eul_wid: wus-ae
DOI 10.5281/zenodo.20335422

Suda Lexicon, Letter Ε in Greek

The epsilon section of the Suda, comprising 4,425 entries, opens with terse verbal glosses — Ἔα (συγχώρει), Ἐάγη (ἐθραύσθη), Ἑάλω (ἥλω, ἐκρατήθη) — that illuminate rare or archaic Greek forms attested in classical and Hellenistic prose. Many entries record morphological paradigms in full, as with Ἐαδότα, where the compiler traces the conjugation of ἥδω through its dialectal forms.

Mid-letter entries such as Ἐπηρώθησαν (ἐσκοτίσθησαν, ἐτυφλώθησαν) and Ἐπήρτησεν demonstrate the Suda's habit of embedding brief narrative quotations to anchor a gloss in context. The letter also contains the εἰ subsection, where entry ει 340 preserves a chreia linking Diogenes of Sinope to the dying Antisthenes, attributing to Diogenes the gift of a small dagger accompanied by the saying εἰ φίλου χρῄζεις ὑπουργίας.

For researchers, the epsilon letter is valuable for lexicography of verbal compounding (ἐπι- prefixed forms run extensively through the mid-section), for doxographical snippets on Cynic philosophers, and for the transmission of paroemiographical material embedded in otherwise spare glosses.

ε 1 Ἔα: συγχώρει.
ε 2 Ἐάγη: ἐθραύσθη, ἐκλάσθη.
ε 3 Ἔα δή: ἄγε δή.
ε 4 Ἐαδότα: ἀρέσκοντα. ἥδω ἥσω ἧδα, διαλύσει ἔαδα, ἐαδὼς ἐαδότος ἐαδότα.
ε 5 Ἐακότες: παρῃτημένοι, ἀποπεπαυκότες.
ε 6 Ἑάλω: ἥλω, ἐκρατήθη. καὶ Ἑάλωκεν, ἐλήφθη. καὶ Ἑα‐ λωκὼς καὶ Ἑαλωκότων καὶ Ἑάλωσαν.
ε 7 Ἐάν· ὁλοκλήρως οἱ περὶ Θουκυδίδην τότε λέγουσιν ὅτε προτέτακται ὁ η, ὅταν δὲ μὴ οὕτως ἔχῃ τάξεως, συνῃρημένως λέγει. ἐν δευτέρᾳ· ἢ ἐὰν οἱ πολέμιοι νηΐτῃ στρατῷ ἐπιπλέωσιν. ἢ ἐὰν βιασθῇ ὑπάρχει τοῖς ἀποστήσασι πολεμίοις.
ε 8 Ἑανόν: τὸ λεπτόν.
ε 9 Ἑανῷ λιτί: οὕτω κέκληκε τὸν λεπτόν. καὶ αὖθις· ἁ μεγάλα δ’ Αἴγυπτος ἑανῷ δάψατο χαίτην.
ε 10 Ἔαρ: εὐκρασία τοῦ ἀέρος· ὥρα τοῦ ἔτους κατὰ τὴν πρὸς ἡμᾶς τοῦ ἡλίου πορείαν. κλίνεται δὲ ἔαρος καὶ κράσει ἦρος· καὶ ἡ δοτικὴ ἔαρι καὶ κράσει ἦρι. ἔαρ λέγεται καὶ τὸ αἷμα διὰ τὸ ἐν τῷ ἔαρι πλεονάζειν. ἧχι κονίστραι ἄξεινοι λύθρῳ τε καὶ εἴαρι πεπλή‐ θασι. πλεονασμῷ τοῦ ι.
ε 11 Ἔαρος χρῄζει: ἐπειδὴ παλαιὸν χιτῶνα ἔχει. καὶ Ἀριστοφάνης· δεῖσθαι δ’ ἔοικεν οὐκ ὀλίγων χελιδόνων. μία γὰρ χελιδὼν ἔαρ οὐ ποιεῖ.
ε 12 Ἐαρινὴ καὶ Ἐαρινῆσι: τοῦ ἔαρος.
ε 13 Ἐαρινός: ὁ κατὰ τὸν καιρὸν τοῦ ἔαρος.
ε 14 Ἕαται· ἑῶ ἕημι ἕεμαι ἧμαι, κάθημαι, ἧνται, ἕαται Ἰωνικῶς καὶ πλεονασμῷ εἵαται, ὡς μέμνηται μεμνέαται.
ε 15 Ἑαυτῷ: ἐπὶ γʹ προσώπου. οἱ Ἀττικοὶ δὲ καὶ ἐπὶ βʹ προσώπου κέχρηνται.
ε 16 Ἑαυτούς: ἀντὶ τοῦ ἀλλήλους οἱ Ἀττικοὶ λέγουσιν.
ε 17 Ἑάφθη: ἐπηκολούθησεν. ἕπω, ἕψω, ἧφα, ἧμμαι, ἥφθην καὶ διαλύσει ἑάφθην, τὸ γʹ ἑάφθη.
ε 18 Ἔβα με: κατέλαβέ με. Ἀριστοφάνης Νεφέλαις· τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;
ε 19 Ἐβαρύνετο· κυριώτερον· οὐ δεῖ γὰρ λέγειν ἐβαροῦντο ἢ βαροῦμαι ἢ βαρούμενος οὐδὲ ἄλλην τινὰ κλίσιν ποιεῖσθαι τοῦ βα‐ ροῦμαι ῥήματος· ἀλλὰ βαρύνομαι καὶ βαρυνόμενος. καὶ αὖθις· ὁρῶν δὲ τοῦτο βαρυνομένην τὴν σύγκλητον.
ε 20 Ἐβαρυώπησαν: βαρεῖς ἔσχον τοὺς ὀφθαλμούς.
ε 21 Ἔβασον: ἔασον.
ε 22 Ἐβάστασεν: ἀντὶ τοῦ ἐδοκίμασεν. πάσας δ’ ἰδέας ἐξήτασε πάντα δ’ ἐβάστασε φρενί, πυκνῶς τε ποικίλως λόγους ἀνεῦρεν.
ε 23 Ἐβδελύχθησαν: ἀπερρίφησαν.
ε 24 Ἑβδομάτη: ἑβδόμη.
ε 25 Ἑβδομαῖος: ἕβδομος. ὅτι ἐπὶ ἓξ σελήναις βοῦν ἕβδομον ἔπεττον, κέρατα ἔχοντα κατὰ μίμησιν τῆς πρωτοφαοῦς σελήνης. ἕβδομον οὖν βοῦν, ἐπὶ τῶν ἀναισθήτων. τὸν ἕβδομον βοῦν ἡ σοφὴ παροιμία.
ε 26 Ἑβδομευόμενα: τοῖς ἀποτεχθεῖσι παιδίοις τὰς ἑβδομάδας καὶ τὰς δεκάτας ἦγον καὶ τά γε ὀνόματα ἐτίθεντο αὐτοῖς, οἱ μὲν τῇ ἑβδόμῃ, οἱ δὲ τῇ δεκάτῃ.
ε 27 Ἔβελος: τὸ ξύλον. καὶ Ἔβενος ὁμοίως.
ε 28 Ἐβιάζοντο: καὶ ἐπὶ τῶν πασχόντων Θουκυδίδης.
ε 29 Ἐβληχῶντο: ἐπὶ τῶν προβάτων.
ε 30 Ἐβόησεν: ἐφώνησεν.
ε 31 Ἐβόμβησεν: ἤχησεν.
ε 32 Ἐβίσκος: κατὰ ἰατροὺς ἡ μαλάχη, ἡ καὶ ἀλθαία λεγομένη.
ε 33 Ἐβούλετο· ἀλλ’ οὐκ ἠβούλετο· Ἀττικώτερον γὰρ τὸ ἐβούλετο.
ε 34 Ἐβόων: ἔκραζον. καὶ Ἔβωσεν, ἔκραξεν.
ε 35 Ἐβουλιμίασαν: λίαν ἐπείνησαν. καὶ ζήτει ἐν τῷ βουλιμιᾷ.
ε 36 Ἐβραγχίασεν: κεκοπίακεν.
ε 37 Ἔβρασεν: ἐκ τῆς θαλάσσης εἰς τὴν γῆν ἔρριψε. μυριόπουν σκολόπενδραν ὑπ’ Ὠρίωνι κυκηθεὶς πόντος Ἰαπύγων ἔβρας’ ἐπὶ σκοπέλους.
ε 38 Ἑβραῖοι: ἀπὸ Ἕβερ υἱοῦ Σάλα, ὃς ἐμέρισε τοῖς ἔθνεσι τὴν γῆν τοὺς προσοίκους ὀνομάσας Ἑβραίους. οὗτος οὐ συνεπόνησε τοῖς πυργοποιοῖς, καὶ διέμεινεν ἡ διάλεκτος αὐτοῦ ἀμετάβλητος.
ε 39 Ἐβρόμησεν: ἤχησεν.
ε 40 Ἐβρόντησεν: ἤχησεν.
ε 41 Ἕβρος, ποταμὸς Θρᾴκης, τὰ ῥεύματα ἔχων ἐκ Ῥοδόπης τοῦ Θρᾳκικοῦ ὄρους.
ε 42 Ἐβρυάζοντο: εὐφραίνοντο.
ε 43 Ἐβύνουν: ἐπλήρουν, ἔφραττον. Ἀριστοφάνης· χρυσίῳ τούτων ἐβύνουν τὸ στόμα. τουτέστι τῶν ῥητόρων.
ε 44 Ἐγανώθην: ἐχάρην, εὐφράνθην. ἀπὸ τοῦ γάνυμαι. Ὅμηρος· γάνυται δέ τε φρένα ποιμήν. ἀπὸ μεταφορᾶς τῶν λαμπρυνομένων χαλκωμάτων.
ε 45 Ἐγγαστρίμυθος: ἐγγαστρίμαντις· ὃ νῦν τινες Πύθωνα, Σοφο‐ κλῆς δὲ στερνόμαντιν, Πλάτων ὁ φιλόσοφος Εὐρυκλέα ἀπὸ Εὐρυκλέ‐ ους τοιούτου μάντεως. Ἀριστοφάνης Σφηξί· μιμησάμενος τὴν Εὐρυκλέ‐ ους μαντείαν καὶ διάνοιαν. Φιλόχορος δ’ ἐν γʹ περὶ μαντικῆς καὶ γυναῖκας ἐγγαστριμύθους. αὗται τὰς τῶν τεθνηκότων ψυχὰς ἐξεκα‐ λοῦντο. μιᾷ δὲ αὐτῶν ἐχρήσατο Σαούλ, ἥτις ἐξεκαλέσατο τὴν ψυχὴν Σαμουὴλ τοῦ προφήτου.
ε 46 Ἐγεγήθει: ἔχαιρεν.
ε 47 Ἐγγελῴη: γελάσοι.
ε 48 Ἐγένετο: ἐγεγόνει. Ἐγεγώνει δὲ διὰ τοῦ ω μεγάλου, ἀντὶ τοῦ ἐβόησεν.
ε 49 Ἐγένετο καὶ Μάνδρωνι συκίνη ναῦς: λέγεται ἐπὶ τῶν παρ’ ἐλπίδα καὶ παρ’ ἀξίαν εὐτυχησάντων, εἶτα θρυπτομένων ἐπὶ τοῖς παροῦσιν. ὁ γὰρ Μάνδρων παρ’ Ἀθηναίοις ναύαρχος ᾑρέθη, ἀνάξιος ὢν τῆς ἀρχῆς. ἡ δὲ συκίνη ναῦς τὸ εὐτελὲς δηλοῖ.
ε 50 Ἐγενήθη: ἐπὶ τῆς ποιήσεως δι’ ἑνὸςν, ἐπὶ δὲ τῆς κυήσεως διὰ δύο. καὶ Δαβίδ· ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος. τουτέστιν οἷόν τινα τροφὴν ποιοῦμαι τὰ δάκρυα.
ε 51 Ἔγγεον: τὸ ἀσφαλές.
ε 52 Ἔγεστα: πολεμικὸν μηχάνημα, ἐκ λίθων καὶ ξύλων καὶ χοῦ ἐγειρόμενον. τοῦτο δὲ οἱ ἐργαζόμενοι προκάλυμμα τιθέασιν ἐξ αἰγείων τριχῶν, τῶν λεγομένων Κιλικίων, ἃ δὴ πάχους τε καὶ μήκους διαρκῶς ἔχοντα, ἀναρτήσαντες ἐκ ξύλων μακρῶν ἐπίπροσθεν ἐτίθεντο. ἐν‐ ταῦθα γὰρ οὔτε πυρφόροι ὀϊστοὶ οὔτε ἄλλα βέλη ἐξικνεῖσθαι εἶχον, ἀλλ’ αὐτοῦ ἐπὶ τῶν προκαλυμμάτων ἔμενον. οἱ δὲ διὰ τοῦ α ἄγεστά φασι τὸ τοιοῦτον μηχάνημα.
ε 53 Ἐγεύσαντο· καί πού τινες ἀλλήλων ἐγεύσαντο. ἀντὶ τοῦ ἑαυτῶν. οὕτως Εὐριπίδης καὶ Θουκυδίδης.
ε 54 Ἐγγείνωνται: γεννήσωσιν. Ὅμηρος· εὐλὰς ἐγγείνωνται, ἀεικίσ‐ σωσι δὲ νεκρόν.
ε 55 Ἔγγειον: χέρσον, ξηράν. Πισίδης· ταύτην, κράτιστε, τὴν ἀπε‐ ξενωμένην ὁδὸν περάσας, ὥσπερ ἔγγειον δρόμον. Ἔγγειον· ὁ δὲ κατεκληρούχει τὴν χώραν διδοὺς ἑκάστῳ ταλάντιον κλῆρον, οὕτως ὑπολαμβάνων στῆναι τὰ κατὰ τὴν πόλιν, προσδεθέντων τῶν ἀνθρώ‐ πων ταῖς ἐγγείοις κτήσεσι. τινὲς ἐπὶ τοῦ ἐγγυτέρω. οὐχ οὕτω δὲ οἱ ῥήτορες ἔτασσον, ἀλλ’ ὅταν τὸ ἐν γῇ θέλωσι δηλῶσαι· ὡς Δη‐ μοσθένης ἐν τῷ πρὸς Ἀπατούριον· οὐκ ὄντος ἐμοὶ πρὸς τοῦτον οὔτε ναυτικοῦ οὔτε ἐγγείου συμβολαίου. καὶ Λυσίας· τοῦ νόμου κελεύοντος τοὺς ἐπιτρόπους τοῖς ὀρφανοῖς ἔγγειον τὴν οὐσίαν καθιστάναι, οὗτος δὲ ναυτικοὺς ἡμᾶς ἀποφαίνει. Ἔγγιον δὲ διὰ τοῦ ι, τὸ ἐγγύτερον.
ε 56 Ἔγγειον κτῆσιν: τὴν ἐπὶ γῆς.
ε 57 Ἔγειραι: ἔγειραι σὺ αὐτός· διὰ διφθόγγου, ἀντὶ τοῦ ἐγέρθητι· ἔγειρε δὲ τὸν λίθον, διὰ τοῦ ε ψιλοῦ· ἐνέργειαν γάρ τινα σημαίνει.
ε 58 Ἐγείρεται τῆς νυκτός: οὕτως οἱ Ἀττικοί.
ε 59 Ἐγείρω· αἰτιατικῇ.
ε 60 Ἐγήγαρτος: ὁ ἐπιχαρής.
ε 61 Ἐγηγερμένος: διανιστάμενος.
ε 62 Ἐγγίζω σοι· δοτικῇ.
ε 63 Ἔγγιον: ἐγγύτερον. διὰ τοῦ ι.
ε 64 Ἔγγιστα.
ε 65 Ἐγκάθετος: δόλιος, κατάσκοπος. καὶ Ἐγκάθηνται, ἀντὶ τοῦ ἐγκεκρυμμένοι εἰσίν· οἱ γὰρ κρυπτόμενοι ὑποκάθηνται. μὴ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι. καὶ Ἐγκάθηται, ἐνεδρεύει.
ε 66 Ἐγκαθειργνύντες: ἀποκλείοντες.
ε 67 Ἐγκάθηται: ἐνεδρεύει. Δαβίδ· ἐγκάθηται ἐνέδρα μετὰ πλου‐ σίων. ἢ ἐν ἕδρᾳ.
ε 68 Ἐγκαθιέμενοι: ἀφιέντες.
ε 69 Ἐγκαθίζουσιν: ἐνεδρεύουσιν. οἱ δὲ ἐγκαθίζουσι λόχους ἐν τοῖς ἐπικαίροις τῶν χωρίων τόποις.
ε 70 Ἐγκαλινδεῖσθαι σωματικοῖς παθήμασι.
ε 71 Ἐγκαλῶ· δοτικῇ. ἐγκαλῶ σοι ῥᾳθυμίαν. Ἐγκαλοῦμαι δὲ αἰτιατικῇ. ἡμεῖς τὰς αἰσχίστας σχεδὸν ὡς πράξεις ἐγκαλούμεθα.
ε 72 Ἐγκαλλωπισαμένου: ἐναβρυνομένου. εἴτε τοῦ βασιλέως τῷ ψεύσματι ἐγκαλλωπισαμένου.
ε 73 Ἐγκάναξον: ἔνσεισον, προσένεγκε, ἔγχεον. πεποίηται δὲ ἡ λέξις. Ἀριστοφάνης· ἴθι νῦν ἄκρατον ἐγκάναξόν μοι πολύν. ἕλκυσον, ἐκρό‐ φησον, ἔκπιε.
ε 74 Ἔγκαρπον: ἔγκυον. ὁ δὲ Φίλιππος Ἀρσενόῃ ὁμιλήσας, εἶτα ἐξ ἑαυτοῦ κατέλιπεν ἔγκαρπον, καὶ ὅγε τὴν Ὀλυμπιάδα ἄγεται.
ε 75 Ἐγκάρσιον: πλάγιον.
ε 76 Ἔγκασιν: ἐγκάτοις. ἐντέροις.
ε 77 Ἐγκατελέγησαν λίθοι: ἀντὶ τοῦ ἐγκατῳκοδομήθησαν. καὶ Ὅμηρος· αἱμασιάς τε λέγων.
ε 78 Ἐγκατῳκοδόμησεν· ὁ δὲ πατὴρ μηνίσας τὸν παῖδα ἐπὶ τῇ ἑαυτοῦ παλλακῇ ἐπήρωσεν αὐτὸν καὶ ἐγκατῳκοδόμησεν. ἱστορεῖ Ἱερώνυμος ἐν τῷ περὶ τραγῳδιοποιῶν.
ε 79 Ἐγκαταζεύξας: συνθείς, συναρμόσας. νέας βουλὰς νέοις ἐγ‐ καταζεύξας τρόποις. Σοφοκλῆς.
ε 80 Ἐγκατέσκηψαν: ἐφώρμησαν, ἐπέδραμον, ἐπεδράξαντο. Αἰγυπτίων κακά, τὰ ἐν τῇ Ἀλεξανδρείᾳ πόλει, ἐγκατέσκηψε καὶ τῇ Ῥώμῃ. Οὐάρων φησίν.
ε 81 Ἐγκατειλεγμένος: τεταγμένος.
ε 82 Ἐγκατειλημμένην: ληφθεῖσαν.
ε 83 Ἐγκαυχῶμαι· δοτικῇ.
ε 84 Ἐγκαίνια: ἑορτὴ καθ’ ἣν ἐκαινουργήθη τι.
ε 85 Ἐγκαινίδες: μέρος τι τοῦ πλοίου. ξύλα ἰθυτενῆ καθά που ζυγὰ καὶ ἐγκαινίδας ὕπερθε κατὰ τὸ ἐγκάρσιον ἐνθέντες οὐ διὰ παν‐ τός, ἀλλὰ μόνον ἀμφὶ τὰ ἄκρα καὶ τὸ μεσαίτατον δεσμοῖς περι‐ σφίγξαντες.
ε 86 Ἐγκεκορδυλημένος: ἐντετυλιγμένος, ἐγκεκαλυμμένος καὶ συν‐ εστραμμένος ὥστε μηδ’ ἀνθρώπου σχῆμα δηλοῦν, ἀλλ’ ἐξοχὴν φαίνεσθαι τῶν στρωμάτων. κορδύλη γὰρ ἰδίως λέγεται τὸ ἐν τῇ κεφαλῇ ἐξέχον οἴδημα, ὑπὸ πληγῆς εἰς ὕψος καὶ ὄγκον ἀρθέν, ὃ καλοῦμεν κόνδυλον. Κρέων δὲ ἐν τῷ αʹ τῶν ῥητορικῶν κορδύλην φησὶ καλεῖσθαι παρὰ Κυπρίοις τὸ πρὸς κεφαλῆς προσείλημα, ὃ δὴ παρ’ Ἀθηναίοις καλεῖται κρώβυλον, παρὰ δὲ Πέρσαις νιδάριον. ὅτι δὲ νῦν παρὰ Ἀριστοφάνει ἐγκεκορδυλημένος, ἀντὶ τοῦ ἐνειλημένος καὶ ἐγκρύψας ἑαυτόν, δῆλον ἐκ τῶν ἐπιφερομένων· ἀλλ’, εἰ δοκεῖ, ῥέγκωμεν ἐγκεκαλυμμένοι. ψῦχος γὰρ ἦν, ὡς εἰκός, καὶ περιεκαλύπτοντο. ὅθεν καὶ εʹ περιβόλαια περι‐ βεβλῆσθαι τὸν υἱὸν εἶπεν.
ε 87 Ἐγκεκοισυρωμένην: ἀντὶ τοῦ περιττῶς κεκοσμημένην, τὰ Κοισύρας φρονοῦσαν. ἔστι δὲ Ἐρετριακὸν τὸ ὄνομα. οὗτοι δὲ εἰς τρυφὴν διαβάλλονται. αὕτη δὲ ἐγαμήθη Πεισιστράτῳ ἐπιχειρήσαντι τυραννεῖν. λέγει δὲ τὴν περιεργίαν τῆς κομμωτικῆς· πολλοῖς γάρ, οἷα εἰκός, ἐκέχρητο καλλωπίσμασιν, τουτέστι νίμμασι, καὶ τοῖς τῆς κεφαλῆς πλέγμασι καὶ τοῖς ἄλλοις, οἷς κοσμεῖσθαι γυναῖκας ἔθος. Ἐγκεκοισυρωμένη οὖν οἷον τρυφῶσα· ἀπὸ Κοισύρας γυναικὸς πλουσίας, Ἀλκμαίωνος γαμετῆς.
ε 88 Ἐγκεκύκλησαι: ἀνέστρεψαι. Ἀριστοφάνης· οὐκ οἶδ’ ὅπη ἐγ‐ κεκύκλησαι.
ε 89 Ἐγκελεύομαι· δοτικῇ.
ε 90 Ἐγκέλευστοι: μετὰ προστάξεως. Ξενοφῶν· προσῆγον τῷ Κυαξάρει δῶρα οἱ μὲν καθ’ ἑαυτοὺς, οἱ δὲ ὑπὸ Κύρου ἐγκέλευστοι.
ε 91 Ἐγκεντρωθείς: ἀσφαλισθείς.
ε 92 Ἐγκεράσαι: ἐγχεῖν.
ε 93 Ἐγκέχοδα: ἀπεπάτησα διὰ φόβον τινά, ἔχεσον. Ἀριστοφάνης Βατράχοις. κάλει θεὸν εἰς βοήθειαν.
ε 94 Ἐγκεχρέα.
ε 95 Ἐγκεχείρικα πάντα Τιμολέοντι.
ε 96 Ἔγκειται: ἐπίκειται, λίαν ἐπιθυμητικῶς ἔχει. Λαχάρης δέ, ὁπηνίκα ἀπέδρα, ἁλώσεσθαι μέλλων, τῶν δαρεικῶν κατ’ ὀλίγους τοῖς ἐγκειμένοις μεθείς, τελεώτατα τῷ δελεάματι ἐξέφυγε τὸ δυσμενές.
ε 97 Ἐγκιλικίζεται: κακοηθεύεται, κακοποιεῖ. διεβέβληντο γὰρ ἐπὶ πονηρίᾳ οἱ Κίλικες. ἐντεῦθεν λέγεται καὶ Κιλίκιος ὄλεθρος. ἐγ‐ κιλικίζειν γὰρ τὸ κακοηθίζεσθαι.
ε 98 Ἐγκισσήσωσι: συλλάβωσιν, ἐπιθυμήσουσιν.
ε 99 Ἔγκλητον· ἔγκλητον λέγοντες δικαστήριον καὶ δίκην ἔγκλητον, ἐγκαλέσασθαι οὐ λέγουσιν.
ε 100 Ἐγκλημάτισιν.
ε 101 Ἐγκλῖναι· αἰτιατικῇ.
ε 102 Ἔγκλισις· Ἀναξαγόρας φησὶν ὥστε κατὰ κορυφὴν τῆς γῆς τὸν ἀεὶ φαινόμενον εἶναι πόλον, ὕστερον δὲ τὴν ἔγκλισιν λαβεῖν. τουτέστι παρατροπήν.
ε 103 Ἐγκολεήσατο: καθῆκεν εἰς τὸν κολεὸν τὸ ξίφος.
ε 104 Ἐγκολπίζονται· οἱ δὲ βάρβαροι τὸ πόλισμα ἐγκολπίζονται, προσχωρήσειν Ῥωμαίοις ὑποκρινάμενοι, οἱ υʹ τὸν ἀριθμόν.
ε 105 Ἔγκομμα: τὸ πρόσκομμα.
ε 106 Ἐγκομβώσασθαι· Ἀπολλόδωρος Καρυστίοις Ἀπολιποῦσι· τὴν ἐπωμίδα πτύξασα διπλῆν ἄνωθεν ἐνεκομβωσάμην. Ἐπίχαρμος· εἴγε μὲν ὅτι κεκόμβωται καλῶς. Ἀμύκῳ.
ε 107 Ἐγκονέουσα: διεγείρουσα, ἐποτρύνουσα. δεινὸν μαιμώσαις ἐγκονέουσα κυσίν.
ε 108 Ἐγκόνει: ἀντὶ τοῦ σπεῦδε· μέλλοντας γὰρ ἐσθίειν ἐπέχεις δειπνεῖν. κατακωλύεις πάλαι. καὶ Ἐγκονεῖν, ἐνεργεῖν.
ε 109 Ἐγκονεῖτε: ἐνεργεῖτε, ταχύνατε. ἢ ἐπεὶ οἱ τρέχοντες κόνεως πληροῦνται ἢ ἀπὸ τῶν ἀθλητῶν· ἐν κόνει γὰρ ἐκείνων τὸ ἔργον· ἢ ὅτι πρὸ τοῦ τῆς κόνεως ἅψασθαι νικῶσιν. Ἀριστοφάνης Πλούτῳ· ἴτ’, ἐγκονεῖτε, σπεύδεθ’, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν, ἀλλ’ ἔστ’ ἐπ’ αὐτῆς τῆς ἀκμῆς.
ε 110 Ἐγκονητί.
ε 111 Ἐγκονίδες: αἱ ὑπηρέτιδες.
ε 112 Ἐγκοπεύς: ἐργαλεῖον λιθοξόον.
ε 113 Ἐγκοπή: ἔνεδρον, ἐμπόδιον. χωρὶς ἐγκοπῶν καὶ κλημακτή‐ ρων οὐκ ἦν ἐπιβῆναι τῆς πέτρας.
ε 114 Ἐγκορδυλῶ· δοτικῇ.
ε 115 Ἐγκοτῶ σοι· ἐνεκότει Ἠσαῦ Ἰακὼβ τῷ ἀδελφῷ αὐτοῦ.
ε 116 Ἐγκώμιον: ἔνδημον. κώμη γὰρ τὰ τοῦ δήμου συστήματα. καὶ Ἐγκωμιάζω σε· αἰτιατικῇ.
ε 117 Ἐγκώμιον ἐπαίνου διαφέρει· ἔπαινος μὲν γάρ ἐστι λόγος ἐπαινετικὸς μίαν πρᾶξιν ἐπαινῶν, ἐγκώμιον δὲ λόγος ἐγκωμιαστικὸς πολλὰς ἐν ἑαυτῷ πράξεις περιλαμβάνων. καὶ ἐπιστολὴ ἡ μίαν πρᾶξιν ἐπαινοῦσά τινος ἐπαινετικὴ καλεῖται, ἡ δὲ πολλὰς ἐγκωμιαστική.
ε 118 Ἔγκοτον: ἐχθρόν, ἐνδιάθετον. καὶ Ἐγκότως, ὀργίλως. τίς φθόνος αἰὲν Θησείδας ἀγαθῶν ἔγκοτος αἰὲν ἔχει; Ἔγκοτος οὖν ἡ ἐπίμονος ὀργή.
ε 119 Ἐγκώπαια: τὰ περιδέρραια.
ε 120 Ἐγκραγγάνειν: ἐμβοᾶν.
ε 121 Ἐγκραγών: λόγοις κατεξαναστάς, διαλοιδορησάμενος. δοτικῇ συντάσσεται.
ε 122 Ἐγκρατέστερος. Θουκυδίδης· τήν τε ἀρχὴν ἐγκρατεστέραν ἐποίησαν καὶ κατεστήσαντο, καὶ αὐτοὶ ἐπὶ μέγα δυνάμεως ἐχώρησαν.
ε 123 Ἐγκράτεια: διάθεσις ἀνυπέρβατος τῶν κατ’ ὀρθὸν λόγον ἢ ἕξις ἀήττητος ἡδονῶν. ὅτι ἔστι δεικνύναι μεταλαβόντας, ὡς ποτὲ μὲν ὁ σπουδαῖος οὐ σώφρων, μεταλαβόντα τὸν σώφρονα εἰς τὸν ἐγκρατῆ· εἰ γὰρ τοῦ μὲν ἐγκρατοῦς οὐ συμφωνεῖ τὰ μέρη τῆς ψυχῆς πρὸς ἄλληλα, τοῦ δὲ σπουδαίου συμφωνεῖ, οὐκ ἂν εἴη ὁ σπουδαῖος ἐγκρατής· ὥστε οὐδὲ σώφρων, εἰ ταὐτὸν ἡ σωφροσύνη τῇ ἐγκρατείᾳ. πάλιν δ’ αὖ δύναταί τις δεικνύναι τὸν σπουδαῖον ἐγκρατῆ μεταλαβὼν τὴν ἐγκράτειαν εἰς τὴν σωφροσύνην, εἴ γε ὁ μὲν σπουδαῖος ἐν ὁμο‐ λογίᾳ τῶν τῆς ψυχῆς δυνάμεων 〈πρὸσ〉 ἀλλήλας εἴη, ἡ δὲ τῶν τῆς ψυχῆς δυνάμεων πρὸς ἄλληλα σωφροσύνη. οὕτω καὶ ὁ Δημοσθένης κατασκευάσαι βουληθείς, ὅτι μὴ δεῖ χάριν ἔχειν Φιλίππῳ ὑπὲρ ὧν ἔδωκε, μετέλαβε τὸ ἔδωκεν εἰς τὸ ἀπέδωκε· καὶ ὁ Θουκυδίδης βου‐ ληθεὶς παροξῦναι τοὺς Ἀθηναίους πρὸς τοὺς Μιτυληναίους, τὴν ἀπόστασιν αὐτῶν εἰς τὴν ἐπανάστασιν μετέλαβε. καὶ ἡ συνήθεια δὲ πλήρης τῆς τοιαύτης χρήσεως, μεταλαμβάνοντες ἀεὶ τὰ ὀνόματα πρὸς τὰ ἐμφαντικώτατα, τὸ τέμνειν εἰς τὸ κατατέμνειν, τὸ ἐσθίειν εἰς τὸ κατεσθίειν, τὸ μειδιᾶν εἰς τὸ γελᾶν· μεταλαμβάνουσι δὲ καὶ τὸν πανοῦργον εἰς τὸν φρόνιμον, τὸν δὲ τολμηρὸν εἰς τὸν ἀνδρεῖον, τὸν πρᾶον εἰς τὸν ἀργὸν καὶ ἀκίνητον, τὸν ἐλευθέριον εἰς τὸν ἄσωτον, τὸν οἰκονομικὸν εἰς τὸν ἀνελεύθερον. οὕτω καὶ Καλλικλῆς ἐν τῷ Γοργίᾳ παρὰ τῷ Πλάτωνι τοὺς σώφρονας ἠλιθίους μεταλαμβάνει. δεῖξαι δὲ θέλοντες ὅτι ὁ σώφρων οὐκ ἔστιν ἐγκρατής, μεταληψόμεθα τὸν ἐγκρατῆ εἰς τὸν αὐτοκρατοῦντα (τοῦτο γὰρ σημαίνει τὸ ὄνομα), καὶ δείξαντες ὅτι ἔνθα τὸ κρατοῦν, ἐνταῦθα καὶ κρατούμενόν τι ἔσται, τὸ δὲ κρατούμενον ἀντισπῶν καὶ μαχόμενον κρατεῖται, ἔνθα δὲ τὸ μὲν κρατοῦν τὸ δὲ κρατούμενόν ἐστι τῆς ψυχῆς, οὐκ ἔστιν ἐνταῦθα ὁμολογία, ὁ δὲ σώφρων ὁμολογοῦντα ἔχει τὰ τῆς ψυχῆς μέρη πρὸς ἄλληλα. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀκρατοῦς καὶ ἀκολάστου.
ε 124 Ἐγκράτεια σωφροσύνης διαφέρει· ἡ μὲν γὰρ σωφροσύνη ἠρεμαίας ἔχει τὰς ἐπιθυμίας, ἡ δὲ ἐγκράτεια σφοδράς. ἐγκρατὴς λέ‐ γεται οὐ κατὰ ἀπάθειαν, ἀλλὰ διὰ τὸ πάσχειν μέν, μὴ ἄγεσθαι δὲ ὑπὸ τῶν παθῶν. καὶ Ἐγκρατής, ὁ ἐπικρατέστερος.
ε 125 Ἐγκράτεια: ἡ τῶν κακῶν ἀποχή.
ε 126 Ἐγκρατής· ὁ δὲ πολλάκις ἐνόσησε, καὶ ἀνέρρωσεν αὐτὸν ὁ θεός. ἐπεὶ δὲ ἐγκρατὴς ἐγένετο ἑαυτοῦ καὶ τῆς ὑγιείας, τοῦ σωτῆρος οὐδεμίαν ὤραν ἐτίθετο. καὶ αὖθις· ἔλεγε δὲ ὁ λεωργὸς τῶν φθανουσῶν ἰάσεων τύχῃ μᾶλλον ἢ βουλήσει θεοῦ ἐγκρατὴς γεγονέναι.
ε 127 Ἐγκρίνει: συντάττει. οὔτι που τοὺς μὲν ἐγκρίνει, τοὺς δὲ ἀποκρίνει.
ε 128 Ἐγκρίς: γλύκασμα ἐξ ἐλαίου ὑδαρές.
ε 129 Ἔγκρισις: ἱερὸς ἀγών.
ε 130 Ἐγκρυφῆ.
ε 131 Ἐγκρυφίας: ἄρτος ἐν σποδῷ κεκρυμμένος. τὰ δὲ γʹ μέτρα τῆς σεμιδάλεως, ἐξ ὧν ὁ ἐγκρυφίας ἐγίνετο, τὴν τριήμερον τοῦ ἄρτου τῆς ζωῆς ταφὴν ὑπαινίττεται.
ε 132 Ἐγκυκλήθητι· εἰ μὴ σχολὴν ἔχεις κατελθεῖν, ἐγκυκλήθητι, τουτέστι συστράφηθι. ἐγκύκλημα δὲ λέγεται μηχάνημα ξύλινον, τροχοὺς ἔχον, ὅπερ περιστρεφόμενον τὰ δοκοῦντα ἔνδον ὡς ἐν οἰκίᾳ πράτ‐ τεσθαι καὶ τοῖς θεαταῖς ἐδείκνυεν. λέγει οὖν, ὅτι κἂν φανερὸς γενοῦ.
ε 133 Ἐγκύκλιον: ἁπανταχοῦ, καθολικόν. Εὐνάπιος περὶ Καρίνου φησίν· ἀλλ’ ἦν ἐγκύκλιον αὐτῷ καὶ πρόχειρον τὸ τὰ τοιαῦτα ἁμαρ‐ τάνειν. τουτέστιν εἰς παῖδας ὑβρίζειν. οἱ δὲ ἀξιώματος ἀντιποιού‐ μενοι τὴν ἐγκύκλιον ἐπαιδεύοντο παιδείαν. ἡ δὲ ἐγκύκλιος παιδεία διὰ πάσης ἐχώρει παιδεύσεως καὶ ῥυθμοῦ καὶ παντὸς κινήματος.
ε 134 Ἐγκύκλιος: ἡ ἐτήσιος τῶν χρημάτων δόσις. τοῦ δὲ Χαγά‐ νου τοῦ ἡγεμόνος τῶν Ἀβάρων ἐξαιτοῦντος τὸν ἐγκύκλιον πλοῦτον, ὃν ἀν’ ἔτος ἕκαστον παρὰ Ῥωμαίων ἐλάμβανον. καὶ αὖθις· ὁ δὲ στρατηγὸς τὰς ἐγκυκλίους διανομὰς τῶν χρημάτων αὐτοῖς ἐποιήσατο. Θεοφύλακτος Σιμοκάτης. καὶ αὖθις· ἡ ἐγκύκλιος τῶν χρημάτων ἐπίδοσις τῷ Ῥωμαικῷ ἐχεῖτο συντάγματι. Ἐγκύκλια λέγεται καὶ τὰ ποιητικά.
ε 135 Ἔγκυκλον: ἱμάτιον. Ἀριστοφάνης· ἐγώ γ’ ἂν κἂν εἴ με χρεῖ’ ᾖ τοὔγκυκλον τουτὶ καταθεῖσαν. καὶ ἀλλαχοῦ· φέρ’ ἔγκυκλον τουτὶ λάμβαν’ ἀπὸ τῆς κλινίδος. καὶ δῆλον, ὡς τὸ μὲν ἔγκυκλόν ἐστιν ἱμάτιον, ὁ δὲ κροκωτὸς ἔνδυμα.
ε 136 Ἐγκύμονος: ἐγκύου οὔσης. καὶ Ἔγκυος γυνή.
ε 137 Ἐγκυρῆσαι: ἀντὶ τοῦ ἐντυχεῖν. οὕτως Κρατῖνος.
ε 138 Ἐγκύρτια: τὰ ἐν τοῖς κύρτοις ἐνυφάσματα. Πλάτων δὲ χρῆται ἐν Τιμαίῳ ἐπὶ τῆς φάρυγγος τῇ λέξει.
ε 139 Ἐγκυτί: ἀντὶ τοῦ ἐγγύς. οὕτως Καλλίμαχος.
ε 140 Ἐγλιξάμην: ἐπεθύμησα. οὕτως Πλάτων.
ε 141 Ἐγγλωττογάστωρ. Ἐγγλωττογάστορες, οἱ ἀπὸ τῆς γλώττης βιοτεύοντες, ὡς Ἐγχειρογάστορες, οἱ ἀπὸ τῶν χειρῶν.
ε 142 Ἐγγλωττοτυπεῖν: τὴν γλῶτταν ψοφεῖν τὰ κατορθώματα καὶ σεμνολογεῖν τὰ ἐκείνων κατορθώματα καὶ ἀεὶ ἐπὶ τῆς γλώττης ἔχειν.
ε 143 Ἔγνω: ἀντὶ τοῦ ἔκρινεν. ἔγνω οὖν αὐτοὺς ὁ βασιλεὺς ἀδικεῖν. οἱ δὲ φεύγουσι. καὶ Ἔγνωσαν, ἀντὶ τοῦ ἔκριναν. καὶ τὸν Μαγκῖνον ἐκδοθῆναι τοῖς Νομάνταις ἔγνωσαν.
ε 144 Ἐγνώκειτε.
ε 145 Ἐγνωμάτευεν· ὁ δὲ τῶν βαρβάρων ἡγούμενος ἐγνωμάτευε ξὺν τῷ ἀδελφῷ καὶ ἔλεξεν, ὡς ἐγὼ μὲν ἐνέδραν ποιήσομαι, σὺ δὲ χρῶ ἀκροβολισμοῖς καὶ τοξεύμασιν. ἀντὶ τοῦ βουλὰς ἐδίδου καὶ γνώμας. καὶ αὖθις· ὁ δὲ ἐγνωμάτευε πάντῃ ἀξύμφορον εἶναι Πέρσαις φιλίαν θέσθαι ὡς πρὸς Τούρκους.
ε 146 Ἐγνωσμένον: βεβουλημένον. ὁ δὲ φράζει, ὡς ἐγνωσμένον αὐτῷ εἴη ἔτι νυκτὸς ἐμβαλεῖν εἰς τοὺς πολεμίους.
ε 147 Ἐγνωσμένον: κεκριμένον. Ἀρριανός· ἐγνωσμένον δὲ εἶναι σφίσιν, ἐπειδὰν ἐλάσωσιν ἐπ’ αὐτοὺς οἱ Μαυρούσιοι, τοὺς μὲν κατὰ πρόσωπον αὐτῶν φεύγειν ὡς πεφοβημένους, τοὺς δὲ ἐφ’ ἑκάτερα τεταγμένους ἐς τὰ πλάγια ἐμβάλλειν τῶν διωκόντων.
ε 148 Ἔγωγε: κατὰ εʹ τρόπους διαιρεῖται σύνθεσις ἀπὸ παραθέσεως· κατὰ τόνον, κατὰ γραφήν, κατὰ πνεῦμα, κατὰ εἰσβολὴν μορίου, κατὰ διάλεκτον. κατὰ τόνον ὥσπερ τὸ πάροδος· κατὰ γραφὴν ὥσπερ τρισχίλιοι· κατὰ πνεῦμα ὡς ἔνεστι καὶ ἔξεστι· κατὰ εἰσβολὴν μορίου ὡς τό, ὡσεὶ χνοῦς· κατὰ διάλεκτον ὥσπερ ἔγωγε.
ε 149 Ἐγώγυον: ἀρχαῖον. Ὠγύγιον, τὸ ἀρχαῖον.
ε 150 Ἐγᾦδα: ἐγὼ γινώσκω. περὶ Αἰσχύλου· ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι, ἄνθρωπον ἀγριοποιόν.
ε 151 Ἐγὼ δὲ καὶ σὺ ταὐτὸν ἕλκομεν ζυγόν: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων.
ε 152 Ἐγὼ δ’ ὁ πάντα κωφὸς ὁ πάντ’ ἄϊδρις κατημέλησα: ἀντὶ τοῦ ὁ ἀναίσθητος.
ε 153 Ἐγᾦμαι: ἀντὶ τοῦ ἐγὼ οἶμαι.
ε 154 Ἐγὼ μὲν ἐκ τοῦ καλοῦ εἰς καλὸν μετήνεγκα: ἐκ τοῦ κιθαρῳδικοῦ καλοῦ ὄντος εἰς τὸ τραγικόν. ἐπὶ τῶν ὁμοίως τι πρατ‐ τόντων.
ε 155 Ἐγὼ ποιήσω πάντα κατὰ Νικόστρατον: ὁ Νικόστρατος οὗτος κωμῳδίας ἦν ὑποκριτὴς δοκῶν κάλλιστα ὑποκεκρίσθαι.
ε 156 Ἐγώ σου ὀναίμην: ἐγώ σου ἀπολαύσω.
ε 157 Ἐγγώνιος τράπεζα: ἡ μὴ στρογγύλη καὶ μὴ ἄγαν περιφερής. ἐν τῷ συνδείπνῳ τῷ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ἦν ὑπὸ τῇ κλισίᾳ, τὸ μέγεθος μεγίστη καὶ κάλλος ἄμαχος· καὶ οἷα εἰκὸς ἐπῄνουν ἄλλοι ἄλλως αὐτήν. ὁ δὲ Ἰόρτιος οὐκ ἔχων ὅτι παρ’ ἑαυτοῦ τερατεύσασθαι, σιγῆς γενομένης, ἐκεῖνο δὲ οὐκ ἐννοεῖτε, ὦ φίλοι συμπόται, ὡς στρογγύλη ἐστὶ καὶ ἄγαν περιφερής. ἐπὶ τοίνυν τῇ ἀκράτῳ κολακείᾳ, ὡς τὸ εἰκός, γέλως κατερράγη. Πλούταρχος.
ε 158 Ἐγρήγορεν: ἔνηφεν.
ε 159 Ἐγρήγορος: ὁ νηφάλεος.
ε 160 Ἐγρήγοροι: ἄγγελοι. οἱ τοῦ Σὴθ υἱοί.
ε 161 Ἐγρηγορώς: ἄγρυπνος διατελῶν.
ε 162 Ἔγρυπε· σεισμός, φησί, γέγονε, καὶ ἔγρυπεν ἡ γῆ. Μελάνθιος. καὶ ζήτει ἐν τῷ γρυπάνιον.
ε 163 Ἐγγύη: ἡ ἀσφαλὴς ἀντιποίησις καὶ σταθηρά. ἀπὸ τοῦ γῆ, γύη, καὶ ἐγγύη. καὶ γὰρ ἡ γῆ τῶν ἄλλων στοιχείων παγιωτέρα.
ε 164 Ἐγγύη: ἡ περί τινος ἀναδοχή.
ε 165 Ἐγγυήσασθαι· αἰτιατικῇ. μνηστεύσασθαι. καὶ Ἐγγυητὴ γυνή, ἡ μεμνηστευμένη. Προκόπιος· ἡ δὲ ἐγγυητὴ ὕστερον Βελισαρίῳ γυνὴ γέγονεν ἤδη παίδων μήτηρ γενομένη πολλῶν. εὐθὺς οὖν ἠξίου μοιχεύτρια τὸ ἑξῆς εἶναι.
ε 166 Ἐγγύθετος: ὁ προσεδρεύων τόπος.
ε 167 Ἐγγυθήκη: σκεῦός τι πρὸς τὸ κρατῆρας ἢ λέβητας ἤ τι τοιοῦ‐ τον οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον εἶναι.
ε 168 Ἔγγυον: ἀσφαλές. καὶ Ἔγγυος, ὁ ἐγγυητής. καὶ Ἐγ‐ γυωμένη, ἀσφαλιζομένη. Πισίδης· νῦν πανσέληνος ἡ σελήνη λαμπέτω, τοῦ Χοσρόου λήγοντος, ἐγγυωμένη Πέρσας τὸ λοιπὸν μὴ θεουργεῖν τὴν κτίσιν.
ε 169 Ἐγγυῶ· δοτικῇ. ἐκδίδωμι.
ε 170 Ἐγγυώμεθα: ἀντιφωνοῦμεν. Ἐγγυῶμαί σοι δὲ ἀντιφωνῶ.
ε 171 Ἐγγυμνῶ· αἰτιατικῇ.
ε 172 Ἐγχανών: ἀντὶ τοῦ καταγελάσας. Ἀριστοφάνης Νεφέλαις· σὺ δ’ ἐγχανὼν τεθνήξῃ. καὶ αὖθις· οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖ‐ ται τῇ πόλει, ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας.
ε 173 Ἔγχεα: δόρατα.
