕβριν ὅταν κακῷ ἀνδρὶ παρείη : ἐπὶ τῶν ταῖς εὐτυχίαις ἐπαιρομένων. Ταντάλου τάλαντον : διαβόητος ἐπὶ πλούτῳ.
8 24 Τερμέρια κακά : τὰ μεγάλα. Τυφλότερος ἀσπάλακος : φασὶν αὐτὸν τυφλωθῆναι διὰ τὸ φθείρειν τὴν γῆν.
8 26 Τυφλῶν ὀνείρων : ἤτοι τῶν ἀπατηλῶν. Τὸ Πάρνου σκαφίδιον : ἐπὶ τῶν μικρὰ ζητούντων.
8 27 Πάρνος γάρ τις τὴν σκάφην ἀπολέσας συνεχῶς ἠνώχλει τῷ δήμῳ. Τὸ Ἐπιμενίδειον δέρμα : ἐπὶ τῶν ἀποθέτων.
8 28 Κατέκειτο γὰρ παρὰ τῇ Λακεδαίμονι τοῦτο. Τὸ Φρυνίχου πάλαισμα : κατὰ τῶν πανούργως σοφιζομένων.
8 29 Προδότης γὰρ γέγονε τῶν Λακεδαιμονίων. Τὸ ἄρνιόν σοι λελάληκεν : Τὸ Μηλιακὸν πλοῖον : ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων.
8 31 Κατηράσαντο γὰρ Λακεδαιμόνιοι μηδέποτε στεγνὰ τὰ πλοῖα Μηλίων γενέσθαι· παραβάται γάρ. Τὸ Δωδωναῖον χαλκεῖον : ἐπὶ τῶν πολλὰ λαλούντων.
8 33 Τὸν Ὕλαν κραυγάζεις : ἐπὶ τῶν μάτην πονούντων καὶ βοώντων. Καὶ γὰρ Ἡρακλῆς ἀποβὰς τῆς Ἀργοῦς καὶ ζητήσας τὸν Ὕλαν, οὐχ εὗρε. Τρυγόνος λαλίστερος : ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέλεσιν ἠχοῦσιν.
8 35 Ταῦτά σοι καὶ Πύθια καὶ Δήλια : ἐπὶ τῶν τὰ τελευταῖα πονούντων. Τὸν Κολοφῶνα ἐπέθηκεν : ἐπὶ τῆς βεβαίας ψήφου.
8 37 Τιθωνοῦ γῆρας : ἐπὶ τῶν πολυχρονίων. Τὰ πρῶ τ ’ ἀρίστους παῖδας Αἴγινα τρέφει : ἐπὶ τῶν τὰ πρῶτα καὶ ἐν ἀρχῇ κοσμίων, μετὰ δὲ ταῦτα ἀσελγαινόντων.
8 39 Τὰς ἐν ᾅδου τριακάδας : [τιμᾶται ἡ τριακὸς] ἐν ᾅδου διὰ τὴν Ἑκάτην. Καὶ γὰρ Ἀθηνᾶ καὶ Ἄρτεμις καὶ Ἑκάτη ἓν εἶναι δοκοῦσιν. Τὸ Πάσητος ἡμιωβόλιον : οὗτος μαλακὸς ἦν ὁ Πάσης, ἐπὶ μαγείᾳ διενηνοχώς.
8 40 Τὸ γὰρ ἡμιώβολον διδοὺς, παρ’ ἑαυτῷ πάλιν εὕρισκε. Τὸ βασιλικὸν βοίδιον : ἐπὶ Πτολεμαίου τοῦ νέου βοῦς ἔτεκεν ἓξ βοίδια.
8 41 Λέγεται οὖν ἐπὶ τῶν πολυτόκων. Τίς ἐν Κύδωνος : ἐπὶ τῶν φιλοφρόνως δεχομένων τοὺς ξένους.
8 43 Τὸ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος , ἐπὶ τῆς γλώσσης τοῦ μεθύοντος : ἐπὶ τῶν ἐν μέθῃ τὴν ἀλήθειαν λεγόντων. Τὸ πέλαγος πρότερον οἴσει ἄμπελον : ἐπὶ τῶν ἀδυνάτων.