ε 174 Ἐγχέλεις θηρώμενος: ἐπὶ τῶν διὰ κέρδος ἴδιον ταραχὰς ποιούντων. ὅταν γὰρ τὸ ὕδωρ καταστῇ, οὐδὲν λαμβάνουσιν· ὅτε δὲ ἄνω καὶ κάτω τὸ ὕδωρ ταράξουσιν, αἱροῦσι καὶ λαμβάνουσιν. οὕτω καὶ οὗτοι ταράττοντες τὴν πόλιν.
ε 175 Ἔγχελυς: Ἀττικῶς. παρὰ Βοιωτοῖς δὲ ἔγχελις.
ε 176 Ἐγχεσίμορος: ὁ πολεμιστής.
ε 177 Ἔγχει: ἔμβαλε.
ε 178 Ἐγχεία. ἀντιβίων τε πολλάκις ἐγχείην γευσαμένην χολάδων.
ε 179 Ἐγχεῖν: ἐγκεράσαι. Ξενοφῶν· ὁ δὲ τοῖς νεανίσκοις ἐγχεῖν ἐκέλευσεν εὔχεσθαί τε τοῖς θεοῖς. ἢ ἀντὶ τοῦ σπεῖσαι.
ε 180 Ἐγχειρίδιον: ξίφος, ὄργανον, τμητικὸν ὄργανον.
ε 181 Ἐγχειρογάστορες: οἱ ἀπὸ χειρῶν ζῶντες.
ε 182 Ἐγχειρῶ ἐγώ· δοτικῇ. Ἐγχειρίζω δὲ ἕτερον. καὶ Ἐγχει‐ ρίζω· δοτικῇ.
ε 183 Ἔγχος: δόρυ. Ὅμηρος· ἔγχος ἔχ’ ἑνδεκάπηχυ. τὸ γὰρ διπλάσιον, δύο καὶ εἰκοσίπηχυ.
ε 184 Ἔγχος: ἀλληγορικῶς παρὰ Σοφοκλεῖ ἡ βοήθεια, παρὰ τὸ ἔχεσθαι. οὐδὲ νῷ φροντίδος ἔγχος. οἷον οὐκ ἔστι τῷ νῷ φροντίδος ἔγχος, τουτέστι βουλῆς καὶ προμηθείας ἔργον.
ε 185 Ἐγχώριον: οἰκεῖον. ἐγχώριοι γὰρ οὐ μόνον τὰς τῶν ἀνέμων στάσεις κατὰ τὴν παροιμίαν, ἀλλὰ καὶ τὰ τῶν ἐγχωρίων ἀνθρώπων ἤθη κάλλιστα γινώσκουσιν.
ε 186 Ἐγχρίπτεται: ἐγγίζει. τοῖς δὲ κριοῖς, ὁπότ’ ἐπιφέροιντο, ἐπέβαλλον βάρη, ὡς ἐγχριπτομένοις ὀλλύοιτο ἡ βία.
ε 187 Ἐγχρίπτων: προσπελάζων, προστρίβων.
ε 188 Ἐγχριμφθεῖσα: προσπελασθεῖσα. καὶ Ἐγχρίψαι παρ’ Ἡροδότῳ, ἐμπεσεῖν, παραπολαῦσαι.
ε 189 Ἐγχρονίζω· δοτικῇ.
ε 190 Ἐγχρόνων: οὐ πρὸ πολλοῦ χρόνου συντεθεισῶν. Ἀππιανός· κατεφρόνουν τῶν σπονδῶν ἔτι ἐγχρόνων οὐσῶν.
ε 191 Ἐγχυτρίστριαι: αἱ τὰς χοὰς τοῖς τετελευτηκόσιν ἐπιφέρουσαι. Μίνως ἢ Περὶ νόμου. ἔλεγον δὲ καὶ τὸ βλάψαι καταχυτρίσαι, ὡς Ἀριστοφάνης. ἐγχυτριστρίας δὲ λέγεσθαι καὶ ὅσαι τοὺς ἐναγεῖς καθαίρουσιν αἷμα ἐπιχέουσαι ἱερείου, καὶ τὰς θρηνητρίας, ἔτι γε μὴν καὶ τὰς μαίας τὰς ἐκτιθείσας ἐν χύτραις τὰ βρέφη.
ε 192 Ἐδάϊσεν: ἐμέρισεν.
ε 193 Ἐδάμη: ἐδαμάσθη.
ε 194 Ἐδάσαντο: διεμερίσαντο.
ε 195 Ἔδαφος: γῆ.
ε 196 Ἐδαστινός.
ε 197 Ἔδαισεν: εὐώχησεν.
ε 198 Ἐδαίσατο: κατέφαγεν.
ε 199 Ἐδέατρος: τὸ μὲν ὄνομα Ἑλληνικόν, ἡ δὲ χρεία Περσική. ἦν δὲ προγεύστης τὸ πρῶτον καὶ προήσθιε τοῦ βασιλέως εἰς ἀσφάλειαν. ὕστερον δὲ ἐνομίσθη ἐδέατρον καλεῖν τὸν ἐπιστάτην τῆς ὅλης διακονίας καὶ παρασκευῆς.
ε 200 Ἐδεδίεσαν: ἐφοβήθησαν. καὶ Ἐδεδίζειν.
ε 201 Ἐδεδίσκετο: ἐξεφόβει.
ε 202 Ἐδεδίξατο: ἐφοβήθη.
ε 203 Ἐδέδμητο: ᾠκοδόμητο.
ε 204 Ἔδεθλον: ἕδρασμα.
ε 205 Ἐδέκαζε πολλούς: ἐδωροδόκει πολλούς.
ε 206 Ἐδέμ: ὁ ἐν γῇ παράδεισος.
ε 207 Ἔδεσα: πόλις Συρίας· εἰς ἣν ἀφικομένῳ Τραιανῷ ὑπαντιάζει πρὸ τῆς πόλεως Αὔγαρος ἵππους τε δῶρ’ ἄγων νʹ καὶ σʹ καὶ τοὺς καταφράκτους θώρακας ἱππεῦσι καὶ τοῖς ἵπποις νʹ καὶ σʹ καὶ βέλη ἑξακισμύρια. ὁ δὲ Τραιανὸς γʹ λαβὼν θώρακας τἄλλα ξύμπαντα αὐτὸν ἔχειν ἐκέλευσεν.
ε 208 Ἐδεσηνός: ἀπὸ πόλεως Ἐδέσης. παρὰ τῷ Ἡρωδιανῷ δὲ διὰ τοῦ η.
ε 209 Ἕδεσιν: ἱεροῖς. ἐκ τῆς Ἕδος εὐθείας.
ε 210 Ἐδεστὰ κρέατα: τὰ τρωγόμενα.
ε 211 Ἐδεστή: βρωτή.
ε 212 Ἐδεύετο: ἐνδεὴς ἐγίνετο. ἐν ἑτέρῳ, ἐκορέννυτο, εὐφραίνετο, ἐβρέχετο.
ε 213 Ἔδει: ἔπρεπεν.
ε 214 Ἐδείματο: κατεσκεύασεν. ἐκ τοῦ δέμω, τὸ κατασκευάζω.
ε 215 Ἐδείμαντο: ᾠκοδόμησαν. καὶ Ἐδειμάτουν, ἀντὶ τοῦ ἐξεφόβουν, εἰς πτοίαν ἦγον καὶ δέος. δράκοντες δὲ μεγέθει μέγιστοι συνέστελλον αὐτοὺς καὶ ἐδειμάτουν, τὰ οὐραῖα μέρη ἐς σπείρας ἑλί‐ ξαντες.
ε 216 Ἐδείναζον: δεινῶς ἔφερον.
ε 217 Ἐδεινολόγουν: ἐσχετλίαζον. οἱ δὲ ἐδεινολόγουν ἐπὶ τῇ τοῦ βασιλέως ῥᾳθυμίᾳ. καὶ Ἐδεινοπάθουν, ἀντὶ τοῦ δεινὰ πεπον‐ θέναι ἔλεγον. διὸ πρὸς ἀλλήλους ἐδεινοπάθουν, εἰ γυναικῶν τρόπον γυμνώσουσιν ἑαυτοὺς ὅπλων.
ε 218 Ἔδειξεν: ὑπέδειξεν.
ε 219 Ἔδειραν: ἐξέδειραν. Ἔδηραν δὲ ἀντὶ τοῦ ἔτυψαν διὰ τοῦ η.
ε 220 Ἔδεισα: ἐφοβήθην.
ε 221 Ἐδεῖτο: ἐδέετο τοῦ θεοῦ. σημαίνει δὲ καὶ τὸ ἐδεσμεῖτο.
ε 222 Ἕδη: τὰ ἱερά. τὰ ἐδάφη. ἐκ τοῦ ἕδος.
ε 223 Ἐδηδοκώς: καταφαγών. καὶ Ἐδήδοκα καὶ Ἐδηδώς.
ε 224 Ἐδηλήσαντο: ἔβλαψαν.
ε 225 Ἐδήμευσαν: δημόσιον ἐποίησαν. καὶ ἐκράτησεν ὁ φθόνος, καὶ τὴν οὐσίαν ἐδήμευσαν αὐτῷ. ὁ δὲ ὑπεξαιρεῖται χρυσίου ιʹ τάλαντα.
ε 226 Ἐδημοσίωσαν: δημόσιον ἐποίησαν. ὁ δὲ Θευδέριχος ἐπὶ Ζήνωνος ἐδημοσιώθη χιλίας καμήλους προπέμψας χρυσίου καὶ ἀργυ‐ ρίου. καὶ αὖθις· ὁ δὲ Αἰσχίνης, ἐπειδὴ συναίρων ἐν δίκῃ τινὶ διέφθειρε τοὺς δικαστάς, ἐμβληθεὶς ἅμα αὐτοῖς ἐν δεσμωτηρίῳ καὶ κώνειον πιὼν ἀπέθανε, καὶ τὰ πράγματα αὐτῶν ὡς ἀτέκνων ἐδημοσιώθη.
ε 227 Ἐδημώθη: ἐν τῷ δήμῳ διεδόθη, δῆλος πᾶσιν ἐγένετο. οὕτως Δίων ἐν Ῥωμαϊκῶν ἑπτακαιδεκάτῳ· καί τις λόγος περὶ αὐτῶν τοιόσδε ἐδημώθη.
ε 228 Ἔδηξεν: ἔδακεν.
ε 229 Ἐδῄουν: παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ διέκοπτον, διέφθειρον. ἅπασαν κατεδῄουν τὴν ἀνατολικὴν χώραν. καὶ Ἐδῄωσαν, ὁμοίως.
ε 230 Ἔδησα: ἐδέσμευσα.
ε 231 Ἐδητύος: βρώσεως.
ε 232 Ἐδιδαξάμην: ἐπαιδευσάμην δι’ ἑτέρου, αὐτὸς ἐπιμεληθεὶς τού‐ του. παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. δύναται εἶναι μεσότητος Ἀττι‐ κῶς, ἀντὶ τοῦ ἐξεπαίδευσα.
ε 233 Ἐδίδαξεν: ἔπεισεν, ἠρέθισεν. ἐδίδαξεν αὐτοὺς ἀνάγκη κατα‐ σκηνῆσαι, οὗ πρῶτον εἶδον κώμας.
ε 234 Ἐδίδη: ἐδέσμευεν.
ε 235 Ἐδίδοσαν.
ε 236 Ἐδικανόωντο: ἐδεξιοῦντο.
ε 237 Ἐδικαίου: δίκαιον εἶναι ἔλεγε. καὶ μὴ τὴν βασιλείαν ἑαυτῷ ἀποδίδωσί τις, ἀλλὰ τοῦ γε ἀπαλλάσσεσθαι κύριος ἐδικαίου εἶναι αὐτός. Ἀππιανός· Σύφαξ δὲ τῶν γινομένων πυνθανόμενος ἐπ‐ εχείρει διαιτᾶν διαλύσεις καὶ ἐδικαίου μήτε Ῥωμαίους Λιβύης μήτε Καρχηδονίους Ἰταλίας ἐπιβαίνειν ἐπὶ πολέμῳ. ἢν δέ τις ἀπειθῇ, τοῖς πειθομένοις ἔφη συμμαχήσειν. καὶ αὖθις· ὁ δὲ Μάρκιος ἀντιλέγειν μὲν πρὸς οὐδὲ ἓν αὐτῶν ἐδικαίου. Ἐδικαίου τοίνυν ἀντὶ τοῦ ἔκρινε, δίκαιον εἶναι ἐνόμιζεν.
ε 238 Ἐδικαιώθησαν: δίκαιοι ἐκρίθησαν. σημαίνει δὲ καὶ τὸ ἐναν‐ τίον, κατεδικάσθησαν δικαίως. Δίων ἐν Ῥωμαϊκοῖς πεντεκαιδεκάτῳ· ἔκ τε γὰρ τῆς ἀπὸ τοῦ πάνυ ἀρχαίου ἀξιώσεως καὶ ἐκ τῆς παλαιᾶς πρὸς τοὺς Ῥωμαίους φιλίας οὐκ ἤνεγκαν δικαιωθέντες, ἀλλ’ ἐπεχείρη‐ σαν καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου καὶ οἱ Συρακούσιοι τοῦ Μαρκέλλου κατηγορῆσαι, κατεδικαιώθησαν ἐν τῷ συνεδρίῳ. πολλαχοῦ δὲ οὗτος κέχρηται τῇ λέξει ταύτῃ ἐπὶ τοῦ εἰρημένου σημαινομένου, ὡς καὶ ἐν τῷ ιϛʹ· πάντες ἀποθανεῖν ἐστε ἄξιοι· οὐ μέντοι καὶ ἐγὼ πάντας ὑμᾶς θανατώσω, ἀλλ’ ὀλίγους μέν, οὓς καὶ συνείληφα ἤδη, δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι. καὶ ἀλλαχοῦ δὲ πολλαχοῦ ὁμοίως.
ε 239 Ἐδικαίωσαν: ἀντὶ τοῦ κατέκριναν. οἱ δὲ Ῥωμαῖοι καταγα‐ γόντες αὐτὸν ἐδικαίωσαν θανάτῳ.
ε 240 Ἐδίνευον: κύκλῳ περιῄεσαν, ὠρχοῦντο.
ε 241 Ἐδίωσεν: ἐξέωσεν, ἐδίωξεν.
ε 242 Ἐδίψησαν: ἐπεθύμησαν. ὁ δὲ ἐλευθερῶσαι τὴν πατρίδα ἐδίψησεν.
ε 243 Ἕδνα: τὰ διδόμενα δῶρα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ.
ε 244 Ἑδναία: ἡ καθέδρα.
ε 245 Ἐδοκίμαζεν: ἔκρινε. σιωπηλὸς ἦν ἐπὶ τούτοις ἀποκρύπτειν ἐδοκίμαζε. καὶ Ἀππιανός· ὁ δὲ ἐπὶ τὰς οἰκίας χωρῶν συνελάμ‐ βανεν, ὅσους ἐδοκίμαζεν. ἀντὶ τοῦ ἔκρινεν ἐτάσεως εἶναι ἀξίους.
ε 246 Ἐδοκίμασαν: προέκριναν, ἐκύρωσαν. πολλῶν δὲ ῥηθέντων εἰς ἑκάτερα λόγων οἱ πλείους γνῶναι τὴν προτέραν ἐδοκίμασαν.
ε 247 Ἔδοξεν: εἰς ὑπόληψιν ἦλθεν.
ε 248 Ἕδος: τὸ ἄγαλμα, καὶ ὁ τόπος ἐν ᾧ ἵδρυται.
ε 249 Ἕδος: ἔδαφος, ἕδρασμα, ἱερόν, ναός. τό τε τῆς τύχης ἕδος τὸ πάτριον προσκυνήσας τὴν ἐπάνοδον αἰτεῖ.
ε 250 Ἐδός: ὁ φαγᾶς.
ε 251 Ἔδοσαν δίκην.
ε 252 Ἐδοῦοι: ὄνομα ἔθνους.
ε 253 Ἐδωδή: βρῶσις. τροφή.
ε 254 Ἐδωδίμων: βρωσίμων. ἐπείπερ οὖν τὴν προπαρασκευὴν αὐτοῦ ἀγνοοῦντες οὐδὲν ἐδώδιμον ἐποίησαν ἐν ἀποθέτῳ, λυπρᾶς οὔσης αὐτῶν τῆς γῆς, καὶ πάσης ἀθρόον ἀγορᾶς διακλεισθέντες.
ε 255 Ἑδώλια: τὰ σανιδώματα τῶν πλοίων· κυρίως, ἐφ’ ὧν οἱ ἐρέται καθέζονται. καθέδραι. ἢ ἑδράσματα, Σοφοκλῆς· ἀρχαιό‐ πλουτα πατρὸς ἑδώλια. ἀντὶ τοῦ ἀρχαῖα οἰκήματα.
ε 256 Ἑδωλιάσαι: συγκαθίσαι.
ε 257 Ἑδωλιάσαι καὶ Ἰκριῶσαι: ἑκατέρῳ αὐτῶν ἐχρήσαντο. τὸ μὲν οὖν ἑδωλιάσαι οἷον συνθεῖναι ἔκ τινων ξύλων ἁπλῶς πρὸς τόπον τινὰ συντιθέντων, τὸ δὲ ἰκριῶσαι δύναιτ’ ἂν καὶ ὡς κοινότερον λεχθὲν νοεῖσθαι· πολλοὶ γὰρ τῶν ἰδιωτῶν ἰκρίας καλοῦσι τὰς ἐκ τῶν μακρῶν ξύλων συντιθεμένας στέγας ὑπὸ στέγαις ἑτέραις. καὶ Ἑδωλίοισι παρὰ Ἡροδότῳ ὑποστρώμασι νηός. Σοφοκλῆς· ἄκροι‐ σιν ἤδη ναυτικοῖς ἑδωλίοις πυρὸς φλέγοντος.
ε 258 Ἐδώμ: ὄνομα κύριον.
ε 259 Ἔδων: ἐσθίων.
ε 260 Ἐδωρεῖτο: δώροις ἐτίμα. ἐδωρεῖτο δ’ ἐσθῆτι καὶ τοῖς ἄλλοις κειμηλίοις.
ε 261 Ἐδωρήσατο: ἐφιλοφρονήσατο. τὰ περιττὰ τῶν ὅπλων τοῖς ἐπιτηδείοις προσανέδωκε, τισὶ δὲ τῶν ἡγεμόνων σκηνὰς ἐδωρήσατο τῶν ἐπιτηδείων· καθόλου δὲ πᾶν τὸ πρόσφορον ἐπειρᾶτο ποιεῖν ἑκάστοις.
ε 262 Ἕδρα: βάσις, καθέδρα. Ἕδρα καὶ ἡ προεδρία παρὰ Ἀρι‐ στοφάνει· καί ς’ ἀντὶ τούτων εἰς τὸ πρυτανεῖον καλῶ, ἐς τὴν ἕδραν θ’, ἵν’ ἐκεῖνος ἦν ὁ φαρμακός. καὶ Ἀρριανός· ὅτι με καὶ ὄμμασι καὶ φωνῇ καὶ ἕδρᾳ ἐτίμησας. ἀντὶ τοῦ καθέδρᾳ.
ε 263 Ἕδρα: καὶ ὁ σφιγκτὴρ τῶν ἀνθρώπων. καὶ τοῦτό φησιν ὁ προφήτης· καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω, τῆς ἕδρας τὸ πάθος σημαίνουσα· σεμνότερον δὲ τοῦτο εἴρηκεν εἰπών, εἰς τὰ ὀπίσω. ὅτι ἕδραι λέγονται αἱ σέλλαι, σελλάρια, σωτήρια.
ε 264 Ἕδραν: τὴν μονὴν εἴρηκεν εʹ Θουκυδίδης. καλοῦσι καὶ τὸ μέρος τοῦ σώματος ὡς ἡμεῖς ἕδραν.
ε 265 Ἑδράνων: θρόνων. Σοφοκλῆς· ἀλλ’ ἄναξ ἑδράνων, ὅπου μακραίωνι στηρίζῃ σχολῇ. καὶ ἐν Ἐπιγράμμασι· νηῶν θ’ ἕδρανον ἀσταθέων ἄγκυραν. ἀντὶ τοῦ ἕδρασμα.
ε 266 Ἔδρασεν: ἐποίησεν, ἐκάθισεν.
ε 267 Ἑδραῖος καὶ Ἑδραίωμα.
ε 268 Ἑδριόωντο: ἐκαθέζοντο.
ε 269 Ἑδρῖται: οἰκέται. ἀπὸ τοῦ καταφεύγειν ἐπὶ τὴν ἑστίαν.
ε 270 Ἐδύνατο ἢ ἠδύνατο.
ε 271 Ἒ ἔ: ἐπίρρημα σχετλιαστικόν.
ε 272 Ἑεδνωτής: ὁ προικιστής, ὁ πενθερός.
ε 273 Ἐέλδωρ: ἐπιθύμημα, βούλημα.
ε 274 Ἕεστο: ἐνεδέδυτο.
ε 275 Ἐέσχατος: ὁ ἔσχατος.
ε 276 Ἐετῶς: εὐχερῶς.
ε 277 Ἐζεκίας, βασιλεὺς Ἱερουσαλήμ, υἱὸς Ἄχαζ, ἁπάντων εὐσεβέστε‐ ρος. οὐ γὰρ μόνον τὰ εἴδωλα κατέσκαψε καὶ τὰς στήλας αὐτῶν συνέτριψεν, ἀλλὰ καὶ τὰ ἐν τοῖς ὑψηλοῖς καθεῖλε καὶ τὰ ἄλση κατ‐ έκοψε καὶ τὸν ὄφιν, ὃν ἐκρέμασε Μωυσῆς (ἔτι γὰρ αὐτῷ πάντες ἐθυμίων) μετὰ λοιπῶν βδελυγμάτων ἠφάνισε τούς τε Ἰουδαίους εἰδωλολατροῦντας ἐτιμωρεῖτο ἐκκόπτων τὰ μνημόσυνα καὶ λείψανα τῆς ἀθεότητος. τοσοῦτον γὰρ θεοσεβείας ἀφεστήκεσαν ὡς ὄπισθεν τῶν θυρωμάτων ζωγραφεῖν τὰ εἴδωλα καὶ προσκυνεῖν, ἵν’, εἴ τινες τῶν παρ’ Ἐζεκίου ἐρευνῷεν, ἀνοιγνυμένων τῶν θυρῶν, σκέποιτο τὰ βδελύγματα. καὶ μόνος ἐβασίλευσεν Ἰουδαίας κατὰ προαίρεσιν θεοῦ. φέρεται δέ τι καὶ τοιοῦτον. ἦν Σολομῶνι βίβλος ἰαμάτων πάθους παντός, ἐγκεκολαμμένη τῇ τοῦ ναοῦ φλιᾷ. ταύτην ἐξεκόλαψεν Ἐζεκίας, οὐ προσέχοντος τοῦ λαοῦ τῷ θεῷ διὰ τὸ τὰς θεραπείας τῶν παθῶν ἐνθένδε τοὺς πάσχοντας αὐτοὺς κομίζεσθαι, περιορῶντας αἰτεῖν τὸν θεόν. ἐπολέμησε δὲ καὶ μέχρι Γάζης τοῖς ἀλλοφύλοις Ἀσσυρίων ἀποστάς, πρότερον ὑπήκοος ὤν.
ε 278 Ἕζεσθαι: καθέζεσθαι. καὶ Ἕζετο.
ε 279 Ἔζει: ἔβραζεν. Ἔζη δὲ διὰ τοῦ η, ἀντὶ τοῦ ζῶν ἦν.
ε 280 Ἐζήλωσεν: ἐπεθύμησεν.
ε 281 Ἐζημίωσεν: ἀνεῖλεν. ὁ δὲ Αὐρηλιανὸς ὁ βασιλεὺς τῶν πολι‐ τῶν θανάτῳ πολλοὺς ἐζημίωσεν. ἀντὶ τοῦ κατέκρινε, κατεδίκασεν.
ε 282 Ἔζων: ἀντὶ τοῦ ζῶν ἦν.
ε 283 Ἐζωσμένοι: ἐκδεδυμένοι.
ε 284 Ἐζυγοστατεῖτο: ἐφ’ ἑκάτερα ῥοπὰς ἐλάμβανε. Πολύβιος· ἐζυγοστατεῖτο τοῖς Ῥωμαίοις ὁ πόλεμος.
ε 285 Ἐεικόσορος ναῦς καὶ Ἐεικοσόροιο νηός: τῆς εἰκοσακώπου.
ε 286 Ἐεισάμενος: ὁμοιωθείς.
ε 287 Ἔηκα: συνεχώρησα.
ε 288 Ἐήλακεν: ἐλήφθη.
ε 289 Ἐῆος: τοῦ ἀγαθοῦ. ἀνδρὸς ἐῆος, Ὅμηρός φησιν.
ε 290 Ἐϊκτόν: τὸ ὅμοιον.
ε 291 Ἐΐση: ἡ ἴση. καὶ ἐΐσας ναῦς.
ε 292 Ἐΐσκω: τὸ ὁμοιῶ. αἰτιατικῇ.
ε 293 Ἐθαγενής: ἐγχώριος, ὁ ἐν τόπῳ ἰδίῳ γεγεννημένος.
ε 294 Ἐθάδας: συνήθεις, φίλους. Ἐθὰς ἡ εὐθεῖα.
ε 295 Ἐθανατώθη: ὡς ἔνοχος θανάτου ἐκρίθη.
ε 296 Ἐθέλγετο: ἐπείθετο, ἐθηλύνετο. Αἰλιανός· οὐ μὴν ἐθέλγετο ὁ ὕπατος τοῖς ὑπηρέταις σὺν ὀργῇ βριμούμενος.
ε 297 Ἐθελημός: ἥσυχος.
ε 298 Ἐθελήσαι: ἀντὶ τοῦ ἐθελήσειεν.
ε 299 Ἐθελήσει: δυνηθείη. Ὅμηρος· οὐδ’ ἔθελε προρρέειν. καὶ Ἀριστοφάνης· οὐδ’ ἐθελήσει μαθεῖν. ἀντὶ τοῦ οὐ δυνηθῇ.
ε 300 Ἐθελοδουλία.
ε 301 Ἐθελοθρησκεῖ: ἰδίῳ θελήματι σέβει τὸ δοκοῦν.
ε 302 Ἐθελοκακῆσαι: ἑκουσίως ἑλέσθαι τὸ κακόν. καὶ Ἐθελο‐ κακοῦντα, ἑκουσίως τὸ κακὸν αἱρούμενον. ἐθελοκακοῦντα αὐτὸν περὶ τὴν πορείαν καὶ καταληφθῆναι παραμένοντα.
ε 303 Ἐθελοκακία.
ε 304 Ἐθελοκάκως: ἑκουσίως τὸ κακὸν ἐκλεγομένων. Ἀππιανός· τῷ δὲ στρατηγῷ στρατὸς ἦν δυσπειθὴς ὑπὸ μνησικακίας, ἐθελοκάκως τε ἠγωνίζοντο καὶ ἔφευγον ἐπιδησάμενοι τὰ σώματα ὡς τετρωμένοι καὶ τὰς σκηνὰς διέλυον καὶ ἀναχωρεῖν ἐπεχείρουν ἀπειρίαν ἐπικαλοῦντες τῷ στρατηγῷ. καὶ αὖθις· ἐθελοκακοῦντες αὐτῷ διὰ πλείους αἰτίας.
ε 305 Ἐθελοκώφων: μὴ βουλομένων ἀκούειν, θελήσει παρακουόντων.
ε 306 Ἐθελονταί: φερωνύμως ἐκλήθησαν οἱ δοῦλοι οἱ στρατευθέντες ἑκουσίως ὑπὲρ τῶν δεσποτῶν τῶν ἐν Κάνναις τελευτησάντων.
ε 307 Ἐθελοντηδόν: Θουκυδίδης, διὰ τοῦ η.
ε 308 Ἐθελοντήν: ἐπίρρημα. τοὺς παραβόλους κινδύνους ἐθελον‐ τὴν ἀναδεδεγμένος. καὶ Πολύβιος· τοῖς βουλομένοις πάντα κίνδυ‐ νον ἐθελοντὴν ὑπομένειν. καὶ αὖθις· ἐκ παντὸς ἐπέλεξε τοῦ στρατεύματος ἐθελοντὴν τοὺς ἀρίστους.
ε 309 Ἐθελοντής: βουλόμενος. ἢ χωρητός. Ξενοφῶν· διερωτᾶν, εἴ τίς ἐστιν, ὅστις ἀνὴρ ἀγαθὸς ἐθέλοι ἂν γενέσθαι, ὑποστὰς ἐθελον‐ τὴς πορεύεσθαι. προσλαβὼν ἐθελοντὰς ἐκ παντὸς τοῦ στρατεύματος. λέγεται καὶ Ἐθελοντίους. προσεδόκησεν ἐθελοντίους τοὺς Ἀραβίους ὁμολογήσειν.
ε 310 Ἐθελοντί: ἐπίρρημα.
ε 311 Ἐθελοπρόξενος: ὁ ἀφ’ ἑαυτοῦ γενόμενος καὶ μὴ κελευσθεὶς ἐκ τῆς πόλεως. οἱ γὰρ πρόξενοι κελευόμενοι ἐκ τῆς ἑαυτῶν πόλεως ἐγίνοντο.
ε 312 Ἐθελουργός: ἕτοιμος.
ε 313 Ἐθελυμνοί: πυκνοί.
ε 314 Ἐθέμην: ἔκρινα, ἐνόμισα. κἀγὼ ταύτην γνώμην ἐθέμην. οἷον κἀμοὶ τοῦτο δοκεῖ σύμφορον, τὸ μὴ εἶναι δικαστήρια. Ἀριστο‐ φάνης.
ε 315 Ἔθεσαν: ἐποίησαν.
ε 316 Ἔθει: ἔτρεχεν. ὁ δὲ ἐξελθὼν ἐκ τῆς πόλεως ἔθει δρόμῳ.
ε 317 Ἔθει: ἔτρεχεν, ἔπλεεν. ὁ δὲ ἄνεμος τὰ ἱστία ἐπλήρου, ἡ δὲ ναῦς ἔθει καλῶς.
ε 318 Ἔθειρ: ἡ θρίξ. ἡ αἰτιατικὴ ἔθειρα.
ε 319 Ἔθειραι: αἱ ἐξ ἔθους ἐπιμελούμεναι τρίχες. πρώτας ὁππότ’ ἔπεξε καλὰς Εὔδοξος ἐθείρας. ἀντὶ τοῦ ἐκτένισε. καὶ ἐν Ἐπιγράμ‐ μασι· χρυσῆς εἰρύσασα μίαν τρίχα Δωρὶς ἐθείρης.
ε 320 Ἐθείρει: ἐξ ἔθους ἐπιμελεῖται.
ε 321 Ἐθηήσαντο: ἐθαύμασαν.
ε 322 Ἔθηκεν: ἐποίησε, καὶ κυρίως. ὁ δὲ Ἰουλιανὸς καὶ ἱππικὸν ἀγῶνα ἔθηκεν.
ε 323 Ἐθηλύνθην: ἐκηλήθην· βαφῇ σίδηρος ὡς ἐθηλύνθην στόμα. ἐν τῇ βαφῇ οὐκ ἀνίεται ὁ σίδηρος, ἀλλὰ σκληρύνεται· οὕτως οὖν διασταλτέον, κἀγὼ γάρ, φησίν, ὃς ἠπείλουν καὶ ἔζεον καὶ ἐβόων ὡς ἐν βαφῇ σίδηρος, νῦν ἐθηλύνθην ὑπὸ τῶν λόγων τῆς γυναικός· ἢ ὅτι δισσῶς βάπτεται ὁ σίδηρος· εἰ μὲν γὰρ μαλθακὸν βούλονται αὐτὸν εἶναι, ἐλαίῳ βάπτουσιν, εἰ δὲ σκληρόν, ὕδατι.
ε 324 Ἐθημοσύνη: συνήθεια, ἐθισμός.
ε 325 Ἔθιμος καὶ Ἐθιμοσύνη: συνήθεια, ἐθισμός.
ε 326 Ἐθνῖται: οἱ ἐκ τοῦ αὐτοῦ ἔθνους.
ε 327 Ἔθνος: τὸ πλῆθος. ἤγοντο μοιχοί, πόρνοι, τοιχωρύχοι, βαλαντιοτόμοι καὶ τὰ τοιαῦτα ἔθνη. Ἔθνος οὐ μόνον τὸ μέγα καὶ πολυάνθρωπον γένος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. οὕτως Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους καὶ ἐν τῷ θʹ τῶν Φιλιππικῶν. ἐθνοπάγκτου ὁ Ἰώσηπος λέγει ἐν τῇ ἱστορίᾳ τῶν Μακκαβαίων.
ε 328 Ἔθος: ἀντὶ τοῦ σημεῖον. ἢ νόμος ἄγραφος, νόμος δὲ ἔθος ἔγγραφον. ὅτι τὸ ἔθος οὐκ ἔστιν εὕρεμα ἀνθρώπων, ἀλλὰ βίου καὶ χρόνου. καὶ ὁ μὲν νόμος εἴκασται τυραννίδι· φόβῳ γὰρ ἕκαστα καὶ μετὰ προστάγματος διαπράττεται· τὸ δὲ ἔθος μᾶλλον τῇ φιλαν‐ θρωπίᾳ τῆς βασιλείας· βουλόμενοι γὰρ αὐτῷ πάντες δίχα ἀνάγκης ἕπονται. καὶ ὁ νόμος τοσαύτης δικαιοσύνης καὶ φιλανθρωπίας μεστός, ὥστε καὶ τοῖς ἀτυχοῦσι χρησιμώτερος καθέστηκε τῶν γένει προσηκόν‐ των καὶ τοῖς ἀδικουμένοις ἰσχυρότερος τῆς αὐτῆς ἐκείνων ῥώμης καὶ πατράσιν υἱέων εὐνούστερος καὶ παισὶ γονέων καὶ ἀδελφοῖς ἀδελφῶν. πολλοὶ γὰρ ὑπὸ τῶν φίλων ἀδικούμενοι πρὸς τοῦτον καταφεύγουσι. καὶ ἄλλα πλείονά εἰσι περὶ νόμου.
ε 329 Ἔθω: τὸ ἐξ ἔθους τι διαπράττομαι. ὡς τό, ἔθων Οἰνῆος ἀλωήν.
ε 330 Ἐθώπευον: ἐκολάκευον.
ε 331 Ἐθωύμαζον: ἀντὶ τοῦ ἐθαύμαζον.
ε 332 Ἐθρίγκωσεν: περιετρόχωσεν, περιεχαράκωσεν.
ε 333 Ἔθρισεν: ἐκ τοῦ θερίζω.
ε 334 Ἐθρυλλίχθη: ἐταράχθη.
ε 335 Ἐθοινήσαντο: εὐωχήθησαν.
ε 336 Ἔθυσας, ἀντιθύσῃ: τοῦτο παρὰ Φιλοξένῳ ὁ Κύκλωψ λέγει πρὸς τὸν Ὀδυσσέα. ἀπεκδέχονται γὰρ τό, ἔνθα δὲ πῦρ κείαντες ἐθύ‐ σαμεν, παρὰ τῷ ποιητῇ εἰρῆσθαι ἐπὶ τῶν ἀρνῶν, οὐχὶ δὲ τὸ ἀπεθύ‐ σαμεν νοεῖσθαι.
ε 337 Ἑκάβη: ἡ ἕκαθεν βεβηκυῖα πρὸς τὸν ἄνδρα. ὁ γὰρ πατὴρ Δύμας, ὁ Φρύξ, εἰς Ἴλιον Πριάμῳ ἐξέδοτο. ὅθεν Πρίαμος Φρυξὶ συμμαχεῖ. ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν. Ὅμηρος.
ε 338 Ἑκαδημία: οὕτως πρότερον ἐκαλεῖτο ἡ Ἀκαδημία ἀπὸ Ἑκαδήμου τινὸς ἥρωος.
ε 339 Ἕκαθεν: πόρρωθεν.
ε 340 Ἐκκακῶ: ἀπειροκακῶ. πλειστάκις τοῦτο ποιῶ.
ε 341 Ἐκκαλαμᾶται· ἡ θυγάτηρ παππίζους’ ἅμα τῇ γλώττῃ τριώβο‐ λον ἐκκαλαμᾶται.
ε 342 Ἐκαλαμήσαντο: ἀπεθέρισαν.
ε 343 Ἐκκαλέσασθαι: παραθῆξαι, παρορμῆσαι. ἐκκαλέσασθαι σπουδά‐ ζων τοὺς ἐπὶ πραγμάτων ταττομένους πρὸς τὰς τῶν Ῥωμαίων ἐλπίδας.
ε 344 Ἐκκαλεῖται: προκαλεῖται. ὁ δὲ Κεκίλιος θεωρῶν αὐτὸν κατατεθαρρηκότα, βουλόμενος ἐκκαλεῖσθαι τὴν ὁρμὴν αὐτοῦ, συνεῖχε τοὺς στρατιώτας ἐντὸς τῶν πυλῶν. ἀντὶ τοῦ προκαλεῖσθαι. καὶ Ἐκκαλούμενοι, προκαλούμενοι ἢ προμηθούμενοι. τῆς δὲ βουλῆς οὐδὲν προθυμουμένης, εἴτε τὴν καθ’ αὑτῶν ἐκκαλούμενοι διαβολήν, ἵνα μὴ δοκοῖεν αὐτοὶ Μάρκιον ἐπάγειν ἐπὶ τὴν πόλιν, εἴτε τῷ δήμῳ φιλονεικοῦντες καὶ ἐθίζοντες αὐτὸν μὴ ῥᾳδίως ἀνδρὸς πατρικίου καταδικάζειν.
ε 345 Ἑκάλη: ὄνομα κύριον. ἡ ἡρωὶς ἡ παρὰ Καλλιμάχῳ, ἡ πρὸς ἑαυτὴν καλοῦσα. ἔχε γὰρ τεῖχος ἀκλήϊστον.
ε 346 Ἐκαλλίστρουν: Ἰακόν ἐστιν.
ε 347 Ἑκαμήδη: ἡ Νέστορος παλλακίς. παρὰ τὸ ἑκὰς μήδεσθαι, ὅ ἐστι βουλεύεσθαι.
ε 348 Ἔκαμον: ἐκοπίασαν.
ε 349 Ἐκαπήλευσεν: ἐδόλωσεν.
ε 350 Ἐκκαπηλεύειν: δολοῦν, πανουργεῖν.
ε 351 Ἐκαραδόκησεν: ἀπέβλεψεν. ἢ ἐμοὶ προσέθετο τὴν κεφαλὴν μετεωρίσας. παρὰ τὸ Ὁμηρικόν· καί τ’ Ὠρίωνα δοκεύει.
ε 352 Ἐκκαρπωσάμενοι: προσόδους μεγάλας λαβόντες.
ε 353 Ἐκαρπώσαντο: μετειλήφασιν. οἱ ἡσσηθέντες φυγῇ ἐκαρπώ‐ σαντο τὸ εἶναι.
ε 354 Ἑκάς: πόρρω. ὅτι μέντοι οὐχ ἑκὰς οὐδὲ ἀπὸ σφῶν τὸν κίνδυνον ἡγοῦντο, εἰ οἱ πολέμιοι κρατήσειαν, συνηγείροντο ἑκούσιοι καὶ οὐκ ἐπίκλητοι.
ε 355 Ἑκαστάτω: πορρωτάτω. Προκόπιος· ἑκαστάτω τῆς τοῦ βαρβάρου ἐπιβουλῆς ὄντες.
ε 356 Ἑκασταχῇ: ἀντὶ τοῦ πανταχοῦ. ταῦτα μὲν οὖν ἑκασταχῇ ἐπράσσετο.
ε 357 Ἑκάστοτε: ἀντὶ τοῦ ἀεί. οὐ γὰρ λέγεται πάντοτε. Βάβριος· τῶν οὖν τριχῶν ἑκάστοθ’ ἡ μὲν ἀκμαία ἔτιλλεν, ἃς εὕρισκε λευκανθι‐ ζούσας. καὶ αὖθις· τοὺς μὲν φιλεῖν βουλομένους δεδοίκατε, τοὺς δ’ οὐκ ἐθέλοντας ἀντιβολεῖσθ’ ἑκάστοτε. ἀντὶ τοῦ ἀεί.
ε 358 Ἐκ καταλόγου: τῶν εἰς στρατιώτας τελούντων. τὴν γάρ τοι πληθὺν καὶ τοὺς ἐκ καταλόγου ἐῶ νῦν. Αἰλιανός φησιν.
ε 359 Ἑκαταῖος, Ἀβδηρίτης, φιλόσοφος· ὃς ἐπεκλήθη καὶ κριτικὸς γραμματικός, οἷα γραμματικὴν ἔχων παρασκευήν. γέγονε δ’ ἐπὶ τῶν διαδόχων. βιβλία αὐτοῦ ταῦτα· Περὶ τῆς ποιήσεως Ὁμήρου καὶ Ἡσιόδου.
ε 360 Ἑκαταῖος, Ἡγησάνδρου, Μιλήσιος, γέγονε κατὰ τοὺς Δαρείου χρόνους τοῦ μετὰ Καμβύσην βασιλεύσαντος, ὅτε καὶ Διονύσιος ἦν ὁ Μιλήσιος, ἐπὶ τῆς ξεʹ Ὀλυμπιάδος· ἱστοριογράφος. Ἡρόδοτος δὲ ὁ Ἁλικαρνασεὺς ὠφέληται τούτου νεώτερος ὤν· γέγονε γὰρ μετ’ αὐτόν. καὶ ἦν ἀκουστὴς Πρωταγόρου ὁ Ἑκαταῖος. πρῶτος δὲ ἱστορίαν πεζῶς ἐξήνεγκε, συγγραφὴν δὲ Φερεκύδης· τὰ γὰρ Ἀγησιλάου νοθεύεται.
ε 361 Ἑκάτειον: Ἑκάτης ἄγαλμα. καὶ παροιμία, Θεαγένους Ἑκάτειον· οὗ ἐπυνθάνετο πανταχοῦ ἀπιών. ὃς Καπνὸς ἐκαλεῖτο. ἦσαν δὲ Θεα‐ γένεις ἄλλοι βʹ· ὁ περὶ Ὁμήρου γράψας καὶ ὁ ἐπὶ μαλακίᾳ διαβεβλη‐ μένος.
ε 362 Ἑκατηβελέτης: ὁ Ἀπόλλων, ὁ αὐτὸς καὶ ἑκατηβόλος.
ε 363 Ἑκάτην· ἀπὸ ταύτης ἔστι μαθεῖν εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν ἐστι βέλτιον· φησὶ γὰρ αὕτη τοὺς μὲν ἔχοντας καὶ πλουτοῦν‐ τας δεῖπνον κατὰ μῆν’ ἀποπέμπειν, τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι. ἔθος γὰρ ἦν ἄρτους καὶ ἄλλα τινὰ κατὰ μῆνα τιθέναι τῇ Ἑκάτῃ τοὺς πλουσίους, λαμβάνειν ἐξ αὐτῶν τοὺς πένητας.
ε 364 Ἑκάτην: οἱ μὲν τὴν Ἄρτεμιν, οἱ δὲ τὴν σελήνην, ἐν φάσμασιν ἐκτόποις φαινομένην τοῖς καταρωμένοις. τὰ δὲ φάσματα αὐτῆς δρακοντοκέφαλοι ἄνθρωποι καὶ ὑπερμεγέθεις, ὡς τὴν θέαν ἐκπλήττειν τοὺς ὁρῶντας.
ε 365 Ἑκάτης νήσου: πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὃ ὑπ’ ἐνίων Ψαμίτη καλεῖται. καλεῖσθαι δὲ οὕτως φασὶν αὐτὴν διὰ τὸ τοῖς ψαμίτοις τιμᾶσθαι τὴν θεόν. ψάμιτον δέ ἐστι ψαιστῶν τις ἰδέα.
ε 366 Ἑκατομβαιών: μὴν Ἀθηναῖος. ἐκλήθη δὲ οὗτος ἀπὸ τοῦ πλείστας ἑκατόμβας θύεσθαι τῷ μηνὶ τούτῳ.
ε 367 Ἑκάτομνος: ὄνομα κύριον.
ε 368 Ἑκατόμπεδος νεώς: ὁ Ἀθήνησι παρθενών. καὶ Ἑκατόμ‐ πεδον· Λυκοῦργος. ὁ παρθενὼν ὑπό τινων Ἑκατόμπεδος ἐκαλεῖτο διὰ κάλλος καὶ εὐρυθμίαν, οὐ διὰ μέγεθος.
ε 369 Ἑκατοστός: ὁ ἀριθμός.
ε 370 Ἑκατοντάρχης.
ε 371 Ἐκκαυλίζων: ἀποκλῶν, ἀνασπῶν. ἀπὸ μεταφορᾶς τῶν τὰ λάχανα ἀνασπώντων.
ε 372 Ἐκβαλεῖν: λέγουσιν ἰδίως τὸ κροῦσαι ταῖς ναυσίν.
ε 373 Ἐκβάλλω· αἰτιατικῇ. τὸν Ἀδὰμ ἐξέβαλε τοῦ παραδείσου. Ἐκβάλλομαι δὲ γενικῇ· ἐξεβλήθη Ἀδὰμ τοῦ παραδείσου.
ε 374 Ἐκβακχευθείς: ἐκμανείς. ὁ δὲ Οὐάλης ἐκβακχευθεὶς ἐπὶ τοὺς πολεμίους ἀθρόαν παρήγγειλεν ἔξοδον.
ε 375 Ἐκβεβόλβισται: ἐξορώρυκται.
ε 376 Ἐκβιαστής. ἄμφω γάρ εἰσιν ἐκβιασταὶ τῆς δίκης, νύττουσιν ἡμᾶς πρὸς τὸ τῆς δίκης πέρας. περὶ Γρηγορίου καὶ Βασιλείου φησίν.
ε 377 Ἐκβαίνω· αἰτιατικῇ. καὶ Ἐκβῇς: ἐξέλθῃς.
ε 378 Ἐκβιβάσας: ἐξαγαγών. τὴν ἡδυμελῆ ξύμφωνον ἀηδόνα μούσης κατάλειφ’ ἡμῖν δεῦρ’ ἐκβιβάσας, ἵνα παίσωμεν μετ’ ἐκείνης. ἀντὶ τοῦ χορεύσωμεν.
ε 379 Ἐκβρασθῇ: ἐκβληθῇ, ἐκριφῇ. λέγεται δὲ καὶ ἐπὶ τῶν ὑπὸ τῆς θαλάσσης ἐκριπτουμένων. λέγεται δὲ καὶ ἐξεπτύσθη ὑπὸ τῆς θαλάσσης.
ε 380 Ἐκγαμηθῆναι· ὅταν εἰς ἕτερον γένος ἐκδοθῇ παρθένος, οἱονεὶ τοῖς μὴ προσήκουσι, τοῦτο ἐκγαμεῖσθαι λέγεται.
ε 381 Ἐκγεγάμεν· Ὅμηρος· εὔχεται ἐκγεγάμεν. ἀντὶ τοῦ γεγενῆσθαι. ἀπὸ τοῦ γῶ, γήσω, γέγημι· ἀπαρεμφάτως γεγάναι καὶ Δωρικῶς γεγάμεν· ὡς τιθέναι, τιθέμεν.
ε 382 Ἐκ γενετῆς τυφλός.
ε 383 Ἐκ γειτόνων· ἐκ γειτόνων τῆς μεγαλοφροσύνης παροικοῦσαν τὴν ἀλαζονείαν ἐκφεύγει. ἀντὶ τοῦ γειτνιῶσαν.
ε 384 Ἐκδεδαρμένον δέρεις: ἐπὶ τῶν μάτην πονούντων.
ε 385 Ἐκδεές: ἀτελές, ἐλλιπές. ἔδοξε δὲ αὐτοῖς πρότερον, ὡς μηδὲν ἐκδεὲς εἴη τῶν θείων λογίων, εἰς τὴν πόλιν εἰσελθεῖν, 〈ὅπωσ〉 τὸ ἄγαλμα, εἰ δύναιντο, κλέψειαν τῆς Ἀθηνᾶς.
ε 386 Ἐκδέξασθαι: οὐκ ἐπὶ τοῦ ἀναμεῖναι, ἀλλ’ ἐπὶ τοῦ ἀναδέξασθαι καὶ ἀναλαβεῖν. Ἐκδέξασθαί ἐστι τὸ παρ’ ἑτέρου λαβόντα αὐτὸν ἐγχειρεῖν τὸ δεύτερον. ἐπισκεπτέον δὲ τὸ ἐν τῷ εʹ Φιλιππικῷ ληφθέν· καὶ τὸ δοκεῖν ἐκδέχεσθαι τῶν ἐκείνῳ πεπραγμένων.
ε 387 Ἔκδεξαι: ἀντὶ τοῦ ἀληθεύων οὐ ψεύδομαι, πίστευσον ὑποσχο‐ μένῳ τῷ δούλῳ σου, αὐτὸς ἐγγυητὴς γενοῦ τῆς ἐμῆς ὑποσχέσεως.
ε 388 Ἐκδέχεσθαι: ἀπείργειν, κωλύειν. γέρρα τε παρατεταμένα ἦν εἰς τὸ ἐκδέχεσθαι τὰ τῶν βαρβάρων τοξεύματα.
ε 389 Ἐκδέχῃ: νοεῖς, ὑπολαμβάνεις. Πολύβιος· οὐκ ὀρθῶς, ὦ στρα‐ τηγέ, τοὺς ἡμετέρους ἐκδέχῃ λόγους. καὶ Ἐκδέχομαι· αἰτιατικῇ.
ε 390 Ἔκδεια: ἡ κεχρεωστημένη λοιπάς. ἔκδεια γάρ ἐστι τὸ μέρος καταβαλεῖν ὧν ὀφείλει τις, εἰ καὶ μὴ πάντα· ἔνδεια δὲ τὸ μηδὲν ὅλως καταβαλεῖν. ἢ ἔκδεια μέν ἐστι τὸ ἔχοντα μὴ καταβαλεῖν, ἔνδεια δὲ τὸ μηδὲν ἔχειν· ὡς εἶναι τὸ μὲν ἑκούσιον, τὸ δὲ ἀκούσιον. Ἔκδεια μέν ἐστιν ἑκούσιος στέρησις χρημάτων, ἔνδεια δὲ ἀκούσιος.
ε 391 Ἐκδειματοῦντες: ἐκφοβοῦντες.
ε 392 Ἐκ διαμέτρου.
ε 393 Ἐκδιαιτηθῆναι: διαπραθῆναι.
ε 394 Ἐκδιῄτησε: κακῶς διῴκησεν.
ε 395 Ἐκδιαίτησις: ἡ τρυφή. ὁ δὲ τρυφαῖς μαλακαῖς καὶ ἐκδιαι‐ τήσεσι διαλυθεὶς ἐπανῄει, νωθείᾳ τε καὶ μαλακίᾳ καὶ ἀβουλίᾳ τὰς τῆς ἀρχῆς ἡνίας ἀφίησι. καὶ αὖθις· ἀπαγορεύει πρὸς τοὺς πόνους πόθῳ τῆς ἐν Συρίᾳ ἐκδιαιτήσεως. καὶ αὖθις· τὴν Νέρωνος ἐς τρυφὴν ἐκδιαίτησιν.
ε 396 Ἐκδικάσασθαι: Ἰσαῖος, ἀντὶ τοῦ ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ δικάσασθαι.
ε 397 Ἐκδικία.
ε 398 Ἔκδικον: τὸ ἔξω τοῦ δικαίου. Αἰλιανός· τετόλμητο μὲν αὐτῷ τὸ ἔκδικον ἐκεῖνο καὶ παράνομον ἔργον.
ε 399 Ἐκδίκους: δικαίους καὶ ἔξω τοῦ δικαίου ὄντας. ὁ δὲ ἦν ἔκδικός τε καὶ ἔκνομος. ἀντὶ τοῦ ἄδικος. καὶ Σοφοκλῆς· Θῆβαι δ’ οὐκ ἐπαίδευσαν κακόν. οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν. σὺ δ’ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν τὴν αὐτὸς αὑτοῦ. καί ς’ ὁ πληθύων χρόνος γέρονθ’ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.
ε 400 Ἐκδίκως· δεῖν χοὰς τοῖς ἐκδίκως τῶν Αἰτωλῶν τεθνεῶσιν ἐπάγειν. καὶ αὖθις· καὶ μεγάλα ἀνάρσια ἀνῃρημένος ἐκδίκως.
ε 401 Ἔκδιος.
ε 402 Ἔκδοσις: τὸ ναυτικὸν δάνεισμα, οἱονεὶ ἔξω δόσις. οὕτω καὶ Δημοσθένης κατὰ Ἀφόβου πρῶτον.
ε 403 Ἔκδοτος: προδεδομένος.
ε 404 Ἐκδοχεῖον: τὸ ταμιεῖον.
ε 405 Ἐκ δυεῖν τρία βλέπεις: ἐπὶ τῶν διὰ γῆρας ἢ ἄλλο τι πάθος οὐκ ὀξυδορκούντων οὐδὲ εἰλικρινεῖς ἐχόντων τὰς ὁράσεις.
ε 406 Ἑκκαιδεκάδωρα: ἑκκαίδεκα παλαιστῶν. δῶρον γὰρ καλεῖται ἡ παλαιστή. Ὅμηρος· τοῦ κέρα ἑκκαιδεκάδωρα πεφύκει.
ε 407 Ἔκαινον: ἔκοπτον.
ε 408 Ἐκκαίω· αἰτιατικῇ.
ε 409 Ἐκκαίομαί σου δὲ γενικῇ. ἐρῶ σου.
ε 410 Ἐκκέκοφθ’ ἡ μουσική: φασὶν ὅτι τῶν παλαιῶν ἐν τοῖς συμποσίοις φιλολόγῳ ζητήσει χρωμένων, οἱ ὕστερον τὰς μουσουργοὺς καὶ κιθαριστρίας καὶ ὀρχηστρίας ἐπεισήγαγον. ὅθεν τὴν καινοτομίαν τινὲς αἰτιώμενοι τῇ παροιμίᾳ ἐχρῶντο.
ε 411 Ἐκεκράγεισαν: ἔκραζον.
ε 412 Ἐκκεκρικώς: ἐκκεχωρικώς.
ε 413 Ἐκκεκυμασμένους: ὑπὸ τῶν κυμάτων ἐκβρασθέντας. ὁ δὲ κατέλαβε τοὺς περὶ τὸν ἀδελφὸν νεκροὺς παρὰ τὸν αἰγιαλὸν ἐκκεκυ‐ μασμένους.
ε 414 Ἐκκέλευστος· καὶ κατήγορος ἐκκέλευστος, ὃς ἂν μὴ γράψηται παρανομῶν, ἑάλωκεν.
ε 415 Ἐκενώθησαν: ἠρημώθησαν.
ε 416 Ἐκεράϊζον: κατέτρεχον, ἐληίζοντο, ἐπόρθουν.
ε 417 Ἐκερουτίας: τὴν κεφαλὴν ἀνέτεινες δίκην τῶν κερατοφορούν‐ των ζῴων, ὅτι εὐειδῆ γίνεται μετεωρίζοντα τὴν κορυφήν. δηλοῖ δὲ τὸ γαυριᾶν. ὡς ἔλαφος, φησίν, ἠγάλλου τοῖς κέρασιν. Ἀριστοφάνης· ἀνωρτάλιζες, κἀκερουτίας.
ε 418 Ἐκεύθαινον: ἔκρυπτον.
ε 419 Ἐκεχειρία: ἄνεσις, ἀργία, συνθήκη, ἔνδοσις, ἀνοχὴ πολέμου. ἡ πρὸς ὀλίγον χρόνον τοῦ πολέμου ἀναβολὴ καὶ ἡσυχία. παρὰ τὸ ἔχειν τὰς χεῖρας, ἐχεχειρία τις οὖσα. Ἰώσηπος· ὥσπερ τοῖς ὅπλοις συμπεφυκότες οὐδέποτε τῆς ἀσκήσεως λαμβάνουσιν ἐκεχειρίαν.
ε 420 Ἐκκεχιλωμένην: ἐψευσμένην· ἢ κεχερσωμένην. ὅτι ὁ χιλὸς ἐν χέρσῳ φύεται· τοῦτο δέ ἐστι χόρτος. οἷον ἐξημελημένην.
ε 421 Ἔκζεσις: ἐκβρασμός. φασὶ δὲ αὐτὸν φθειρσὶν ἐκζέσαι.
ε 422 Ἐκζητῶ· αἰτιατικῇ.
ε 423 Ἐκζωπυρῆσαι: ἀνάψαι. κυρίως τὸ ἐκ μικροῦ φυσῶντα μεγά‐ λην φλόγα κινῆσαι. ἡ μεταφορὰ ἀπὸ τῶν ἀνθράκων.
ε 424 Ἐκεῖ, ἐκεῖσε, ἐκεῖθεν, ἐκείνοθι, ἐκείνοθεν καὶ κατὰ συγκοπὴν ἐκεῖθεν τὴν ἐν τόπῳ σχέσιν δηλοῖ.
ε 425 Ἐκκείμεθα· μόνῳ σοι τῶν ζώντων ἐκκείμεθα. οὐ γάρ ἐστιν ἡ ἀλήθεια πρᾶγμα ἐκκείμενον οὐδὲ καταβεβλημένον οὐδὲ θήρᾳ ληπτέον. ἀντὶ τοῦ καταπεφρονημένον.
ε 426 Ἐκείνῃ: ἐπίρρημα. ἀντὶ τοῦ τὰς αὐτόθι. τὰς ἐκείνῃ νάπας διεξελθών. καὶ αὖθις· τοῖς τε Γέταις καὶ τοῖς ἐκείνῃ βαρβάροις.
ε 427 Ἐκείνῃ: τὰ ἐκεῖσε. εἰς Παρθυαίαν ἐμβάλλειν καὶ τὰ ἐκείνῃ ἄγειν καὶ φέρειν καὶ τῇ στρατιᾷ σῖτα παρέχειν.
ε 428 Ἐκεῖνος καὶ κεῖνος καὶ τὸ αὐτὸς ἀντὶ ὀνόματος παραλαμβάνου‐ σιν οἱ ποιηταί. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’ εἴσιθ’, ἵνα μὴ κεῖνος ἡμῖν ἐπιτύχῃ. καὶ Ὅμηρος τὴν Θέτιν παρεισάγει λέγουσαν· τίπτε μ’ ἐκεῖνος ἄνωγε μέγας θεός; καὶ τό, αὐτὸς ἔφα, παρὰ τοῖς Πυθαγορείοις.
ε 429 Ἔκηαν: ἔκαυσαν.
ε 430 Ἑκηβολία.
ε 431 Ἑκηβόλιος, σοφιστὴς Κωνσταντινουπόλεως. οὗτος ἐπὶ Κων‐ σταντίου διαπύρως χριστιανίζειν ὑποκρινόμενος ἐπὶ Ἰουλιανοῦ ἄλογος Ἕλλην ἐφαίνετο. ῥίψας γὰρ ἑαυτὸν πρὸ τῆς πύλης τοῦ εὐκτηρίου οἴκου, πατήσατέ με, ἐβόα, τὸ ἅλας τὸ ἀναίσθητον. τοιοῦτος ἦν κοῦφος καὶ εὐχερὴς Ἑκηβόλιος καὶ πρότερον καὶ ὕστερον.
ε 432 Ἑκηβόλος: ὁ Ἀπόλλων.
ε 433 Ἐκήδευσαν: κατ’ ἐπιγαμίαν συνήφθησαν. ἐκήδευσάν τε αὐτοῖς δόντες γυναῖκας καὶ αὐτοὶ παρ’ ἐκείνων λαβόντες.
ε 434 Ἐκήκιεν: ἀνεφέρετο.
ε 435 Ἕκηλος: ἥσυχος.
ε 436 Ἐκήλει: σὺν ἡδονῇ ἔτερπεν. κηλῶ γὰρ τὸ ὑπ’ αὐλὸν ἥδομαι. οὕτω μὲν ὁ κατάρατος συνήθως τὸν ἄνθρωπον ἐκήλει. καὶ αὖθις· ὁ δὲ διηγεῖτο μυρία ὅσα, δι’ ὧν ἐκήλει τοὺς ἀκούοντας.
ε 437 Ἐκηριώθην: ἐσκοτώθην, ἢ διὰ τὸ δέος κήρινος ἐγενόμην.
ε 438 Ἐκκήρυκτον: ἀπόβλητον. καὶ Ἐξεκήρυξαν, ἀντὶ τοῦ ἀπεσκοράκισαν.
ε 439 Ἕκητι: ἀντὶ τοῦ ἕνεκα. σημαίνει δὲ καὶ χωρίς.
ε 440 Ἐκίσσησεν: ἐν γαστρὶ ἔσχεν, μεθ’ ἡδονῆς συνέλαβεν, ἐγέννησεν.
ε 441 Ἔκθαμβος.
ε 442 Ἐκθανεῖν: ἀποθανεῖν.
ε 443 Ἐκθεατρίζουσιν: ἐκπομπεύουσιν, ἐκφαυλίζουσιν, ἐξελέγχουσιν. οἱ γὰρ πολλοὶ τὰ μὲν ἔργα τῶν εὐτυχούντων οὐ πειρῶνται μιμεῖσθαι, τὰ δὲ πάρεργα ζηλοῦντες ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρισίαν.
ε 444 Ἔκθεσμον: παράνομον.
ε 445 Ἔκθετα: ἐκριπτούμενα.
ε 446 Ἐκθεῖ: ἔξεισιν, ἐξέρχεται. Ἀριστοφάνης· ἐσδραμὼν εἰς τὸ πρυ‐ τανεῖον κενῇ τῇ κοιλίᾳ ἐκθεῖ πλέᾳ. τουτέστιν ἔξεισιν ἐκ τῆς πόλεως, γενόμενος πλούσιος, προσελθὼν τῇ πολιτείᾳ. ἐμφαντικῇ δὲ λέξει κέχρηται, ἵνα δείξῃ αὐτὸν ἐπιπεπηδηκότα ἀναισχύντως τῇ πολιτείᾳ.
ε 447 Ἐκθλίβω· αἰτιατικῇ.
ε 448 Ἐκθειάσαι: θεοποιῆσαι.
ε 449 Ἔκθορεν: ἐξεπήδησεν. Βάβριος· φρίξας δὲ χαίτην ἔκθορε φωλάδος κοίλης.
ε 450 Ἐκθορεῖν: ἐκδραμεῖν, ἐκφυγεῖν.
ε 451 Ἐκθρώσκειν: ἐκπηδᾶν.
ε 452 Ἐκθυμία: ἡ προθυμία. ἐπεὶ δ’ ἔλαβε καιρὸν τῆς ἐκείνων ἐκθυμίας κατὰ τὴν μάχην πρὸς τοὺς πολεμίους, παρέσφαξεν αὐτούς.
ε 453 Ἐκθύμως: προθύμως. ὁ δὲ ἠγωνίζετο πεζὸς ἐκθύμως.
ε 454 Ἐκθύσασθαι: τὸ ἐξιλεώσασθαι καὶ ἐκμειλίξασθαι.
ε 455 Ἐκλαβεῖν: ἀπολαβεῖν. Πολύβιος· ὅταν ᾖ τὸ δίκαιον ἐκλαβεῖν παρὰ τῶν ἀδικησάντων ἢ κατὰ νόμους ἢ κατ’ ἄλλας τινὰς ὑποκειμένας δικαιοδοσίας.
ε 456 Ἔκλαγξαν: ἤχησαν.
ε 457 Ἐκλεγόμενος· αἰτιατικῇ. προκρίνων, προτιμῶν. ὁ δὲ κατα‐ πιστεύων τοῖς πράγμασιν ἔσπευδε δι’ αὑτοῦ κρῖναι τὰ ὅλα. διόπερ οὐ τὸν τῶν πραγμάτων ἐκλεγόμενος καιρὸν ἀλλὰ τὸν ἴδιον, ἔμελλε τοῦ δέοντος σφαλήσεσθαι.
ε 458 Ἐκλέγοντες: ἀπαιτοῦντες.
ε 459 Ἐκλεκτός· ὀξυτόνως· ἐπίλεκτος δὲ προπαροξυτόνως. διότι τὸ μὲν ἐκ τοῦ ῥήματος, τὸ δὲ ἐκ τοῦ ὀνόματος συντέθειται. ὁ δὲ Σολομῶν φησι· χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς. τὸ μὲν γὰρ κρατεῖν ἐστιν ἴσως καὶ τῶν ἐπὶ πλεῖστον φαύλων ἢ φόβῳ ἢ αἰσχύνῃ τὴν διὰ τοῦ σώματος ἐνέργειαν κωλυόντων μετὰ πολλῆς τῆς ἀνάγκης, τὸ δὲ ἔρωτι τῶν ἄνω μὴ ἡττηθῆναι τοῖς κάτω μόνων ἐστὶ τῶν φιλοθέων καὶ οὓς ἡ γραφὴ ἐκλεκτοὺς ὠνόμασεν.
ε 460 Ἐκλελάκτικεν: ἀποβέβληκεν, ἀπέφυγεν.
ε 461 Ἐκκλείεται: ἐμποδίζεται. ἐκκλείεται ἡ πάροδος ἡ εἰς τὴν Χερρόνησον διὰ τῆς πόλεως ταύτης.
ε 462 Ἐκκλείουσι: κωλύουσιν, εἴργουσιν. Πολύβιος· ἐπεὶ τὸν Φίλιπ‐ πον ἐκκλείουσιν οἱ καιροί, βούλεσθαι τὸν βασιλέα τὴν ἐπιγραφὴν τῆς πράξεως ἐκείνῳ περιποιῆσαι, ὡς ἐν εὐεργεσίᾳ προφέρων τούτῳ τοὺς λόγους.
ε 463 Ἐκλειπία: ἡ συγχώρησις. ἄδικον ἡγεῖτο τὴν ἐκλειπίαν τῆς πρὸς τοὺς ὀμωμοκότας πίστεως καὶ σφάζει ἑαυτόν.
ε 464 Ἔκλειψις καὶ Ἐξέλιπεν: ἑκάτερον αὐτῶν τέτακται ἐπὶ τῶν διαψηφίσεων τῶν γινομένων ἐν τοῖς δήμοις περὶ τῶν γινομένων εἰς τὸ ληξιαρχικὸν γραμματεῖον. ὅσοι μὲν ἐγκαλούμενοι, ὅτι μή εἰσιν ἀστοί, ἀπαντῶσι πρὸς τὰ ἐγκλήματα, περὶ τούτων οἱ δημόται ψῆφον φέρουσιν· ὅστις δὲ μὴ παρεγένετο κριθησόμενος, ἐξέλιπεν οὗτος τὴν περὶ αὐτοῦ διάγνωσιν. καὶ τοῦτο ἔκλειψις καλεῖται. ὅτι ἡ τοῦ ἡλίου ἔκλειψις ἐπιπροσθουμένου ὑπὸ τῆς σελήνης ἐναργῶς φαίνεται γίνεσθαι. ζήτει ἐν τῷ διαφανές.
ε 465 Ἐκλειπέτωσαν.
ε 466 Ἐκλῃδονίζετο: ἐμαντεύετο.
ε 467 Ἐκληπτέον: δεῖ λαμβάνειν.
ε 468 Ἐκκλήσεις· πρόδηλος γὰρ ἐγένετο φυγὴ καὶ τῶν ὑπεναντίων ἐκκλήσεις πρὸς ἐπίθεσιν.
ε 469 Ἐκκλησιάζων: εἰς ἐκκλησίαν συγκαλῶν. ἡνίκα ἐκκλησιάζων ἐδίδου τὸ παράγγελμα.
ε 470 Ἐκκλησία κυρία: οὕτω λέγεται κυρία, ἐν ᾗ ἐκύρουν τὰ ψη‐ φίσματα. εἰσὶ δὲ νόμιμοι ἐκκλησίαι, αἱ λεγόμεναι κύριαι, τρεῖς τοῦ μηνὸς Ἀθήνησιν, ἡ πρώτη καὶ ἡ ιʹ καὶ ἡ τριακάς. εἰσὶ δὲ καὶ προσ‐ κλητοῖς ἐναγόμεναι κατά τινα ἐπείγοντα πράγματα. αἱ μὲν οὖν νόμιμοι καὶ ὡρισμέναι κύριοι καλοῦνται, αἱ δὲ πρὸς τὸ κατεπεῖγον συναγόμεναι σύγκλητοι.
ε 471 Ἐκκλησίαν: συναγωγὴν ὄχλου. Ἀριστοφάνης Πλούτῳ· ἐκ‐ κλησία δ’ οὐχὶ διὰ πλοῦτον γίνεται; ἐκκλησιάζομεν γὰρ ἢ τῶν ἰδίων τι σῶσαι βουλόμενοι ἢ τῶν ἀλλοτρίων τι σφετερίσασθαι. διαβάλλει δὲ τὸ ἐπὶ φιλοδικίᾳ τῶν Ἀθηναίων τριώβολον.
ε 472 Ἐκκλησίαν: σῶμα ἑαυτοῦ τὴν ἐκκλησίαν καλεῖ ὁ Χριστός, καὶ διὰ ταύτης ἱερατεύει ὡς ἄνθρωπος· δέχεται δὲ τὰ προσφερόμενα ὡς θεός. προσφέρει δὲ ἡ ἐκκλησία τὰ τοῦ σώματος αὐτοῦ καὶ τοῦ αἵματος σύμβολα, πᾶν τὸ φύραμα διὰ τῆς ἀπαρχῆς ἁγιάζουσα. λύσις ὀνείρου· ἐκκλησίαις ἑστῶσιν ἔγκλησιν φέρει.
ε 473 Ἐκκλητεύειν: τὸ εἰς κρίσιν ἄγειν, ἵνα ἐπάναγκές τις μαρτυρῇ. οὕτως Αἰσχίνης.
ε 474 Ἐκκλητευθῆναι· τῶν ἐγκαταλιπόντων μαρτυρίαν τὰ ὀνόματα ἐν τῷ δικαστηρίῳ κηρύσσεται· ὅπερ ἔλεγον ἐκκλητευθῆναι καὶ ἐκ‐ κλητεύοι.
ε 475 Ἐκλήτευσεν: ἐκάλεσεν.
ε 476 Ἐκκλητικῶς: ἐκκαλούμενος. καὶ Ἐκκλήσεις· πρόδηλος γὰρ ἐγένετο φυγὴ καὶ τῶν ὑπεναντίων ἐκκλήσεις πρὸς ἐπίθεσιν.
ε 477 Ἔκκλητον: τὴν ἐπὶ συνόδῳ παραίτησιν.
ε 478 Ἐκκλίνω· αἰτιατικῇ.
ε 479 Ἐκλιπαρεῖ: παρακαλεῖ.
ε 480 Ἐκλογιστίαν: ἀρίθμησιν. καὶ Ἐκλογιζόμενος τὸ πλῆ‐ θος τοῦ στρατοῦ, ἀντὶ τοῦ ἀριθμῶν. καὶ ἀντὶ τοῦ διανοού‐ μενος. ἐμπείρως καὶ φρονίμως ἐκλογιζόμενος. ὁ δὲ καὶ ἐκλογισμοῖς καθυπεβάλλετο.
ε 481 Ἐκλογεῖον: ἡ ἐκλογάς.
ε 482 Ἐκλογεῖς: οἱ ἐκλέγοντες καὶ εἰσπράττοντες τὰ ὀφειλόμενα τῷ δημοσίῳ.
ε 483 Ἐκλογεῖς· ὁπότε δέοι χρήματα τοὺς πολίτας εἰσφέρειν, τούτους κατὰ δύναμιν οἱ καλούμενοι ἐκλογεῖς διέγραφον. ἀλλὰ καὶ οἱ τοὺς φόρους ἀπὸ τῶν ὑπηκόων ἀθροίζοντες πόλεων οὕτως ἐλέγοντο.
ε 484 Ἐκλόνησεν: ἐτάραξεν. Ἐκλώνισε δὲ κλῶνας ἔκοψεν.
ε 485 Ἐκκλώζετο· κλωσμὸν ἔλεγον τὸν γινόμενον ἐν τῷ στόματι ψόφον, ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ἀκροαμάτων, ὧν οὐχ ἡδέως ἤκουον.
ε 486 Ἐκλώπευον: ἀντὶ τοῦ ἔκλεπτον. Ξενοφῶν ἐν τῇ Ἀναβάσει.
ε 487 Ἐκλωπίζω: ἐκδέρω.
ε 488 Ἔκλυεν: ὑπήκουσεν, ἐκέλευσεν.
ε 489 Ἐκλῦσαι.
ε 490 Ἐκ λύκου στόματος: ἐπὶ τῶν ἀνελπίστως παρά τινών τι λαμβανόντων, κατὰ τὸν μῦθον τοῦ λύκου καὶ τοῦ γεράνου.
ε 491 Ἐκμαγεῖον: ἐκτύπωμα, καὶ ἀποσφράγισμα. ξυνειληθέντα τε καὶ κατασφαλισθέντα ἐκμαγείοις κηρίνοις καὶ ἐκτυπώμασι δακτυλίων ἐπεδόθη.
ε 492 Ἐκμαγῆσαι: ἐκτυπῶσαι.
ε 493 Ἐκμαλθακῶσαι: ἐκμαλάξαι, χαυνῶσαι. ἄλλα τε πλεῖστα ἐκμαλθακῶσαι οἵας τε ὄντα ἀλαζονείας ἀνάπλεα φρονήματα.
ε 494 Ἐκμαρτυρεῖν φασι τὸ λέγειν, οὐχ ἅπερ αὐτὸς εἶδεν, ἀλλ’ ἅπερ ἑτέρων ἤκουσε λεγόντων. ἐκμαρτυρία δὲ γεγραμμένη ἀναγινώσκεται, ὅταν τις ᾖ τελευτήσας ἢ ᾖ ὑπερόριος.
ε 495 Ἐκμαρτυρία διαφέρει τῆς μαρτυρίας· ὅτι ἡ μὲν τῶν παρόντων ἐστίν, ἡ δὲ ἐκμαρτυρία τῶν ἀπόντων.
ε 496 Ἐκμαρτυρίῳ: διαμαρτυρίῳ. οὐκ ὤκνησαν δὲ καὶ δευτέρῳ ἐκ‐ μαρτυρίῳ χρήσασθαι.
ε 497 Ἐκμαίνω· αἰτιατικῇ.
ε 498 Ἐκμελές: ἠμελημένον. ὁ δὲ δὴ Βῶνος οὐκ ἐς τὸ ἐκμελὲς αὐτῷ οὐδ’ ἐς τὸ ῥᾳθυμότερον ἐτράπη ὁ νοῦς, ἀλλὰ συντόνῳ τῷ τάχει πρὸς τὴν σωτηρίαν ἐχρῆτο. καὶ τἄλλα πάθη κατὰ τὴν ἐκμελῆ λύραν ἐθεραπεύετο. φησὶν Εὐνάπιος. Ἐκμελὴς οὖν ἢ κακόηχος. ὅτι καὶ Θεοδόσιος ὁ βασιλεὺς ἐκμελὴς ἦν καὶ πάσῃ ῥᾳθυμίᾳ ἐκ‐ κείμενος.
ε 499 Ἐκ Μασσαλίας ἥκεις: ἐπὶ τῶν θηλυδριῶν καὶ τεθρυμμένων, παρόσον ἐκείνους φασὶ θηλύτερον στολίζεσθαι μεμυρισμένους καὶ τὰς τρίχας ἀναδουμένους, καὶ διὰ ταύτην τὴν μαλακίαν ἀσχημονεῖν.
ε 500 Ἐκ μέσων νυκτῶν λέγουσι καὶ ἐκ μεσημβρίας.
ε 501 Ἐκ μεταβολῆς· οἱ δὲ μετὰ ταῦτα ἐκ μεταβολῆς ὡς ἐπ’ Ὀλυμπίας. τουτέστι μεταμελείας τῆς προτέρας ὁρμῆς.
ε 502 Ἐκμειλίσσεσθαι: καταπραΰνειν.
ε 503 Ἑκμήνου: τῶν ἓξ μηνῶν. τῆς δ’ ἐπιφερομένης ἑκμήνου παρ‐ είλετο.
ε 504 Ἑκμήνῳ: μηνῶν ἕξ. λαβὼν δούλους σὺν τροφῇ ἑκμήνῳ ἠλευ‐ θέρωσεν.
ε 505 Ἐκμηρυομένους· δυσχερῶς ἐκμηρυομένους καὶ μακρῶς τὰς δυσχωρίας. ἀντὶ τοῦ ἀναλεγομένους.
ε 506 Ἐκμηρυσάμενος: ἐξελκύσας, ἐπεκτείνας. ἀπὸ μεταφορᾶς τῶν μηρυμάτων. ὁ δὲ ἐκμηρυσάμενος τὴν δύναμιν ἐκ τῶν δυσχωριῶν κατεστρατοπέδευσε. καὶ αὖθις· ὁ δὲ ἐκμηρυσάμενος τῷ πλῷ τὸν ποταμὸν πάντα κατὰ Χαλδᾶνος ἦν. ἀντὶ τοῦ διαπλεύσας.
ε 507 Ἐκμηχανώμενος: κατασκευάζων.
ε 508 Ἐκμυζήσας: ἐκπιέσας, ἐκθλίψας.
ε 509 Ἐκμυκτηριεῖ: βδελύσσεται.
ε 510 Ἐκνάπτετο: ἐξύετο, ἐδαπανᾶτο.
ε 511 Ἐκνενέμηται: ἐξῆλθεν. διαμεμέρισται.
ε 512 Ἐκνευρίσας: ἀντὶ τοῦ ἀδυνάτους καταστήσας. ὁ δὲ ἀπεκρί‐ νατο κατακόψας πάντας, ἵνα πολλὴν δύναμιν τῆς Ῥώμης ἐκνευρίσῃ. καὶ αὖθις· εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι, διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος.
ε 513 Ἐκνεφίας: ἐκ νεφῶν ἄνεμος.
ε 514 Ἔκνιζεν: ἔδακνεν. ἀπὸ τῆς πόας. Ἡρόδοτος.
ε 515 Ἔκνισεν: ἐκίνησε, καθήψατο. Ἀππιανός· Σύφακα δ’ ἄρα τὸν δυνάστην ἔρως ἔκνιζε τῆς παιδός. οἱ δὲ Καρχηδόνιοι ἔδωκαν αὐτήν.
ε 516 Ἐκνομίως: ἀντὶ τοῦ μεγάλως, ὑπερβαλλόντως. κυρίως δὲ τὸ ὑπὲρ τὸ νενομισμένον. Ἀριστοφάνης Πλούτῳ· καὶ γὰρ ἐκνομίως μ’ ᾐσχύνετο. λέγεται δὲ καὶ Ἐκνόμως.
ε 517 Ἐκνόμοις: παρανόμοις.
ε 518 Ἔκνοον: παρανενοημένον, ἔξω τοῦ νοός, σαλόν.
ε 519 Ἐκνοσηλεύων: ἐκθεραπεύων.
ε 520 Ἔκνυεν: ἔξυεν ἠρέμα. παρὰ τὸ κνᾶν. Ἀριστοφάνης· οὗτος πόθῳ μου ’κνυεν ἐλθὼν τὴν θύραν.
ε 521 Ἐκ ξυγκλύδων· ζήτει ἐν τῷ συγκλύδων.
ε 522 Ἐκκοβαλικεύεται· ζήτει ἐν τῷ ὑπέρχεται.
ε 523 Ἐκόησεν: ἐνόησεν. Ἰακῶς. παρὰ Καλλιμάχῳ.
ε 524 Ἐκκοκκίσας: ἐρημώσας. ἀπὸ μεταφορᾶς τῶν ῥοιῶν, τῶν τοὺς κόκκους ἐκβαλλουσῶν· ὥσπερ γὰρ αἱ πόλεις σκέπαι τῶν ἀνθρώπων εἰσίν, οὕτω καὶ αἱ ῥοιαὶ τῶν κόκκων. ἐχρήσατο δὲ τῇ μεταφορᾷ ὁ ἄγροικος. Ἀριστοφάνης· ὦ Ζεῦ, λήσεις σεαυτοῦ τὰς πόλεις ἐκκοκ‐ κίσας.
ε 525 Ἐκολάβησας: προσέκρουσας. τὸ δὲ ὅλον, κατεπάλαισας αὐτὸν καὶ ἐκπεριελθὼν καὶ διασείσας ἀργυρίζῃ. παρὰ τὸ ἐπὶ κόλαις βαίνειν. κόλα δὲ ἡ γαστήρ. ἢ ἔθραυσας, ἔκλασας, κατέπιες. ἀπὸ τοῦ κολ‐ λάβου, ὅ ἐστι ψωμός. βούλεται δὲ λέγειν, ὅτι ὃν ἂν παραλάβῃ, ἄρδην ἀπόλλυσιν.
ε 526 Ἐκολῴα: ἐθορύβει.
ε 527 Ἐκκομιδήν: ἐκφοράν.
ε 528 Ἐκομπάσθη: ἠπάτηται, εἰς ὄγκον διετέθη.
ε 529 Ἐκομπολάκουν: κομπώδεσιν ἐχρῶντο λόγοις.
ε 530 Ἑκοντήν· Ἀρριανός· τὴν μέσην τῶν ποταμῶν γῆν ἑκοντὴν ἐν‐ διδόντων τῶν ἐποικούντων κατέσχεν.
ε 531 Ἑκοντί: ἐθελοντί. καὶ παροιμία· ἑκὼν ἀέκοντί γε θυμῷ.
ε 532 Ἑκόντων εἶναι: βουλομένων. οἱ δὲ ἐπεραιώσαντο τὸν Ἴστρον, δόντων ἑκόντων εἶναι τὴν δίοδον Ἰουθούγγων ἔχθει τῷ πρὸς Ῥω‐ μαίους. καὶ Ἑκών γε εἶναι. ὁ δὲ ἐξηπάτητο πρὸς τῆς γυναικὸς ἑκών γε εἶναι.
ε 533 Ἐκόπασεν: ἐπαύσατο.
ε 534 Ἐκκόπτω· αἰτιατικῇ.
ε 535 Ἔκκοπος: κατάκοπος. ὁ δὲ διανύσας υʹ σταδίους καὶ γενό‐ μενος ἔκκοπος ἐπέμεινεν.
ε 536 Ἐκκορακίζειν: ἀποδιώκειν.
ε 537 Ἐκκορηθείης: παντελῶς ἀφανισθείης. Μένανδρος· ἐκκορηθείης σύ γε.
ε 538 Ἐκορίζετο: ὑπεκορίζετο, εὐφημοτέροις ἐχρῆτο λόγοις.
ε 539 Ἐκορίζετο: ἐκολάκευεν· οἷα τοῖς μικροῖς παιδίοις ἔθος χα‐ ριεντιζομένους προσπαίζειν τοὺς γονεῖς. Ἀριστοφάνης Νεφέλαις· τοῦτον τὸν υἱὸν λαμβάνους’ ἐκορίζετο.
ε 540 Ἐκορωνία: ἐγαυρία. τὸ δὲ μειράκιον μετέωρον ὂν τῇ φύσει καὶ πάσης πονηρίας ἔμπλεων ἐκορωνία καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας.
ε 541 Ἐκουρία: ἐδέετο κουρᾶς.
ε 542 Ἑκούσια: ἃ οὐχ ὑπόκεινται νόμῳ, ἀλλὰ προαιρέσει. καὶ Βροχὴν ἑκούσιον· οὕτως οἱ οʹ, ὁ δὲ Ἀκύλας ὄμβρον ἑκούσιον, ὁ δὲ Σύμ‐ μαχος ὑετὸν ἑκούσιον. τὸ θηλυκὸν ἡ ἑκούσιος.
ε 543 Ἑκουσιάζομαι: προσφέρω.
ε 544 Ἐκκόψαντες αὐτοῦ τοὺς ὀφθαλμούς: τουτέστι πηρώ‐ σαντες, τυφλώσαντες.
ε 545 Ἐκκόψαι: ἀντὶ τοῦ νικῆσαι. οὕτως Ἄλεξις. καὶ ἐπὶ τοῦ πηρῶσαι τὸν ὀφθαλμόν. καὶ Ἐξεκόπη ἐπὶ τοῦ ἐπηρώθη.
ε 546 Ἐκωδωνίζοντο: περιβόητοι ἐγένοντο. τέτακται καὶ ἐπὶ τοῦ ἐπειράθησαν. οὕτως Λυσίας.
ε 547 Ἐκωθώνιζον: ἔπινον.
ε 548 Ἐκώμασε: μεθ’ ἡδονῆς ἦλθεν. θρῆνος δ’ εἰς ὑμέναιον ἐκώ‐ μασεν.
ε 549 Ἑκὼν ἀέκοντί γε θυμῷ. ἔστω γάρ μοι νῦν τῆς ἐκείνου γνώμης ζωγράφος ὁμηρίζουσα γλῶττα.
ε 550 Ἐκπαγλούμενος: ἐκπληττόμενος. Ῥωμαίοις μὲν γὰρ ἐκ‐ παγλούμενος ὁ Πύρρος ταῦτά φησιν. ἢ ἀντὶ τοῦ σεμνυνόμενος.
ε 551 Ἐκπαγλούμενοι: θαυμάζοντες, ἐκπληττόμενοι. ἐν εἰρήνῃ ἔνε‐ μον ἐκπαγλούμενοι τὸν Ἡρακλέα.
ε 552 Ἐκπαθεῖς: ὑγιεῖς, ἐκτὸς πάθους. ἵνα μὴ ὦσιν ἔκδιψοι καὶ προεκλελυμένοι, ἀλλ’ ἐκπαθεῖς καὶ κεκαινοπεποιημένοι.
ε 553 Ἐκπαθής. Αἰλιανός· ἐκπαθῆ δὲ γεγονότα καὶ πρὸς τὰς ἀκρατοποσίας ὥστε καὶ μεθ’ ἡμέραν πλεονάκις μεθύοντα καταφανῆ γενέσθαι τοῖς φίλοις.
ε 554 Ἐκ παντός: διόλου. εἴγε οὖν τοῦτο καταμαθόντες οἱ πολέμιοι ἐκ παντὸς ἀπίασιν, οὐδὲν ἂν ἐκώλυσεν ἀπολωλέναι τὴν στρατιὰν πᾶσαν.
ε 555 Ἐκ παντὸς ξύλου: ἐλλείπει τὸ κοῦφον γένοιτ’ ἄν. λέγεται δὲ καὶ ἐπὶ τῶν ὁραθῆναι μὲν εὐκαταφρονήτων, ἀναγκαίων δέ. οἱ δὲ ἐπὶ τῶν δόξαν παρασχόντων ὡς ἀγαθῶν, εὑρεθέντων δὲ ἑτεροίων.
ε 556 Ἐκ παραλλήλου: ἐξ ὁμοίου.
ε 557 Ἐκ παραλόγου· ὁ δὲ διασωθεὶς ἐκ παραλόγου θαλασσίου κλύδωνος. ἀντὶ τοῦ παρ’ ἐλπίδα.
ε 558 Ἐκπερᾶναι: ἐκπεπόνηται.
ε 559 Ἐκπελλευθῆναι: ἐκβληθῆναι.
ε 560 Ἐκπελματῶσαι.
ε 561 Ἐκπεπολέμωται: ἐχθρωδῶς διάκειται.
ε 562 Ἐκπερδικίσαι: τὸ διαδρᾶναι. ἐκ μεταφορᾶς τῶν περδίκων, πανούργων ὄντων.
ε 563 Ἐκ περιουσίας: ἐκ περιττοῦ. ἐκ περιουσίας λέγει ὁ Ἀρι‐ στοτέλης. μεταπεμψάμενοι ἐκ περιουσίας καὶ Παμπρέπιον. ἐκ περιουσίας οὖν ἀντὶ τοῦ ἐκ πολλοῦ τοῦ περιόντος. ἐκ περιουσίας τοῦ ἀναγκαίου διαφέρει. ἀναγκαῖα μὲν οὖν ἐστιν ὧν χωρὶς ἀδύνατον εἶναι· ἐκ περιουσίας δὲ ὧν ἡ παρουσία οὐκ οὖσα ἀναγκαία, καὶ ὡς Ἀριστο‐ τέλης λέγει, ὅταν ὑπαρχόντων τῶν ἀναγκαίων ἄλλα τινὰ προσκατα‐ σκευάζηται τῶν καλῶν. οἷον τὸ μὲν ζῆν ἀναγκαῖον, ἐκ περιουσίας δὲ τὸ εὖ ζῆν· τῇ γὰρ τοῦ εὖ παρουσίᾳ, οὐκ οὔσῃ πρὸς τὸ εἶναι ἀν‐ αγκαίᾳ, ἐπικοσμεῖται τὸ ζῆν ἀναγκαῖον. βελτίω δὲ τὰ ἐκ περιουσίας τῶν ἀναγκαίων φησί· βέλτιον γὰρ τὸ εὖ ζῆν τοῦ ζῆν, τὸ δὲ εὖ λέγειν τοῦ λέγειν. οὐκ ἀεὶ μὲν αἱρετώτερα τὰ βελτίω, εἰ καὶ ἁπλῶς αἱρε‐ τώτερα· τὰ γοῦν ἡμῖν ἀδύνατα, εἰ καὶ βελτίω εἴη τῶν δυνατῶν, ἀλλ’ οὐχ αἱρετώτερα· βέλτιον μὲν γὰρ ἀθανασία μακροβιότητος, ἀλλ’ ἡμῖν οὐχ αἱρετωτέρα. καὶ τῶν ἐκ περιουσίας δὴ τὰ μὲν πρὸς τῷ βελτίω εἶναι καὶ αἱρετώτερά ἐστιν, ὥσπερ τοῦ λέγειν τὸ εὖ λέγειν, τὰ δὲ βελτίω ἐστίν, οὐ μὴν καὶ αἱρετώτερα. τὸ γὰρ φιλοσοφεῖν τε καὶ θεωρεῖν βέλτιον μέν ἐστι τοῦ χρηματίζεσθαι, οὐ μὴν καὶ αἱρετώτερον τοῖς ἐν ἐνδείᾳ οὖσι καὶ μὴ δυναμένοις ἄλλως εἶναι. οὕτω δὴ καὶ τὸ ὑγιαίνειν τοῦ φιλοσοφεῖν τῷ νοσοῦντι αἱρετώτερον. καὶ Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· ἐγὼ μὲν περὶ τῶν ἐσχάτων κινδυνεύω, οὗτος δὲ ἐκ περιουσίας κατηγορεῖ. ἀντὶ τοῦ ἐκ πολλοῦ τοῦ περι‐ όντος.
ε 564 Ἐκ περιτροπῆς: ἐξ ἀποστροφῆς, ἐκ νίκης.
ε 565 Ἐκπέρσαι: ἐκπορθῆσαι.
ε 566 Ἐκπεσών: ῥηθείς, δοθείς. χρησμὸς δὲ ἐκπεσὼν περὶ Εὐτοκίου Θρᾳκός.
ε 567 Ἐκπεφυσημένον: φιλοτίμως διατεθειμένον. ὁρῶν δὲ τὸν Μάρκον ἐκπεφυσημένον.
ε 568 Ἐκπειράζω· δοτικῇ.
ε 569 Ἐκπήγνυσθαι: τὸ ἐκπλήττεσθαι.
ε 570 Ἐκπηδῶ σου. γενικῇ.
ε 571 Ἐκπηνιεῖται: ἐξελκύσει. ἀπὸ τῶν τὴν κρόκα μηρυομένων εἰς πηνία. Ὅμηρος· πηνίον ἐξέλκουσα.
ε 572 Ἐκπίπτω· γενικῇ.
ε 573 Ἐκπίῃς· αἰτιατικῇ.
ε 574 Ἐκπλαγεῖς: ἐκπλήξεως πλέοι. Πολύβιος· ἐκπλαγεῖς δὲ γενό‐ μενοι οἱ Λίβυες διὰ τὸ παράδοξον, ἐγκλίναντες ἔφευγον. καὶ αὖθις· οὕτως ἐκπλαγεῖς ἦσαν καὶ κατάφοβοι τὸ μέλλον. καὶ Ἐκπλαγεῖς θηλυκῶς, ἀντὶ τοῦ θαυμασταί. ποιμένες ἀγραυλοῦντες ἐκπλαγοῦς φωτο‐ φανείας ἔτυχον.
ε 575 Ἔκπλεα: πλήρη. ἐσθῆτας δὲ καὶ τὰ ἐπιτήδεια ἔκπλεα παρ‐ εῖχεν. ἀντὶ τοῦ αὐτάρκη. καὶ αὖθις Αἰλιανός· οἱ δὲ κατάραντες εἰς αὐτόν, καὶ φιλοφροσύνης ἐκπλέας ἀπολαύσαντες.
ε 576 Ἐκπλέω σου.
ε 577 Ἐκπλεύσαντες: ἔξω γενόμενοι. οἱ δὲ ἐκπλεύσαντες τῶν φρενῶν, εἶτα ἐνεοὶ ἐγένοντο.
ε 578 Ἐκπλεύσειν: ἔξω γενέσθαι. μὴ γὰρ ἂν ἐκπλεύσειν ποτὲ τῶν φρενῶν ἐς τοσοῦτον ὡς ἀνθρώπους προτιμῆσαι θεῶν.
ε 579 Ἐκπλήγδην: ἐκπληκτικῶς.
ε 580 Ἔκπληξις: φόβος.
ε 581 Ἐκπλήξας· γενικῇ.
ε 582 Ἐκπλήσει: πληρώσει.
ε 583 Ἐκπλινθεύσας: Ἰσαῖος ἀντὶ τοῦ διαλύσας καὶ ἐξελὼν τὰς πλίνθους.
ε 584 Ἔκπλυτον: ἐξίτηλον. ἀφανές.
ε 585 Ἐκ ποδὸς εἵπετο κατόπιν: ἀντὶ τοῦ σύνεγγυς.