8 45 Τὸν καπνὸν φεύγων , εἰς τὸ πῦρ ἐνέπεσον : ἐπὶ τῶν τὰ μικρὰ τῶν δεινῶν φευγόντων, καὶ εἰς μείζονα δεινὰ ἐμπιπτόντων. Τίς πατέ ρ ’ αἰνήσει , εἰ μὴ κακοδαίμονα τέκνα : ἐπὶ τῶν προγονικὰ ἀνδραγαθήματα ἀπορίᾳ ἰδίᾳ προφερόντων.
8 46 Ὁμοία τῇ, Κατὰ σαυτὸν ἔλαυν ε . Καὶ, Ἣν ἔλαχες Σπάρταν κόσμε ι . Παραινεῖ γὰρ μὴ τοῖς ** ὑπὲρ ἀξίαν ἐπιπηδᾶν. Τιτᾶνας καλεῖν : ἐπὶ τῶν κεκραγάτων τινὰς εἰς βοήθειαν.[5]
8 48 Τὸν ξύοντα δ ’ ἀντιξύειν : ἐπὶ τῶν διὰ χάριν χάριτας ποιούντων. Τοῦτο τὸ ὑπόδημα ἔῤῥαψε μὲν Ἱστιαῖος , ὑπεδήσατο δὲ Ἀρισταγόρας : Ἀρταφέρνου τοῦτο τοῦ Περσῶν βασιλέως.
8 49 Καὶ γὰρ Ἱστιαῖον οὗτος ᾐτιᾶτο τῆς Ἰώνων ἀποστασίας, ὁ δὲ ἠρνεῖτο, καὶ εἰς Ἀρισταγόραν μετέφερε τὴν αἰτίαν· οὗ τὸ δόλιον ἀνακαλύπτων ὁ σατράπης, εἰς αὐτὸν τοῦτο εἶπε. Λέγεται δὲ ἐπὶ τῶν τὰ ἑαυτῶν ἐγκλήματα ἄλλοις πανούργως προσαπτόντων. Τἄλλα φιλώμεθ α , τἄλλα μὲν ἀγαπώμεθ α .[5]
8 50 κατὰ τοῦτο, Οὐ συμφημὶ οὐδὲ συναιν ῶ . Τέλος ὅρα βίου : τοῦτο τὸ ἀπόφθεγμα Σόλων εἶπε Κροίσῳ.
8 52 Τί πρὸς τὸν Ἑρμῆν : ἀντὶ τοῦ, πρὸς τὸν λόγον. Τὸν Μίδα πλοῦτον , καὶ Κροίσου , καὶ Κυνήρου : ἐν ὑπερβολῇ ταῦτα.
8 54 Τὸ οὐ Φιλοξένου : ἐπὶ τῶν πολλάκις ἀρνουμένων· Φιλόξενος γὰρ Διονύσιον καλῶν, οὐδὲν ἄλλο ἀπεκρίνατο οὗτος, εἰ μὴ οὐ οὐ. Τῷ θρίῳ τὴν ἐγχέλυν : θρίον, τὸ φύλλον τῆς συκῆς· τραχὺ γάρ ἐστιν, αἱ δὲ ἐγχέλυς ὀλισθηραί· πρὸς τὸ λαμβάνειν οὖν αὐτὰς κατάλληλον δοκεῖ.
8 56 Τὴν θύραν ἔχει τετριμμένην ὥσπερ αἱ ποῖμναι : ἐπὶ τοῦ ἀπανθρώπου καὶ ἀπροσπελάστου. Τοῦ σελίνου δεῖται : ἐπὶ τῶν ἐπισφαλῶς νοσούντων.
8 57 Καὶ γὰρ εἰώθαμεν στεφανοῦν σελίνοις τὰ μνήματα. Τενέδιος πέλεκυς : ἐπὶ τῶν πικρῶς ἢ μᾶλλον συντόμως ἀποκοπτόντων τὰς ζητήσεις, ἢ καὶ τἄλλα πράγματα.