ε 586 Ἐκποδών· γενικῇ. τὸ πρὸς ὀλίγον χρόνον ὑποστείλασθαι. Ἀρι‐ στοφάνης· οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς ἐκποδών. καὶ αὖθις· Ἀργεῖοι δὲ καὶ Θηβαῖοι ἐκποδὼν ἔστησαν. καὶ παροιμία· Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.
ε 587 Ἐκποδὼν γενέσθαι: φυγεῖν, ἢ ἐξαλείφεσθαι, ἢ ἐκ τοῦ μέσου γενέσθαι.
ε 588 Ἐκποκιῶ: τὰς τρίχας ἐκσπάσω. Ἀριστοφάνης· ἐκποκιῶ σου τὰς ποκάδας. ἐπὶ γυναικείων τριχῶν ὡς τὸ πολύ. παρετυμολογεῖ δὲ τὸν πόκον. Λυκόφρων δὲ ἁπλῶς τὰς τρίχας. ἐμπλοκὴ δέ τις φαίνεται καὶ πλοκαμίδες σπανίως ποτὲ ἐπὶ ἀνδρῶν λέγεται.
ε 589 Ἐκπολεμῶσαι· αἰτιατικῇ. ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι. γράφεται δὲ καὶ διὰ τοῦ η ἐκπολεμῆσαι, ὡς καὶ παρὰ Ξενοφῶντι. Ἐκπολεμῆσαι συντάσσεται μετὰ αἰτιατικῆς. Ἐκπολεμῶσαι δὲ τὸ πολεμίους ποιῆσαι, οἷον ἐπὶ πόλεμόν τινας παροξῦναι.
ε 590 Ἐκ πολλοῦ: ἐκ παλαιῶν τῶν χρόνων. ἄγαλμα ἦν τιμώμενον ὑπ’ αὐτοῦ ἐκ πολλοῦ.
ε 591 Ἐκ πολλῶν ἀχύρων ὀλίγον καρπὸν συνήγαγον: ἐπὶ τῶν πολλὰ μὲν πονούντων, ὀλίγα δὲ καρπουμένων.
ε 592 Ἐκπομπεύων: ἀχρειῶν, λοιδορῶν. ὁ δὲ ἐκπομπευθῆναι μὲν τὰ ἅγια τῶν ἁγίων ποιεῖ.
ε 593 Ἐκπορίζομεν: ἐξευρίσκομεν.
ε 594 Ἐκπορίσας: συλλέξας.
ε 595 Ἐκπορποῦσθαι: ἐκφιβλοῦσθαι.
ε 596 Ἐκπρεπεῖς: ἐπίσημοι.
ε 597 Ἐκ προνοίας: ἑκουσίως.
ε 598 Ἐκ προσαγωγῆς: ἀντὶ τοῦ πρὸς ἀνάγκην, καὶ οὐκ ἐκ φύσεως οὐδὲ ἁπλοϊκῶς.
ε 599 Ἔκπωμα: φιάλη, ποτήριον. δῶρά τε λαμβάνει ἄλλα τε καὶ ἐκπώματα ἀπὸ ἀργυρίου.
ε 600 Ἐκποίητον γενέσθαι: ἀποκηρυχθῆναι τοῦ γένους. οἱ δέ φασι διαφέρειν ἐκποίητον ἀποκηρύκτου, ὅτι ὁ μὲν ἀποκήρυκτος ἐπὶ κολάσει ἐκβάλλεται, ὁ δὲ ἐκποίητος ὑπὸ τοῦ φύσει πατρὸς εἰς ἕτερον οἶκον δίδοται τῇ προθέσει.
ε 601 Ἔκπυστα: ἐξάκουστα. Ἔκπυστα καὶ Ἐκπύστου, ἀριηκόου, πανταχόσε ἀκουσθείσης. φαίνεται δὲ ἐκπύστου τῆς πράξεως γεγενη‐ μένης. καὶ αὖθις· ὁ δὲ παραγγείλας τῇ τοῦ ζῆν ἀντιδόσει ἔκ‐ πυστον μὴ ποιῆσαι τὴν πρᾶξιν ἀφῆκε πρὸς τὸν στείλαντα φοιτῆσαι.
ε 602 Ἐκκραγγανομένων: μετὰ κραυγῆς λεγομένων.
ε 603 Ἔκρεκες: ἀντὶ τοῦ ἤχει.
ε 604 Ἐκρέαινεν: ἐτελείου.
ε 605 Ἐκκρεμαννύμενοι: ἀπηρτημένοι. Θουκυδίδης· τῶν τε ξυσκή‐ νων ἤδη ἀπιόντων ἐκκρεμαννύμενοι.
ε 606 Ἐκρήγματα: τὰ ἐκ τῶν χειμάρρων γινόμενα ἐν τοῖς πεδίοις κοιλώματα.
ε 607 Ἐκρήμνισεν: κατήγαγεν.
ε 608 Ἔκρηξις: ἡ ἐκραγή.
ε 609 Ἐκκεκρικώς: ἐκκεχωρηκώς.
ε 610 Ἔκρινεν: ἐχώρισεν, ἐπελέξατο.
ε 611 Ἐκκρίνεται: ἐκρίπτεται, ἐκρέει. λαμβάνεται δὲ ἐπὶ τῆς ἀν‐ θρωπίνης γονῆς, ἔτι γε μὴν καὶ τῆς τῶν κτηνῶν.
ε 612 Ἐκκρίνειν: δοκιμάζειν.
ε 613 Ἐκρινόμεθα: ἐπὶ πολὺν χρόνον διεφερόμεθα καὶ διημφισβητοῦμεν. Ἀριστοφάνης Νεφέλαις· τέως μὲν οὖν ἐκρινόμεθα.
ε 614 Ἐκκρούομαι· αἰτιατικῇ.
ε 615 Ἐκκρουόμενος: παρεκτείνων, παρατρέπων. ὁ δὲ ἔστη ἐν μεταιχμίῳ οὐ μονομαχήσων, ἀλλὰ τὸν καιρὸν τοῦτον τοῖς ἐναντίοις ἐκκρουόμενος.
ε 616 Ἐκριπισθέντες: ἐξαφθέντες. ῥιπίζειν γὰρ τὸ ὀπτᾶν, ἀπὸ τῶν ῥιπίδων.
ε 617 Ἔκκριτον: ἐπίλεκτον, προκεκριμένον. οὐδενὶ δὲ ὅπλων διαλ‐ λάττουσιν οἱ περὶ τὸν στρατηγὸν ἔκκριτοι τῶν ἐν ταῖς ἴλαις ἱππέων.
ε 618 Ἐκσάλευσον αὐτό: ἐξένεικον. ἦν δὲ ἐμπὶς ἐν τῷ ὀφθαλμῷ αὐτοῦ.
ε 619 Ἐκσιφωνισθείη: ἐκρυῇ, διασκορπισθείη.
ε 620 Ἐκσκέπτωρ, ἐκσκέπτωρος.
ε 621 Ἔκσπονδος: ὁ τὰς σπονδὰς μὴ φυλάττων. ὁ τοίνυν τοὺς ὅρκους ἐκσπόνδους μὴ ποιήσας καλῶς μὲν ἐβίωσεν, ἐπὶ πολὺ δὲ ἤλασε δόξης.
ε 622 Ἔκστασις: θαυμασμός, ἢ ἀλλοίωσις.
ε 623 Ἔκστασις: ἡ ἁμαρτία. Δαβίδ· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, ἀπέρριμμαι. ᾤμην, φησί, τῇ ἁμαρτίᾳ περιπεσὼν πόρρω τῆς σῆς γεγενῆσθαι κηδεμονίας· τὴν γὰρ τῆς δικαιοσύνης ὁδεύων ὁδὸν ἐξέστη μὲν ἐκείνης καὶ ἐξετράπη. προσέπταισε δὲ καὶ περιέπεσε τοῖς ὠμο‐ βόροις γενέσθαι.
ε 624 Ἐκστῆναι: παραχωρῆσαι. τῆς ἐπὶ τοῖς ἥττοσι ταλαιπωρίας ἑτέροις ἐκστῆναι. καὶ αὖθις· Μιθριδάτην ἐκστῆναι Βιθυνίας Νικο‐ μήδει.
ε 625 Ἐκστρατεία.
ε 626 Ἔκστρεψον: μετάβαλε. ἀπὸ μεταφορᾶς τῶν ῥυπουμένων καὶ ἐκστρεφομένων ἱματίων. ἐκστρέψαι γὰρ ἱμάτιον λέγεται τὸ ἀλλάξαι τὸ πρὸς τὸ σῶμα μέρος ἔξω. ἄλλαξον φησί, τοὺς τρόπους σου, μετάβαλε. Ἀριστοφάνης Νεφέλαις· ἔκστρεψον ὡς τάχιστα τὸν σαυτοῦ τρόπον.
ε 627 Ἐκ συγκειμένου: προϋπηργμένου, προγεγυμνασμένου. τότε δὲ καὶ ἐς τάξιν τινὰ ὥσπερ ἐκ συγκειμένου κατέστησαν καὶ ἐν κόσμῳ τὸν ἀγῶνα ἐποίησαν.
ε 628 Ἐκσφενδονῶ.
ε 629 Ἐκταδόν: ἐκτεινόμενος.
ε 630 Ἐκτάδην: ἐκτεταμένως, ἡπλωμένως.
ε 631 Ἔκτακτοι ἢ Ἔκτατοι: τούτους τὸ μὲν παλαιὸν ἡ τάξις εἶχεν, ὡς καὶ τοὔνομα δηλοῖ, διότι τῆς τάξεως ἐξάριθμοι ἦσαν. εἰσὶ δὲ εʹ· στρατοκῆρυξ, σαλπιγκτής, σημειοφόρος, ὑπηρέτης, οὐραγός. νῦν δὲ καὶ τοῦ συντάγματος λέγονται καὶ τῶν ἄλλων. ἔχειν δὲ δεῖ τούτους τὴν τάξιν ἢ καὶ τὸ σύνταγμα, τὸν μὲν ὅπως τῇ φωνῇ σημαίνῃ τὸ προσ‐ ταττόμενον, τὸν δὲ ὅπως τῷ σημείῳ, εἰ μὴ ἡ φωνὴ κατακούοιτο διὰ θόρυβον, τὸν δὲ σαλπιγκτήν, ὁπότε μηδὲ σημεῖον βλέποιεν διὰ κονιορ‐ τόν, καὶ τὸν ὑπηρέτην, ὥστε τι τῶν εἰς τὴν χρείαν παρακομίσαι· τόν γε μὴν ἔκτατον οὐραγὸν πρὸς τὸ ἐπανάγειν τὸν λειπόμενον ἐπὶ τὴν τάξιν· ὃς τῶν τεσσάρων ἄνω τυπουμένων κατὰ μέτωπον κάτω τάσ‐ σεται.
ε 632 Ἑκταῖος: ὁ ἕκτος.
ε 633 Ἐκτεθνεῶτα: οἷον τὸν ἐν ἐσχάτοις ὄντα.
ε 634 Ἐκτενές: ἐπιμελές. ἔργον δ’ ἦν αὐτῷ ἐκτενές. καὶ Ἐκ‐ τένουσα.
ε 635 Ἐκτενέστερος: ἐνεργητικώτατος, ἐπιμελέστερος. ὁ δὲ ἔλεγεν ἔσεσθαι αὐτῷ σύμβουλος καὶ συναγωνιστὴς ἐκτενέστατος.
ε 636 Ἐκτένεια: ἡ συνέχεια.
ε 637 Ἐκτενῶς: ὁλοψύχως, προθύμως. Πολύβιος· ὁ δὲ Ἀχαιὸς προσδεξάμενος ἐκτενῶς καὶ φιλανθρώπως τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάστου τῶν κατὰ μέρος.
ε 638 Ἑκτέον: κρατητέον.
ε 639 Ἐκτετηκυῖα: ἀπερρυηκυῖα. ἐκτετηκυῖα τὰς ὁράσεις ὑπὸ τῶν δακρύων.
ε 640 Ἐκτετικότες: ἀποδεδωκότες.
ε 641 Ἐκτετιναγμένων· οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. οἱ σφόδρα ταλαιπωρού‐ μενοι. ζήτει ἐν τῷ υἱοὶ θεοῦ.
ε 642 Ἐκτετοξεῦσθαι: ἐκκεκενῶσθαι, ἀνηλῶσθαι. ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ τοξείᾳ ἀναλισκόντων τὰ βέλη. Ἀριστοφάνης Πλούτῳ· τὸν ἐμὸν ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον.
ε 643 Ἐκ τετρημένης κύλικος πιεῖν: ἐπὶ τῶν διημαρτημένων ἐν πίστει.
ε 644 Ἑκτεύς: μέτρον ἐστίν, ὃ ταυτὸν εἶναι λέγουσι τῇ χοίνικι. Ἀριστοφάνης· οἶσθ’ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα; τουτέστι τριώ‐ βολον.
ε 645 Ἐκτείνω.
ε 646 Ἐκτειχίσαι: τειχοποιῆσαι. ἐν ἐπικαίρῳ χωρίῳ ἐδόκει ἐκτειχίσαι τὴν πόλιν.
ε 647 Ἑκτῆνες: οἱ Βοιωτοὶ οὕτως ὠνομάζοντο.
ε 648 Ἐκτιθέναι τὰ βρέφη: ἀντὶ τοῦ εἰς βορὰν θηρίοις, ἢ καὶ ἄλλως εἰς διαφθορὰν παρατιθέναι ἐπ’ ἐρημίαις.
ε 649 Ἑκτικός: σχετικός. καὶ Ἑκτικῶς, ἐπίρρημα, σχετικῶς.
ε 650 Ἐκτῖλαι: ἀποσπάσαι.
ε 651 Ἐκτιλούμενοι: συνήθεις. ἐπεὶ ὁ κτίλος ὁ ἡγούμενος τῆς ποίμνης κριὸς συνήθης τῷ ποιμένι.
ε 652 Ἐκτιμᾶται: ἀντὶ τοῦ ἐπιτέταται· ηὔξηται κατὰ τιμήν.
ε 653 Ἐκ τιμημάτων: δʹ Ἀθήνησι τιμήματα ὑπὸ Σόλωνος γέγονε, Πεντακοσιομεδίμνων, Ἱππέων, Ζευγιτῶν, Θητῶν.
ε 654 Ἔκτιμος. καὶ Ἐκτίμους, ἔξω καὶ ἐκτὸς τῆς τιμῆς. ἐκ‐ τίμους ἴσχουσα πτέρυγας ὀξυτόνων γόων.
ε 655 Ἐκτίνων· δοτικῇ. ἀποδιδούς. τῇ μητρὶ γῇ τὸ χρέος ἐκτίνων τὸν ναυηγὸν θάπτει. καὶ Ἐκτιννύων, ἀποδιδούς.
ε 656 Ἐκτιναγμὸς καὶ ἀναβρασμὸς γῆς· ἀναβρασμὸς μὲν γῆς, ὅταν καχλάζῃ μετὰ κινήματος, ἐκτιναγμὸς δέ, ὅταν ἀναρριπτῆται.
ε 657 Ἐκτῖσαι: ἀποδοῦναι.
ε 658 Ἔκτισε: κατέστησε, κατέταξεν.
ε 659 Ἐκτίσει: ἀποδώσει. ὁ δὲ καθ’ ὑμᾶς βασιλεὺς ἐκτίσει μοι δίκας ἐν δέοντι.
ε 660 Ἐκ τιτυννῶν: ἐκ μικρᾶς ἡλικίας.
ε 661 Ἐκτολυπεύσας: ἐργασάμενος. καὶ Ἐκτολυπεῦσαι, πλη‐ ρῶσαι. ἡ μεταφορὰ ἀπὸ τῆς τολύπης, τοῦ κατειργασμένου ἐρίου.
ε 662 Ἐκτομίας: εὐνοῦχος.
ε 663 Ἔκτοπα: ξένα.
ε 664 Ἐκτόπια: τὰ κεχωρισμένα. ἐκτόπια πολισμάτια τῶν γραφομένων καὶ παραγγελλομένων.
ε 665 Ἐκτοπίζω: πόρρω διάγω. τὸν πολιτισμὸν ἐκτοπίζων ἐν Ἀκαδημίᾳ διέτριβεν.
ε 666 Ἐκτόπιος: ἀπὸ ξένου τόπου. ἐκτόπιος συθείς. τουτέστιν ὁρμήσας.
ε 667 Ἐκτοπίσαι: μακρὰν καταστῆσαι. ἀεὶ διὰ τοῦ ι.
ε 668 Ἐκτοπισμός: πόρρω διαγωγή. οἱ δὲ φοβούμενοι τὸν εἰς Ἰταλίαν ἐκτοπισμὸν ἐν ταῖς ὁδοιπορίαις διεδίδρασκον.
ε 669 Ἔκτοπον: παρηλλαγμένον, βίαιον, μέγα. Ἀριστοφάνης· ἔστι τι δένδρον πεφυκὸς ἔκτοπόν τι, Καρδίας ἀπωτέρω, Κλεώνυμος· χρήσι‐ μον μὲν οὐδέν, ἄλλως δὲ δεινὸν καὶ μέγα. τοῦτο μὲν οὖν ἦρος ἀεὶ βλαστάνει καὶ συκοφαντεῖ, τοῦτο δὲ χειμῶνος πάλιν τὰς ἀσπίδας φυλ‐ λοροεῖ. δένδρῳ ἀπεικάζει τὸν Κλέωνα, ἢ ὡς μέγαν ἢ ὡς ἀναίσθητον, παρὰ τὸ Ὁμηρικόν. Καρδία δὲ πόλις. καὶ Καρδιανοί, οἱ πολῖται. διὰ τὸ ἀκάρδιον δὲ τοῦτό φησιν.
ε 670 Ἔκτοπος: παρηλλαγμένη, ἀφόρητος. τοῖς δὲ Κελτοῖς παρέστη ἔκτοπος ἡλίκη πρὸς τὸ παράδοξον ὀργή. ἀντὶ τοῦ μεγίστη ὅση.
ε 671 Ἐκτόπως: μεγάλως, ἀπρεπῶς. παρηλλαγμένως, ἀφορήτως. ἄρκτος φιλεῖν ἄνθρωπον ἐκτόπως ηὔχει. εἶθ’ ὕστερον ἐρασθεῖσα αὐτοῦ ἐν παραβύστῳ. Ἐκτόπως, ὑπερβαλλόντως. πρὸς τὴν ἐπι‐ πλοκὴν τῆς κόρης ἔχαιρεν ἐκτόπως.
ε 672 Ἐκτοπώτατον: ἐξεστραμμένον.
ε 673 Ἐκτορμεῖν: τὸ ἐκ τοῦ καθήκοντος δρόμου ἐκβαίνειν.
ε 674 Ἐκτὸς ἰόντας: ἐξερχομένους.
ε 675 Ἐκτὸς πηλοῦ πόδας ἔχειν: ἐπὶ τῶν ἔξω κινδύνου καθεστώ‐ των. ὅμοιόν ἐστι καὶ τό, ἐπὶ ξηροῦ.
ε 676 Ἐκ τοῦ γεύματος γινώσκω: ἐπὶ τῶν ἐκ μικροῦ πολλά τινα καταλαμβανόντων.
ε 677 Ἐκ τοῦ ἐπιπλεῖστον.
ε 678 Ἐκ τοὔμπαλιν: ἐκ τοῦ ἐναντίου.
ε 679 Ἐκ τοῦ παραχρῆμα: ἐκ τοῦ ταὐτομάτου.
ε 680 Ἐκ τοῦ παρείκοντος: ἐκ τοῦ ἐνδιδοῦντος, ἐκ τοῦ ἐπιτυγχάνοντος.
ε 681 Ἐκ τῶν παρόντων: ἐκ τῶν φθασάντων γενέσθαι. νικώμενοι οὖν ἐκ τῶν παρόντων ἄκος αἰτοῦσι παρὰ τοῦ θεοῦ καὶ ἐρωτῶσι τὴν Πυθίαν.
ε 682 Ἐκ τῶν παρόντων καὶ ὡς ἐκ τῶν παρόντων: ἐκ τῶν ὑπαρχόντων καὶ ἐνεστηκότων καὶ εὐπορουμένων.
ε 683 Ἕκτωρ: ὁ ἥρως. ἐχέτωρ τις ὤν. καὶ Ἑκτορίδης, ὁ υἱὸς τοῦ Ἕκτορος. ἐπὶ δὲ κλητικῆς, ὦ Ἕκτορ, διὰ τοῦ ο μικροῦ.
ε 684 Ἐκτραορδιναρίου: Ῥωμαϊκὴ λέξις. δηλοῖ δὲ ἐπιλέκτους.
ε 685 Ἐκτραγῳδῶ· αἰτιατικῇ.
ε 686 Ἐκτραχηλίζω. καὶ Ἐκτραχηλισθῶσι, τοὺς τραχήλους συγκλασθῶσιν. ἱππασίας μετὰ θορύβου γενομένης πολλοὶ μὲν τῶν ἱππέων ἐκτραχηλισθῶσι, πλείους δὲ τῶν ἵππων ἐξαδυνατήσουσιν, οἱ μὲν ὑπερπνιγεῖς γενόμενοι, οἱ δὲ ὑπέρπονοι.
ε 687 Ἐκτρέπω· αἰτιατικῇ.
ε 688 Ἐκτριβήσεται: διατρίψει ἐν τοῖς κακοῖς· ἢ ἀπολεῖται. ἡ μετα‐ φορὰ ἀπὸ τῶν σμηχομένων ἀργυρῶν ἢ χαλκῶν ἢ ἄλλων τοιούτων σκευῶν, ἅπερ ἐν τῷ πλύνεσθαι σφόδρα τριβόμενα ἐλαττοῦται. Σοφο‐ κλῆς· σοῦ γὰρ οὐκ ἔστι βροτῶν κάκιον ὅστις ἐκτριβήσεταί ποτε.
ε 689 Ἐκτρίβω· αἰτιατικῇ.
ε 690 Ἐκ τριχὸς κρέμαται: παροιμία ἐπὶ τῶν σφόδρα κινδυνευόντων.
ε 691 Ἐκτρυπῆσαι: ἐξελθεῖν μετὰ βίας.
ε 692 Ἐκτρυχωθείς: ἐκπιασθείς, ἐκφθαρείς.
ε 693 Ἐκτυπώτερον: φανερώτερον.
ε 694 Ἐκτυποῖ: ἐξομοιοῖ.
ε 695 Ἐκκυβεύειν: ῥιπτεῖν ἑαυτὸν εἰς κίνδυνον. οἰσάμενος κατὰ τὸν ποιητὴν δόλον εἶναι οὐδαμῶς ἔκρινεν ἐκκυβεύειν οὐδὲ παραβάλλεσθαι τοῖς ὅλοις· ἦγε τὴν ἡσυχίαν ἐπὶ τῷ χάρακι. καὶ αὖθις· ἔδοξε τοῖς Καρχηδονίοις ἐκκυβεύειν καὶ παραβάλλεσθαι. ἔστι δὲ καὶ παροιμία· Ἐρρίφθω κύβος.
ε 696 Ἐκύει: ἐνεκυμόνει, ἐν γαστρὶ εἶχεν. ὁ δὲ ἔκρυπτε καὶ ἐξ‐ ειπεῖν τὴν ὠδῖνα ἣν ἐκύει οὐκ ἐτόλμα.
ε 697 Ἐκύησεν: ἐγέννησεν.
ε 698 Ἐκύκα: ἐτάρασσεν.
ε 699 Ἐκκυκλεῖ: ἐκκαλύπτει. καὶ Ἐκκυκλούμενος, ἐκκύκλημα ἔχων.
ε 700 Ἐκυλινδεῖτο πρὸ τῶν ποδῶν αὐτοῦ.
ε 701 Ἔκυλος: εἶδος βοτάνης, ἄκυλος δὲ τῆς πρίνου ὁ καρπός.
ε 702 Ἐκκυμανθῆναι: ἐκ τοῦ κύματος τῷ λιμένι προσορμισθῆναι.
ε 703 Ἑκυρά: ἡ πενθερά. καὶ Ἑκυρός, ὁ πενθερός.
ε 704 Ἐκύρουν: ἐτύγχανον. βωμῷ θύων ἐκύρουν. Ἠκύρουν δὲ ἀντὶ τοῦ ἀβέβαια ἐποίουν.
ε 705 Ἐκφανεστάτας: πάνυ λαμπράς. Πολύβιος· τὸ γὰρ μάλιστα λυποῦν ἀεὶ τῶν ἐν χερσὶν ὄντων ἐκφανεστάτας ἔχει τὰς χαράς.
ε 706 Ἐκφαντορία: ἐκφανῶς φανερῶσαι.
ε 707 Ἐκφαυλίζων: εὐτελίζων.
ε 708 Ἐκφέρεται: λέγεται, ἢ ἐκκομίζεται.
ε 709 Ἐκφεύγω· αἰτιατικῇ.
ε 710 Ἐκφθαρείς: ἐξελθών. οὕτω λέγεται τὸ ἐπὶ κακῷ ἐξελθεῖν. Εἰσφθαρεὶς δὲ τὸ ἐπὶ κακῷ εἰσελθεῖν που.
ε 711 Ἐκφοβῶ· αἰτιατικῇ.
ε 712 Ἐκφοράν: ταφήν. ἐκ τοῦ ἐπὶ μνήματος ἐκφέρεσθαι.
ε 713 Ἔκφορος· αἰσθάνομαι γινόμενος ὑπὸ τοῦ πάθους ἔκφορος. τουτέστι παράφορος.
ε 714 Ἐκφορούμενοι: ἐκκενούμενοι.
ε 715 Ἐκφρησθέντων: ἐκβληθέντων. ἐκφρησθέντων δὲ τῶν Ἐπι‐ κούρων ἐκ τῆς πόλεως τοὺς ἱερεῖς ἐκκαθῆραι τὰ ἱερά. οἱ δὲ περι‐ χαρείας αὐτίκα ὑπεπλήσθησαν τῷ μὴ ἐκφρησθῆναι ἐκφαυλισθέντα καὶ ἀτιμασθέντα ὑπὸ τοῦ θεοῦ αὐτόν.
ε 716 Ἐκφρονῶ· γενικῇ.
ε 717 Ἐκφρόνως: ἀνοήτως.
ε 718 Ἔκφρων: ἐξεστηκώς, παραπαίων, ἔξω φρενῶν. ὁ δὲ ὑπὸ μέθης ἔκφρων γενόμενος.
ε 719 Ἔκφυλον: ἀλλόφυλον. ἄηθες, ξένον. ὀθνεῖον καὶ πάντη ἔκφυλον.
ε 720 Ἔκφυλος: ξένος, παρηλλαγμένος. Αἰλιανός· ἑκάτερος δι’ ἁρπαγῆς τὴν κόρην ποιήσασθαι ἐμαίνοντο. πόλεμος οὖν ἔκφυλος ἐγένετο καὶ ἐνακμάζει καὶ μάλα ἀδόκητος, οὐκ ἔχων οὔτε γενναίαν οὔτε εὐπρεπῆ τὴν ὑπόθεσιν.
ε 721 Ἐκφυλλοφορεῖν: οἱ ἀρχήν τινα ἄρξαντες, ἂν εὐθυνόμενοι ὑπὸ τῆς βουλῆς ἁλῶσιν, ἐν φύλλοις ἐλαίας τὰ ὀνόματα αὐτῶν ἐν‐ έγραφον οἱ βουλευταί, καὶ καθιᾶσιν εἰς τοὺς ἐχίνους. ἅμα τε ἡ περὶ αὐτῶν πίστις προσενεγράφετο τοῖς φύλλοις.
ε 722 Ἐκφυλλοφορῆσαι καὶ Ἐκφυλλοφορία· εἴ ποτέ τις τῶν πολιτῶν ἀδικεῖν ἐδόκει καὶ ἀνάξιος εἶναι τοῦ συνεδρίου τῶν φʹ, ἐσκόπει ἡ βουλὴ περὶ αὐτοῦ, εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν, ἀλλ’ ἐλαθῆναι καὶ τοῦ συνεδρίου. ἀντὶ δὲ τῆς ψήφου φύλλοις ἐπεσήμαινε τὴν αὑτοῦ γνώμην ἕκαστος, ὥσπερ ὀστράκῳ ἐπὶ τοῦ ὀστρακισμοῦ, καὶ ἐλέγετο τοῦτο ἐκφυλλοφορῆσαι καὶ ἐκφυλλοφορία. οὕτω Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας.
ε 723 Ἐκφῦναι: ἐκγεννηθῆναι.
ε 724 Ἐκφύς.
ε 725 Ἔκφυσιν: βλάστησιν, ἢ γονήν.
ε 726 Ἐκφοιτᾷ: ἐξέρχεται.
ε 727 Ἐκ χειρὸς βοηθεῖν τοῖς πράγμασι· Πολύβιος. ἀντὶ τοῦ μετὰ πάσης ἐπιμελείας, ἐπιτεταμένως, συντόνως.
ε 728 Ἐκχοΐζω: τὸ σκάπτω.
ε 729 Ἐλάα: ὁ καρπός, Ἐλαία δὲ τὸ δένδρον. ὅτι τὴν ἐν τῷ δένδρῳ πεπανθεῖσαν ἐλάαν γιγέριμον ἔλεγον· παρ’ ἡμῖν δὲ ῥουπάταν.
ε 730 Ἐλάαν: ἐλαύνειν. καὶ Ἐλάειν ὁμοίως.
ε 731 Ἐλαγοθήρει: ἐκυνηγέτει, λαγοὺς ἐθήρα.
ε 732 Ἑλλάδιος, Ἀλεξανδρεύς, γραμματικός, γεγονὼς κατὰ Θεοδόσιον τὸν βασιλέα τὸν νέον. Λέξεως παντοίας χρῆσιν κατὰ στοιχεῖον, Ἔκ‐ φρασιν φιλοτιμίας, Διόνυσον ἢ Μοῦσαν, Ἔκφρασιν τοῦ λουτροῦ Κων‐ σταντιανῶν, Ἔπαινον Θεοδοσίου τοῦ βασιλέως.
ε 733 Ἐλαΐδας: ἐλαίας δένδρη.
ε 734 Ἐλαϊτή: πόλις.
ε 735 Ἐλάκησε: μέσος ἐσχίσθη. Ἐλάκησε δὲ ἐκτύπησεν, ἀνεκροτάλησεν. Ἐλάκκισε δὲ λάκκους ὤρυξεν.
ε 736 Ἐλακωμάνουν: τῆς τῶν Λακώνων ἤρων πολιτείας. ἐμνήσθη δὲ αὐτῶν διὰ τὸ ὑπερέχειν τότε τοὺς Λάκωνας τῷ πολέμῳ.
ε 737 Ἔλαμψαν αὐτῶν τὰ ἔργα: ἀντὶ τοῦ φανεροὺς αὐτοὺς ἐποίησαν.
ε 738 Ἑλλάνικος, Μιλήσιος, ἱστορικός. Περίοδον γῆς, καὶ ἱστορίας.
ε 739 Ἑλλάνικος, Μιτυληναῖος, ἱστορικός, υἱὸς Ἀνδρομένους, οἱ δὲ Ἀριστομένους, οἱ δὲ Σκάμωνος· οὗ ὁμώνυμον ἔσχεν υἱόν. διέτριψε δὲ Ἑλλάνικος σὺν Ἡροδότῳ παρὰ Ἀμύντᾳ τῷ Μακεδόνων βασιλεῖ κατὰ τοὺς χρόνους Εὐριπίδου καὶ Σοφοκλέους· καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐπέβαλε, γεγονότι κατὰ τὰ Περσικὰ καὶ μικρῷ πρός. ἐξέτεινε δὲ καὶ μέχρι τῶν Περδίκκου χρόνων καὶ ἐτελεύτησεν ἐν Περπερηνῇ τῇ κατ’ ἀντικρὺ Λέσβου. συνεγράψατο δὲ πλεῖστα πεζῶς τε καὶ ποιητικῶς.
ε 740 Ἑλλανοδίκαι: οἱ κριταὶ οἱ καθήμενοι εἰς τοὺς ἀγῶνας. Εὐνάπιος· οὕτω καὶ τότε ὁ μέγιστος Ἑλλανοδίκης Γαϊνᾶς τὸν Ῥω‐ μαϊκὸν ὄλεθρον ἠθλοθέτει.
ε 741 Ἑλλανοδίκαι: τὸ μὲν πρῶτον ἕνα καθίστων Ἑλλανοδίκην οἱ Ἠλεῖοι, εἶτα δύο, τελευταῖον δὲ θʹ. Ἀριστόδημος δὲ ὁ Ἠλεῖος τοὺς τελευταίους τιθέντας τὸν ἀγῶνα ιʹ εἶναι Ἑλλανοδίκας, ἀφ’ ἑκάστης φυλῆς αʹ.
ε 742 Ἐλαολόγοι· ὥσπερ ἐλαολόγοι χωρεῖθ’ ἅμα τῷ τὸν μισθὸν ἔχοντι.
ε 743 Ἐλαολόγοι: οἱ τὰς ἐλάας συλλέγοντες. Ἐλαία, τὸ δένδρον, Ἐλάα δὲ ὁ καρπός.
ε 744 Ἐλάσαι καὶ Εἰσελάσαι.
ε 745 Ἐλασίβροντ’ ἀναρρηγνὺς ἔπη· Ἀριστοφάνης. τῆς ἀρχῆς Πινδάρου· ἐλασίβροντε παῖ Ῥέας· ἀντὶ τοῦ ὡς ὑπὸ βροντῆς ἐλαυνό‐ μενα, τουτέστι μεγαληγορῶν καὶ ὑπερόγκοις χρώμενος ῥήμασι καὶ γέμουσι ψόφου. ἤτοι διὰ τὴν φωνὴν σκώπτει τὸν Κλέωνα, ὅτι τραχέως ἐφθέγγετο, ἢ ὡς ταχέως.
ε 746 Ἐλασμὸς μολίβδου· εἰς ἐλασμοὺς μολίβδων γράφοντες.
ε 747 Ἐλαστρηθείς: βιασθείς, κινηθείς. Ζανὸς ἐλαστρηθεὶς γυιοπαγεῖ νιφάδι.
ε 748 Ἐλάτεια: πόλις μεγίστη τῶν ἐν Φωκεῦσιν. ἔνιοι δὲ διὰ τοῦ ρ προφέρουσιν Ἐλάτρειαν δοκοῦντες ἄμεινον γράφειν.
ε 749 Ἐλάτειραν: ἀπελαστικήν.
ε 750 Ἐλατήρ: πλακουντῶδες πέμμα πλατύ· ἔνθεν καὶ ἡ ἐπωνυμία παρὰ τὸ ταῖς χερσὶν ἐλαύνεσθαι εἰς πλάτος. ἢ ἄρτος πλατύς, ἐν ᾧ τὸ ἔτνος ἐτίθεσαν καὶ προσῆγον τοῖς βωμοῖς. εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης ἔξοχον, ὃν μουσῶν ἐννέ’ ἀριθμὸς ἔχει. εἰσὶ δὲ καὶ λαγαρώδεις παρὰ τὸ λαγαρόν. καὶ πέλανοι παρ’ Εὐρι‐ πίδῃ. καὶ Ἐλατῆρος, πέμματος εἶδος ἀζύμου. Εὐριπίδης δὲ πεπτά.
ε 751 Ἐλατῆρι: ἡνιόχῳ.
ε 752 Ἐλαττοῦμαι· γενικῇ.
ε 753 Ἐλαύνωσιν· αἰτιατικῇ. ὄγμον ἐλαύνωσι. τύπτωσι. τίθησιν ἐπὶ τῆς ἐκ χειρὸς πληγῆς τὸ ἐλάσαι Ὅμηρος.
ε 754 Ἐλάφειον: τὸ τῆς ἐλάφου κέρας καὶ κρέας. καὶ Ἐλάφειος ἀνήρ, ἐπὶ τοῦ δειλοῦ. ἐκ μεταφορᾶς τοῦ ζῴου· δειλὸν γὰρ ἡ ἔλαφος.
ε 755 Ἐλαφηβόλος: ὁ κυνηγός. καταχρηστικῶς.
ε 756 Ἐλαφρία: ἡ ὀλιγότης.
ε 757 Ἐλαφρίζω: ἀνασηκῶ.
ε 758 Ἐλαφροτάτους: ἐν ἐπαίνῳ λέγουσι τὸ ὄνομα οἱ παλαιοί· ἀντὶ τοῦ πραοτάτους, κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτου καὶ φορτικωτάτου.
ε 759 Ἐλάχεια.
ε 760 Ἐλάχιστος: οὕτως ἐκάλεσεν ὁ Χριστὸς τὸν ἐπίγειον πλοῦτον. φησὶ γάρ· ὁ πιστὸς ἐν ἐλαχίστῳ. τουτέστιν ὁ καλῶς εἰδὼς βιοῦν καὶ τὸν πλοῦτον τὸν ἐπίγειον, ὃν καὶ Μαμωνᾶν ἐκάλεσεν, εἰς τοὺς ἐνδεεῖς δαπανῶν, ὁ τοιοῦτος ὁ ἐν τῷ ἐλαχίστῳ πιστὸς εὑρισκόμενος καὶ ἐν πολλῷ πιστὸς ἔσται, τουτέστιν ἐν τοῖς θείοις χαρίσμασιν. ὁ δὲ ἐν τῷ πλούτῳ τούτῳ ἄδικος γενόμενος καὶ εἰς ἑαυτὸν μόνον συντηρῶν αὐτόν, δηλονότι καὶ ἐν τοῖς θείοις χαρίσμασιν ἄδικος εὑρεθήσεται. ἀλλότριον δὲ τὴν τῶν χρημάτων περιουσίαν ὠνόμασεν· ἐπειδὴ οὐ γεγεννήμεθα μετὰ πλούτου, γυμνοὶ δὲ μᾶλλον· καὶ ὡς ἀληθῶς οὐδὲν εἰσηνέγκαμεν καὶ οὐδὲν ἐξενεγκεῖν δυνάμεθα.
ε 761 Ἔλγη: πόλις.
ε 762 Ἐλδυνομένους· πρωίοις ἰούλοις ἐλδυνομένους καὶ γενείοις ταχέσιν.
ε 763 Ἐλαιᾷ: διεγείρει. καὶ Ἐλαιώμενος, διεγειρόμενος.
ε 764 Ἐλαία: τὸ δένδρον. Ἐλάα δὲ ὁ καρπός.
ε 765 Ἐλαιόδευστος: ἡ ἐλαίῳ διάβροχος.
ε 766 Ἔλαιον ἄγριον: τὸν ἀγριέλαιον.
ε 767 Ἐλαιών, ἐλαιῶνος: τὸ περιεκτικόν. λύσις ὀνείρου· ὁρῶν ἔλαιον ἐκφύγῃς πᾶσαν βλάβην.
ε 768 Ἐλέα, ὄνομα πόλεως. πατρὶς Ζήνωνος. αὕτη πρότερον Ὕλη ἐκαλεῖτο, Φωκαέων οὖσα ἀποικία, πόλις εὐτελὴς καὶ μόνον ἀγαθοὺς ἄνδρας τρέφειν δυναμένη· ἣν ἠγάπησε μᾶλλον τῆς Ἀθηναίων μεγαλ‐ αυχίας, οὐκ ἐπιδημήσας τὰ πολλὰ πρὸς αὐτούς, ἀλλ’ αὐτόθι κατα‐ βιούς. τὸ δὲ ἐθνικὸν Ἐλεάτης· λέγεται δὲ καὶ ἑτέρα πόλις Ἐλαία διὰ διφθόγγου, ἧς ὁ πολίτης Ἐλαΐτης. καὶ κόλπος οὕτω καλούμενος.
ε 769 Ἕλεα: τὰς πόλεις τὰς ἱδρυμένας ἐφ’ ἕλεσι. καὶ Ἑλεάτης, ὁ ἀπὸ τῆς πόλεως.
ε 770 Ἑλλεβοριᾶν: τὸ ἐλλεβόρου δεῖσθαι ὡς φαρμάκου. οὕτω Καλ‐ λίας. καὶ Ἑλλεβορίζω· αἰτιατικῇ.
ε 771 Ἑλλέβορον: εἶδος βοτάνης φαρμάκου, τὸ παρὰ τοῖς ἰατροῖς καρπὶν λεγόμενον.
ε 772 Ἐλεγείνειν: τὸ παραφρονεῖν τινες τῶν παλαιῶν, καὶ τὸ ἐλεγεῖον μέτρον ἀπὸ τούτου κληθῆναί τινες νομίζουσιν, ὅτι Θεοκλῆς Νάξιος ἢ Ἐρετριεὺς πρῶτος αὐτὸ ἀνεφθέγξατο μανείς.
ε 773 Ἐλεγεῖον: μέτρον τι. καὶ Ἐλεγείαν θηλυκῶς.
ε 774 Ἔλεγος: θρῆνος. ἀπὸ τοῦ ἒ ἒ λέγειν. ἢ οἱ πρὸς αὐλὸν ᾀδόμενοι θρῆνοι· τὸν γὰρ αὐλὸν πένθιμον ὑπειλῆφθαι. ἢ ὅτι πρὸς αὐλὸν ᾔδοντο οἱ θρῆνοι, τουτέστιν οἱ ἔλεγοι. τὸν δὲ αὐλὸν ὕστερον ἐπικήδειον Μίδαν, φασί, τὸν Γορδίου βασιλεύοντα περιβώμιον ποιῆσαι βουλόμενον τὴν ἑαυτοῦ μητέρα ἀποθεῶσαι τελευτήσασαν.
ε 775 Ἐλέγχεια.
ε 776 Ἐλέγχιστος: ἐπονείδιστος.
ε 777 Ἐλέγχομεν: ἀντὶ τοῦ κακολογοῦμεν. νυκτὶ δ’ ὅλῃ βασιλῆας ἐλέγχομεν. καὶ ἔργα δὲ χεῖρας ἐλέγχει.
ε 778 Ἔλεγχος: αἰσχύνη. καὶ Ἐλέγχω σε.
ε 779 Ἐλεδανός: ὁ δεσμός.
ε 780 Ἐλεδώνη: εἶδος πολύποδος. ἥτις ἔχει μίαν κοτυληδόνα καί ἐστιν ἑπτάπους, ὥς φησιν Αἰλιανός. ἔστι δὲ τὸ λ περισσόν. καλεῖται δὲ ἐλεδώνη ἀπὸ τοῦ ἑαυτὴν ἔδειν, ὅ ἐστιν ἐσθίειν. καὶ Ἡσίοδος· ὅτ’ ἀνόστεος ὃν πόδα τένδει.
ε 781 Ἐλεεινός: ὁ ἐλέους ἄξιος. ἐλεεινοὶ τοῦ πάθους, ἀξιέπαινοι τῆς ἀρετῆς γενόμενοι, μέγα γὰρ πάθος Ῥωμαίοις τοῦτο ἐγένετο καὶ πλήθους ἕνεκα καὶ πανωλεθρίας, καὶ τὴν ἡμέραν ἀποφράδα τίθενται.
ε 782 Ἐλεεινῶς: οἰκτρῶς, ἀθλίως.
ε 783 Ἐλεηλάτουν: ἠφάνιζον.
ε 784 Ἐλεήμων, ἐλεήμονος. ἀντὶ τοῦ ἥττων. οἴμ’, ὡς ἐλεήμων εἴμ’ ἀεὶ τῶν χρυσίδων. καὶ συστέλλει.
ε 785 Ἐλεημοσύνη· ὅτι ἀποστέρησίς ἐστι, τὸ τὰ ἀλλότρια λαβόντας κατέχειν· καὶ ὅταν ἐλεημοσύνην μὴ παράσχωμεν, ἐν ἴσῳ τοῖς ἀποστεροῦσι κολαζόμεθα.
ε 786 Ἐλελεῦ: ἐπίφθεγμα πολεμικὸν τὸ ἐλελεῦ. καὶ γὰρ οἱ προσιόντες εἰς πόλεμον τὸ ἐλελεῦ ἐφώνουν μετά τινος ἐμμελοῦς κινήσεως· καθὸ καὶ Ἀχαιὸς Ἐρετριεὺς ἐν τῷ Φιλοκτήτῃ ποιεῖ τὸν Ἀγαμέμνονα παρ‐ αγγέλλοντα τοῖς Ἀχαιοῖς· ὥρα βοηθεῖν ἐστίν· ἐγὼ δ’ ἡγήσομαι. προσλαβέτω τις χεῖρα φασγάνου λαβῆς, σάλπιγγι δ’ ἄλλος ὡς τάχος σημαινέτω· ὥρα ταχύνειν, ἐλελεῦ. μήποτε καὶ τὸ Καλλιμάχειον, θεῷ τ’ ἀλάλαγμα νομαῖον δοῦναι, τοιοῦτόν ἐστιν. Ἀριστοφάνης Ὄρνισιν· ἐλελεῦ. χώρει, κάθες τὸ ῥύγχος, οὗ μένειν ἐχρῆν.
ε 787 Ἐλελιξάμενος: ἐπιστραφείς.
ε 788 Ἐλελίχθησαν: συνεστράφησαν.
ε 789 Ἑλένη, βασίλισσα, μήτηρ τοῦ μεγάλου Κωνσταντίνου, πάσῃ ἀρετῇ κεκοσμημένη. εἶχε δὲ καὶ χριστομίμητον ταπεινοφροσύνην πρὸς πάντας μέν, διαφερόντως δὲ πρὸς τὸ ἱερὸν τῶν μοναζόντων σχῆμα. τὰς γάρ τοι διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρουσα πολλάκις καὶ ἐπὶ στιβάδος κατακλίνουσα αὐτὴ δι’ ἑαυτῆς καθυπούργει ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ ὕδωρ ταῖς χερσὶν αὐτῶν ἐπιχέουσα θερα‐ παίνης ἔργον ἐπλήρου. οὕτω καὶ τὸν ἀείμνηστον υἱὸν αὐτῆς ἐξ‐ επαίδευεν ἄτυφον ἔχειν φρόνημα, ἀρετῆς καὶ πολιτείας ἀκριβοῦς ἐπι‐ μελεῖσθαι καὶ δουλεύειν τῷ θεῷ μετὰ φόβου καὶ τρόμου. ἐπὶ γὰρ τοῦ μεγάλου Κωνσταντίνου ἐβαπτίσθησαν καὶ οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες καὶ Ἀρμένιοι. ὅτι ἐν τῇ ἁψῖδι τῆς καμάρας τοῦ φόρου ἵστανται βʹ στῆλαι Ἑλένης καὶ Κωνσταντίνου καὶ σταυρὸς ἐν μέσῳ αὐτῶν γράφων· εἷς ἅγιος. καὶ βʹ ταχυδρόμων ὁμοίως στῆλαι· ἀνετέ‐ θησαν δὲ ὑπὸ τοῦ τὸν φόρον ἐπέχοντος.
ε 790 Ἕλενος· ὃς συνέγραψε τὸ χειροσκοπικὸν οἰώνισμα, ὡς ὅταν τῆς ἐκτάσεως τῶν χειρῶν τῆς παλάμης ἀπὸ τῶν ῥυτίδων εἴπωμεν, παιδο‐ ποιεῖ ἤ τι τοιοῦτον.
ε 791 Ἑλεόθρεπτον: τὸ ἐν ἕλει τεθραμμένον.
ε 792 Ἐλεοκόπους: Λυσίας τοὺς τὰ ἕλη κόπτοντας, τοῦ ε παρεμβε‐ βλημένου, ὡς τὸ ἑλεόθρεπτον σέλινον παρὰ Ὁμήρῳ. μήποτε δὲ παρὰ τὸ ἐλεόν, ὅπερ ἐστὶ ξύλινον, γεγένηται τοὔνομα.
ε 793 Ἔλεος: ἀρσενικῶς ἡ ἐλεημοσύνη. Ἐλεὸς δὲ ὀξυτόνως, ἡ μαγειρικὴ τράπεζα. Ἀριστοφάνης· ἴθι δή, κάθελ’ αὐτοῦ τοὐλεόν. τουτέστι τὸ μαγειρικὸν τραπέζιον. Ὅμηρος· βάλλον δ’ εἰν ἐλεοῖσιν. ἔστι δὲ ἐλεὸς καὶ εἶδος ὀρνέου.
ε 794 Ἐλεοῦντα: πόλις ἐστὶν ἐν Χεροννήσῳ τῆς Θρᾴκης. Ἐλεοῦς δέ ἐστιν ἡ εὐθεῖα.
ε 795 Ἐλέου βωμός.
ε 796 Ἐλεπτύνθαι.
ε 797 Ἐλεών: ὄνομα πόλεως.
ε 798 Ἐλεῶ σε· αἰτιατικῇ,
ε 799 Ἑλεπόλεις: μηχανήματα πόλεις πορθοῦντα.
ε 800 Ἔλλερα ἔργα: φόνια, χαλεπά, κακά.
ε 801 Ἑλέσθαι: θέλειν.
ε 802 Ἑλετή: αἱρεθῆναι δυναμένη.
ε 803 Ἐλεύθεραι αἶγες ἀρότρων: παροιμία ἐπὶ τῶν βάρους τινος ἢ κακῶν ἀπηλλαγμένων.
ε 804 Ἐλευθέριος: ὁ Ζεὺς διὰ τοῦτο ἐκλήθη, διὰ τὸ τοὺς ἐξελευθέρους τὴν στοὰν οἰκοδομῆσαι τὴν πλησίον αὐτοῦ. οὕτως μὲν Ὑπερίδης. ὁ δὲ Δίδυμος οὐ διὰ τοῦτό φησιν, ἀλλὰ διὰ τὸ τῆς Μηδικῆς δουλείας καὶ ἐπικρατείας ἀπαλλαγῆναι τοὺς Ἀθηναίους. τὸν ἐλευθέριον τινὲς εἰς τὸν ἄσωτον μεταλαμβάνουσιν· καὶ ζήτει ἐν τῷ ἐγκράτεια.
ε 805 Ἐλευθεριότης: ἡ μὴ κατὰ κιβδηλείαν χάρις. διὰ τὴν πρὸς τὰς δωρεὰς ἐλευθεριότητα· φησὶν Οὐεσπασιανὸς βασιλεὺς Ῥωμαίων. ὁ δὲ τοσοῦτον ἐλευθεριότητος ἐληλάκει ὥστε οὐδὲ ἀπὸ τῆς πολιτείας ἠνέσχετο σίτησιν αὐτῷ παρασκευάσαι καὶ τῆς οἰκίας οὐκ οὔσης μονήρους, ἀλλὰ συχνῆς ἀμηγέπη.
ε 806 Ἐλευθεριώτερος Σπάρτης: διὰ τὸ ἀνυπότακτον καὶ γεν‐ ναῖον φρόνημα. διὸ οὐδὲ τείχη περιεβάλλοντο, νόμοις παιδευόμενοι. ἀλλ’ οὐδὲ ἠθέλησαν ἐκ μάχης ἡττημένοι ὑποστρέψαι οὐδὲ ἐτυραν‐ νήθησαν.
ε 807 Ἐλεύθερος: μόνος ἐλεύθερος ὁ σπουδαῖος, οἱ δὲ φαῦλοι δοῦλοι· εἶναι γὰρ τὴν ἐλευθερίαν ἐξουσίαν αὐτοπραγίας. Ἐλεύθερος γὰρ ὁ ἐλεύθων ὅπου ἐρᾷ. ὅτι τὸν ἐλευθεροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα ἀγαθὸν φαίνεσθαι, πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν τῇ πόλει· οἷος ἦν Γάγγης βασιλεὺς Αἰθιόπων.
ε 808 Ἐλευθεροστομῶ: παρρησιάζομαι. καὶ ἁπλῶς φάναι λόγοις ἐλευθερίοις προσέχειν λʹ ἐτῶν ἤρξατο.
ε 809 Ἐλευθερῶ σε· αἰτιατικῇ. Ἐλευθεροῦμαι δὲ γενικῇ.
ε 810 Ἐλευθήρ: τόπος.
ε 811 Ἐλευσίνια· τοῖς νικῶσι τὰ Ἐλευσίνια ἐδίδοτο ἆθλον. ὠνομάσθη δὲ ἡ πόλις ἀπὸ Ἐλευσίνου τοῦ Ἑρμοῦ. ἄλλοι δὲ ἄλλην αἰτίαν φασὶ καὶ ἑορτὴν εἶναι μόνον τὰ Ἐλευσίνια.
ε 812 Ἐλευσῖνος: ὄνομα κύριον.
ε 813 Ἐλεύσιος καὶ Μαραθώνιος, ὁ μὲν Κυζικηνὸς ὁ δὲ Κωνσταντι‐ νουπολίτης ἤστην, τῆς μὲν ἐν τῷ λέγειν δυνάμεως οὐκ ἐπὶ τοσοῦτον ἀνήκοντες ὥστε μέγα τι καὶ λαμπρὸν ἀπ’ αὐτοῦ δυνηθῆναι εἰς ὄχλων προαγωγήν, τῷ γε μὴν κατεσκληκότι τοῦ βίου καὶ τῇ εἰς μετριότητα πλάσει τῶν ἠθῶν οὕτω δυνηθέντες, ὥστε οὐκ ἐλάχιστα καὶ οὗτοι πλήθη περιεβάλοντο ἀσκητήρια πολυάνθρωπα συστησάμενοι ἀνδρῶν τε καὶ γυναικῶν καὶ ἄλλων οὐχ ἥκιστα πολλῶν εἰς αὑτοὺς ἀνήρτησαν ὄχλον, τῶν τὸ αὐχμηρῶς ζῆν καὶ τὴν ἐν τῇ διαίτῃ σκληραγωγίαν αὐταρκέστατον εὐσεβείας ἔνδειγμα λογιζομένων.
ε 814 Ἐλέφαντα ἐκ μυίας ποιεῖν: ἐπὶ τῶν τὰ ἐλάχιστα ἐπαιρόν‐ των τῷ λόγῳ καὶ μεγάλα ποιούντων. Λουκιανοῦ Μυίας ἐγκωμίῳ· μὴ καὶ δόξω κατὰ τὴν παροιμίαν ἐλέφαντα ἐκ μυίας ποιεῖν.
ε 815 Ἐλεφαντόκωπον: ἀπὸ τῆς λαβῆς τὴν μάχαιραν ἔφη.
ε 816 Ἐλέφαντος οὐδὲν διαφέρεις: ἐπὶ τῶν μεγάλων καὶ ἀν‐ αισθήτων· παρόσον καὶ τὸ ζῷον τοιοῦτον. καὶ Ἐλέφαντα ἐκ μυίας, ἐπὶ τῶν τὰ ἐλάχιστα ἐπαιρόντων τῷ λόγῳ καὶ μεγάλα ποιούντων. ὅτι σούκινοι καὶ ἐλεφάντινοι δακτύλιοι γυναιξίν εἰσι σύμφοροι.
ε 817 Ἐλεφαίρετο: ἐπλανᾶτο, ἐβλάπτετο.
ε 818 Ἐλεφῆραι: βλάψαι, ἀπατῆσαι.
ε 819 Ἔλεψεν: ἐλέπισεν.
ε 820 Ἑλείας πρὸς αὐλῶνας: τουτέστι τὰς ἑλώδεις διώρυχας. ἢ ἑλώδεις τόπους στενούς. ἀπὸ τοῦ ἕλος, ἕλειος, ἑλεία.
ε 821 Ἑλειβάτης.
ε 822 Ἑλεῖν: λαβεῖν.
ε 823 Ἑλειονόμος.
ε 824 Ἕλειος: ὁ κάθυγρος καὶ σύνδενδρος τόπος. καὶ Ἕλειος ὄρνις. καὶ Ἕλειος ᾠδή. σημαίνει καὶ ὄνομα ὄρους.
ε 825 Ἐλλεῖπον: τὸ ἐνδεές. Ἐλλιπὲς δὲ διὰ τοῦ ι. καὶ Ἐλλεί‐ ποντες, Ἐλλιπόντες δέ.
ε 826 Ἐλλείπω· αἰτιατικῇ.
ε 827 Ἐλειποψύχησεν.
ε 828 Ἕλη: ἡ θερμασία. καὶ Ἕλη τυφλά, τὰ ἀπρόοπτα.
ε 829 Ἐληγάτευσε: κατὰ Ῥωμαίους ἀπένειμεν.
ε 830 Ἐλήθετο: ἐπελάθετο.
ε 831 Ἐληΐζοντο: ἐλῃστεύοντο.
ε 832 Ἐλήκτευσε: κατὰ Ῥωμαίους ἀναγνοὺς διώρθωσεν.
ε 833 Ἐλήλακεν: ἐλήλυθεν.
ε 834 Ἐλήλαται: συνέχεται.
ε 835 Ἐληλεγμένον: κατῃσχυμμένον.
ε 836 Ἐληλέδατο: ἐκ τοῦ ἐλεύθω.
ε 837 Ἕλλην: φρόνιμος.
ε 838 Ἑλληνικόν γ’ ἐπένευσαν ἄνδρες οὑτοιΐ: Ἀριστοφάνης. ὡς διαφέροντος καὶ τοῦ νεύματος τοῦ Ἑλληνικοῦ.
ε 839 Ἑλλήνιος στρατός. καὶ Ἑλλήνιος γλῶσσα.
ε 840 Ἑλληνοκοπεῖν.
ε 841 Ἑλληνοταμίαι: οἱ τὰ ἐκ τῶν φόρων χρήματα φυλάσσοντες, ἃ πρότερον κοινῇ οἱ Ἕλληνες ἐν Δήλῳ ἀπετίθεντο, οὕτως ἐκαλοῦντο.
ε 842 Ἑλληνοταμίαι· παραλαβόντες γὰρ οἱ Ἀθηναῖοι τὴν ἡγεμονίαν ἑκόντων τῶν ξυμμάχων διὰ τὸ Παυσανίου μῖσος, ἔταξαν ἅς τε ἔδει παρέχειν τῶν πόλεων χρήματα πρὸς τὸν βάρβαρον καὶ ἃς ναῦς· πρόσχημα γὰρ ἦν ὧν ἔπαθον δῃοῦντες τὴν βασιλέως χώραν. καὶ Ἑλληνοταμίαι κατέστη τοῖς Ἀθηναίοις πρώτη ἀρχή.
ε 843 Ἑλληνοταμίαι: ἀρχή τις ἦν· οἳ διεχείριζον τὰ πράγματα. υʹ τάλαντα καὶ ξʹ ἐτάχθη ὁ φόρος ὑπὸ Ἀριστείδου τοῦ δικαίου.
ε 844 Ἕλῃς: αὐθυπότακτον.
ε 845 Ἑλλήσποντος.
ε 846 Ἐλιάσθη: ἐξέκλινεν.
ε 847 Ἑλιγμός: ἡ συστροφή.
ε 848 Ἕλικας: τὰ περὶ τοὺς καρποὺς ψέλια, ἢ ἐνώτια.
ε 849 Ἑλίκη: πόλις.
ε 850 Ἑλικών: ὄρος.
ε 851 Ἑλικώνιος, σοφιστής, Βυζάντιος. χρονικὴν ἐπιτομὴν ἀπὸ τοῦ Ἀδὰμ μέχρι τῶν χρόνων Θεοδοσίου τοῦ μεγάλου ἐν βιβλίοις ιʹ.
ε 852 Ἑλικώνιος, ἀστρονόμος. Ἀποτελεσματικά, Περὶ διοσημείων καὶ ἄλλα πολλά.
ε 853 Ἑλικῶπις: εὐόφθαλμος. καὶ Ἑλίκωψ, εὐόφθαλμος.
ε 854 Ἑλικώτατον ὕδωρ: τὸ ἑλικοειδῆ ἔχον τὴν ῥεῦσιν· ἢ διαυγές.
ε 855 Ἑλίκωψ.
ε 856 Ἑλλικτήρ· εἶδος ἐνωτίου. Καὶ Ἑλλικτῆρες ὁμοίως.
ε 857 Ἐλλιμενίζω.
ε 858 Ἐλινιῶ: ὑμνῶ.
ε 859 Ἔλινος καρπός.
ε 860 Ἐλινύειν: ἡσυχάζειν. βραδύνειν.
ε 861 Ἐλινύειν: στρατεύειν. διατρίβοντας ἢ ἐγχρονίζοντας. καὶ πότμον ἐλινύσειεν. ἀντὶ τοῦ τὴν δυστυχίαν παύσειεν. Ἡρόδοτος· διέβη δὲ ὁ στρατὸς ἐν ζʹ ἡμέρῃσι καὶ ζʹ εὐφρόνῃσιν ἐλινύσας καὶ οὐ‐ δένα χρόνον. καὶ Ἀρριανός· αἱ δὲ κατασκοπαὶ οὐδέν τι ἐλινύουσαι ἐγίνοντο. καὶ αὖθις· ὁ δὲ ἀπῆγε τὴν στρατιὰν μηδέν τι ἐλινύσας. τουτέστι χρονίσας. καὶ ἐν Ἐπιγράμμασι· εὖτε δ’ ἐπέλθῃ ὄρθρος ἐλινῦσαι μικρὰ χαριζόμενος. καὶ αὖθις· ἐλινύοντα καὶ βλακεύοντα κλάειν ἐῶσι. καὶ αὖθις· μήποτε ἄρα ἐν τῷ ἐλινύειν καὶ μέλλειν διαρρυῇ ὁ καιρός.
ε 862 Ἕλιξ, ἕλικος.
ε 863 Ἑλίξας: συστρέψας.
ε 864 Ἕλιξος: εἷς τῶν ἐπιφανῶν ἀνδρῶν παρὰ Μεγαρεῦσιν.
ε 865 Ἐλίπανας: λιπαρὸν ἐποίησας.
ε 866 Ἐλιπάρησε: παρεκάλεσε λιπαρῶς.
ε 867 Ἐλλιπές: τὸ ἐνδεές. καὶ Ἐλλιπὴς ὁμοίως.
ε 868 Ἐλλιπόντες.
ε 869 Ἐλισσαιέ: ὄνομα κύριον. καὶ Ἐλισσαῖος.
ε 870 Ἑλισθεαῖος.
ε 871 Ἐλίσσετο: παρεκάλει λιτανεύων. καὶ Ἐλίσσοντο, ἱκέτευον.
ε 872 Ἑλισσόμενος: ἀναστρεφόμενος.
ε 873 Ἑλλιχθέντων: συστραφέντων.
ε 874 Ἑλίχρυσος: τὸ τοῦ κισσοῦ ἄνθος. ἄνθει ἑλιχρύσῳ ἐναλίγκιος.
ε 875 Ἔλθεμος: ὄνομα κύριον.
ε 876 Ἐλθεῖν: τὸ γυμνῇ τῇ παρρησίᾳ χρήσασθαι. Παρεισελθεῖν δὲ τὸ μετ’ ἄλλου πλαγιάσαντος συνεισελθεῖν. διὰ τοῦτό φησιν ὁ Ἀπό‐ στολος· παρεισῆλθεν ὁ νόμος.
ε 877 Ἔλθῃ: ἀντὶ τοῦ ἐλθέτω. Νόμων θʹ· μήτε εἰς ἱερὸν ἔλθῃ μηδέν.
ε 878 Ἔλθωμεν: αὐθυπότακτον.
ε 879 Ἑλκεσίπεπλοι: ἐφελκόμεναι τοὺς πέπλους ἐν τῷ φορεῖν. ὅτι τὸ ο ἐν ταῖς συνθέσεσι πολλάκις εἰς τὸ ε μεταβαλλόμενον καὶ τὴν σι συλλαβὴν προσλαμβάνει. ἕλκω, ἑλκόπεπλος, ἑλκέπεπλος, ἑλκε‐ σίπεπλος· πρῶτος, πρωτόλαος, πρωτέλαος, Πρωτεσίλαος· πηγός, πηγό‐ μαλλος, πηγέμαλλος, πηγεσίμαλλος. ἔνιοι δὲ αὐτὰ ἀπὸ μέλλοντος σχηματίζουσι τῶν διπλῶν μὲν ἀναλυομένων τοῦ δὲ ε παρεμπίπτοντος· οἷον ἕλξω, ἑλξίπεπλος, ἑλκεσίπεπλος· πήξω, πηξίμαλλος, πηγεσίμαλλος.
ε 880 Ἕλκει μοιχὸς εἰς μοιχόν· παροιμία.
ε 881 Ἑλκηθμός: ἑλκυσμός, σπαραγμός.
ε 882 Ἕλκος: τὸ τραῦμα τὸ χρονίσαν. ἀπὸ τοῦ μετὰ τὴν τρῶσιν ἕλκεσθαι τὸ σῶμα. καὶ τὸ σῶμα αὐτοῦ πᾶν ἑλκῶν ἐξέζεσεν.
ε 883 Ἐλμησός.
ε 884 Ἕλξει: ἑλκύσει.
ε 885 Ἐλλώβια: τὰ ἐνώτια, διὰ τὸ ἐν τοῖς λωβοῖς τῶν ὤτων εἶναι. ὁ δὲ Τραιανὸς λέγει τῷ Αὐγάρου παιδί· μέμφομαί σε, ὅτι μὴ πρόσθεν ἧκες παρ’ ἐμὲ συστρατεύσων καὶ τῶν πόνων συμμετασχών, καὶ ἐπὶ τῷδε ἂν ἡδέως τῶν ἐλλωβίων τούτων τὸ ἕτερόν σου ἀποσπάσαιμι· ἐφαψάμενος ἅμα τοῦ ὠτὸς τοῦ ἑτέρου. τῷ δὲ ἦν ἄμφω τὰ ὦτα τετρημένα καὶ ἐξ ἀμφοῖν χρυσᾶ ἐνώτια ἐξηρτημένα.
ε 886 Ἐλωβήσατο: ὕβρισεν.
ε 887 Ἐλλόγιμος: τίμιος, σεβάσμιος. καὶ Χωρίον ἐλλόγιμον, τὸ τίμιον.
ε 888 Ἐλογίσατο: ἐλάλησεν. ἐφθέγξατο. Δαβίδ· ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου.
ε 889 Ἐλογοποίουν: πρὸς ἀλλήλους λόγους διετίθεντο. οἱ δὲ ἐς ἀλλήλους ἐλογοποίουν τερατευόμενοί τε καὶ κομπάζοντες ὡς εἰς πολλὰ γὰρ τοῦ τόπου κατάληψις τούτους ὀνήσει.
ε 890 Ἔλλογος: ὅταν ᾖ δῆμος ἔλλογος τὸ ἀρχόμενον.
ε 891 Ἑλώδης: ὁ κάθυγρος τόπος.
ε 892 Ἐλωΐ: Ἑβραϊστί.
ε 893 Ἕλωμαι: ἀφέλωμαι, λήψομαι.
ε 894 Ἑλόμενοι: βουλόμενοι. Ξενοφῶν· ὁ μὲν ἦρχεν, οἱ δὲ ἐπεί‐ θοντο οὐχ ἑλόμενοι, ἀλλ’ ὁρῶντες ὅτι μόνος ἐφρόνει οἷα ἔδει τὸν ἄρχοντα.
ε 895 Ἑλόμενος: θέλων.
ε 896 Ἕλωμεν: αὐθυπότακτον.
ε 897 Ἑλόντες: λαβόντες.
ε 898 Ἐλῶν: ἐλάσας. Ἡρόδοτος. καὶ Ἐλῶντες δὲ ἐλαύνοντες.
ε 899 Ἔλλοπες: οἱ ἰχθύες.
ε 900 Ἕλος: δίυλον δάσος· ἢ ὕδατος ἰλὺς ἐπικεχυμένου πηλοῦ καὶ βαθείας ὕλης ἢ παπύρου ἢ καλάμου ἐκφυομένης ἀεὶ τοῦ πηλοῦ καὶ ὑπερανεστηκυίας τοῦ ὕδατος.
ε 901 Ἔλλουροι: ἐθνικόν.
ε 902 Ἔλουσεν: ἀντὶ τοῦ ἐβάπτισεν. τὸν δὲ Εὐνομιανὸν ἔλουσε Βελι‐ σάριος τὸ θεῖον λουτρόν, χερσὶ δὲ οἰκείαις ἀνελόμενος εἰσποίητον ἐποιήσατο παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος.
ε 903 Ἐλοχεύθη: ἐγεννήθη, ἢ ἐγαμήθη.
ε 904 Ἐλόχησεν: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ εἰς λόχους κατέταξεν.
ε 905 Ἐλόχων: ἐνήδρευον. ὁ δὲ ἔχων κοινωνοὺς τῶν ἀσεβημάτων, ἐλόχων τὰ κατὰ τὰς ὁδούς.
ε 906 Ἕλωρ: τὸ λῆμμα.
ε 907 Ἑλώρια: ἑλκύσματα, σπαράγματα.
ε 908 Ἐλῶσα: ἐλαύνουσα.
ε 909 Ἕλωσι: καταλάβωσιν.
ε 910 Ἐλώφησεν: ἐπαύσατο. ἀπὸ τῶν ὑποζυγίων. ὅθεν καὶ τὸ εὐ‐ λόγως φέρειν.
ε 911 Ἐλπιδηφόρος: ὄνομα κύριον.
ε 912 Ἐλπίσας: οὐ μόνον ἐπ’ ἀγαθῷ, ἀλλ’ ἁπλῶς ἐπὶ τῇ τοῦ μέλ‐ λοντος ἐκβάσει λέγεται παρὰ Ἀττικοῖς.
ε 913 Ἐλπίς: προσδοκία ἀγαθῶν. καὶ ὁ φοβούμενος προσδοκᾷ, ἀλλ’ οὐκ ἀγαθά· κακῶν γὰρ προσδοκία ἐστὶν ὁ φόβος, ἀγαθῶν δὲ ἡ ἐλπίς. ἐπεὶ οὖν οὐχ ὑφεστώτων πραγμάτων οἱ ἀσεβεῖς προσδοκῶσιν, ἀπόλ‐ λυται αὐτῶν ἡ ἐλπίς· ὡς μένουσι τοῖς ἡδέσι χρῶνται.
ε 914 Ἐλπωρή: ἐλπίς.
ε 915 Ἑλσεμών.
ε 916 Ἐλοιδόρησε: διέβαλεν, ἐσυκοφάντησεν. Αἰλιανός· ὁ δὲ Κλέαν‐ δρος ἐλοιδόρησε τὸν ὕπατον τῆς ἐν Αἰγύπτῳ ἀρχῆς Κομόδῳ καὶ παρα‐ λύει αὐτὸν τῆς ἀρχῆς οὐδὲν ἀδικοῦντα.
ε 917 Ἐλοιδορούμεθα: ἐστασιάζομεν, ὡς ὑπὸ τῆς φιλονεικίας ἐς λοιδορίας τραπῆναι. Ἀριστοφάνης Νεφέλαις· περὶ τοὐνόματος ἐλοι‐ δορούμεθα. Ἀγαθίας· καὶ δὴ τῷ Ναρσῇ πάντες ἐλοιδοροῦντο ἀλα‐ ζόνα τε ἀποκαλοῦντες καὶ ἀτάσθαλον, καὶ ἔργῳ μὲν αὐτὸν εἶναι λέ‐ γοντες βίαιόν τε καὶ μιαιφόνον, τὴν δὲ τοῦ εὐσεβεῖν ἀεὶ καὶ τὸ θεῖον θεραπεύειν δόξαν ἄλλως αὐτῷ κεκομψεῦσθαι.
ε 918 Ἕλοιτο: θέλοιτο.
ε 919 Ἐλύγωσεν: ἔκαμψεν. καὶ Δανάης ἐλύγωσεν ὅδε φρένα, τουτ‐ έστιν ὁ χρυσός.
ε 920 Ἔλυμα, Ἐλυμαῖος.
ε 921 Ἐλυμήνατο: ἔβλαψεν. οἱ δὲ σύστημα γενόμενοι ἐλυμαίνοντο πολλοῖς ὁδίταις ἐμπίπτοντες εἰς τὰ καταλύματα.
ε 922 Ἐλυσάμην: ἀπέδωκα.
ε 923 Ἐλύσατο: ἐλυτρώσατο.
ε 924 Ἔλυτρον: κάλυμμα, ἐκπέτασμα. ἐνείλημμα ὁμοίως. καὶ ἡ θήκη τοῦ δόρατος. σημαίνει καὶ τὸ τοῦ ὀστρέου ὄστρακον.
ε 925 Ἐμαλάκισεν: μαλακὸν ἐποίησε.
ε 926 Ἐμάλθαξαν· ἐν δὲ τῷ πρανεῖ καὶ ὀλισθηρῷ τόπῳ ξύλα σταυ‐ ροῦντες τῇ καταβάσει, καὶ τὸ μέσον ἄλλοις ἐγκαρσίοις στεριφοποιοῦντες καὶ φορμοὺς ἐπιβαλόντες ὕλης, ἐμάλθαξαν τὸ πάνυ πρανές τε καὶ ὀλισθηρόν. τουτέστι κατεπράϋναν, καθωμάλισαν.
ε 927 Ἐμμαπέως: σπουδαίως.
ε 928 Ἐμασχαλίσθη: ἔθος ἦν τοῖς ἀρχαίοις, ὁπότε φονεύσειαν ἐξ ἐπιβουλῆς τινα, τὸ ἔργον ἀφοσιουμένοις ἀκρωτηριάζειν τὸν νεκρὸν καὶ τῶν μορίων ὁρμαθὸν ποιήσαντας κρημνάναι κατὰ τοῦ τραχήλου, κατὰ τῶν μασχαλῶν διείροντας. ἀφ’ οὗ δὴ καὶ μασχαλίσματα προσ‐ ηγόρευσαν αὐτά. καὶ Σοφοκλῆς ἐν Τρωίλῳ πλήρη μασχαλισμάτων εἴρηκε τὸν μασχαλισμόν. καὶ ἐν Ἠλέκτρᾳ.
ε 929 Ἐμματάζων: ματαιολογῶν.
ε 930 Ἐματαίασε: μάταια ἐλάλησεν.
ε 931 Ἐμάτησεν: ἠμέλησεν, ἐματαιοπόνησεν.
ε 932 Ἐμαυτῷ βαλανεύσω: οἱονεὶ ἐμαυτῷ διακονήσω. εἴρηται δέ, ὅταν ὁ βαλανεὺς ἑαυτῷ λαμβάνῃ τὴν ῥυταίνην καὶ διακονῇ. ἢ ἀπὸ τῶν τὰς βαλάνους ἐγκρυπτόντων εἰς πῦρ.
ε 933 Ἐμβαδόν: διὰ τοῦ εἰς ναῦν ἐμβῆναι. καὶ αὖθις· ἢ τὸ ἐμ‐ βαδὸν ὑπονοοῦντες εἶναι κρυπτήρια ἔστρεφον τοὺς οἴκους.
ε 934 Ἐμβαλεῖς: εἰσελεύσῃ. ἰδίως δὲ ἐμβαλεῖν, τὸ ταῖς ναυσὶ κροῦσαι ἢ ταῖς κώπαις. ῥυππαπαῖ· τίς ἐμβαλεῖ; ἔστι δὲ καὶ τὸ ῥυπ‐ παπαῖ μίμημα ψόφου ναυτικοῦ, ἀπὸ τῶν κωπῶν ἀποτελουμένου.
ε 935 Ἐμβαλόντα· ὁ δὲ παῖς ὢν ἔτι, τὸν διδάσκαλον Λῖνον πληγὰς αὐτῷ ἐμβαλόντα ἐν τῇ διδασκαλίᾳ δυσανασχετήσας καὶ οὐκ ἐθέλων ἄρ‐ χεσθαι λίθῳ βαλὼν ἀπέκτεινεν.
ε 936 Ἐμβάλλουσι: καταντῶσιν, ἀπέρχονται. ἐμβάλλουσι δὲ ὁ μὲν βασιλεὺς ἐς Λυδίαν ὁ δὲ Προκόπιος ἐς Φρυγίαν τὴν ἄνω.
ε 937 Ἔμβαρός εἰμι: νουνεχής, φρόνιμος. ἦν πρότερον ὁ Πειραιεὺς νῆσος· ὅθεν καὶ τοὔνομα εἴληφεν ἀπὸ τοῦ διαπερᾶν· οὗ τὰ ἄκρα Μούνυχος κατασχὼν Μουνυχίας Ἀρτέμιδος ἱερὸν ἱδρύσατο. ἄρκτου δὲ γενομένης ἐν αὐτῷ καὶ ὑπὸ τῶν Ἀθηναίων ἀναιρεθείσης λιμὸς ἐπεγένετο· οὗ τὴν ἀπαλλαγὴν ὁ θεὸς ἔχρησεν, ἄν τις τὴν θυγατέρα θύσῃ τῇ θεῷ. Βάρος δὲ μόνος ὑποσχόμενος ἐπὶ τῷ τὴν ἱερωσύνην αὐτοῦ τὸ γένος διὰ βίου ἔχειν, διακοσμήσας αὐτοῦ τὴν θυγατέρα αὐ‐ τὴν μὲν ἀπέκρυψεν ἐν τῷ αὐτῷ, αἶγα δὲ ἐσθῆτι κοσμήσας ὡς τὴν θυγατέρα ἔθυσεν. ὅθεν καὶ εἰς παροιμίαν περιέστη. τάττεται δὲ ἐπὶ τῶν παραπαιόντων καὶ μεμηνότων.
ε 938 Ἐμβάς: τὰ ὑποδήματα τὰ ἀνδρεῖα. παρὰ τὸ ἐμβαίνειν. Ἀριστοφάνης Πλούτῳ· ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προ‐ βήμασιν. ἀντὶ τοῦ πηδήμασιν.
ε 939 Ἐμβατεύων: ἐπιβαίνων. καὶ Ἐμβατεύσαντες, εἰσελθόντες. οἱ δὲ Οὖννοι ἐς τὴν προκειμένην νησίδα τῆς πόλεως ἐμβατεύσαντες, τῶν βοσκημάτων περιττῶν διὰ τὸν πόλεμον φρουρᾶς ἕνεκα ἐς αὐτὴν διακομισθέντων.
ε 940 Ἐμβαίῃ: κατέλθῃ.
ε 941 Ἔμβαινε. καὶ Ἐμβαίνειν, ἀρχὴν λαμβάνειν. τὸ δοκεῖν δικαίως ἐμβαίνειν εἰς τὸν πόλεμον. οἱ γὰρ Ῥωμαῖοι πρόνοιαν ἐποι‐ οῦντο τοῦ μηδέποτε πρότεροι τὰς χεῖρας ἐπιβάλλειν τοῖς πέλας, μηδ’ ἄρχοντες φαίνεσθαι χειρῶν ἀδίκων, ἀλλ’ ἀεὶ δοκεῖν ἀμυνόμενοι ἐμβαίνειν εἰς τοὺς πολέμους. ἢ Συμβαίνειν, τὸ συμπλέκεσθαι.
ε 942 Ἐμβαίνοντες: ἐπιβαίνοντες. οἱ δὲ Ἀράβιοι ἀρετῇ πολὺ τῶν ἄλλων διαφέρουσιν· οἱ βέλεσιν ἀνδρομήκεσι χρώμενοι, ἀντὶ τῶν χειρῶν τῷ ποδὶ ἐμβαίνοντες εἰς τὴν νευρὰν κυκλοῦσι τὸ τόξον.
ε 943 Ἐμβεβλημένα: ἐγκεκεντρισμένα. Ἀριστοφάνης δὲ καὶ ἐμβο‐ λάδας ἀπίους τὰς τοιαύτας λέγει.
ε 944 Ἐμβεβροντημένος: μάταιος γενόμενος.
ε 945 Ἐμβελές· ὁ δὲ Ἀρχιμήδης παρεσκευάσατο ὄργανα πρὸς ἅπαν ἐμβελὲς διάστημα, πόρρωθεν μὲν ἐπιπλέοντας τοῖς εὐτονωτέροις καὶ μείζοσιν· ὅτε δὲ ταῦθ’ ὑπερπετῆ γίγνοιτο, τοῖς ἐλάττοσιν.
ε 946 Ἔμβιον: Ἀντιφῶν τὸ ζῶν καὶ μὴ ξηρανθέν, μηδὲ ἐναποθανόν. ἔμβιόν τι ψυχῆς πάθος ἐνέσταξέ μοι κομίσασα.
ε 947 Ἔμβολα: μοχλοί, ἀσφάλειαι. ἔμβολά τε νηῶν γενόμενοι οὐδὲν ὤνησαν οἱ ἀνδριάντες. ἐν Ἐπιγράμμασι· ἔμβολα χαλκογένεια, φιλό‐ πλοα τείχεα νηῶν, Ἀκτιακοῦ πολέμου κείμεθα μαρτύρια. Ἀριστο‐ φάνης· ἔμβολον δέ φασι χρημάτων ἔχειν αὐτόν.
ε 948 Ἐμβολάς: ὁρμάς, ἐπιδρομάς.
ε 949 Ἐμβολή: τὸ ἄκρον τοῦ κριοῦ τοῦ μηχανικοῦ ὀργάνου. τῷ ἐπιφερομένῳ ἄχθει ἀποκαυλίζειν τὸ προέχον τῆς ἐμβολῆς.
ε 950 Ἐμβολήν: κλεισούραν, εἴσοδον, πληθύν, ὁρμήν. καὶ τὸ βίαιον τῆς ἐμβολῆς ἐδόκει παραλογώτερον.
ε 951 Ἐμβόλιμος: ἀτελής. Ἱπποκράτους παῖδες ἐμβόλιμοί τινες.
ε 952 Ἔμβολος: χάλκωμα πεπυρωμένον, περιτιθέμενον κατὰ πρώραν ταῖς ναυσίν.
ε 953 Ἔμβολον: παρατάξεως ὄνομα. ἔστι δὲ τὸ ἥμισυ τοῦ ῥόμβου· ὀνομάζεται δὲ καὶ σφενδονοειδές. ῥομβώδης δὲ παράταξις. καὶ τῆς νηὸς τὸ πολεμικὸν σιδήριον. τὸν δὲ παρακαλοῦντα πρὸς τὸν πόλεμον στρατηγὸν κατασπάσας ἀπὸ τῶν ἐμβόλων ἐποιεῖτο τοὺς λόγους. Ἔμβολον δὲ καλεῖται, ὅταν ἡ ἀμφίστομος διφαλαγγία τὰ μὲν ἡγούμενα κέρατα ἀλλήλοις συνάψῃ, τὰ δὲ ἑπόμενα δια‐ στήσῃ. Ἀγαθίας δέ φησιν· ἦν δὲ αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως οἷον ἐς ἔμβολον· δελτωτῷ γὰρ ἐῴκει καὶ τὸ μὲν ἐμπρόσθιον ὅσον ἐς ὀξὺ ἔληγε, στεγανόν τε ἦν καὶ πεπυκνωμένον τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφράχθαι, φαίης τε ἂν αὐτοὺς συὸς κεφαλὴν τῇ συνθέσει ἀποτυ‐ πώσασθαι· τὰ δὲ σκέλη ἑκατέρωθεν κατὰ στίχους τε καὶ λόχους ἐς βάθος ξυγκείμενα καὶ ἐπιπλεῖστον εἰς τὸ ἐγκάρσιον παρατεταμένα διΐστατο ἀλλήλων ἠρέμα καὶ διεκέκριτο, καὶ προϊόντα ἐς μέγιστον εὖρος ἀπετελεύτα, ὡς καὶ τὸ μεταξὺ χωρίον κενὸν καθεστάναι καὶ τὰ νῶτα γυμνὰ τῶν ἀνδρῶν στοιχηδὸν διαφαίνεσθαι. ἀπεστραμμένοι γὰρ σφᾶς αὐτοὺς ἐτύγχανον, ὅπως ἂν τοῖς μὲν πολεμίοις ἀντιπρόσωποι εἶεν καὶ ἐκ τοῦ ἀσφαλῶς ἀγωνίζοιντο τὰς ἀσπίδας προβεβλημένοι, τὰ δὲ ὀπίσθια διὰ τὸ ἀλλήλοις ἀντιτετάχθαι διαφυλάττοιντο. [Start of a diagram]σχῆμα ἐμβόλου. λ θ θ θ ζ ζ ζ ζ ζ δ δ δ δ δ δ δ β β β β β β β β β α α α α α α α α α α α γ γ γ γ γ γ γ γ γ ε ε ε ε ε ε ε η η η η η κ κ κ μ[End of a diagram]
ε 954 Ἐν βραχεῖ: Ἀντιφῶν. ἀντὶ τοῦ ἁπλῶς, καὶ ἐν κεφαλαίῳ.
ε 955 Ἔμβραχυ: ἁπλῶς, ὅλως, συντόμως. καὶ οὐδὲν ἦν εἴς τινα ἔμβραχυ ἀγαθὸν ὃ μὴ ἐκείνου κατέτεινε ψυχήν. ἀντὶ τοῦ ἐλάχιστον. ποῦ δ’ οὐχὶ διαβέβληχ’ ὅπου περ ἔμβραχυ εἰσὶ θεαταί;
ε 956 Ἔμβραχυ: τὸ μικρόν, καὶ εὐτελές. μαρτύρεται ὁ θεός, ὅτι μηδὲν αὐτὸν λαθεῖν δύναται ἔμβραχυ.
ε 957 Ἔμβραχυ: συντόμως, καὶ οἷον ἐν βραχεῖ.
ε 958 Ἐμβριθές: στερρόν, στιβαρόν. τὴν περὶ βασιλέως Ἰουστίνου κρατήσασαν δόξαν, ὥς ἐστι μάλα ἐμβριθής τε καὶ κατηκριβωμένος. καὶ Πέτρος ὁ ῥήτωρ καὶ μάγιστρος ἐμβριθής τε ἦν καὶ ἀνάλωτος ἐν τῷ ῥητορεύειν καταμαλάξαι φρονήματα βαρβαρικά.
ε 959 Ἐμβριθεστάτη: στερροτάτη. εἷλε δὲ πόλιν Ὀρτόβριγα, δο‐ κοῦσαν κατὰ τὸ μέγεθος καὶ κατὰ τὸ πλῆθος τῶν ἀνθρώπων ἐμβρι‐ θεστάτη εἶναι.
ε 960 Ἐμβριθέστατος. καὶ γὰρ ἐν τοῖς λόγοις ἐμβριθέστατος καὶ φιλογράμματος ἱκανῶς γενόμενος ἥπτετο καὶ ποιητικῆς.
ε 961 Ἐμβρίθεια.
ε 962 Ἐμβριθῆ νοῦν: στερεὸν καὶ ἔμφρονα λογισμόν. Πισίδης· ἔσω τῶν ἀσπίδων ἦλθες ἐμβριθεῖ τάχει. Μένανδρος· ὁ δὲ Ταν‐ χοσδρώ, ὁ τοῦ Χοσρόου στρατηγός, οὐχὶ ἐλέφαντάς τε καὶ ἀγροίκων ὅμιλον καὶ ἕτερα ἄττα φόβητρα κόμπῳ μὲν ἁρμόδια, ἐνεργὰ δὲ καὶ ἐμβριθῆ οὐδαμῶς, ἀλλὰ τοὺς μαχιμωτάτους τε καὶ εὐοπλοτάτους ἀγείρας πλήθους τε ἀγεννοῦς ἀντάλλαγμα, τοὺς τὰ πολέμια δεινοὺς ἀπο‐ κρίνας. καὶ αὖθις· ἑστάναι τε ἐμβριθέστατα καὶ ἐπαμύνειν τῇ πόλει.
ε 963 Ἐμβριμᾶται: μετὰ αὐστηρότητος ἐπιτιμᾷ. καὶ ἅμα γινόμενοι μανιώδεις καὶ ἐμβριμούμενοι τὰ πονηρὰ ἀπελαύνειν ἐδόκουν. καὶ Ἐμβριμῆσαι, μετ’ ὀργῆς λαλῆσαι.
ε 964 Ἐμβρίμημα: τὸ μετ’ ὀργῆς λάλημα.
ε 965 Ἐμβρόντητος: καρδιόπληκτος, μαινόμενος, ἔκφρων.
ε 966 Ἔμβρυον: νεογνὸν βρέφος· ἢ τὸ ὠμὸν καὶ ἄπεπτον.
ε 967 Ἐμαί: λείπει τὸ αἱ ἄρθρον, ἵν’ ᾖ αἱ ἐμαὶ πόλεις.
ε 968 Ἐμαίμασε: προεθυμήθη.
ε 969 Ἔμελλε: παρ’ Ὁμήρῳ ἀντὶ τοῦ ἐῴκει. ἅ ρ’ οὐ τελέεσθαι ἔμελλε. καὶ Σοφοκλῆς· ἔμελλες, ἔμελλες, τάλας. ἀντὶ τοῦ ἐῴκεις, δῆλος ἦς.
ε 970 Ἐμμελέστερον: συνετόν, εὔρυθμον.
ε 971 Ἐμμέλεια: εἶδος ὀρχήσεως. ἔστι δὲ ἡ τῶν τραγῳδῶν.
ε 972 Ἐμμέλεια: χορικὴ ὄρχησις. διχῶς, Ἐμμέλεια καὶ Ἐμμελία, ἡ εὐρυθμία. οἶσθα γάρ, ὅπως διακείμεθα περὶ τὴν ἐμμελίαν τὴν σήν. καὶ ἡ μετὰ μέλους τραγικὴ ὄρχησις καὶ ἡ πρὸς τὰς ῥήσεις ὑπόρχησις.
ε 973 Ἐμέλλησεν: ὑπερέθετο. ὁ δὲ οὐδὲν ὧν ἔχρῃζε μαθεῖν ἀπεκρύψατο ἢ λέγων ἐμέλλησεν. ἢ ἀντὶ τοῦ ἐβράδυνε. καὶ Ἰώσηπος· οὐδεὶς δ’ ἐνέδωκεν, οὐδ’ ἐμέλλησεν εἰπεῖν. Ἐμέλησε δὲ ἀντὶ τοῦ ἐφρόντισεν.
ε 974 Ἐμμελῶς: συνετῶς, εὐρύθμως. καὶ Ἐμμελής, συνετός, εὔ‐ ρυθμος. Αἰλιανός· οἱ δὲ ὁμολογίας ἐμμελεῖς ποιησάμενοι πρὸς τοὺς Ἀρκάδας τοὺς αἰχμαλώτους ἐκομίσαντο.
ε 975 Ἔμετος: ἡ τῶν περιττωμάτων κένωσις, Ἐμετὸς δὲ αὐτὸ τὸ κενωθέν.
ε 976 Ἐμεχωνῖται: ὄνομα ἔθνους παρὰ Ἰωσήπῳ.
ε 977 Ἔμεια: τόπος πλησίον Μυκηνῶν.
ε 978 Ἐμειδίασα: ἐγέλασα.
ε 979 Ἐμήδισαν: τὰ τῶν Μήδων εἵλοντο. ὅτι μετὰ τὴν ἐν Μαρα‐ θῶνι μάχην Θετταλοὶ ἐμήδισαν δείσαντες τὴν ἀπόφραξιν τῶν Τεμπῶν.
ε 980 Ἐμηκῶντο.
ε 981 Ἐμημεκώς: ἐμέσας.
ε 982 Ἔμμηνα: κατὰ μῆνα. μηλοσφαγεῖ θεοῖσιν ἔμμην’ ἱερὰ σωτη‐ ρίοις. καὶ Ἔμμηνοι δίκαι, αἵ τε ἐμπορικαὶ καὶ ἐρανικαί.
ε 983 Ἐμήνιεν: ὠργίζετο. ἐμνησικάκει. ἐπ’ αὐτὸν δὲ τὸν στρα‐ τηγὸν ἀφῆκαν βέλη· διὸ καὶ πλέον ἐμήνιεν.
ε 984 Ἐμηνίων: ὠργίζοντο.
ε 985 Ἐμὴν χάριν: συντάσσεται ἀντὶ τοῦ ἐμοῦ χάριν παρὰ Πλάτωνι.
ε 986 Ἐμηχανᾶτο: ἐτεχνάζετο. οὐ μόνον τοῖς ὀθνείοις, ἀλλὰ καὶ τοῖς ὑπηκόοις ἀνέμβατα τὰ ὄρη ἐμηχανᾶτο φαίνεσθαι. μηχάνημα γὰρ τὸ στρατήγημα. οὐ μόνον τῷ ἀνεφίκτῳ, ἀλλὰ καὶ ὑπὸ τῶν δυσ‐ χωριῶν.
ε 987 Ἔμισα: πόλις. καὶ Ἐμισαῖος, ὁ πολίτης.
ε 988 Ἔμμισθοι: οἱ ὀφείλοντες λαβεῖν μισθόν. οἱ δὲ Οὖννοι οὐδέν τι ἧσσον ἔμμισθοι ἐγίνοντο ληϊζόμενοι τὰ Ῥωμαίων.
ε 989 Ἐμιτρώσατο: ἐζώσατο. καὶ Ἀριστοφάνης ἐν Θεσμοφορια‐ ζούσαις· κ’ Ἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν ἐμιτροφόρουν τε καὶ διεκίνουν Ἰωνικῶς. ἀντὶ τοῦ μίτραις τουτέστι ζώναις διαζωσάμενοι ἁβρῶς περιεπάτουν.
ε 990 Ἐμνώοντο: μνήμην ἐποίουν, ἢ ἐμνηστεύοντο.
ε 991 Ἐμόγησα: ἐμόχθησα.
ε 992 Ἔμμορεν: ἔλαχεν.
ε 993 Ἐμπάζεται: ἀναβάλλεται, ἐνθυμεῖται· ἢ ἐντρέπεται, ἢ φροντίζει.
ε 994 Ἐμπαλασσόμενοι: ἐμπίπτοντες εἰς τὸ ὕδωρ. Θουκυδίδης· οἱ δὲ ἐμπαλασσόμενοι κατέρρεον ἐς τὰ ἐπὶ θάτερα τοῦ ποταμοῦ. παραστάντες δὲ οἱ Συρακούσιοι ἔβαλλον τοὺς Ἀθηναίους.
ε 995 Ἔμπαλιν: ἐναντίον· ἢ εἰς τοὐπίσω. ὁ δὲ ἔμπαλιν διελθεῖν παρεσκεύασε τὸν Ἴστρον, ἐν ταῖς λεγομέναις ὁλκάσι μικραῖς διαβιβάσας τὰ βαρβαρικὰ πλήθη.