8 58 Ἢ ἐπὶ τῶν ὠμῶν νόμων. Νόμον γάρ τις ἔταξε παρ’ αὐτοῖς, τὸν καταλαβόντα μοιχὸν πελέκει κόπτειν. Ὑπὸ παντὶ λίθῳ σκόρπιος εὕδει : ἐπὶ τῶν κακοήθων λέγεται.
8 60 Ὗς ἐκώμασεν : ἐπὶ τῶν ἀσέμνως τι ποιούντων, καὶ παρ’ ἀξίαν ἐπαιρομένων ἐπί τισιν εὐπραγίαις. Ὕδραν τέμνεις : ἐπὶ τῶν ἀδυνάτων.
8 62 Ὑπὲρ τὰ Καλλικράτους : πλούσιος οὗτος ἦν ἐν Κορίνθῳ. Εἴποτε οὖν ἐθαύμαζόν τινα ἐπὶ πλούτῳ, τοῦτο ἔλεγον. Ὑπερβερεταῖος : ἐπὶ τῶν ὑπερχρονίων· ὁ γὰρ τελευταῖος μήν ἐστιν οὗτος.
8 64 Ὗς ὀρίνει : ἐπὶ τῶν βιαίων λέγεται καὶ ἐριστικῶν. Φαλάριδος ἀρχαί : ἐπὶ τῶν ὠμῶς τῇ ἐξουσίᾳ χρωμένων.
8 66 Φώκου ἔρανος : ἐπὶ τῶν εὐωχίας συνταττόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ. Φῶκος γάρ τις θυγατέρα ἔχων ἐπίγαμον, ἀνεβάλλετο τὸν γάμον· ἐφ’ ᾧ ὀργισθέντες οἱ μνηστῆρες, ἀπέκτειναν αὐτόν. Φοινίκων συνθῆκαι : ἐπὶ τῶν πανούργων.
8 68 Χάρωνος θύρα : δι’ ἧς οἱ κατάδικοι ἐπὶ τὸ θανεῖν ἐξήρχοντο. Χθόνια λουτρά : τὰ τῶν νεκρῶν.
8 70 Χαῖρε φίλον φῶς : γραῦς ἐθέλουσα ἀκολασταίνειν γυμνὴ, ἵνα μὴ τὴν ῥακίωσιν τοῦ σώματος ἐλέγχῃ, τοῦτο εἶπε. Ψεκάς : ἡ δρόσος.
8 71 Οὕτως ἐκαλεῖτο Ἀντίμαχος πτυελώδης ὤν. Οὗτος δὲ μελῶν ἦν ποιητής· οὕτω δὲ ἐκαλεῖτο, διότι προσέῤῥαινε τοῖς ὁμιλοῦσι διαλεγόμενος. Ἐδόκει δὲ ὁ Ἀντίμαχος ψήφισμα πεποιηκέναι, ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματος. Ὧι τὸ ἱερὸν πῦρ οὐκ ἔστι φυσῆσαι ὡς μὴ καθαρεύοντι : Ὥσπερ ἥρως ἐν ἀσπίδι ξενίσαι βούλομαι : λέγεται ἐπὶ τούτων, οἳ τοῖς ἑαυτῶν ἔργοις ἢ τέχνῃ χρώμενοι τοὺς φίλους εὐεργετοῦσι· παρόσον οἱ ἥρωες τὸ παλαιὸν ἐν ὅπλοις ὄντες ἐξενίζοντο.[5]
8 74 Ὠσὶν ἑστῶσιν : ἐπὶ τῶν πρὸς τὸ ἀκοῦσαι τὰ ὦτα εὐτρεπιζομένων. Ὤδινεν ὄρος , εἶτα μῦν ἀπέτεκεν : ὅταν ἐλπίσας τὶς μεγάλα μικροῖς ἐντύχῃ.
8 76 Ὥσπερ παῖδα φιλοῦσιν ἐρασταί : ἐπὶ τῶν ἐρωτικῶς διακειμένων.

Also published as PDF.