ε 996 Ἐμπαράθετος.
ε 997 Ἐμπαροινοῦντες: ἐνυβρίζοντες. καὶ Ἰώσηπος· οὕτως ἐμ‐ παροινοῦσι τοῖς πράγμασιν.
ε 998 Ἐμπαιγμός.
ε 999 Ἔμπαιος: ὁ ἔμπειρος.
ε 1000 Ἔμπεδα: βέβαια.
ε 1001 Ἐμπεδοκλῆς, θυγατριδοῦς τοῦ προτέρου, τραγικός. τραγῳ‐ δίαι αὐτοῦ κδʹ.
ε 1002 Ἐμπεδοκλῆς, Μέτωνος, οἱ δὲ Ἀρχινόμου, οἱ δὲ Ξενέτου· καὶ ἀδελφὸν δὲ ἔσχε Καλλικρατίδην. ἠκροάσατο δὲ πρώτου Παρμε‐ νίδου, οὗτινος, ὥς φησι Πορφύριος ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ, καὶ ἐγένετο παιδικά. οἱ δὲ ἔφασαν μαθητὴν Τηλαύγους τοῦ Πυθαγόρου υἱοῦ τὸν Ἐμπεδοκλέα γενέσθαι. Ἀκραγαντῖνος, φιλόσοφος φυσικὸς καὶ ἐποποιός. ἦν δὲ κατὰ τὴν οθʹ Ὀλυμπιάδα. ὃς στέμμα ἔχων ἐπὶ τῆς κεφαλῆς χρυσοῦν καὶ ἀμύκλας ἐν τοῖς ποσὶ χαλκᾶς καὶ στέμματα Δελφικὰ ἐν ταῖς χερσὶν ἐπῄει τὰς πόλεις, δόξαν περὶ αὑτοῦ κατα‐ σχεῖν ὡς περὶ θεοῦ βουλόμενος. ἐπεὶ δὲ γηραιὸς ἐγένετο, νύκτωρ ἔρριψεν ἑαυτὸν εἰς κρατῆρα πυρὸς ὥστε μὴ φανῆναι αὐτοῦ τὸ σῶμα. καὶ οὕτως ἀπώλετο, τοῦ σανδαλίου αὐτοῦ ἐκβρασθέντος ὑπὸ τοῦ πυρός. ἐπεκλήθη δὲ καὶ Κωλυσανέμας, διὰ τὸ ἀνέμου πολλοῦ ἐπιθεμένου τῇ Ἀκραγαντίᾳ ἐξελάσαι αὐτὸν δορὰς ὄνων περιθέντα τῇ πόλει. γέγονε δὲ τούτου μαθητὴς Γοργίας ὁ ῥήτωρ ὁ Λεοντῖνος. καὶ ἔγραψε δι’ ἐπῶν περὶ φύσεως τῶν ὄντων βιβλία βʹ· καὶ ἔστιν ἔπη ὡς δισχίλια. Ἰατρικὰ καταλογάδην, καὶ ἄλλα πολλά.
ε 1003 Ἐμπεδοκλῆς· τὸν Ἀκραγαντῖνον Ἐμπεδοκλέα βαδίσαι φασὶ τὴν ὁδὸν Πυθαγόρου, ἣν καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἐζήλωσε. ξυν‐ εῖναι γὰρ τοῖς θεοῖς καὶ μανθάνειν παρ’ αὐτῶν, ὅπη τοῖς ἀνθρώποις χαίρουσι καὶ ὅπη ἄχθονται, περί τε φύσεως ἐκεῖθεν λέγειν· τοὺς μὲν γὰρ ἄλλους τεκμαίρεσθαι τοῦ θείου καὶ δόξας ἀνομοίους ἀλλήλαις περὶ αὐτοῦ δοξάζειν, Ἀπολλωνίῳ δὲ τόν τε Ἀπόλλωνα ἥκειν ὁμολο‐ γοῦντα, ὡς αὐτὸς εἴη, ξυνεῖναι δ’ ἂν καὶ μὴ ὁμολογοῦντα Ἀθηνᾶν τε καὶ Μοῦσαν καὶ θεοὺς ἑτέρους, ὧν τὰ εἴδη καὶ τὰ ὀνόματα οὔπω τοὺς ἀνθρώπους γινώσκειν. καὶ ὅ τι ἀποφήνοιτο ὁ Πυθαγόρας, νόμον τοῦτο οἱ ὁμιληταὶ ἡγοῦντο καὶ ἐτίμων αὐτὸν ὡς ἐκ Διὸς ἥκοντα, καὶ ἡ σιωπὴ ὑπὲρ τοῦ θείου σφίσιν ἐπήσκητο· πολλὰ γὰρ θεῖά τε καὶ ἀπόρ‐ ρητα ἤκουον, ὧν κρατεῖν χαλεπὸν ἦν μὴ πρῶτον μαθοῦσιν, ὅτι καὶ τὸ σιωπᾶν λόγος. ὅτι δὲ καὶ Ἐμπεδοκλῆς τὸν βίον τοῦτον ἤσκητο, δηλοῖ τό, χαίρετ’, ἐγὼ δ’ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός. καί, ἤδη γάρ ποτ’ ἐγὼ γενόμην κούρη τε κόρος τε. καὶ ὁ ἐν Ὀλυμπίᾳ βοῦς, ὃν λέγεται πέμμα ποιησάμενος θῦσαι, τὰ Πυθαγόρου ἐπαινοῦντος εἴη ἄν.
ε 1004 Ἐμπεδοκλέους ἔχθρα: ἐπὶ τῶν ἐπιμόνως ἐχθρωδούντων πρός τινας. Λυσίας· ᾤμην δὲ ἔγωγε τοιαύτῃ φιλίᾳ συνηρμόσθαι, ὥστε μηδ’ ἂν τὴν Ἐμπεδοκλέους ἔχθραν ἐμποδὼν ἡμῖν γενέσθαι.
ε 1005 Ἔμπεδον: ἀσφαλές. ἀπὸ τῶν ἐμ πεδίῳ θεμελίων κειμένων.
ε 1006 Ἐμπεδορκεῖν: ἐμπέδως τηρεῖν τὰ ὅρκια. ἡ δὲ Φερετίμα τὸν ὄροφον ὑποσπάσασα τοῦ βόθρου, ὡς ἂν ἐμπεδορκοίη, ἤλαυνεν εἰς τὴν πόλιν.
ε 1007 Ἐμπεδότιμος· οὗτος ἔγραψε περὶ φυσικῆς ἀκροάσεως· περὶ οὗ λέγει ὁ Παραβάτης ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις· ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες, οἷς τε ἐκεῖθεν λαβὼν Ἡρα‐ κλείδης ὁ Ποντικὸς ἔφη καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε καὶ ἱεροφάντωρ Ἰάμβλιχος.
ε 1008 Ἐμπεδωθῆναι: ἀσφαλισθῆναι.
ε 1009 Ἐμπεδοῖ: βεβαιοῖ, ἀσφαλίζεται, διδάσκει.
ε 1010 Ἐμπερονῆσαι: διατρῆσαι.
ε 1011 Ἐμπεσὼν τοῖς πράγμασιν: ἄρξας τῶν πραγμάτων. ὃς ἐμπεσὼν τοῖς πράγμασι τοῖς ὑπὸ χεῖρα, τὸν θυμὸν καὶ τὴν ὀργὴν ἀφεὶς καὶ ἐκχέων καὶ μόνην ἀρετὴν ἡγούμενος τὸ ἀδωροδόκητον ἐκάκωσε τὰ πράγματα.
ε 1012 Ἐμπειρεῖν: πεπειραμένως ἔχειν. φήσας γεγονέναι πλείω χρόνον ἐν ταῖς Σάρδεσι καὶ τῶν τόπων ἐμπειρεῖν.
ε 1013 Ἐμπειρία.
ε 1014 Ἐμπηδῆσαι. Κλέωνα τὸν λάρον δώρων ἑλόντες καὶ κλοπῆς. οὐκ ἐτολμης’ αὖθις ἐμπηδῆσαι αὐτῷ κειμένῳ. τουτέστιν ἐκορέσθην.
ε 1015 Ἔμπηρα: πεπηρωμένα. αἱ δὲ γυναῖκες ἔτικτον ἔμπηρα καὶ τέρατα. οἱ δὲ τῶν τετολμημένων σφίσι λήθην καταχέαντες ἧκον ἐς Δελφούς.
ε 1016 Ἔμπης: Ἰωνικῶς. ἔμπας δὲ καὶ ἔμπα, Ἀττικῶς. Σοφοκλῆς· δύστηνον ἔμπης, καίπερ ὄντα δυσμενῆ.
ε 1017 Ἐμπίπλασθαι: κορέννυσθαι, τὸ ἀποβαλεῖν ὑγιείαν.
ε 1018 Ἐμπίπραται: ἐμπυρίζεται.
ε 1019 Ἐμπίπλη: Ἀττικόν· ἦν γὰρ τὸ κοινὸν ἀπὸ τοῦ πίπλημι, πί‐ πλαθι, ὡς ἵσταθι. ὅμοιον δέ ἐστι καὶ τό, κύκλωψ τῆ πίε οἶνον, παρὰ τῷ ποιητῇ. Ἀττικοὶ γὰρ οὐ τρέπουσιν ἐπὶ τῶν εἰς μι τὸ μ εἰς θ ἐν τοῖς προστακτικοῖς καὶ συστέλλουσι τὴν παραλήγουσαν ὡς ἡ κοινή· ἵστημι, ἵσταθι, αὐτοὶ δὲ ἵστη· πίπλημι, πίπλαθι· Ἀττικοὶ δὲ τελείαν ἀποβολὴν τῆς μι ποιοῦσι πίπλη λέγοντες καὶ ἐμπίπλη. οὕτω καὶ ἀπὸ τοῦ τῆμι τὸ τῆ, ἀντὶ τοῦ λάβε.
ε 1020 Ἐμπίς: κώνωψι παραπλήσιον. ζωύφιον παρὰ τοῖς ὕδασι γινό‐ μενον ὅμοιον κώνωπι, μεῖζον δὲ τῇ περιοχῇ καὶ κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον. Ἀριστοφάνης· ἐμπίδες κάμπτετε. ἀντὶ τοῦ ἐσθίετε. Πισίδης· κύκλῳ περισφίγξαντες ἐμπίδων δίκην. λέγεται ἐμπὶς Τρικο‐ ρυσία, ὡς ἐν Τρικορύσῳ πολλῶν ἐμπίδων γινομένων. ἔστι γὰρ ἀλσώδης καὶ κάθυγρος ὁ τόπος.
ε 1021 Ἐμπλασσόμενοι: ἐπεμβαίνοντες, συρρηγνύμενοι. Αἰλιανός· τοῖς φίλοις καὶ οἰκείοις ἐμπλασσόμενοι ἀπέσφαττον αὐτοὺς ὡς πολε‐ μίους.
ε 1022 Ἐμπλασσόμενοι: προσκρούοντες, προσπελάζοντες. οἱ δὲ Καρ‐ χηδόνιοι ἀλλήλοις ἐμπλασσόμενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπ‐ έθνησκον.
ε 1023 Ἐμπλατειάσασα: τρυφερευσαμένη.
ε 1024 Ἔμπλεως: πλήρης, μεστός.
ε 1025 Ἐμπλείμην: ἀντὶ τοῦ κορεσθείην. Ἀριστοφάνης Ἀχαρνεῦσι· βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλείμην λίθοις. εὐκτικῆς ἐγκλίσεως τετύ‐ χηκεν. ἔστι γὰρ τὸ ἐμπιπλῶ, ὃ κατὰ ἀναδιπλασιασμὸν κέκλιται· ἀφ’ οὗ παράγωγον τὸ ἐμπίπλημι. ἀπὸ τούτου γίνεται τό, πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου. τοῦτο δὲ ἑτέρᾳ παραγωγῇ, ἀφ’ οὗ τὸ πλήθω, ὡς ἀπὸ τοῦ νῶ νήθω. ἀπὸ δὴ τοῦ πλῶ, πλείμην, ὡς ἀπὸ τοῦ βλῶ, βλείμην· οὗ τὸ δεύτερον, εἴπερ γάρ κε βλεῖο πονεύμενος. Πλεί‐ μην οὖν καὶ Ἐμπλείμην.
ε 1026 Ἔμπληκτοι: μεμηνότες. ὡς δεινός τε ἦν καὶ αὐθάδης, καὶ οἷος τὸ μανιῶδες καὶ ἔμπληκτον ἀνδρείαν ἡγεῖσθαι.
ε 1027 Ἔμπληκτοι: κοῦφοι, εὐμετάβλητοι. καὶ Ὅμηρος· ἐμπλήγδην ἕτερον μὲν τίει βροτόν. καὶ Σοφοκλῆς· τοιοίδε μέν τοι φῶτες ἔμ‐ πληκτοι βροτῶν. τουτέστιν οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ φιλίᾳ καὶ ἀρετῇ.
ε 1028 Ἐμπλημένος: πεπληρωμένος. Ἀριστοφάνης· ἔβηττε τὴν νύχθ’ ὅλην τριχίδα ἐμπλημένος.
ε 1029 Ἔμπλην: ὅμως.
ε 1030 Ἐμποδοστάτης: ἐμποδίζων.
ε 1031 Ἔμπλην: ἐπλησίαζον. ἔστι ῥῆμα πλῶ, τὸ πλησιάζω, παρά‐ γωγον πλῆμι, ὁ βʹ ἀόριστος ἔπλην. γίνεται δὲ καὶ ἀπὸ τοῦ πλῶ κατὰ ἀναδιπλασιασμὸν πιπλῶ, πίπλημι, ὡς στῶ, ἱστῶ, ἵστημι. καὶ πλῶ, πλήσω, πλήτης, καὶ συνθέσει τειχεσιπλήτης· ὡς βῶ, βήσω, βήτης καὶ δια‐ βήτης καὶ ἐμπυριβήτης. πλῶ, πλήσω, πλῆτος καὶ πλάτος. πλῶ ἐκ τοῦ πέλω, πλῶ, ὡς κέλω, κλῶ. παρὰ δὲ τὸ πλῶ πλήν, καὶ μετὰ τῆς ἐν προθέσεως ἔμπλην, ἐπίρρημα σημαντικὸν τοῦ πλησίον. τὸ δὲ πλήν, τὸ χωρίς, κατ’ ἀντίφρασιν ἐξηνέχθη.
ε 1032 Ἐμποδών: Θουκυδίδης ηʹ ἀντὶ τοῦ προχείρους. φησὶ γάρ· τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν, πορρωτέρω δὲ μηδὲν ἐπορέ‐ γεσθαι ταῖς διανοίαις. Λυκοῦργος δὲ ἐν τῷ κατὰ Λυκόφρονος, ἀντὶ τοῦ φανερόν. Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ. Ἰσαῖος δὲ ἀντὶ τοῦ ὑπόγυον καὶ ἐν χερσί· φησὶ γὰρ ἐν τῇ ὑπὲρ Εὐμαθοῦς εἰς ἐλευθερίαν ἀφαιρέσει, ἀλλὰ τὸ πρωϊζόν, ὦ ἄνδρες Ἀθηναῖοι· τουτὶ γὰρ παντελῶς ἐμποδὼν εἶναι. ἐχρήσατο δὲ τῇ λέξει Ἱεροκλῆς τε καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου· φησὶν ἐν βʹ φιλοσοφουμένων περὶ τῶν φιλοσόφων· τίς γὰρ αὐτῶν οὐχὶ καὶ ἔγημε καὶ παῖδας ἀνείλατο καὶ οὐσίας ἐπε‐ μελήθη, μηδενὸς ἐμποδὼν ὄντος; ἐπεὶ ὁ οὐκ εἰδὼς τοῦ εἰδότος ἐν οὐκ εἰδόσιν, ὡς εἶπε Πλάτων, πιθανώτερος ὑπάρχει. φενακισθεὶς Ἴλλους μεμεριμνημένῃ στωμυλίᾳ λογιώτερον πάντων ἔκρινε παιδευτῶν τῆς Κωνσταντίνου. διὸ καὶ πολλὴν αὐτῷ δίδωσι παραμυθίαν ἐκ τῶν δη‐ μοσίων.
ε 1033 Ἐμποδών· Ἡρόδοτος· τῶν Λυδῶν μὴ φειδομένους κτείνειν πάντα τὸν ἐμποδὼν γινόμενον, Κροῖσον δὲ μὴ κτείνειν. ἀντὶ τοῦ προχείρους.
ε 1034 Ἐμποδών: Ἀντιφῶν τοὺς ἐμπεσόντας. λέγει γάρ· τοὺς ἐμ‐ ποδὼν ἐκολάσατε. ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ ἐξελκύσαι· Ἀριστοφάνης. περιττὸν τὸ μή· ἤρκει γὰρ εἰπεῖν τὸ ἐμποδών. χρῶνται δὲ τῷ τοιούτῳ, ἐν ᾧ δοκεῖ περιττεύειν τὸ μή, ὡς καὶ τοιαῦτα, ἀπ‐ αγορεύω σοι μὴ εἰσιέναι.
ε 1035 Ἐμπολᾷ: πραγματεύεται.
ε 1036 Ἐμπολαῖος: πραγματευτικός.
ε 1037 Ἐμπολέμια: τὰ εἰς πόλεμον ἐπιτήδεια καὶ εὔχρηστα.
ε 1038 Ἐμπολεμῶσαι: τὸ πολεμίους ποιῆσαι. οἷον ἐπὶ πόλεμόν τινας παροξῦναι. Ἐμπολεμῆσαι δὲ τὸ ἐκπορθῆσαι.
ε 1039 Ἐμπολή: φορτίον. ἢ τὸ τῆς πραγματείας κέρδος. ἡ συν‐ αγωγὴ τοῦ κέρδους. τὸ δὲ ῥῆμα ἐμπολᾶν. Ἀριστοφάνης· ἀλλ’ οὐδὲν ἠμπόληκά πω, οὔτ’ ἄλφιτ’ οὔτε πυρόν, ὡς ἀπολούμενος. ὡσεὶ ἔφη, ἀποδημῶν ἢ στρατευσόμενος· οἱ γὰρ στρατευόμενοι πυρὸν καὶ ἄλφιτα ἑαυτοῖς ὠνοῦντο.
ε 1040 Ἐμπόλημα καὶ Ἐμπολήσαντες.
ε 1041 Ἐμπολήσωμεν: ἐμπορευσώμεθα, συνάξωμεν, πωλήσαντες τὸν καρπόν.
ε 1042 Ἔμπολιν: ἐν τῇ αὐτῇ πόλει ὄντα. ἄνδρα, σοὶ μὲν ἔμπολιν οὐκ ὄντα, συγγενῆ δέ.
ε 1043 Ἐμπομπεύων: ἐπιφαίνων, θριαμβεύων.
ε 1044 Ἐμπόριον.
ε 1045 Ἔμπορος: ὁ πραγματευτικὸς ἄνθρωπος· κυρίως δὲ ὁ πλέων θάλασσαν. παρὰ τὸ πόρος· πόρος δὲ κυρίως ἐπὶ ὑγρῶν λέγεται. καὶ εὔπορος, ὁ ἔχων ἀεὶ τὸν ἐπιρρέοντα πλοῦτον, ἐκ μεταφορᾶς τοῦ ὑδατικοῦ πόρου.
ε 1046 Ἔμπορος: ὁ ναύλου πλέων ἐπ’ ἀλλοτρίας νεώς, ἢ πραγμα‐ τευτής.
ε 1047 Ἔμπορός εἰμι σκηπτόμενος· Ἀριστοφάνης. ἐπὶ τῶν προ‐ φασιζομένων ψευδῆ διὰ δειλίαν. εἰσάγεται γάρ τις λέγων, ὅτι ὅτε πέμπομαι εἰς πόλεμον, σκήπτομαι ἔμπορος εἶναι· ὡς τῶν ἐμπόρων μὴ ἐξιόντων ἐπὶ τὰς στρατείας διὰ τὸ εὔχρηστον τὰ πρὸς τροφὴν φέροντας.
ε 1048 Ἐμπορπῶ: τὸ συμβάλλω. καὶ Ἐμπορποῦσθαι, τὸ συμ‐ βάλλεσθαι.
ε 1049 Ἔμπουσα: φάντασμα δαιμονιῶδες ὑπὸ τῆς Ἑκάτης ἐπιπεμπό‐ μενον καὶ φαινόμενον τοῖς δυστυχοῦσιν. ὃ δοκεῖ πολλὰς μορφὰς ἀλλάσσειν. Ἀριστοφάνης Βατράχοις. Ἔμπουσα δὲ παρὰ τὸ ἑνὶ ποδί‐ ζειν, ἤγουν τοῦ τὸν ἕτερον πόδα χαλκοῦν ἔχειν. ἢ ὅτι ἀπὸ σκοτεινῶν τόπων ἐφαίνετο τοῖς μυουμένοις. ἐκαλεῖτο δὲ αὕτη καὶ Οἰνοπώλη. οἱ δέ, ὅτι ἐξηλλάττετο τὴν μορφήν. δοκεῖ δὲ καὶ ταῖς μεσημβρίαις φαντάζεσθαι, ὅταν τοῖς κατοιχομένοις ἐναγίζωσιν. ἔνιοι δὲ τὴν αὐτὴν τῇ Ἑκάτῃ. Ὀνοκώλη δέ, ὅτι ὄνου πόδα ἔχει· ὃ λέγουσι βολίτινον, τουτέστιν ὄνειον. βόλιτος γὰρ κυρίως τῶν ὄνων τὸ ἀποπάτημα. Ἀριστοφάνης Βατράχοις· καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα. ποῖόν τι; δεινόν· παντοδαπὸν γοῦν γίνεται· τοτὲ μέν γε βοῦς, νυνὶ δ’ ὀρεύς, τοτὲ δ’ αὖ γυνὴ ὡραιοτάτη τις. ποῦ ’στίν; ἐπ’ αὐτὴν ἴω. ἀλλ’ οὐκέτ’ αὖ γυνή ἐστιν, ἀλλ’ ἤδη κύων. Ἔμπουσα τοίνυν ἐστί. πυρὶ γοῦν λάμπεται ἅπαν τὸ πρόσωπον καὶ σκέλος χαλκοῦν ἔχει.
ε 1050 Ἐμπρήσαντες: καύσαντες.
ε 1051 Ἐμπρησμός: ὁ διὰ πυρὸς ἀφανισμός.
ε 1052 Ἐμπρίσαντες: συσφίγξαντες, προσαρμόσαντες. οἱ δὲ ἐμπρί‐ σαντες τοὺς ὀδόντας, τοῦ εἶξαι τῷ τυράννῳ γεγόνασι κρείττους.
ε 1053 Ἔμποιμνον εἷμα: τὸ ἔνδυμα. ἀπό ...
ε 1054 Ἐμποίνιμον: θέσιμον, ἐπιζήμιον.
ε 1055 Ἐμποίνιμος: ἐμποίνιος, τουτέστιν ἔνοχος ποινῇ, οἷον ἐφ’ οἷς ἥμαρτε δοὺς τιμωρίαν. καὶ ποινὴ λέγεται ἡ ἐπὶ φόνῳ κλασθέντι κόλασις. ὅτι Σατορνῖνος ὁ ὕπατος τυραννίδι ἐπέθετο. οἱ τοίνυν Ῥωμαῖοι ἀναγκαίαν αὐτῷ πίστιν ὑπισχνοῦνται μᾶλλον ἤπερ ἀληθε‐ στέραν καὶ καταγαγόντες ἐδικαίωσαν θανάτῳ, ὅρκους οὐκ ἐμποινίμους ἡγησάμενοι εἶναι, οὕσπερ πρὸς τὸν κοινὸν ἀλάστορα ἐποιήσαντο.
ε 1056 Ἔμπυον: τὸ ἕλκος.
ε 1057 Ἐμπύρευμα: ἔναυσμα, σπέρμα πυρός.
ε 1058 Ἐμπύρου: θερμῆς. καὶ Ἔμπυρα, τὰ καιόμενα ἱερεῖα. ἔστι δὲ σημεῖα ἐν τούτοις ἀποδεδειγμένα.
ε 1059 Ἐμπυρώτατος: ὁ κατάπυρος.
ε 1060 Ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις: λέγουσιν, ὅτι βαρβάρων τινῶν στρατευομένων ἐπὶ Δελφούς, ἐρωτώμενος ὁ θεὸς ἔφησεν· ἐμοὶ μελήσει ταῦτα καὶ λευκαῖς κόραις. ὕστερον δὲ ἐφάνη μετὰ Ἀθηνᾶς καὶ Ἀρτέμιδος, ὧν καὶ ἱερά εἰσιν ἐν Δελφοῖς, ἀπαντῶν τοὺς πολεμίους.
ε 1061 Ἐμοὶ δὲ τοιοῦτον ἔργον ἔστ’ εἰργασμένον, ὥστε ἁπαξ‐ άπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν, ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν: θρυλεῖ πάλιν ὁ Κλέων τὰ περὶ Πύλον καὶ Σφακτηρίαν. ἔθος δὲ ἦν τὰ ἀπὸ τῶν πολέμων ὅπλα τοῖς ἱεροῖς ἀνατιθέναι. ἕως οὖν, φησίν, ἀνάκειται τὰ ὅπλα Πύλου καὶ Σφακτηρίας, ἅπερ ἀνέθηκα, οὐδεὶς τολμήσει κατ’ ἐμοῦ λέγειν.
ε 1062 Ἐμοί τε ἐπιστολαί ἐπαρθεὶς ἢ χαυνωθείς, ὧν οὐθεὶς ἔγραψεν ὑψηλοτέρας τοῦ Καπανέως, ὑπὲρ ὧν τοὺς θεοὺς θεοὺς πολλάκις ὑπομιμνήσκω, καὶ τό, Ἰὼ Νέμεσι καὶ τὸ Διὸς βαρύβρομοι βρονταί, βοήσας, ἀπηγό‐ ρευσα αὐτῷ μὴ φοιτᾶν.
ε 1063 Ἐμυκᾶτο: ἐβρυχᾶτο, ἐμήνιεν. Ἀριστοφάνης Βατράχοις· ἔβλεψεν εἰς ἐμὲ δριμύ, κἐμυκᾶτό γε.
ε 1064 Ἐμύξατο: ἔξεσεν.
ε 1065 Ἐμυωπίασεν: ἄκροις τοῖς ὀφθαλμοῖς προσέσχε. μυωπάζω γὰρ τὸ καμμύω.
ε 1066 Ἐμφαλκωμένοις: περιπεπλεγμένοις. ἔπειτα κάλοις ἐμφαλ‐ κωμένοις ἀπὸ τοῦ ἀνωτάτω ἀνήρτησαν διὰ πήγματος. περὶ κριοῦ μηχανικοῦ.
ε 1067 Ἐμφανές: ἐπίθετον τῆς ἡμέρας· ὡς καὶ τὸ τῆς νυκτός, νύκτα μέλαιναν. Σοφοκλῆς· εἶρξαι κατ’ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε αἴανθ’ ὑπὸ σκηναῖσιν.
ε 1068 Ἐμφανίζω σοι: φανερῶ σοι.
ε 1069 Ἔμφασιν: προσποίησιν, ἐννόησιν· ἢ τὸ μέγεθος. Πολύ‐ βιος· ὁ δὲ Φίλιππος ἀνεχώρησε διαταραχθείς, ποιῶν δὲ ἔμφασιν, ὡς ἐπί τινα τῶν ἐν Πελοποννήσῳ πράξεων ἐπεστροφώς. ταύτην δὲ τὴν ἀπολογίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ’ οὐδὲ τῶν ἀπὸ τέγους ἄχρι τοῦ σώματος εἰργασμένων οὐδείς.
ε 1070 Ἔμφασις: ἔνδειξις. Πολύβιος· ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλ’ οὐδὲ τῶν ἀπὸ τέγους ἄχρι τοῦ σώματος εἰργασμένων οὐδείς. ὁ δ’ ἵνα πιστὸς φανῇ κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ἄλλην ἀναισχυντίαν καὶ προσκατέψευσται τἀνδρὸς κωμικόν τινα μάρτυρα προσεπισπασάμενος ἀνώνυμον.
ε 1071 Ἐμφαντικῶς: ἐννοητικῶς. ὁ δὲ παρεκάλει βραχέως μέν, ἐμφαντικῶς δὲ τοῦ παρόντος κινδύνου. ἀντὶ τοῦ πρεπόντως.
ε 1071b Ἐμφαίνει: σημαίνει.
ε 1072 Ἐμφέρεια: ὁμοιότης.
ε 1073 Ἐμφερεῖς: ἀντὶ τοῦ ὁμοίους. ὁ δὲ ἐμφερεῖς παῖδας τοῖς ἐπι‐ ζητηθεῖσι κοσμήσας ὑπὸ πεπλασμένης τιμῆς καὶ σηρικῆς ἐσθῆτος.
ε 1074 Ἐμφερίστατος· τοὺς τρόπους καὶ τὴν δίαιταν σφιγξὶν ἐμ‐ φεριστάτους. παρὰ Ἀριστοφάνει ἐν Σφηξίν.
ε 1075 Ἐμφιλοσοφῶ· δοτικῇ.
ε 1076 Ἐμφωλεύω· δοτικῇ.
ε 1077 Ἐμφοροῦμαι· γενικῇ.
ε 1078 Ἐμφιλοχωρῶν: τὴν χώραν ἀγαπῶν.
ε 1079 Ἐμφορούμενος: κορεννύμενος.
ε 1080 Ἐμφρεάτοι: δικαστήριον τῶν ἀκουσίων φόνων ἐν Ἀθήναις. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστογείτονος ἀκριβῶς διέρχεται περὶ αὐτά. ὠνομάσθαι δὲ τὸ δικαστήριον ἔοικεν ἀπό τινος Φρεάτου ἥρωος, ὡς Θεόφραστος ἐν ιϛʹ νόμῳ μαρτυρεῖ.
ε 1081 Ἔμφυλος πόλεμος: ὁ ἐκ τοῦ αὐτοῦ ἔθνους.
ε 1082 Ἐμφύς: ἐμπλακείς, ἐμπεσών. ὁ δὲ Κελτὸς προθυμίαν εἶχεν, ἐμφὺς τῷ πολεμίῳ, καὶ χερσὶ καὶ στόματι δίκην θηρίου διασπάσαι αὐτόν.
ε 1083 Ἔμφυτον: ἐγκάρδιον. διὰ τὸ προϋπάρχον αὐτῷ μῖσος ἔμφυτον.
ε 1084 Ἔμψοφον φίλημα: τὸ μετὰ ψόφου γινόμενον.
ε 1085 Ἐναβρύνεται: μεγαλοφρονεῖ, καυχᾶται.
ε 1086 Ἐναγές: τὸ σεβάσμιον καὶ ἁγνόν. ἄγος γὰρ τὸ ἱερὸν σέβας. ἔνθεν καὶ τό, ἄγη μ’ ἔχει. καί, ὡς σέ, γύναι, ἄγαμαι. κατ’ εὐφη‐ μισμὸν δὲ καὶ τὰ μιάσματα ἄγη λέγεται, καὶ οἱ μιαροὶ ἐναγεῖς κα‐ λοῦνται.
ε 1087 Ἐνάγει: ἐμβιβάζει, ἐνάπτει, ἐφέλκεται· ἢ προτρέπεται.
ε 1088 Ἐναγεῖς: βεβήλους, ἀποτροπαίους. Δαμάσκιος· τοὺς δὲ παντά‐ πασιν ἀπεωθεῖτο ὡς ἐναγεῖς ὄντας καὶ ἀνιάτους, οὐδέν τε αὐτὸν ἐδυσώπει προσδέχεσθαι σφῶν τὴν ὁμιλίαν, οὐ πλοῦτος ἐξαίσιος, οὐ περιφάνεια πολιτείας, οὐ δυναστεία ἄμαχος, οὐ κακοήθεια τυραν‐ νική τις.
ε 1089 Ἐναγεῖς: διὰ τοῦ ε τοὺς ἐνόχους ἄγει καὶ μιάσματι. ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· διὰ δὲ τοῦ α ἀναγεῖς, τοὺς ἀνάγνους.
ε 1090 Ἐναγής: σεβάσμιος, ἢ καὶ βέβηλος. ἐκ τούτων ἐκεῖνος τῇ τελετῇ προσῄει ἐναγής.
ε 1091 Ἐναγῆ φίλων: τὸν μηδέποτε ὑπὸ φίλων ἐν ἀφανεῖ αἰτίᾳ γενόμενον, ἀλλὰ καθαρὸν ὄντα. δεόμεθα μὴ λόγων ἄτιμον βαλεῖν, ἀλλὰ προσδέξασθαι αὐτοῦ τὴν ἀπολογίαν. εἴτε ἐναγῆ, τὸν ἐνεχόμενον μύσει, οὕτως· θεώμεθα, τὸν μηδέποτε ἐναγῆ γενόμενον εἰς φίλους μὴ ἐν ἀφανεῖ αἰτίᾳ ἄτιμον ποιήσῃς τῶν λόγων.
ε 1092 Ἐναγίζειν: παρὰ Ἡροδότῳ τὸ χοὰς φέρειν, ἢ θύειν τοῖς κατοιχομένοις, ἢ τὸ διὰ πυρὸς δαπανᾶν.
ε 1093 Ἐναγίζων: φονεύων, κατακαίνων. ἐναγίζουσιν οὖν τῷ Ξανθῷ Μακεδόνες καὶ καθαρμὸν ποιοῦσι σὺν ἵπποις ὡπλισμένοις.
ε 1094 Ἐναγισμοί: ὁλοκαυτώματα. ἐναγισμῶν ἐνεστηκότων Ῥω‐ μαίοις. ὀλίγαις δὲ ὕστερον ἡμέραις Χαιρέαν μοίραις ἐτίμησαν εἰς τὸ πῦρ τιθεμέναις. καὶ αὖθις· ταῦτα γὰρ ἡμῖν ζῶσιν ἔτι τὰ ἐναγίσματα Βιτέλλιος καὶ Οὐεσπεσιανὸς διδοῦσιν, ἵν’ ἡμᾶς τοῖς πάλαι νεκροῖς κατα‐ θύσωσιν.
ε 1095 Ἐναγωγή: ἡ ἔγκλησις. καὶ πάντα ἄνθρωπον ἀδικηθέντα ὑπ’ αὐτοῦ ἀδεῶς καὶ ἀζημίως ἐναγωγαῖς κεχρῆσθαι.
ε 1096 Ἐναγωγὴ οἰκέτου: τοῦ πραθέντος οἰκέτου, εἴ τι ἔχει νόσημα, εἰ μὴ προείποι ὁ πωλῶν, ἐφίησιν ὁ νόμος τῷ ὠνησαμένῳ διακρίνεσθαι πρὸς τὸν πεπρακότα, πρότερον ἀπογραψάμενον πρὸς τὰς ἀρχὰς τὴν αἰτίαν.
ε 1097 Ἔναγχος: πρὸ ὀλίγου, ἐν τῷ ἔγγιστα παρελθόντι χρόνῳ. ὃν ἦν καταψευσάμενος ἔναγχος καὶ μεγάλα ἀνάρσια ἀνῃρημένος ἐκ‐ δίκως.
ε 1098 Ἐν ᾅδου: οἱ Ἀττικοὶ χρῶνται τῇ ἔν ἀντὶ τῆς εἴς· ἐν διδα‐ σκάλου, ἐν κιθαριστοῦ.
ε 1099 Ἐναέριον: πνεῦμα ἀκάθαρτον.
ε 1100 Ἐνναέται: οἰκήτορες. ἐν Ἐπιγράμμασι· τὸν θρασὺν ὑψι‐ κόμων ἐνναέτην δονάκων. περὶ κάπρου φησί.
ε 1101 Ἐνάκ: ὄνομα κύριον. καὶ ἡ νόσος.
ε 1102 Ἐν ἀκαρεῖ: ἐν βραχεῖ, ἐν ὀλίγῳ. ἐν ἀκαρεῖ χρόνῳ ἐκιν‐ δύνευον διαφθαρῆναι.
ε 1103 Ἐνακμάζων: ἐνισχύων.
ε 1104 Ἐναλλάγδην: συμπεπλεγμένως. Ἀγαθίας· παρήγαγε δὲ τοὺς πρέσβεις ἐς μέσον ἐναλλάγδην τὼ χεῖρε ὑπὸ τὴν ἰξὺν περι‐ εσφιγμένους, κάτω δὲ τὸ κάρα ἐπινενευκότας.
ε 1105 Ἐναλλαγῆναι: τὸ ἀπὸ φιλίας εἰς φιλίαν ἄλλου μεταπηδῆσαί τινος, ἐχθροῦ ὄντος τὸ πρότερον· διαλλαγῆναι δὲ τὸ δι’ αὐτοῦ τοῦ ἐχθροῦ παρακληθῆναι καὶ φιλωθῆναι.
ε 1106 Ἐναλλάξ: ἐνηλλαγμένως.
ε 1107 Ἐνάλια: θαλάσσια. καὶ Ἔναλον, θαλάσσιον.
ε 1108 Ἐναλίγκιος: ὅμοιος.
ε 1109 Ἐναλόντες: ἐμπεσόντες.
ε 1110 Ἐν ἅλῳ κρύπτῃ: ἐπὶ τῶν μὴ δυναμένων λαθεῖν, παρόσον περίοπτος ἡ ἅλως.
ε 1111 Ἐν ἅλῳ δρακάζεις: τουτέστι κρύπτῃ. ἐπὶ τῶν ἀδυνάτων.
ε 1112 Ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται.
ε 1113 Ἐνανθρωπῶ σύνθετον, καὶ μόνον διὰ τοῦ η.
ε 1114 Ἐναντία· ὅτι τὰ ἐναντία κατ’ Ἀριστοτέλην συμπέπλεκται μὲν ἀλλήλοις ἑξαχῶς, ἐναντίωσιν δὲ ποιεῖται τετραχῶς συμπλεκόμενα. ἐναντία δὲ λέγονται τὰ πολὺ ἀλλήλων διεστῶτα ἢ τὰ ἀλλήλων ἀν‐ αιρετικά. τούτου δὲ λεγομένου οὐχ οἷός τε ὁ ἀπὸ τούτων ὁρμώ‐ μενος δεῖξαι ἓν ἑνὶ ἐναντίον· δύνανται γὰρ καὶ πολλὰ πολὺ ἀφεστῶτα ἀλλήλων λαμβάνειν, τοῦτο μὲν ἐν τῷ αὐτῷ γένει· τὸ γὰρ ξανθὸν καὶ τὸ ὠχρὸν πολὺ λευκοῦ διεστάναι, ἀλλὰ καὶ ἀναιρετικά ἐστι τοῦ λευκοῦ κἀκεῖνο τούτων. ἔστι δὲ πολὺ διεστῶτα καὶ ἐν διαφόροις γένεσι λαβεῖν. ἓν γὰρ ἑνὶ τὰ δύο διέστηκεν.
ε 1115 Ἐναντίον· γενικῇ. Ἐναντιῶ σοι δὲ δοτικῇ.
ε 1116 Ἐναντιοῦμαί σοι.
ε 1117 Ἐν ἀωρίᾳ.
ε 1118 Ἐναπερείσασθαι: ἐμπῆξαι.
ε 1119 Ἐναπήρεισται: ἐντετίναχεν. εἴρηται δὲ ἀπὸ τοῦ διατεινο‐ μένους ἐμπίπτειν.
ε 1120 Ἐναποματτόμενοι: ἐντυποῦντες.
ε 1121 Ἐναπομόρξεται Πρέμις τὴν εὐρυπρωκτίαν σοι: τουτ‐ έστι τὴν μαλακίαν ἐναποψήσεται, ἀπομάξει. καταπύγων δὲ ἐκωμῳ‐ δεῖτο ὁ Πρέμις. Ἀριστοφάνης φησίν.
ε 1122 Ἐναπομόργνυνται: ἐναποτίθενται.
ε 1123 Ἐνάπτοντες: ἐκδεσμοῦντες. ἠσφαλίζοντο δὲ τὰς σχεδίας τοῖς ἀπὸ τῆς γῆς ἐπιγύοις εἰς τὰ περὶ τὸ χεῖλος πεφυκότα τῶν δένδρων ἐνάπτοντες πρὸς τὸ συμμένειν.
ε 1124 Ἔναρα: τὰ σκῦλα. οἷά περ οὐκ ἐνοπιᾶς, ἀλλὰ χορῶν ἔναρα, οἷς θάλαμον κοσμεῖτε γαμήλιον. καὶ Ἐναίρειν, τὸ τὰ ὅπλα σκυλεύειν.
ε 1125 Ἔναρα: κυρίως ἔναρα, ὅσα ἄραρε καὶ συνήρμοσται τῷ σώματι, οἷον θώραξ, κυνέα. περιληπτικῶς δὲ εἴρηται καὶ τὰ τόξα ἔναρα.
ε 1126 Ἐνάργεια: ἡ τῶν λόγων λευκότης καὶ φανότης. Ἐνέργεια δὲ ἡ ἐν λόγοις, ἢ ἡ ἀθρόα προσβολή.
ε 1127 Ἐναργής: φανερός.
ε 1128 Ἐναρίζειν καὶ Ἐναριζέμεναι.
ε 1129 Ἐνάρθρως: ἠκριβωμένως.
ε 1130 Ἐναρμόνιον: ἐμμελές.
ε 1131 Ἐν ἄστει: ἐν τῇ πόλει.
ε 1132 Ἐνασχολοῦμαι: δοτικῇ.
ε 1133 Ἐνατενίζω· δοτικῇ.
ε 1134 Ἕνατος δασύνεται. ἐκ τοῦ εἷς, ἑνός.
ε 1135 Ἔνατος καὶ ἐνάτη. δι’ ἑνὸς ν. Ἐννέα δὲ διὰ δύο νν.
ε 1136 Ἐναύειν: πυρὸς μεταδιδόναι. Πολύβιος· εἰ δέ τις λειπόμενος μὴ θάνοι, φύγοι δὲ τὸν κίνδυνον, τοῦτον μήτε πόλει δέχεσθαι μήτε πῦρ ἐναύειν. περὶ τούτων ἀρὰς ἐποιήσαντο πᾶσι μέν, μάλιστα δὲ τοῖς Ἠπειρώταις, εἰς τὸ μηδένα τῶν φυγόντων δέξασθαι τῇ χώρᾳ. καὶ αὖθις Αἰλιανός· εἴ ποτε δημοσία νόσος ἐπεπόλασεν, ἐπὶ τὸν σηκὸν τοῦδε φοιτῶντες οἱ ἱερογραμματεῖς, εἶτα μέντοι τὰς δεούσας ἱερουργίας ἐπιτελοῦντες ἐκ τοῦ βωμοῦ πῦρ ἐναύονται καὶ ἐξῆπτον πυρὰς κατὰ πόλεις καὶ τοῦ δυσώδους ἀέρος τὴν φθοροποιὸν ἐκείνην νόσον μαραί‐ νουσι καὶ λεπτύναντες τοῦτο δὴ τὸ καινότατον τὴν νόσον ἔσβεσαν τῷ πυρί. καὶ αὖθις· Καλλίξενος ὁ Ἀθηναῖος διὰ συκοφαντίαν ἆθλα ἀπη‐ νέγκατο τῆς ἀναισχυντίας καὶ ἀσεβείας, ἐν ἄστει μισούμενος καὶ πε‐ νόμενος καὶ ἀποκλειόμενος λιμῷ ἀποθανεῖν· ἐπεὶ μήτε ὕδατος ἐκοινώ‐ νουν αὐτῷ, μήτε πυρὸς ἐναύειν ἐβούλοντο, ὥσπερ οὖν κοινωνεῖν τοῖς βουλομένοις καὶ δεομένοις.
ε 1137 Ἐναύειν: τὸ ἱκετεύειν πρὸς τοῖς ναοῖς. εἰ δὲ ἐντεῦθεν Εὐρι‐ πίδης ἐναυσάμενος τὸν λόγον ἅπαντα, εἶτα μέντοι Φοίνικι περι‐ τίθησιν.
ε 1138 Ἐναυλήματα: ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεδευμένα. ἔνιοι δὲ καὶ αὐτὰ τὰ ἄλφιτα ἐναυλήματα καλοῦσιν.
ε 1139 Ἐναυλισθῆναι: ἐνοικισθῆναι.
ε 1140 Ἐναύλισμα: οἴκημα.
ε 1141 Ἔναυλον: οὐ πρὸ πολλοῦ μνημονευόμενον, ἔτι ἐνηχούμενον. Πισίδης· ἀεὶ γάρ, ὡς ἔοικεν, αἱ περιστάσεις ἐκ τῶν ἐναύλων ἠρεθισμέναι πόνων τίκτουσιν ὁρμὰς κρείττονας βουλευμάτων.
ε 1142 Ἐναύλους: τοὺς χειμερινοὺς ποταμούς. παρὰ τὸ αὐλεῖν.
ε 1143 Ἐναύσματα: ἀρχάς, ἐμπυρεύματα, ὑπεκκαύματα. καί τινα ἐξ αὐτοῦ διδασκαλίαν ἐναυσάμενοι κᾆτα ἐμιμήσαντο ἐς τὸ εὖ καὶ καλῶς. Αἰλιανός φησιν.
ε 1144 Ἐν αὐτῇ γὰρ καταφεύγοντες: ἐν τοῖς τοιούτοις πρὸς τὸ πρωτότυπον ἡ σύνταξις ἐπανάγεται· ἔστι γὰρ ἡ σκέπη. θὲς οὖν, εἴ τι βούλει, γένος ἀρσενικόν, θηλυκόν, οὐδέτερον, πάλιν ἐπὶ τοῦτο θέλεις ἐλθεῖν. ὅμοιον τούτῳ καὶ τό, ῥάβδον δυνάμεως κεκτημένοι τὸν σταυρόν. ὀφείλεις οὖν εἰπεῖν ἐν αὐτῷ, πρὸς τὸν σταυρόν.
ε 1145 Ἐναφῆκαν: ἐνέβαλον. ἐναφῆκαν τῇ δρυῒ σφῆνας, ὡς διασταίη.
ε 1146 Ἐν βραχεῖ: Ἀντιφῶν ἀντὶ τοῦ ἁπλῶς καὶ ἐν κεφαλαίῳ.
ε 1147 Ἐν γὰρ ἀμηχανίῃ καὶ Καρκίνος ἔμμορε τιμῆς: ἐπὶ τῶν εὐτελῶν τῶν διὰ περιπέτειάν τινα τιμῆς ἀξιουμένων.
ε 1148 Ἐν γεννητοῖς γυναίκων.
ε 1149 Ἐν γειτόνων: τῶν πλησιαζόντων.
ε 1150 Ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν.
ε 1151 Ἐν γήρει πίονι: ἐν πλήθει ἐτῶν.
ε 1152 Ἐν γυάλοισιν: ἐν τοῖς κοιλώμασι. χαῖρε μελαμπέπλοις, Εὐ‐ ριπίδη, ἐν γυάλοισι Πιερίας.
ε 1153 Ἐνδατούμενος· τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος. Σο‐ φοκλῆς Τραχινίαις.
ε 1154 Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολεμαρχεῖ: παρ‐ οιμία ἐπὶ τῶν εὐτελῶν, τῶν διὰ περιπέτειάν τινα τιμῆς ἀξιουμένων. τοιαύτη δέ ἐστι καὶ ἡ λέγουσα, ἐν γὰρ ἀμηχανίῃ καὶ Καρκίνος ἔμμορε τιμῆς. ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς. καὶ γὰρ ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται.
ε 1155 Ἐνδεέστερος: ἐλλειπέστερος. ἐνδεέστερος δὲ ἦν ἀεὶ τῆς συμβαινούσης χρείας. διὸ καὶ ὅσα ἔγραφεν, εὕροι τις ἂν τὸ μὲν ὑψηλόνουν καὶ τελεσιουργὸν ἔχοντα, τοῖς δὲ ἔπεσιν οὐ πάνυ συν‐ ηρμοσμένα.
ε 1156 Ἕνδεκα: ἀρχὴ ἐν Ἀθήναις, ἐπιμελομένη τῶν ἐν τῷ δεσμω‐ τηρίῳ κατακρίτων· ἐφ’ ἣν ἀνήγοντο οἱ κλέπται καὶ οἱ ἀνδραποδισταί.
ε 1157 Ἐνδεκάζοντας: ἀντὶ τοῦ ἐνεορτάζοντας, ἐν τῷ αὐτῷ τὴν δεκάτην ἄγοντας. Δημοσθένης ἐν τῷ κατὰ Θεοκρίνου.
ε 1158 Ἐνδελεχισμός: ἐπιμονή. ἡ συνήθης θυσία ἡ καθημερινή. ἔθος γὰρ ἦν τοῖς Ἑβραίοις καὶ πρωῒ καὶ ἐν ἑσπέρᾳ καὶ καθ’ ἑκάστην ἡμέραν τῷ θεῷ θύειν. πράγμασιν ἐνδελεχεστάτοις ἀπὸ τῆς πενίας μαχόμενοι ἀπαλλαξείοντες ἐς Βυζάντιον ᾔεσαν.
ε 1159 Ἐνδελεχῶς: συνεχῶς.
ε 1160 Ἐνδέξασθαι: παραλαβεῖν, ἀκροάσασθαι. οὔκουν πρόσθεν ἔτι ἀποκρίνεσθαι περὶ σπονδῶν οὐδὲ φίλιον λόγον ἐνδέξασθαι περὶ τῶν τὰ πολέμια ἔργα δρώντων.
ε 1161 Ἐνδέξια: αἴσια, καλά.
ε 1162 Ἐν δέοντι: ἐν τῷ χρησίμῳ. Ἀριστοφάνης· εὖγε ποῶν ἀπό‐ λωλε, κἂν δέοντι τῇ πόλει, ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι. τουτέστι πρὶν ταράξαι ἡμᾶς.
ε 1163 Ἐνδέχεσθαι: παραδέχεσθαι, πείθεσθαι. ὁ δὲ ἐλπίσι κεναῖς αὐτοὺς ἔβοσκεν, οὐκ ἐῶν τοὺς Βελισαρίου λόγους ἐνδέχεσθαι. καὶ λόγους ὑπὲρ αὐτοῦ θειοτέρους ἀναπλάττειν καὶ φήμας ἐνδέχεσθαι τερατωδεστέρας.
ε 1164 Ἐνδείκνυμι· ἐνδεικνύναι ἔλεγον τὸ καταγγέλλειν τινὰ κακ‐ ουργοῦντα περὶ τὰ κοινά. καὶ Ἐνδείξασθαι, ἐπὶ τοῦ κατηγο‐ ρῆσαι. Ἰώσηπος· πολλοὺς γὰρ διὰ τὰ οἰκεῖα μίση καὶ διαφορὰς ἰδίας ἐνδείξασθαι τοὺς ἀναιτίους.
ε 1165 Ἐνδεῖκται. σπαράττεται γὰρ ὑπὸ ἐνδεικτῶν, κακῶς ἐπι‐ φύντων τῇ Κυρήνῃ. συκοφαντῶν, κατηγόρων.
ε 1166 Ἐνδεῖκται: οὗτοι ἦσαν κατὰ τὴν Ἀσίαν. μὴ ἐάσῃς ἔργον γενέσθαι συκοφαντῶν, ἐνδεικτῶν, κοινῶν ἀλαστόρων τῆς χώρας.
ε 1167 Ἐνδεῖν: χρῄζειν.
ε 1168 Ἐνδειξαμένῳ: ἀντὶ τοῦ ἀπολογησαμένῳ. καὶ Ἔνδειξις, ἡ ἀπολογία.
ε 1169 Ἔνδειξις: δίκη κατὰ τῶν ὀφειλόντων καὶ δημηγορούντων. οὐ γὰρ ἐξῆν λέγειν, οὐδ’ ὅλως ἐπίτιμον εἶναι ὀφείλοντα. ὥστε εἰ καὶ ἦρχέ τις ὀφείλων, ἐνεδείκνυτο. ἤδη δὲ καὶ ἐπὶ τῶν φυγάδων ὅπου μὴ ἔξεστι κατιόντων, ἡ ἔνδειξις.
ε 1170 Ἔνδειξις: ἐάν τις ἄτιμος ὢν ἢ ὠφληκὼς τῷ δημοσίῳ καὶ μὴ ἐκτετικὼς ἄρχειν ἢ δικάζειν ἐπιχειροίη, τοῦτον ἐνδείκνυσιν ὁ βουλόμενος τῶν πολιτῶν. ὁμοίως καὶ τὸν ἀντιποιούμενον πράξεων ἢ τόπων ἀπηγο‐ ρευμένων τοῖς νόμοις, οἷον τὸν ἡταιρηκότα τῆς ἀγορᾶς, καὶ τοῦ λέγειν ἐν τῷ δήμῳ, ἔτι τὸν κακῶς λέγοντα τοὺς τετελευτηκότας ἀδίκως. ἔπειτα τοῖς ἁλοῦσι τούτων τινὸς τιμῶσιν οἱ δικασταί, τί χρὴ παθεῖν ἢ ἀποτῖσαι.
ε 1171 Ἔνδειξις: εἶδος δίκης δημοσίας· ὑφ’ ἣν τοὺς ἐκ τῶν νόμων εἰργομένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον. Δημοσθένης κατὰ Ἀριστογείτονος.
ε 1172 Ἐνδιάει: ἔνεστι, διατρίβει. ὄμμασι μούνοις θέλγομαι, οἷς ἐλπὶς μείλιχος ἐνδιάει. καὶ Ἔνδιος παρὰ Ὁμήρῳ, ὁ μεσημβρινός. καὶ Ἔνδια· τρισσὰ μὲν ἀντολικῶν ἀναπέπταται ἔνδια κύκλων.
ε 1173 Ἐνδιαβάλλω· αἰτιατικῇ.
ε 1174 Ἐνδιαεριανερινηχέτους: λέξεις συνθετικὰς διθυραμβοποιῶν· οἷος ἦν Ἴων ὁ Χῖος ποιητής. καὶ ζήτει ἐν τῷ διθυραμβοποιοὶ διδάσκαλοι.
ε 1175 Ἐνδιατρίψας τῇ πόλει ἡμερῶν τινῶν.
ε 1176 Ἐνδιαίτημα: διατριβή.
ε 1177 Ἐν δίκῃ: ἀντὶ τοῦ δικαίως, καὶ μάλα εἰκότως.
ε 1178 Ἔνδικον: δίκης ἄξιον. ἢ δίκαιον. καὶ γὰρ ὁ Μιθριδάτης τά τε ἄλλα ἔνδικος βασιλεὺς ἦν.
ε 1179 Ἐν Διομίοις Ἡράκλειον: ἡ ἐν Διομίοις ἀγομένη τῷ Ἡρα‐ κλεῖ ἑορτή.
ε 1180 Ἔνδιος: μεσημβρινός. ὄφρα μὲν οὖν ἔνδιος ἔην ἔτι, θέρμετο δὲ χθών, τόφρα δ’ ἔην ὑάλοιο φαάντερος οὐρανὸς ἤνοψ. τουτέστιν ὁ λαμπρός.
ε 1181 Ἐνδόμυχος: σκοτεινός, ἀπόκρυφος. Δαμάσκιος· οὕτω δὲ ἐν‐ δόμυχος ἐγεγόνει καὶ σιωπηλὸς ἐπὶ τούτοις, ἃ κρύπτειν ἐδοκίμαζεν, ὥστε μηδὲ ἐρωτώσῃ τῇ μητέρι λέγειν ὅπη ἀπίοι.
ε 1182 Ἔνδοξα· φησὶν Ἀριστοτέλης συλλογισμὸν διαλεκτικὸν εἶναι τὸν δι’ ἐνδόξων γινόμενον. ἔνδοξα δέ ἐστι, δι’ ὧν ὁ διαλεκτικὸς γίνεται συλλογισμός· τουτέστι τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρι‐ μωτάτοις καὶ ἐνδόξοις. καὶ εἴη ἂν κυριώτατα μὲν καὶ πρῶτα τὰ πᾶσιν ἢ τοῖς πλείστοις δοκοῦντα. πᾶσι μὲν τὸ αἱρετὸν ἀγαθὸν εἶναι, τὸ δὲ αἱρετὸν εἶναι ὑγείαν, πλοῦτον, ζωήν· οἱ γὰρ ἄλλως λέγοντες οὐχ ὡς διακείμενοι λέγουσιν, ἀλλὰ θέσει παρίστανται. μαρτυροῦσι δὲ αὐτοῖς ὡς τοιούτοις διὰ τῆς αἱρέσεως αὐτῶν. τοιοῦτο καὶ τό, τὸ ἀγαθὸν ὠφελεῖν καὶ τὸ δεῖν τοὺς γονεῖς τιμᾶν. τοῖς δὲ πλείστοις τὸ τὴν φρόνησιν πλούτου αἱρετωτέραν εἶναι ἢ τὸ ψυχὴν σώματος τι‐ μιωτέραν καὶ τὸ θεὸν εἶναι. οἱ δὲ σοφοὶ ὡς ὁ Πλάτων, ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ Ἀριστοτέλης, ὡς ὁ οὐρανὸς πέμπτου σώματος καὶ ἡ εὐδαιμονία ὑπ’ ἀρετῆς γίνεται, καὶ τὴν ἀρετὴν δι’ αὑτὴν αἱρετὴν εἶναι. ἐπεὶ δὲ οὗτοι ἔνδοξοι κατὰ σοφίαν, ἔνδοξα καὶ τὰ εἰρημένα. διαφέρει δὲ ἔνδοξον τοῦ ἀληθοῦς, οὐ τῷ ψευδὲς εἶναι (ἔστι γάρ τινα ἔνδοξα καὶ ἀληθῆ), ἀλλὰ τῇ ἐπικρίσει, ὅτι ἐστὶν ἀληθές. τῷ δὲ ἐνδόξῳ ἀπὸ τῶν ἀκουόντων καὶ τῶν τούτων ὑπολήψεων, ἃς ἔχουσι περὶ τῶν πραγμάτων. ἔνδοξα ἁπλῶς τὰ κατὰ τὴν πάντων δόξαν ἢ τῶν πλείστων, ὡς τὸ τὴν ὑγίειαν αἱρετὸν εἶναι, ὡρισμένως δὲ ἔνδοξα τὰ τῷδέ τινι τῶν ἐνδόξων ἑπόμενα, οἷον Πλάτωνι ἢ Ἀριστοτέλει ἢ Γαληνῷ· ἄδοξα δὲ ἁπλῶς μὲν τὰ τοῖς ἐνδόξοις ἀντικείμενα· ταῦτα δ’ ἂν εἴη τὰ παρὰ τὰς τῶν πάντων ἢ τῶν πλείστων δόξας λεγόμενα· ὡρισμένως δὲ ἄδοξα, τὰ μαχόμενα τοῦδε τινὸς ἐνδόξου τῇ δόξῃ, ὡς φέρε εἰπεῖν, τὸ μὴ εἶναι τὴν ψυχὴν ἀθάνατον, ἐπεὶ μάχεται τῇ Πλάτωνος δόξῃ· οὔτε δὲ ἔνδοξον οὔτε ἄδοξόν ἐστι πρόβλημα, περὶ οὗ οὗτοι οὐδετέρως δοξάζουσιν, οἷον τὸ περιττοὺς εἶναι τοὺς ἀστέρας ἢ ἀρτίους, ἢ τὰς τρίχας τῆς κεφαλῆς, ἢ περὶ οὗ ἐπ’ ἴσης ἀμφοτέρως, οἷον περὶ τοῦ ἄπειρον εἶναι καὶ μὴ εἶναι, ἢ τὸ εἶναι ἐπιστήμας τὰς ἀρετὰς ἢ πάλιν μὴ εἶναι.
ε 1183 Ἐνδόσιμον· οἱ δὲ κελευσταὶ τοῖς ἐρέταις τὸ ἐνδόσιμον ἐν‐ έδοσαν, οἱ δὲ ἐπὶ τῇ ἐνδόσει ἀθρόοι τῷ ῥοθίῳ ἐπηλάλαξαν. καὶ Ἔνδοσις ἐπὶ τούτῳ. Ἐνδόσιμον, κινήσεως καὶ ἀρχῆς αἴτιον. ὁ δὲ ψαλμὸς οἷος ἐνδόσιμος εἶναι τῇ ᾠδῇ.
ε 1184 Ἐνδοῦναι: προδοῦναι. παραδοῦναι, ἢ καὶ εἶξαι.
ε 1185 Ἐνδούς: ἀραιώσας.
ε 1186 Ἐνδώσειν: ὁρίσαι, προστάξαι. καιρὸν δὲ τῆς διαβάσεως καὶ τόπον αὐτὸς ἐνδώσειν ἔφη.
ε 1187 Ἐνδρανής: πρακτικός.
ε 1188 Ἐνδοιαστόν: ἀμφίβολον.
ε 1189 Ἐνδοιάζω.
ε 1190 Ἐνδύεταί μοι τὴν λεοντῆν: ἐπὶ τῶν μεγάλοις ἐπιχειρούν‐ των πράγμασιν. ἐκ μεταφορᾶς τοῦ Ἡρακλέους.
ε 1191 Ἐνδυκέως: ἐπιμελῶς.
ε 1192 Ἐνδυμίωνος ὕπνον καθεύδεις: ἐπὶ τῶν ὑπνηλῶν εἴρηται ἡ παροιμία· διὰ τὸ τὸν Ὕπνον ἐρασθῆναι Ἐνδυμίωνος καὶ ἔτι καθεύδειν, καὶ σὺν αὐτῷ εἶναι φασί.
ε 1193 Ἔνδυο: τὸ ταχέως, ὡς ἡμεῖς. Μένανδρος Ἐφεσίῳ· παρέσομαι γὰρ ἔνδυο.
ε 1194 Ἐνδυομενία. τὴν μὲν ἐνδυομενίαν ἅπασαν ἐκ τῶν οἰκιῶν ἐξήρπασαν. τὰ ἔπιπλα.
ε 1195 Ἐνδύω· αἰτιατικῇ. Ἐνδῦναι καὶ Ἐνδῦσαι.
ε 1196 Ἐνδυτά· ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους. τουτέστι περιβλήματα.
ε 1197 Ἕναι· ἀρχαὶ αἱ παρῳχημέναι. Δημοσθένης κατὰ Ἀριστογεί‐ τονος.
ε 1198 Ἔναιεν: ᾤκει.
ε 1199 Ἐν αἰθρίᾳ: ἐν φανερῷ.
ε 1200 Ἔναιμος: πλήρης αἵματος.
ε 1201 Ἔνναιον: τόπος.
ε 1202 Ἔναιον: ᾤκουν.
ε 1203 Ἐναίρειν: τὸ τὰ ὅπλα σκυλεύειν. μοῦνος ἐναιρομένοισιν ὑπέρμαχον ἀσπίδα τείνας νηυσὶ βαρὺν Τρώων αἰὲν ἔμεινας Ἄρη. Ἐναίρειν καταχρηστικῶς καὶ ἐπὶ θηρίων. Ὅμηρος· θῆρας ἐναίρειν. θῆρες γὰρ οὐκ ἔχουσιν ὅπλα ὥστε σκυλευθῆναι. κυρίως δὲ ἐπὶ ἀν‐ θρώπων.
ε 1204 Ἐναίσιμος: δίκαιος, καθήκων. ἐναισίῳ δὲ συντύχοιμι. μηδέ τῳ πονηρῶν συντυχών.
ε 1205 Ἐννέα ὁδοί: τόπος Θρᾳκικὸς παρὰ τὴν Ἀμφίπολιν.
ε 1206 Ἔνατος καὶ Ἐνιαυτὸς δέ, καὶ Ἐνάτη δι’ ἑνὸς ν.
ε 1207 Ἐνεαρίζω· δοτικῇ.
ε 1208 Ἐννεάκρουνον· κρήνη Ἀθήνησιν ἦν δωδεκάκρουνος. Θουκυδίδης δὲ ἐννεάκρουνος.
ε 1209 Ἐννεάκρουνον: κρήνη τις Ἀθήνησι, Καλλιρρόη καλουμένη πρότερον.
ε 1210 Ἐνέβαλεν: ἔτυψεν. ὁ δὲ κρίνας τοῦτον ἀδικεῖν πληγὰς ἐν‐ έβαλεν. καὶ αὖθις· τοῖς μὲν τραύματα ἐνέβαλεν.
ε 1211 Ἐνέβη: ἀντὶ τοῦ εἰσῆλθε. τῶν δὲ συνήθων τις αὐτῷ ἐνέβη τῷ ποδὶ λακτίσας κείμενον τὸν ταῦρον. καὶ ἀκούω τὸν πόδα ἐκεῖνον εἰς οἴδημα ἀρθῆναι καὶ φλεγμήναντα σφακελίσαι. καὶ αὖθις· ἐνέβη δὲ ναῦν ἀποχρῶσαν τοῖς ἑταίροις.
ε 1212 Ἐνεβριμήσατο: ὠργίσθη. μετ’ ὀργῆς ἐλάλησεν.
ε 1213 Ἐνεβριμήσατο: μετ’ αὐστηρότητος ἐπετίμησεν.
ε 1214 Ἐνεγκαμένη πατρίς.
ε 1215 Ἐνέγκασθαι: ἐνέγκαι.
ε 1216 Ἔνεγκε, Ἐνέγκαι δέ.
ε 1217 Ἐνεγκοῦσα: πατρίς· ἢ μήτηρ.
ε 1218 Ἐνέγκωμεν: αὐθυπότακτον. καὶ Ἐνέγκῃς.
ε 1219 Ἐνεγύησεν· ὁ δὲ ἐνεγύησε κατὰ τὸ καρτερὸν τὰ κέρατα περι‐ σχίσαι αὐτίκα, οὕτω τε τοὺς βαρβάρους εἰσδέξασθαι. ἀντὶ τοῦ παρ‐ ήγγειλεν.
ε 1220 Ἐνεδέχοντο: παρελάμβανον, εἰσεδέχοντο. οἱ δὲ τὸν Κιννέαν ἐνεδέχοντο. καὶ παρελθὼν ἐς τὴν πόλιν ἐσεμνολόγει περὶ Πύρρου.
ε 1221 Ἐνέδει: ἐνέλειπεν. ὅσοις ἐνέδει, ἐδίδοσαν. εἴ τῳ που τὶ ἐνέδει, ἐξεπλήρου.
ε 1222 Ἐνεδοίαζεν: ἠμφίβαλλεν.
ε 1223 Ἐνεδρεύω· δοτικῇ.
ε 1224 Ἔνεδρον: ἔγκρυμα δολερόν.
ε 1225 Ἐνεδίδου καὶ Μετεδίδου· γενικῇ.
ε 1226 Ἐνεθουσία: ἐμαίνετο.
ε 1227 Ἐνέκαψα· κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα.
ε 1228 Ἐνέκειντο: ἐπιμόνως ἠσχολοῦντο. εἰ δή τι ἐλέλειπτο, ἁρπα‐ σάμενοι ἐνέκειντο τῇ πολιορκίᾳ.
ε 1229 Ἐνεκότει· δοτικῇ. ἐμνησικάκει, ὠργίζετο. ὁ οὖν Χαγάνος ἐν‐ εκότει εὐδοκιμηθείσαις ταῖς Ῥωμαίων δυνάμεσιν.
ε 1230 Ἐνεκότουν· Δαβίδ· καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. τουτέστι μετ’ ὀργῆς ἠναντιώθησάν μοι.
ε 1231 Ἐνέκρινον: τοῖς καλοῖς συνηρίθμησαν· ὡς ἀπέκρινον, ἀπεδο‐ κίμαζον. Αἰλιανός· Ῥωμαῖοι πολεμοῦντες οὐδένα τόπον οὔτε ἐν‐ έκρινον οὔτε ἀπέκρινον, ἀλλ’ ἔνθα ἔτυχον, ἠγωνίζοντο.
ε 1232 Ἐνελίξας.
ε 1233 Ἐνελόχισαν: ἐνήδρευσαν.
ε 1234 Ἐνέμοντο: ἐκαρποῦντο, ᾤκουν.
ε 1235 Ἐνεμημένων· τῶν δὲ ἄλλων τῶν περὶ βασιλέως τοῖς ἐρύμασιν ἐνεμη‐ μένων. Κρίτων ἐν Γετικοῖς.
ε 1236 Ἐνενηκονταεννέα.
ε 1237 Ἐνένιπεν: ἐκακολόγησεν.
ε 1238 Ἐνεός: ἄφωνος, κωφός, ἐξεστηκώς, νωδός, νωχελής, μετέω‐ ρος. Ξενοφῶν· τοῖς δὲ παισὶν ἐδείκνυσαν ὥσπερ ἐνεοῖς ὅ τι δέοι ποιεῖν. τοσόσδε διὰ τῆς νυκτὸς ἐνέπεσε σεισμός, ὥστε ἐξέθορον ἐκ τῆς κοίτης. σημαίνει δὲ καὶ ὄνομα κύριον.
ε 1239 Ἐνεώλκησαν: τὰς ναῦς εἵλκυσαν.
ε 1240 Ἐννέωρος: ἐνναετής.
ε 1241 Ἐνεώχμωσε: νεωστὶ κατεσκεύασεν, ἐκίνησεν.
ε 1242 Ἐνεώχμωσεν: ἠλλοίωσεν, ἐκαινοποίησεν.
ε 1243 Ἐνεπάρην: ἐνέπεσον.
ε 1244 Ἐνέπασσεν: ἐνέβαλλεν, ἐνεποίκιλλεν.
ε 1245 Ἐνέπεσε: συνέβη, ἐγένετο. Πολύβιος· ἐνέπεσε δέ τις ὁρμὴ τῷ Σκιπίωνι καὶ διαπόρησις, εἰ δεῖ συμβαλεῖν καὶ μονομαχῆσαι πρὸς τὸν βάρβαρον.
ε 1246 Ἐν ἐπηκόῳ: εἰς ἐπήκοον πάντων.
ε 1247 Ἐνεπίπρων καὶ Ἐνεπίπραντο καὶ Ἐνεπίπλαντο καὶ Ἐνεπίπλα.
ε 1248 Ἐνεπίσκημμα καὶ Ἐνεπισκήψασθαι· ὁπότε δημευθείη τινὸς οὐσία, ἐξῆν προελθεῖν τῷ φάσκοντι γεγενῆσθαι δανειστῇ τοῦ ἀνδρὸς καὶ λέγειν, ὡς ὀφείλεται αὐτῷ ἐν τῇ οὐσίᾳ χρέος· καὶ τοῦτο λέγεται ἐπίσκημμα καὶ ἐνεπισκήψασθαι.
ε 1249 Ἐνεπισκήψασθαι καὶ Ἐγγύην καταβαλεῖν· καταδικα‐ σθέντων τινῶν δημεύεσθαι τὰς οὐσίας, εἰ λέγοιέν τινες, ὡς εἴησαν δανεισταὶ τῶν δημευομένων, ἀπογράφεσθαι τούτους ἐκέλευον, πότε καὶ πόσον ἐδάνεισαν ἀργύριον· ὅπερ ἐλέγετο ἐπισκήψασθαι. εἰ μέντοι γε παρίστων ἐγγυητὰς τοῦ μὴ ἂν διαψεύσασθαι περὶ τοῦ δανείσματος οἱ δανείσαντες, τοῦτο ἐγγύην καταβολῆς ἔλεγον.
ε 1250 Ἐνεπορπήθησαν: συνεβλήθησαν.
ε 1251 Ἐνέργεια· ὅτι ἡ ἐνέργεια καθολικωτέρα ἐστὶ τῆς κινήσεως, ἡ δὲ κίνησις τοῦ πάσχειν. πᾶν μὲν γὰρ τὸ πάσχον καὶ κινεῖται, πᾶν δὲ τὸ κινούμενον καὶ ἐνεργεῖ, οὐκέτι μέντοι τὸ ἐνεργούμενον κινεῖται. ἐνέργεια μὲν γάρ ἐστιν ἡ ἀθρόα προσβολὴ ἀπὸ τῆς ἕξεως, κίνησις δέ ἐστιν ἀτελὴς ἐνέργεια. ἡ γὰρ ἀπὸ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν ὁδὸς κίνησίς ἐστιν. πᾶσα δὲ γένεσις καὶ πᾶσα ἐνέργεια ἄλλου τινὸς γίνεται τέλους χάριν· τέλος γὰρ τῆς γενέσεως καὶ τοῦ γινομένου τὸ εἶναι, καὶ τῆς ἐνεργείας καὶ τοῦ ἐνεργεῖν τὸ ἐνηργηκέναι. οὐκ ἐπὶ πάντων δὲ τοῦτο ἀληθές· ἡ γὰρ εὐδαιμονία ἐν τῷ ἐνεργεῖν κατ’ ἀρετήν, οὐκ ἐν τῷ ἐνεργηκέναι. δεῖ οὖν σκοπεῖν, πότερον ἐνέργεια τὸ τέλος τῆς δυνάμεως, ἢ ποίημά τι καὶ ἔργον. ἐφ’ ὧν μὲν οὖν ποίημα πταίουσιν οἱ πρὸς τὴν ἐνέργειαν ἀποδόντες· τέλος γὰρ ἐπὶ τούτων τὸ ἔργον καὶ βέλτιον τῆς ἐνεργείας. ἐφ’ ὧν δὲ ἐνέργεια ψιλή, ἐνέργειαν μόνην θετέον· πολλῶν γὰρ οὐ τὸ γεγενῆσθαι τέλος, ἀλλὰ τὸ γίνεσθαι. καὶ γὰρ ἥδεσθαι μᾶλλον αἱρούμεθα ἢ πεπαῦσθαι τῆς ἡδονῆς, καὶ θεωρεῖν ἢ τεθεωρηκέναι.
ε 1252 Ἐνεργόν: ἐπιτεταμένην, σύντομον. Πολύβιος· οἱ δὲ ἐξανα‐ στάντες ἐνεργὸν ἐποιήσαντο τὴν πορείαν καὶ τὴν ἔφοδον.
ε 1253 Ἐνερευθής: ἀντὶ τοῦ ἐρυθρός. τῷ χρώματι γενόμενος ἐνερευθής.
ε 1254 Ἐνερείδοντες: ἐμπηγνύντες. καὶ Ἐνερείσας, ἐμπήξας.
ε 1255 Ἔνερθεν: ὑποκάτωθεν.
ε 1256 Ἐνέρσει: τὸ ξύλον σιδήρῳ διέφθειραν, ᾧπερ ἐνέρσει τείχους ἑκατέρου ἐναρμοσθέντι τὰς πύλας ἐπιζευγνύναι εἰώθασιν.
ε 1257 Ἐνέρσει κρώβυλον ἀναδούμενοι: τουτέστιν ἐν εἰσέρσει ἢ συμπλοκῇ. κρώβυλος δέ ἐστιν εἶδος πλέγματος τῶν τριχῶν, ἀπὸ ἑκατέρων εἰς ὀξὺ καταλῆγον.
ε 1258 Ἐνέρτερος: κατώτερος.
ε 1259 Ἐνέροις: νεκροῖς. ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ κεῖσθαι.
ε 1260 Ἐνεσκευασμένην: ἀντὶ τοῦ διεσκευασμένην, καὶ πεπλασμένην. Ἰσαῖος καὶ Δημοσθένης.
ε 1261 Ἐνεσκηρώθησαν.
ε 1262 Ἐνέσκηψαν: ἐνώρμησαν, ἐνέπηξαν.
ε 1263 Ἐνεσκιρρώθη: ἐκ τοῦ σκίρρος, ὃ σημαίνει τὸν γύψον.
ε 1264 Ἐνεστήσαντο καὶ μετῆλθον: ἀντὶ τοῦ ἔκριναν ποιῆσαι. ὅσαι τὸ πρᾶγμα τοῦτο ἐνεστήσαντο καὶ μετῆλθον.
ε 1265 Ἐνεσκίμφθη: ἐνεπάγη.
ε 1266 Ἔνεστι κἂν μύρμηκι χολή: παρεγγυᾷ μηδὲ τῶν μικρῶν καταφρονεῖν.
ε 1267 Ἐνεστώς, ἐνεστῶτος.
ε 1268 Ἐνέτῃσι: περόναις. χρυσείῃσιν ἐεργομένην ἐνέτῃσιν.
ε 1269 Ἐνετιμᾶτο διαφέρει τοῦ ἀπετιμᾶτο· ὅταν μὲν γάρ τις ὥς τι ποσὸν ἀργύριον ἀποτίμημα λαμβάνῃ, ἀποτιμᾶσθαι λέγεται· ὅταν δὲ ἐν εἴδεσί τισι λογίσηταί τις μέρος τι τοῦ ἀργυρίου, τοῦτο λέγεται ὡς ἐνετιμήσατο.
ε 1270 Ἐνετολμήσατο: ἀπεθάρρησεν. εἶτα μέντοι ἐνετολμήσατο τη‐ λικοῦτον τόλμημα.
ε 1271 Ἐνετρύλλισε: κατεῖπεν. Ἀριστοφάνης· προαγωγὸς οὖς’ ἐν‐ ετρύλλισε τῷ δεσπότῃ.
ε 1272 Ἐνετοί: ἐθνικόν, Παφλαγόνες.
ε 1273 Ἔνευ: ἐπιφώνημα.
ε 1274 Ἐνεχείρισε ποιμαίνειν τοὺς μαθητάς.
ε 1275 Ἐν εὐσήμῳ ἡμέρᾳ: ἐν ἀγαθῇ, ἐν καλῇ.
ε 1276 Ἐνέχεις: ἐκίρνας. Ἀριστοφάνης· εἰ Θάσιον ἐνέχεις εἰκότως γε, νὴ Δία. ὡς τοῦ Θασίου οἴνου εὐόσμου ὄντος. ὁ γὰρ Στάφυλος, ὁ ἐρώμενος Διονύσου, ἐν Θάσῳ ᾤκει· καὶ διὰ τοῦτο διαφέρει ὁ Θά‐ σιος οἶνος.
ε 1277 Ἐνέχυρον· ζήτει ἐν τῷ ἀποτιμηταί.
ε 1278 Ἐνείη: ἀντὶ τοῦ ἔνεστιν. Ἀριστοφάνης· εἰ μή ς’ ἀπολέσαιμ’, εἴ τι τῶν αὐτῶν ἐμοὶ ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῆ. οἷον δια‐ μαρτήσαιμι τῆς ἐλπίδος, εἴ σε μὴ ἀπολέσαιμι, εἴ τι τῶν ἐμῶν ὑπο‐ κρίναιο ψευσμάτων. ἐπεὶ αὐτὸς ἀντιψευδόμενος ἔδοξεν ὁ ἀλλαντο‐ πώλης αὐτὸν παρευδοκιμεῖν. ἄλλως. εἴ τι τῶν ἐμῶν ψευδῶν σῴ‐ ζεται, τούτεστι τῶν ἐνόντων μοι. εἰ μὴ ἀπολώλεκα τὸ ψεύδεσθαι, διαπέσοιμι πανταχοῦ, εἰ μή σε ἐξ ἀνθρώπων ποιήσαιμι.
ε 1279 Ἐνείκασθαι: ἐνεγκεῖν.
ε 1280 Ἐνεῖκαι: ἀπὸ τοῦ ἐνέκω, ἐνέξω, ἤνεκα, πλεονασμῷ τοῦ ι ἤνεικα καὶ ἐνεῖκαι. ἐπλεόνασε δὲ τὸ ι, διότι πᾶς ἀόριστος μὴ ἔχων ς ἢ ξ ἢ ψ μακρᾷ θέλει παραλήγεσθαι, οἷον ἔκειρα, ἔνειμα, ἤνεικα.
ε 1281 Ἐνείκησεν: ἐκακολόγησεν, ὕβρισεν.
ε 1282 Ἐνείλλοντες· Θουκυδίδης· ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλ‐ λοντες ἐσέβαλλον ἐς τὸ διῃρημένον τοῦ τείχους.
ε 1283 Ἐνείμαντο: ἐμέρισαν.
ε 1284 Ἐνειός.
ε 1285 Ἐνείραντες: ἐμπερονήσαντες.
ε 1286 Ἐνειρμένος πέδαις: ἀντὶ τοῦ συμπεπλεγμένος.
ε 1287 Ἐνεῖσα: ἐμβαλοῦσα. σαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖσα χόλον.
ε 1288 Ἔνεισιν: ἐμβάλλει.
ε 1289 Ἐνεχώρουν· οἱ δὲ ἱερεῖς καταπεπληγμένοι τῷ δέει ἐξίσταντο καὶ ἐνεχώρουν αὐτῇ ἅπαντες. ἀντὶ τοῦ συνεχώρουν.
ε 1290 Ἐνέχραυε. τὸ σῶμα ἐπέπληττεν. Ἡρόδοτος· τὸ σῶμα ἐόντα ὑπομαργότερον. ὅκως γὰρ ἐντύχοι Σπαρτιητέων ἐνέχραυε τὸ πρόσω‐ πον τῷ σκήπτρῳ. περὶ Κλεομένους τοῦ Σπαρτιάτου λέγων.
ε 1291 Ἐνέχυρον: τὸ διδόμενον ὑπὲρ χρέους. οὐ μόνον ἐνέχυρα φασίν, ἀλλὰ καὶ ἐνέχυρον. φαίνεται δὲ καὶ τῶν ἀπηγορευμένων εἶναι μὴ θεῖναι τὰ ὅπλα ἐνέχυρα. λέγει οὖν περὶ τῆς Πενίας, ὅτι αὐτὴ τῇ ἑαυτῆς βίᾳ ἀναγκάζει καὶ τοὺς νόμους παραβαίνειν τοὺς θεσπί‐ σαντας, ὅπλα ἐνέχυρα μὴ τιθέναι.
ε 1292 Ἔνη καὶ νέα: ἡ τριακὰς καλουμένη. ἔνον τὸ παλαιὸν καὶ νέον τὸ νέον. ἐν ᾗ ἂν ὁ τοιοῦτος βρότος ἐγγένηται. νῦν ὡς βρότον αἱματόεντα τὸν φονικὸν σημαίνων λέγει.
ε 1293 Ἔνη καὶ νέα: οὕτω παρ’ Ἀθηναίοις ἡ παρ’ ἡμῖν τριακάς, ἡ νεομηνία, ἐπειδὴ συμβαίνει ἐν αὐταῖς καὶ λήγειν τὴν σελήνην καὶ γεν‐ νᾶσθαι. τότε δὲ μὴ ταχέως ἀποδιδόντας τοὺς τόκους ἢ τὰ δάνεια ἀπῄτουν, ὡς ὑπερόρους γενομένους. διὸ λυπεῖσθαί φησιν ὁρῶν ἐνι‐ σταμένην ἔνην τε καὶ νέαν. ἡ δὲ πέμπτη ἐστὶ κϛʹ φθίνοντος. τὰς γὰρ λʹ ἡμέρας τῆς σελήνης εἰς γʹ δεκάδας διῄρουν οἱ Ἀθηναῖοι καὶ τὴν μὲν πρώτην ὡς ἡμεῖς, αʹ βʹ γʹ δʹ εʹ ϛʹ ζʹ ηʹ θʹ ιʹ ἀπαριθμοῦντες, τὴν δὲ δευτέραν οὕτως· πρώτη ἐπὶ δέκα, ιαʹ· δευτέρα ἐπὶ δέκα, ιβʹ· τρίτη ἐπὶ δέκα ἄχρι τῆς ιθʹ· τὴν γὰρ εἰκάδα οὕτω καλοῦσι. τὴν δὲ καʹ ὑστέραν δεκάδα καὶ τὴν μετ’ αὐτὴν ἐνάτην φθίνοντος ἕως δευτέ‐ ρας φθίνοντος. τὴν γὰρ τριακάδα ἔνην καὶ νέαν φασίν.
ε 1294 Ἔνη· παρεῖναι δ’ εἰς ἔνην. οἷον εἰς τρίτην. μηδ’ ἀναβάλλεσθαι ἔστ’ αὔριον ἔστ’ ἔνηφι. τινὲς δὲ εἰς τριακάδα. Ἀττικοὶ δὲ καλοῦσιν ἔνην καὶ τὴν παλαιάν. Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος· τὰς ἔνας ἀρχὰς ταῖς νέαις ὑπεξιέναι.
ε 1295 Ἔνη· ἡ τρίτη τῆς σελήνης. Ἀριστοφάνης· θάρσει, κατατεύξῃ, κἂν ἔνης ἔλθῃς. ἀντὶ τοῦ εἰς τρίτον. οἶδα γὰρ τούτους χειροτο‐ νοῦντας μὲν ταχὺ ἅττ’ ἂν δόξῃ καὶ ταῦτα πάλιν ἀρνουμένους.
ε 1296 Ἔνην καὶ νέαν τὴν ὑφ’ ἡμῶν τριακάδα καλουμένην Ἀθηναῖοι λέγουσιν, ἀπὸ τοῦ τὴν τελευτὴν ἔχειν τοῦ προτέρου μηνὸς καὶ τὴν ἀρχὴν τοῦ ὑστέρου. Πολέμων δέ φησιν, ὅτι ἐκάλεσεν αὐτήν ποτε Δημητριάδα ἐπὶ τιμῇ Δημητρίου τοῦ Μακεδόνος. ἔνης δὲ καὶ εἰς ἔνην τὸ εἰς τρίτην λέγουσι· καὶ ἁπλῶς τὸ ἕνον δασυνόμενον τὸ πρό‐ τερον καὶ παρεληλυθὸς δηλοῖ.
ε 1297 Ἕνη: Ἀττικοὶ τὸ ἕνη περιττὸν ἔθεσαν, ὡς τὸ ἔχων, πλῆρες ἔχον. οἱ δὲ λείπειν φασὶ τὸ δύο. ἐρωτῶν δὲ λέγει, ἓν ἢ δύο. Ἀρι‐ στοφάνης Ἀχαρνεῦσιν· ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν ἕνη;
ε 1298 Ἐνή: ὀξυτόνως ἡ νέα.
ε 1299 Ἐνηβητήρια: ἐνευωχητήρια παρὰ Ἡροδότῳ.
ε 1300 Ἐνηβρύνετο: ἠλαζονεύετο.
ε 1301 Ἐνῆγεν: ἐκίνει, παρέπειθεν. Προκόπιος· ἐνῆγε δὲ αὐτὸν ἐς τοῦτο Χριστιανῶν λόγος καὶ ἔδακνεν αὐτοῦ τὴν διάνοιαν, ὅτι ἀνά‐ λωτον Ἔδεσσαν ἰσχυρίζοντο εἶναι. καὶ αὖθις· ἐνῆγε δὲ πάντας εἴς τε τὰς εὐχὰς τὰς ὑπὲρ αὐτοῦ καὶ τὴν ὀφειλομένην εὔνοιαν, ἥ τε χρεία τῆς στρατείας ἀναγκαία οὖσα, ἣν ὑπὲρ πάντων κοινῇ ποιού‐ μενος δῆλος ἦν, τό τε κάλλος τὸ τοῦ σώματος καὶ τὸ μέγεθος.
ε 1302 Ἐνηγκυλωμένα· πεφωραμένοι ὅτι ἐπὶ κατασκοπῇ παρεγέ‐ νοντο, τῷ καὶ τὰ τόξα ἐνηγκυλωμένα φέροντας ἁλῶναι. ἀντὶ τοῦ ἐντεταμένα, ηὐτρεπισμένα.
ε 1303 Ἐνηέος: τοῦ πράου. καὶ Ἐνηής, ὁ πρᾶος.
ε 1304 Ἐνήεια: ἡ πραότης.
ε 1305 Ἐνήθλει: ἐνεκαρτέρει. καὶ ὁ μὲν ἐπὶ τούτοις τῇ πενίᾳ ἐνήθλει.
ε 1306 Ἐνῆκαν: ἐνέβαλον,
ε 1307 Ἐνῄκισεν: ἔπληξεν, ἐτιμωρήσατο.
ε 1308 Ἐνήλατα: τῆς κλίνης μέρος τι.
ε 1309 Ἐνήλατο· Ἀριστοφάνης· ἐνήλατ’, ἐσκίρτα, πεπόρδει, κατεγέλα, ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον.
ε 1310 Ἐνηλινδῆσθαι: κεκυλίσθαι. καὶ Ἐνηλινδοῦντο, ἐκυλίοντο.
ε 1311 Ἔνηλυς.
ε 1312 Ἐνημμένος: περιβεβλημένος. τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος. καί, ὁ Ἡρακλῆς ἐχρῆτο τῇ λεοντῇ περὶ τὸ σῶμα ἐνημ‐ μένος.
ε 1313 Ἐνῆν: δυνατόν, ἐνδεχόμενον. ὁ δὲ μάστιξιν, ὡς ἐνῆν, ἀν‐ ετάσας διέγνω ὡς ἔχει τὸ πολέμιον. ἀντὶ τοῦ ὡς δυνατόν.
ε 1314 Ἐνῆν: ὑπῆρχεν.
ε 1315 Ἐνηνθρώπησεν: ἀντὶ τοῦ ἐν ἀνθρώπῳ γέγονεν. αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ.
ε 1316 Ἐνῆος.
ε 1317 Ἐνήρατο: ἀπέκτεινεν.
ε 1318 Ἐνήρεισε: προσεπέλασεν.
ε 1319 Ἐνήρης ναῦς: πληθυντικῶς δὲ διαφέρει. Ἐνήρεις, μίαν εἰρεσίαν ἐχούσας. ὁ δὲ Σύλλας συνῆλθε τῷ Μιθριδάτῃ ἐν Δαρδάνῳ τῆς Τρῳάδος ἔχων ναῦς σʹ ἐνήρεις.
ε 1320 Ἐν ἦρι: ἐν τῷ ἔαρι.
ε 1321 Ἐνῆρσεν: ἐφήρμοσεν.
ε 1322 Ἐνήσομεν: ἐμβαλοῦμεν.
ε 1323 Ἐνισχημένος: κατεχόμενος.
ε 1324 Ἐνηυλισμένον: ἐμπεριειλημμένον.
ε 1325 Ἔνηφι: μετὰ τρίτην.
ε 1326 Ἔνι: ἔστιν, ὑπάρχει. Ἀριστοφάνης ἀντὶ τοῦ ἔνεστιν. ἐθέλω δ’ ἐπὶ πᾶν ἰέναι μετὰ τῶνδ’ ἀρετῆς ἕνεχ’, οἷς ἔνι φύσις, ἔνι θράσος, ἔνι δὲ σοφόν, ἔνι φιλόπολις ἀρετὴ φρόνιμος.
ε 1327 Ἔνια: τινά.
ε 1328 Ἐνιαυσιαῖος.
ε 1329 Ἐνιαυτίζω: ἐνιαυτόν που διατρίβω.
ε 1330 Ἐνιαυτός· οἱ Ἑβραῖοι τὸν ἐνιαυτὸν κατὰ τὸν σεληνιακὸν δρόμον ἀριθμοῦσιν, ὥστε τὸν μῆνα ἡμερῶν εἶναι παρ’ αὐτοῖς κθʹ ἥμισυ, ὡς τοῦ μὲν ἡλιακοῦ κύκλου ὑπάρχοντος τξεʹ, τοῦ δὲ σεληνιακοῦ τνδʹ, ὡς τὸν ἡλιακὸν παραλλάσσειν ἐνιαυτὸν ἡμέρας ιαʹ τοῦ σεληνια‐ κοῦ ἐνιαυτοῦ. ὥστε Ἕλληνες καὶ Ἰουδαῖοι μῆνας τρεῖς ἐμβολίμους ὀκτὼ παρεμβάλλουσιν.
ε 1331 Ἐνιαυτὸς Μέτωνος: ἡ ἐννεακαιδεκαετηρίς. Μέτων γὰρ ὁ μαθηματικὸς περίοδον ἐκτιθεὶς χρόνου ἐνέταξε ιθʹ.
ε 1332 Ἐνιαχοῦ: πολλαχοῦ. καὶ Ἐνιαχῆ, ὁμοίως.
ε 1333 Ἑνίγυος: ὁ ἓν μέλος ἔχων, ὁ κυλός.
ε 1334 Ἐνιδρυνθείς, Ἐνηδρυθεὶς δέ.
ε 1335 Ἐνίδρυται: ἐγκάθηται.
ε 1336 Ἑνιαία: ἡ μοναδική.
ε 1337 Ἐνίεται: ἐμβάλλει.
ε 1338 Ἐνίεσαν: ἐνέβαλον. καὶ τοῖς πύργοις πῦρ ἐνίεσαν.
ε 1339 Ἐνιζάνει· ὁ δὲ κατ’ ἴχνος ἑπόμενος τῷ τυράννῳ καὶ ἐς τὸν Ὀργῶνά ποτε ἐνιζάνει τῷ προκαταλαβεῖν τὰ εὐέφοδά τε καὶ ἱπ‐ πήλατα τῶν πεδίων.
ε 1340 Ἐνιζῆσαι· δοτικῇ. καθίσαι.
ε 1341 Ἐνίει: ἐμβάλλει. καὶ Ἐνιεῖσα, ἐμβάλλουσα.
ε 1342 Ἐνιῆνες.
ε 1343 Ἐνίησιν: ἐμβάλλει.
ε 1344 Ἐνίκησε: τὸ ὑπερέβαλεν.
ε 1345 Ἐνικλᾶν: ἐμποδίζειν.
ε 1346 Ἔνικμα· ὅτι τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουσι διὰ τὸ εἶναι ἔνικμα καὶ διερά.
ε 1347 Ἐνιλλωπῶ ἢ Ἐνιλλώπω: τὸ τοὺς ὀφθαλμοὺς συστρέφω.
ε 1348 Ἔννιος, Ῥωμαῖος ποιητής· ὃν Αἰλιανὸς ἐπαινεῖν ἄξιόν φησι. Σκιπίωνα γὰρ ᾄδων καὶ ἐπὶ μέγα τὸν ἄνδρα ἐξᾶραι βουλόμενός φησι μόνον ἂν Ὅμηρον ἐπαξίους ἐπαίνους εἰπεῖν Σκιπίωνος. δῆλον δὲ ὡς ἐτεθήπει τοῦ ποιητοῦ τὴν μεγαλόνοιαν καὶ τῶν μέτρων τὸ μεγαλεῖον καὶ ἀξιάγαστον· καὶ ὡς ἐπαινέσαι δεινὸς Ὅμηρός ἐστι καὶ κλέος ἀνδρὸς πυργῶσαί τε καὶ ἆραι, ἐξ ὧν ἐπῄνεσε τὸν Ἀχιλλέα, καλῶς ἠπίστατο ὁ ποιητὴς ὁ Μεσσάπιος.
ε 1349 Ἐνιπή: ἡ διὰ τῶν λόγων ἀτιμία, ἐπίπληξις.
ε 1350 Ἐπισκήφθη: κατηνέχθη.
ε 1351 Ἐνίσπω: ἐπιπλήξω.
ε 1352 Ἐνίστασθαι: εὐτρεπίζεσθαι, παρασκευάζεσθαι. μὴ διαμέλλειν, ἀλλ’ ἐνίστασθαι τῷ πολέμῳ, ὡς μὴ προπαθόντες ἀμύνασθαι δέοι ἐπὶ κατειργασμένοις. καὶ αὖθις· ὁ δὲ Τραιανὸς ἐδυσχέραινε καὶ πολὺ πλέον ὥρμητο τῷ πολέμῳ ἐνίστασθαι.
ε 1353 Ἐνισχηθέντας: κατασχεθέντας.
ε 1354 Ἐνισχύω· αἰτιατικῇ.
ε 1355 Ἔνιοι: φανεροί· ἢ οἱ μέν, ἢ τινές.
ε 1356 Ἔνθα: τότε.
ε 1357 Ἔνθα: ἔνθεν τοι.
ε 1358 Ἔνθεν: διὰ τοῦτο.
ε 1359 Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων.
ε 1360 Ἔνθεσις: ὁ ἄκολος, ὁ ψωμός. Ἀριστοφάνης· εἴθε φαύλως, ὥσπερ εὗρες, ἐκβάλοις τὴν ἔνθεσιν. ἐπὶ τῶν παρὰ προσδοκίαν εὐδο‐ κιμησάντων. τὸ δὲ εὗρες, τὸ καμάτῳ καὶ πόνῳ περιγενέσθαι τινός, τῆς τοῦ κάμνοντος γνώμης καὶ προαιρέσεως ἐστὶν ἔλεγχος· τὸ δὲ εὑρεῖν ἁπλῶς τῆς παρασχούσης τύχης, καὶ 〈οὐ〉 τῆς τοῦ εὑρόντος γνώμης ἔργον. ὡς οὐκ ἐκ προνοίας κατορθώσαντος, ἃ διεπράξατο, ἀλλ’ ἁπλῶς εὑρόντος τὸ εὕρεμα.
ε 1361 Ἔνθεσμον: νόμιμον.
ε 1362 Ἔνθου, ῥόφησον: παρὰ τὸ ἐντίθεσθαι τῷ στόματι.
ε 1363 Ἔνθους: τεθεοφορημένος, ἐνθουσιῶν. συναλοιφὴ δὲ τοῦ ἔνθεος. Ἀππιανός· ὁ δὲ Σκιπίων καὶ τὸ σχῆμα καὶ τὸ βλέμμα διαθεὶς ὥσπερ ἔνθους, ἔφη τὸ δαιμόνιον ἥκειν τὸ σύνηθες αὐτῷ καὶ καλεῖν ἐπὶ τοὺς πολεμίους. τουτέστι θεόληπτος.
ε 1364 Ἐνθουσιᾷ: ὑπὸ ἐνθέου κατέχεται πνεύματος.
ε 1365 Ἐνθουσιαζόμενοι: ἐφορμῶντες, ἢ ἐλλαμπόμενοι.
ε 1366 Ἐνθουσιασμός: ὅταν ἡ ψυχὴ ὅλη ἐλλάμπηται ὑπὸ τοῦ θεοῦ.
ε 1367 Ἐνθουσιώσας· Πισίδης· καὶ τὰς ἀθέσμους ἡδονὰς τοῦ Σαρ‐ βάρου ἐνθουσιώσας τῇ πυρώσει τῆς μέθης ἐπεξανῆπτον. ἀντὶ τοῦ ἐξανεγειρούσας, μαινομένας.
ε 1368 Ἔνθ’ οὔτε μίμνειν ἀνέμους, οὔτ’ ἐκπλεῖν ἐᾷ: ἐπὶ τῶν δυσχρήστοις περιπεσόντων τοῦτο λέγεται. φησὶ δὲ αὐτὸ παρ’ Αἰσχύλῳ ὁ Φιλοκτήτης.
ε 1369 Ἔνθρυπτον: τὸ ἐκ πέμματος, ὅ ἐστι πλακοῦς. ἢ τὸ ἐνθρυ‐ βόμενον βρῶμα. ἔνιοι ταῖς τελεταῖς αὐτὸ προσοικειοῦσι. καὶ Ἀπόλλων δὲ παρ’ Ἀθηναίοις Ἔνθρυπτος.
ε 1370 Ἐνθύμημα: οὕτω λέγονται οἱ ῥητορικοὶ συλλογισμοί· ἐν ἐκείνοις γὰρ διὰ μιᾶς προτάσεως δοκεῖ γίνεσθαι ὁ συλλογισμὸς τῷ τὴν ἑτέραν γνώριμον οὖσαν ὑπὸ τῶν δικαστῶν ἢ τῶν ἀκροατῶν προστίθεσθαι. οἷον, οὗτος ἄξιός ἐστι κολάσεως· προδότης γάρ ἐστι. προστίθησι γὰρ ὁ δικαστὴς ὡς ἐναργὲς τὸ πάντα τὸν προδότην κολάσεως ἄξιον εἶναι. ἐφ’ ὧν οὖν μὴ γνώριμόν ἐστι τὸ παραλειπόμενον, οὐκέτι ἐπὶ τούτων οἷόν τε τὸν δι’ ἐνθυμήματος γίνεσθαι συλλογισμόν· ὁ γὰρ συλλογισμὸς σύνθεσίν τινα λόγων ἔοικε σημαίνειν.
ε 1371 Ἐνθυμήσιον: ἄπειρον, ἔννομον.
ε 1372 Ἐνθυμιζόμενοι: λογιζόμενοι. οὕτως Δίων ἐν ἑπτακαιδεκάτῳ Ῥωμαϊκῶν.
ε 1373 Ἐνθύμιον: ἄπορον, σεμνόν. κατὰ νοῦν. καὶ δὴ τὰ πραχθέντα ἔθετο ἐνθύμιον καὶ γενόμενος τῶν Μυρμιδόνων ἐγκρατὴς παραλύει τὸν Ἄκαστον τῆς ἀρχῆς.
ε 1374 Ἐνθύμιον καὶ Ἐγκατάλειμμα ἐνθυμίου: βραχύ τι μόριον.
ε 1375 Ἐνθυμοῦμαι: γενικῇ. μή ποτε τῶν κοινῶν βίων ἐνθυμηθείς. καὶ αἰ‐ τιατικῇ δέ· εἰ μή τι γε ἄλλο, ἐκεῖνο ἐνθυμούμενος.
ε 1376 Ἐνθυμιστόν: ὕποπτον.
ε 1377 Ἐν Καρὶ τὸν κίνδυνον: ἐπὶ τῶν μισθοῦ πωλούντων τὰ οἰκεῖα δυσχερῆ. διὰ τὸ τοὺς Κᾶρας πρώτους ἀνθρώπων μισθοῦ στρα‐ τεύσασθαι. εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν ἐν ἀλλοτρίοις κινδυ‐ νευόντων.
ε 1378 Ἐν Καρὸς εἵπετο τάξει: ἀντὶ τοῦ ἐμισθοφόρου. ἐπειδὴ πρῶτοι Κᾶρες ἐμισθοφόρησαν.
ε 1379 Ἓν κηρίον: ἐπὶ πολλῶν ὁμοφωνούντων, ἢ στασιαστῶν, ἢ συνωμοτῶν.
ε 1380 Ἐν Κλάρῳ: ὅτι σύνηθες τοῖς παλαιοῖς τὸ λέγειν ἐπὶ μὲν τῶν θεῶν, ὁ ἐν Μελίτῃ, ὁ ἐν Κλάρῳ· ἐπὶ δὲ ἀνθρώπων, ὁ ἐκ Μελίτης, ὁ ἐκ Κλάρου. ὡσαύτως καὶ ἐπὶ πάσης πόλεως καὶ χώρας.
ε 1381 Ἐν Λίμναις Διονύσιον: τόπος ἐστὶν ἐν Ἀθήναις Λίμναι, ἐν ᾧ ὁ τιμώμενος Διόνυσος.
ε 1382 Ἐν λόγῳ: ἐν τῇ ὑποθέσει. Ἀριστοφάνης Ὄρνισιν· ἡμεῖς γὰρ ἄνδρες οἱ παρόντες ἐν λόγῳ.
ε 1383 Ἐν μετεώρῳ ἦν ἡ ναῦς: ἀντὶ τοῦ πελάγιος καὶ μὴ ἐπ’ ἀγκυρῶν ἱσταμένη, ἀλλὰ ἀπέχουσα τῆς γῆς.
ε 1384 Ἐν μύρτου κλαδὶ τὸ ξίφος κρατήσω· ὅ τε Ἁρμόδιος καὶ Ἀριστογείτων ἐν μύρτοις ῥίψαντες τὸ ξίφος Ἵππαρχον τὸν τύραννον ἀπέκτειναν.
ε 1385 Ἐνόδιον: τὸ ἐπὶ τῆς ὁδοῦ. Ἐνῴδιον δὲ τὸ ἐνώτιον· παρὰ τὸ οἰδεῖν τὰ ὦτα.
ε 1386 Ἐν ὁδῷ ἦσαν: ἐν ἔργῳ, ἐν ἔργοις, ἐν βίῳ, ἐν πίστει.
ε 1387 Ἐν ὅλμῳ ἐκοιμήθη: οἱ μὲν ὅλμον φασὶ μαντεῖον, οἱ δὲ τοὺς ἐν ὅλμῳ κοιμηθέντας μαντικοὺς γίνεσθαι. ὅτι καὶ οἱ τρίποδες τοῦ Ἀπόλλωνος ὅλμοι καλοῦνται.
ε 1388 Ἐνόν: δυνατόν· ἢ ἐνυπάρχον. οἱ δὲ οἷα δήπου θυσίαν λιτὴν ἐκ τῶν ἐνόντων καὶ παρόντων προσαχθεῖσαν αὐτοῖς ἐπαινοῦντες.
ε 1389 Ἐννοῶ· αἰτιατικῇ.
ε 1390 Ἐνοπή: πόλεμος, μάχη. Ὅμηρος· Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ’ ἴσαν, ὄρνιθες ὥς. καὶ αὖθις· οἷά περ οὐκ ἐνοπᾶς, ἀλλὰ χορῶν ἔναρα, οἷς θάλαμον κοσμεῖτε γαμήλιον.
ε 1391 Ἔνοπτρον: τὸ κάτοπτρον.
ε 1392 Ἐνόρσας· ἐμβαλών.
ε 1393 Ἔνορχα: ἄρσενα.
ε 1394 Ἔνος: ὁ ἐνιαυτός.
ε 1395 Ἐνόσει: ἠρρώστει. ὁ δὲ ἔπραττε κακῶς, καὶ πᾶσα ἡ οἰκία αὐτῷ ἐνόσει, καὶ τὰ τῆς ἐμπορίας ἐπικερδῆ ἥκιστα αὐτῷ ἦν.
ε 1396 Ἐννοσίγαιος: ὁ κινῶν τὴν γῆν, σεισμοὺς ποιῶν.
ε 1397 Ἔνοσις: ἡ κίνησις.
ε 1398 Ἐνοσίχθων: σείων τὴν γῆν.
ε 1399 Ἑνοῦμαι· δοτικῇ.
ε 1400 Ἔννους: ὁ συνετός. Σοφοκλῆς· ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται. ἔννους ἀνὴρ διὰ τῶν φθασάντων τὰ παρόντα γινώσκει. εἰ γὰρ ὁ ὑπὸ Ἀπόλλωνος δοθεὶς χρησμὸς ἠκύρωται, δηλονότι καὶ τὰ νῦν, ἃ ἐμαντεύσατο ὁ Τειρεσίας. καὶ αὖθις· ταῦτα δράσας ὕστερον ἔννους ἐγένετο, καὶ ἐσωφρόνησεν.
ε 1401 Ἐνοφθαλμισμῶν: θεαμάτων.
ε 1402 Ἐνοχλῶ σοι. δοτικῇ. ἔστι δὲ καὶ αἰτιατικῇ. ὁ δὲ ὠκυτάτοις ἵπποις αὐτὸν ἠνώχλει καὶ ὑπέφευγεν.
ε 1403 Ἔνοχος: ὑπαίτιος. Τίμαιος κατὰ τοῦ Ἐφόρου πεποίηται καταδρομήν, αὐτὸς ὢν δυσὶν ἁμαρτήμασιν ἔνοχος, τῷ μὲν ὅτι πικρῶς κατηγορεῖ τῶν πέλας ἐπὶ τούτοις οἷς αὐτὸς ἔνοχός ἐστι, τῷ δὲ ὅτι καθόλου διέφθαρται τῇ ψυχῇ, τοιαύτας ἀποφάσεις ἐντιθέμενος τοῖς ὑπομνήμασι.
ε 1404 Ἐνῴδιον: τὸ ἐνώτιον. παρὰ τὸ οἰδεῖν τὰ ὦτα.
ε 1405 Ἐνώμα: ἐκίνει.
ε 1406 Ἐνωμόρξατο: ἀπεμάξατο, ἀπεψήσατο.
ε 1407 Ἐνωμοτάρχης: τάξεώς τινος στρατιωτικῆς ἄρχων παρὰ Λακε‐ δαιμονίοις.
ε 1408 Ἐνωμοτία: τάξις τις στρατιωτικὴ ἀνδρῶν εʹ καὶ κʹ παρὰ Λακε‐ δαιμονίοις. εἴρηται δὲ ἀπὸ τοῦ ὀμνύναι αὐτοὺς μὴ λείψειν τὴν τάξιν. οἱ δὲ ἐνωμοτίαν τὸ ἥμισυ τοῦ λόχου· τὸ αὐτὸ δὲ καὶ δε‐ κανία· οἱ δὲ τὸ τέταρτον τοῦ λόχου ἐνωμοτίαν φασί. καὶ Ἐνωμο‐ τάρχης, ὁ αὐτῆς ἄρχων.
ε 1409 Ἐνωμοτία: ἡ ἀνταρσία.
ε 1410 Ἐνώμοτος: ἔνοχος τοῖς ὅρκοις, βέβαιος. καὶ ὁ ἀντάρτης.
ε 1411 Ἐνωμότως: ἐπιρρηματικῶς ὁμοίως.
ε 1412 Ἐνών: ἐνυπάρχων. παρήγγειλε μὴ ἄρα πού τις ἀπὸ τῆς ἄλλης στρατείας ἐνὼν ἐπηρεάζοι αὐτοῖς.
ε 1413 Ἐνωπή: ἡ πρόσοψις.
ε 1414 Ἐνώπια: εὐθέα.
ε 1415 Ἐνώπιον καὶ Ἐνώπιος καὶ Ἐνωπίως: ἔμπροσθεν.
ε 1416 Ἐνωρμίσθη: προσωρμίσθη.
ε 1417 Ἐννώσας: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ διανοηθείς.
ε 1418 Ἕνωσις: διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή. κατὰ δέκα δὲ τρόπους εἴρηται παρὰ τῇ θείᾳ γραφῇ. ἕνωσις δὲ εἴρηται διὰ τὸ εἰς ἓν συνωθεῖσθαι τὰ πράγματα. γίνεται δὲ κατὰ δέκα τρόπους. κατ’ οὐσίαν, ὡς ἐπὶ τῶν ὑποστάσεων, τουτέστι τῶν ἀτόμων. καθ’ ὑπόστασιν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος. κατὰ σχέσιν, ὡς ἐπὶ τῶν γνωμῶν, ὡς εἰς ἓν θέλημα. κατὰ παράθεσιν, ὡς ἐπὶ τῶν σανίδων. κατὰ ἁρμονίαν, ὡς ἐπὶ τῶν λίθων. κατὰ κρᾶσιν, ὡς ἐπὶ τῶν ὑγρῶν, οἴνου καὶ ὕδατος. κατὰ φύρσιν, ὡς ἐπὶ τῶν ξηρῶν καὶ ὑγρῶν, ἀλεύρου καὶ ὕδατος. κατὰ σύγχυσιν, ὡς ἐπὶ τῶν τηκτῶν, κηροῦ καὶ πίσσης. κατὰ σωρείαν, ὡς ἐπὶ τῶν ξηρῶν, σίτου καὶ κριθῆς. κατὰ συναλοιφήν, ὡς ἐπὶ τῶν ἀποσπωμένων καὶ αὖθις ἀποκαθισταμένων, οἷον λαμπάδος πυρὸς προερχομένης, καὶ πάλιν ἀποκαθισταμένης.
ε 1419 Ἐνώτια: κόσμος περὶ τὰ ὦτα. ὁ δὲ ἐνωτίοις ἐκ μαργάρων κεκοσμημένοις δωρεῖται αὐτῷ.
ε 1420 Ἐνωτίζω· αἰτιατικῇ. τὸ ἀκούω. καὶ Ἐνώτισαι, ἄκουσον, εἴσω τῶν ὤτων γενέσθαι ποίησον. Ἐνώτισε δὲ τὰ νῶτα περι‐ εσκέπασεν.
ε 1421 Ἐν παντὶ μύθῳ καὶ τὸ Δαιδάλου μύσος· Πασιφάην φασὶν ἐρασθεῖσαν ταύρου Δαίδαλον ἱκετεῦσαι ποιῆσαι ξυλίνην βοῦν καὶ κατασκευάσαντα αὐτὴν ἐνθεῖναι· ἣν ἐπιβαίνων ὡς βοῦν ὁ ταῦρος ἐγκύ‐ μονα ἐποίησεν. ἐξ ἧς ἐγεννήθη ὁ Μινώταυρος. Μίνως δὲ διά τινας αἰτίας ὀργιζόμενος τοῖς Ἀθηναίοις ἑπτὰ παρθένους καὶ ἴσους νέους ἐξ αὐτῶν ἐδασμολογεῖτο· οἳ παρεβάλλοντο τῷ θηρίῳ. εἰς Δαίδαλον οὖν ἀρχηγὸν τούτων τῶν κακῶν καὶ αἴτιον γενόμενον καὶ μυσαχθέντα ἐξηνέχθη εἰς παροιμίαν.
ε 1422 Ἐν παραβύστῳ: ἐν μυστηρίῳ. ἠράσθη αὐτοῦ τὰ μὲν πρῶτα ἐν παραβύστῳ, τελευτῶσα δὲ καὶ οἰκετῶν παρόντων. Ἐν παρα‐ βύστῳ, ἐν ἀποκρύφῳ. Προκόπιος· ὕβριζον ἐς αὐτὸν οὐ σιγῇ οὐδὲ ἐν παραβύστῳ, ἀλλ’ ἐς ὄψιν.
ε 1423 Ἐν παρενθήκης μέρει: ἐν περισσείας μέρει.
ε 1424 Ἐν παιδοτρίβου: εἰς τὸν τόπον, ὅπου γυμνάζονται καὶ δια‐ τρίβουσιν οἱ παῖδες. Ἀριστοφάνης Νεφέλαις· ἐν παιδοτρίβου δὲ βαδί‐ ζοντας τὸν μηρὸν ἔδει προβαλέσθαι. τουτέστιν εὐκόσμως καθεσθῆναι ὡς μηδὲν τοῖς περιεστῶσιν ὑποδεῖξαι ἄκοσμον.
ε 1425 Ἐν πέντε κριτῶν γόνασι: παρ’ ὅσον τὸ παλαιὸν εʹ κριταὶ ἔκρινον τοὺς κωμικούς, ὡς φησὶν Ἐπίχαρμος. σύγκειται δὲ παρ’ Ὁμήρῳ, θεῶν ἐν γούνασι κεῖται. ἐπειδὴ οἱ κριταὶ ἐν τοῖς γόνασιν εἶχον, ἃ νῦν εἰς γραμματεῖα ἐγγράφεται.
ε 1426 Ἐν πίθῳ τὴν κεραμίαν μανθάνειν: παροιμία ἐπὶ τῶν τὰς πρώτας μὲν μαθήσεις ὑπερβαινόντων, ἁπτομένων δὲ τῶν μειζόνων. τουτέστι τῶν παριέντων τὰς πρώτας μαθήσεις καὶ ἐφιεμένων τῶν τε‐ λευταίων.
ε 1427 Ἐν προσχήματι: ἐν ὑποκρίσει.
ε 1428 Ἐν Πυθίῳ κρεῖττον ἦν ἀποπατῆσαι: οἷον κινδυνεῦσαι. καταφρονούντων γάρ τινων Ἀπόλλωνος καὶ ἐν τῷ τεμένει αὐτοῦ ἀποπατούντων Πεισίστρατος ἔγραψε νόμον, τὸν ἁλόντα ἐπὶ τούτῳ θνήσκειν. καταγελώντων δὲ τοῦ γράμματος καὶ πλειόνων μᾶλλον τοῦτο ποιούντων ἔστησε φύλακας. ληφθέντος δέ τινος ἐκέλευσε δήσαντας αὐτὸν παρὰ τὴν ὁδὸν μαστιγοῦν, κηρύσσοντας· ὅδ’ ἁνὴρ κολασθεὶς ἀποθανεῖται, ὅτι ὀλιγωρεῖ τοῦ γράμματος. κτανθέντος δέ, οὕτω ἐνέδυ τὸ γενόμενον τοῖς Ἀθηναίοις, ὥστε ἔτι νῦν τοὺς κακοπαθοῦντας ἢ τιμωρίαις ἐνεχομένους διά τινα αὐτῶν πλημμέλειαν ἐπιλέγειν· ἐν Πυ‐ θίῳ κρεῖττον ἦν αὐτὸν ἀποπατῆσαι.
ε 1429 Ἐν πυρὶ βέβηκας: τοῦτο ἐπιλέγειν χρὴ τοῖς ἐν ἐπισφαλέσι καὶ ἐπικινδύνοις πράγμασιν ἐμφιλοχωρεῖν ἐθέλουσι. καὶ ὅτι χρὴ τὸν ἐν πυρὶ ταχέως ἐκβαίνειν.
ε 1430 Ἐνράσσει: ὁρμητικῶς ἐφορμᾷ. Ἰώσηπος· ὁ δὲ Σαμψὼν ἐν‐ ράσσει ταῖς πύλαις αὐταῖς καὶ φλιαῖς καὶ μοχλοῖς, ὅση τε ἄλλη περὶ αὐταῖς ἦν ξύλωσις.
ε 1431 Ἐνσείει τὴν ἵππον αὐτοῖς: ἀντὶ τοῦ ἐπιτίθησιν. ἐπάρας ἐνσείει τὴν ἵππον αὐτοῖς ἀθρόαν.
ε 1432 Ἐνσεισθείς: ἐντιναχθείς. ὁ δὲ Σαμψὼν ἐνσεισθεὶς τοῖς κίοσιν ἐπικαταβάλλει τὸν οἶκον.
ε 1433 Ἐνσημαινόμενος: ἀντὶ τοῦ ἐνδεικνύμενος, καὶ ἐμφαίνων.
ε 1434 Ἐν Σιναΐ: Ἑβραϊκόν.
ε 1435 Ἐνσκειραμένη: ἐκλεληκυῖα, λελιθωμένη, σεσαρκωμένη.
ε 1436 Ἐνσκειρωθείς: ἐμπαγείς· σκείρωμα γὰρ τὸ ἀνίατον πάθος.
ε 1437 Ἐνσκήπτω· δοτικῇ.
ε 1438 Ἐν σκότῳ ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμάρτυρα μοχθούντων, ὧν τὸ ἔργον ἀφανές.
ε 1439 Ἔνσπονδος: ὁ ἀπὸ πολέμου γινόμενος φίλος. Ἀππιανός· Λατῖνοι ἔνσπονδοι Ῥωμαίοις ὄντες ἐστράτευον ἐπ’ αὐτούς. καὶ αὖθις· ὡς παλαιὸν δή τι νόμιμον καὶ ἔνσπονδον ἐκλείποντι ἐπικαλῶν.
ε 1440 Ἔνστασις. κατὰ τὴν ἐξ ἀρχῆς αἱρεθεῖσαν ἔνστασιν τῆς ζωῆς. τουτέστιν .... καὶ πᾶσαν ἔνστασιν θάμνου καὶ πᾶσαν πέτρας προσβολὴν διερευνησάμενοι. ἔνστασιν οὖν τὴν συνηρεφῆ ἔκφυσιν καὶ πυκνὴν τῶν θάμνων λέγει.
ε 1441 Ἐνστάτης: ὁ κατὰ πάντα ἐνιστάμενος, ἰδικῶς δὲ ἐπὶ τῆς κρί‐ σεως, οἷον ἀντίδικος· κυρίως δὲ ἐνστάτης λέγεται, ὁ ἐν τῇ ὁδῷ ἀντι‐ στήκων τινί, ὡς εἰ λέγοι τις τὸν Οἰδίποδα τοῦ Λαΐου ἐνστάτην γεγε‐ νημένον. καὶ Αἰλιανὸς ἐν τῷ Περὶ θείων ἐναργειῶν φησί· κατά τινα χρησμὸν βουληθεὶς ἱλεώσασθαι τὸν τῷ οἴκῳ αὐτῷ γεγενημένον ἐνστάτην δαίμονα. καὶ αὖθις· πικρότατος αὐτοῖς ἐνστάτης ἦν.
ε 1442 Ἐνστατικός· ὁ δὲ Ἰσίδωρος ἐνστατικὸς ὢν ἀήττητος ἔμενεν. ἀντὶ τοῦ ἔνστασιν πρός τινα ποιούμενος.
ε 1443 Ἐνστερνισάμενος: περιπτυξάμενος.
ε 1444 Ἐνστομισμάτων· ἔπρασσε δὲ ταῦτα ὁ βασιλεὺς χρῄζων ἐν‐ στομισμάτων τῇ ἀρετῇ τῶν Ἰουδαίων ἀδελφῶν εἰς φιλίας κτήσασθαι.
ε 1445 Ἐνστροβιλήσας: ἀντὶ τοῦ συντρίψας.
ε 1446 Ἐντακείς: ἐμφυείς.
ε 1447 Ἔντασις: ἡ ἐπίτασις. καθ’ ὅσον ἡ τοῦ βίου ἔντασις ἐπε‐ δέχετο κυνικωτέρα προελθοῦσα καὶ φύσει καὶ ἐπιτηδεύσει.
ε 1448 Ἔνταξίς ἐστιν, ἐπειδάν τις προαιρῆται τοὺς ψιλοὺς εἰς τὰ διαστήματα τῆς φάλαγγος ἐντάσσειν, ἄνδρα παρ’ ἄνδρα. ἔνιοι δὲ τοῦτο καὶ παρένταξιν ὀνομάζουσιν.
ε 1449 Ἐνταφιάζω· αἰτιατικῇ.
ε 1450 Ἔντεα: οὐ πάντα τὰ ὅπλα, ἀλλ’ ἀσπὶς καὶ περικεφαλαία· τὰ δὲ δόρατα κατ’ ἐπικράτειαν.
ε 1451 Ἐντεθηλόντων: θαλλόντων.
ε 1452 Ἐντεθρίωται: ἐνεσκεύασται. ἀπὸ τῶν θρίων. ἢ τὸ ἐντετυ‐ λίχθαι λέγεται ἐντεθριῶσθαι ἀπὸ τοῦ σκευάσματος, ὃ ἐν τοῖς φύλλοις τῆς συκῆς εἱλεῖται, ἃ λέγεται θρία.
ε 1453 Ἐντελέστερον: τελειότερον.
ε 1454 Ἐντελέχεια: ἡ τελειότης καὶ τὸ εἶδος τοῦ ὑποκειμένου· τουτ‐ έστι, τὸ εἶδος τὸ ἐπιγινόμενον ἐκ τῆς τοιᾶσδε συνθέσεως τῶν στοι‐ χείων τῇ ὕλῃ· ἤτοι τὸ ἀχώριστον εἶδος τοῦ σώματος. καὶ γὰρ ἐντε‐ λέχειά ἐστι τὸ εἶδος καὶ ἡ τελειότης τοῦ σώματος. λέγεται δὲ ἐντε‐ λέχεια τὸ κεχωρισμένον τοῦ σώματος, ὡς ὁ πλωτὴρ τοῦ πλοίου. ἥτις ἐντελέχεια ἔξωθέν τε οὖσα τάττει καὶ διακοσμεῖ καὶ τελειοῖ τὸ ὑπο‐ κείμενον. ὅταν οὖν ἐντελέχειαν λέγῃ τὴν ἄλογον καὶ φυσικὴν ψυχήν, τὸ ἀχώριστον εἶδος τῆς ἐντελεχείας λέγει· ὅταν δὲ τὴν λογικὴν ψυχὴν ἐντελέχειαν λέγῃ, τὸ κεχωρισμένον. ὅτι ἐντελέχειά ἐστι τὸ εἶδος παρὰ τὸ ἓν καὶ τὸ τέλειον καὶ τὸ συνέχον. καὶ γὰρ ἑνώσεώς ἐστι τῇ ὕλῃ τὸ εἶδος αἴτιον καὶ τελειώσεως· ἐπεὶ καὶ τελειότης ἐστὶ τοῦ ὑποκει‐ μένου καὶ συνέχει αὐτό. ἀπὸ γὰρ τῆς οἰκείας ἐντελεχείας μάλιστα ἕκαστον, ὅ ἐστι, καὶ κατ’ ἐκεῖνο λέγεται· ἐπεὶ καὶ ὁ ἀνδριὰς αὐτὸ τοῦτο ἀνδριὰς λέγεται καὶ οὐ χαλκός. ἐντελέχειαν λέγει ὁ Πορφύριος τὴν ψυχήν, ὁ κατὰ Χριστιανῶν γράψας Τύριος φιλόσοφος.
ε 1455 Ἐν τέλει: ἐν ἀρχῇ.
ε 1456 Ἐντελεῖς: οἱ ἄρχοντες, καὶ οἱ ἄρξαντες. πανοπλίας ἐντελεῖς κατασκευάσαντες. τουτέστιν ἀρχοντικάς. Ἀππιανός· ναυμαχίας δὲ γενομένης καὶ βοῆς παμμιγοῦς ὡς ἐν τῷδε λοιπὸν Καρχηδονίοις τῆς σωτηρίας οὔσης, Ῥωμαίοις δὲ τῆς νίκης ἐντελοῦς.
ε 1457 Ἐντελής: ὅστις οἴεται ἄνευ φύσεως ἐντελὴς ἔσεσθαι, ἀτελὴς καὶ ἀπέραντος τόσῳ μᾶλλον, ὅσῳ πλείονα ἕξιν ἔχει, διατελέσει. ἀντὶ τοῦ τέλειος. ἐντελῆ στρατόπεδα ἐκάθητο δύο Ῥωμαϊκά.
ε 1458 Ἐντέλλομαι· δοτικῇ.
ε 1459 Ἐντελόμισθος. ὁ δὲ ἔπλεε νηῒ οἰκείᾳ ναύτας ἔχων ἐν‐ τελομίσθους, οἴκοθεν Κρῆτας. τουτέστιν ἐντελῶς μεμισθωμένους.
ε 1460 Ἐντεριώνη: ὁ φλοιὸς τοῦ δένδρου.
ε 1461 Ἔντερον: ἕτερον, καὶ οὐχ ὅμοιον. ἢ παρὰ τὸ ἐντὸς ῥεῖν.
ε 1462 Ἐντερόνεια· τὰ ἐγκοίλια, τὰ ἀπὸ τῆς τρόπιδος ἀνερχόμενα ξύλα, ἐντερόνεια καλεῖται· οἱ δὲ τὸ τῶν νεῶν ἔδαφος· οἱ δὲ τὰ ἐγ‐ κοίλια. βέλτιον δὲ τὴν τῶν ἐγκοιλίων ὕλην λέγειν. Ἡρωδιανὸς συ‐ στέλλει καὶ προπαροξύνει. οὗ δὲ τὴν ἐντεριώνην Ἀριστοφάνης φησίν, ὅπερ ἐστὶ τὸ μεσαίτατον τῆς νεώς· ὅ ἐστι συνεκτικώτατον, ἥτις ἐστὶ τρόπις. καλεῖται δὲ καὶ μήτρα. φησὶ δὲ ὁ κωμικός, ὅτι εἰς τὰς τρι‐ ήρεις ἡ θεὸς ἐντερόνειαν ἔπεμψεν.
ε 1463 Ἐντετευτλανωμένης: μετὰ τεύτλων ἑψηθείσης· μετὰ γὰρ τεύτλων ἤσθιον τὰς ἐγχέλυς. λέγονται γὰρ τεύτλοις συνεψόμεναι ἥδισται εἶναι. Ἀριστοφάνης· μηδὲ γὰρ θανών ποτε σοῦ χωρισθείην ἐντετευτλανωμένης.
ε 1464 Ἐντέτηκεν: ἐγκεκόλληται, πέπηγεν. τούτοις ἀντ’ ἀληθοῦς ψευδὴς ἐντέτηκε δόξα.
ε 1465 Ἐντέτικε.
ε 1466 Ἐντετριμμένη: ἀντὶ τοῦ σμηχθεῖσα. ἢ εἰδυῖα. ὅπως ἐντε‐ τριμμένη κανηφορῇς. τὰ κανίσκια ἔχουσα. πολλοὺς δὴ θυλάκους κάτω στρέψασα ἐμούς. ἀντὶ τοῦ κλέψασα.
ε 1467 Ἐντεῦθεν: ἐκ τούτου.
ε 1468 Ἔντευξις: ἐντυχία. φησὶν ὁ Ἀριστοτέλης, ὡς ἔστιν ἡ δια‐ λεκτικὴ φιλοσοφία πρὸς γυμνασίαν, καὶ πρὸς τὰς κατὰ φιλοσοφίαν ἐντεύξεις. περὶ γυμνασίας προεγράφη ἐν τῷ γ στοιχείῳ· ἐνταῦθα δὲ περὶ ἐντεύξεως. ἐντεύξεις λέγει τὰς πρὸς τοὺς πολλοὺς συνουσίας, οἷς δεῖ μὲν ἐντυγχάνειν κοινωνικούς τε ὄντας καὶ φιλανθρώπους, καὶ ἐντυγχάνειν ὠφελίμως. διὰ μὲν οὖν ἀληθῶν καὶ ἀποδεικτικῶν οὐχ οἷόν τε κοινολογεῖσθαι πρὸς αὐτούς· οὐδὲ γὰρ τὴν ἀρχὴν τῶν τοιού‐ των συνιέναι δύνανται· ἀλλ’ οὐδὲ μανθάνειν ὑπομένουσι. διὰ οὐδὲ ὠφελεῖσθαι δύναιντ’ ἂν διά τινος τῶν τοιούτων, ὧν γε τὴν ἀρχὴν μηδὲ συνιέναι δύνανται. εἰ δὲ διὰ τῶν ἐνδόξων τε καὶ δοκούντων καὶ αὐτοῖς ἐκείνοις τὰς πρὸς αὐτοὺς συνουσίας ποιούμεθα, παρακολου‐ θοῖέν τε ἂν τοῖς λεγομένοις καὶ ῥᾳδίως μεταβιβάζοιντο διὰ τῶν τοιούτων λόγων, εἴ τι μὴ εἶεν ὀρθῶς τιθέμενοι. τῷ γὰρ τὴν ἡδονὴν ἀγαθὸν ἡγουμένῳ καὶ δουλεύοντι ταύτῃ ἂν μέν τις διὰ τοῦ λέγειν τὴν ἡδονὴν γένεσιν εἰς φύσιν αἰσθητὴν εἶναι, τὴν δὲ τοιαύτην φύσιν μὴ δύνασθαι ἀγαθὸν εἶναι τῷ τὴν γένεσιν ἀτελῆ εἶναι, μηδὲν δὲ ἀγαθὸν ἀτελές, ἂν δὴ διὰ τοῦτό τις δεικνύναι θέλῃ τῷ τοιούτῳ ὅτι μή ἐστιν ἡ ἡδονὴ ἀγαθόν, οὐδὲν ἂν πλέον ποιοῖτο τῷ μηδὲ τὴν ἀρχὴν εἰδέναι τί ποτέ ἐστι τὸ λεγόμενον. ἂν δὲ ἀπὸ τῶν κοινῶν τε καὶ ἐνδόξων ὁρμώμενος ἐξετάζῃ αὐτὸν εἰ μὴ δοκεῖ αὐτὸ τὸ ἀγαθὸν ἀγαθοὺς ποιεῖν, ὥσπερ καὶ τὸ λευκὸν λευκοὺς καὶ τὸ θερμὸν θερμοὺς καὶ τότε τοῦ τεθέντος προανέρηται, εἰ ἡδονὴ δοκεῖ αὐτῷ ἀγαθοὺς ποιεῖν, λήψεται μὲν ὅτι 〈μὴ〉 ποιεῖ· ἐναργὲς γὰρ τοῦτο· συνάξει δὲ ὅτι μὴ ἀγαθὸν ἡ ἡδονὴ ἐκ τῶν ἐκείνου δοξῶν τε καὶ ἀποκρίσεων. διὸ καὶ μεταπείσειεν ἂν αὐτόν· εἴκει γάρ πως πᾶς τῷ ὑπ’ αὐτοῦ τεθέντι.
ε 1469 Ἐντευξόμενος: διαλεχθησόμενος.
ε 1470 Ἐντεῖλαι: προστάξαι. καὶ Ἐντείλῃς αὐθυπότακτον καὶ Ἐντείλωμαι ὁμοίως.
ε 1471 Ἐντείνας ἑαυτόν· Διόδωρος· ἐς τὸν στρατιωτικὸν καὶ εὐτελῆ βίον ἐντείνας. ἀντὶ τοῦ ἐπιδούς. καὶ Ἐντεῖναι, τανύσαι. καὶ Ἐντείναντες, ἐπιθέντες. πληγάς τε ἐντείναντες τῆς κεφαλῆς ἀπετέμοντο. ἀντὶ τοῦ αἰκισάμενοι. καὶ αὖθις· πληγάς τε τοῖς προσ‐ πίπτουσιν ἐντεινόμενοι.
ε 1472 Ἐντήκων: ἐμβάλλων, ἐνιείς. καὶ αὐτοῦ τῷ στόματι ἐντήκων χρυσὸν καὶ ταῖς ἀκοαῖς ἄργυρον καὶ ἐς τὰς ῥῖνας ἐγχέων τῆς ὕλης αὐτῆς ἀποκτεῖναι.
ε 1473 Ἐντήξας: ἀντὶ τοῦ ἐμβαλών, ἐμφυτεύσας, διδάξας. καὶ ἐντήξας αὐτῶν ταῖς ψυχαῖς ἰσχὺν λόγων ἄμαχον καὶ σειρῆνα εὐγλωττίας ἐφολ‐ κοτάτην.
ε 1474 Ἐντομίας: ὁ εὐνοῦχος. Θλαδίας δὲ ὁ τεθλασμένος.
ε 1475 Ἐντομίδαι: οἱ τοῖς σώμασιν ἐντεμνόμενοι. τοιαῦτα εἰώθασι ποιεῖν ἐπὶ τοῖς νεκροῖς. ὅτι τοῖς νεκροῖς τὰ ἔντομα ἔθυον τῶν τε‐ τραπόδων ὡς ἄγονα, τὰ δὲ ἔνορχα τοῖς θεοῖς. οἷον σφήξ, μύρμηξ, μέλιτται· ἃ οὔτε ἀναπνεῖ οὔτε πνεύμονα ἔχει.
ε 1476 Ἐντομίς: ἡ ἐγχάραξις. ἡ γενικὴ ἐντομίδος.
ε 1477 Ἔντονος: ἰσχυρά.
ε 1478 Ἐντοπίζω.
ε 1479 Ἐντός: οἱ λογισμοὶ καὶ αἱ ἐνθυμήσεις καὶ πάντα τὰ τῆς ψυχῆς κινήματα. Δαβίδ· καὶ πάντα τὰ ἐντός μου.
ε 1480 Ἐντὸς καὶ Ἐκτὸς γενικῇ.
ε 1481 Ἐντὸς ἑβδόμης: Ἀθήνησιν ἀπείρητο ἐντὸς ἑβδόμης στρατιὰν ἐξάγειν.
ε 1482 Ἐν τῷ μέρει τις καὶ τὸ πῦρ σκαλευσάτω: παροιμία ἐπὶ τῶν εἰς κοινὸν μὴ τὰ ἴσα παρεχομένων. πλείονα δῶρα δοὺς καὶ ἀντιλαβὼν ἐν τῷ μέρει.
ε 1483 Ἐν τῷ μέρει: ἀντὶ τοῦ κατά τι μέρος διαδεχόμενος ἕτερος τὸν ἕτερον. καὶ αὖθις· ἰδὼν κἀκεῖνος (ἐν μέρει γὰρ ἡλώκει) γαμεῖν ἔμελλεν.
ε 1484 Ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος: Σοφοκλῆς. ἐν τῷ μὴ ἀντιλαμβάνεσθαι τῶν κακῶν, ἐπεὶ ἔσται γελοιότατον, ὡς τι‐ μῶντος τὴν ἀφροσύνην.
ε 1485 Ἐντραπεζίτιδος: παρασίτου.
ε 1486 Ἐντρέπῃ: ἐπιστρέφῃ. καὶ Ἐντρέπω· αἰτιατικῇ.
ε 1487 Ἐντρεπομένους· αἰτιατικῇ. ἐγκλίνοντας. οἱ δὲ Λίβυες θεω‐ ροῦντες τοὺς Ἴβηρας ἐντρεπομένους καὶ δεδιότες μὴ λάθωσιν ἐγκατα‐ λειφθέντες, ὥρμησαν ἐπὶ τὸ παραπλήσιον.
ε 1488 Ἐντριβής: συνήθης. ἄνθρωπος ἐντριβὴς τῆς χώρας.
ε 1489 Ἐν τριόδῳ εἰμὶ λογισμῶν: παροιμία ἐπὶ τῶν ἀδήλων καὶ ἀμφιβόλων πραγμάτων. ἐπειδὴ γὰρ ὁ ἐν τριόδῳ γενόμενος οὐκ οἶδε ποίᾳ χρήσεται ὁδῷ.
ε 1490 Ἐντροπαλιζόμενος: ἐπιστρεφόμενος.
ε 1491 Ἐντροπίας: εὐμετάβολος. καὶ Ἐντροπίας οἶνος, ὁ ὀξίνης.
ε 1492 Ἔντροφος: ἡ ἐντεθραμμένη. ἦ που παλαιᾷ μὲν ἔντροφος ἡμέρᾳ λευκῷ τε γήρᾳ μάτηρ νιν. ἀντὶ τοῦ ὄντως που ἡ τῇ παλαιᾷ ἡμέρᾳ, τουτέστι τῷ παλαιῷ χρόνῳ ἔντροφος μήτηρ.
ε 1493 Ἐντρυφῶ· γενικῇ. οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες. δοτικῇ δέ· ἵν’ εὐπορήσωμεν καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφῆσαι.
ε 1494 Ἐν τοῖς ἱματίοις: ἄνευ ὅπλων. οἱ δὲ πολιτικοὶ ἔθεον ἐν τοῖς ἱματίοις.
ε 1495 Ἐντυγχάνειν καὶ Συντυγχάνειν· δοτικῇ. ταὐτόν ἐστιν. ἐντυγχάνειν ἥρωσι.
ε 1496 Ἐντυπὰς ἐν χλαίνῃ: ἀντὶ τοῦ ἐπικεκαλυμμένως, ὥστε διὰ τοῦ ἱματίου τοὺς τοῦ σώματος τύπους εὐδήλους εἶναι.
ε 1497 Ἐνοικέτις τῶν νήσων: ἡ Ἀφροδίτη. ἐξαιρέτως γὰρ ἐν αὐταῖς ἐτιμᾶτο.
ε 1498 Ἐνυάλιος: πολεμικός. Σοφοκλῆς. διαστέλλει γὰρ τὸν Ἄρεα ἀπὸ τοῦ Ἐνυαλίου, ὡς ἕτερον δαίμονα ὑπουργὸν τοῦ μείζονος θεοῦ. Ἀρριανός· οἱ δὲ τῷ Ἐνυαλίῳ ἀλαλάξαντες ἐναντίοι ἐφέροντο. καὶ αὖθις· φάλαγγα ἐκ σφῶν ποιησάμενοι δρόμῳ ἐπῄεσαν, ἀλαλάζοντες τῷ Ἐνυαλίῳ.
ε 1499 Ἐνυδροβίων· καὶ πολιῶν χηνῶν ζεῦγος ἐνυδροβίων.
ε 1500 Ἐν νυκτὶ βουλή: διὰ τὸ τὴν νύκτα κατὰ σχολὴν διδόναι λογισμοὺς τοῖς περὶ τῶν ἀναγκαίων βουλευομένοις.
ε 1501 Ἔνυξεν: ἔπληξεν.
ε 1502 Ἐνυώ: πολεμικὴ θεός.
ε 1503 Ἐνύπνιον: ἐφ’ ὅσον τις ὑπνοῖ. ὄνειρον δὲ παυομένων τῶν ὕπνων, ἐγεῖρον καὶ ὀρῖνον τὴν ψυχήν. ἢ παρὰ τὸ εἴρειν, ὅ ἐστι λέγειν. ὅτι ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας.
ε 1504 Ἔνυστρον: τὸ μετὰ τὴν κοιλίαν ἔντερον· τὸ τῶν βρωμάτων δοχεῖον.
ε 1505 Ἐν φρέατι κυσὶ μάχεσθαι: ἐπὶ τῶν μοχθηρῷ τινι προσ‐ μαχομένων καὶ ἀποφυγεῖν μὴ δυναμένων. τί δὲ ἄν τις ἔχοι ποιεῖν οὐκ ἐν φρέατι συνεχόμενος ὑπὸ τοῦ παροιμιαζομένου κυνός, ἀλλ’ ἐν βάθει μέν τινι ζητήσεως ὑπὸ θαυμαστῆς οὐδὲν ἧττον ἀπορίας, οὐ μὴν ἐφικτῆς γε οὐδενὶ ἀνθρώπων, πλὴν εἴ τῳ θεὸς αὐτὴν μηνύσειεν.
ε 1506 Ἐν χρῷ: εἰς χρῶτα, πάνυ ἐγγύς, ὡς καὶ ἐφάπτεσθαι. παρὰ δὲ Καλλιμάχῳ ἐγκυτί, ἀντὶ τοῦ ἐγγύς, ἐν χρωτί, πλησίον τοῦ χρωτός. τὺ δ’ ἐγκυτί, τέκνον, ἐκέρσω. καὶ Ἀγαθίας· περισφίγξαντες ξυνῆπτον αὐτὰς ἀλλήλαις καὶ συνεμίγνυον λίαν ἐν χρῷ πεπιεσμένα.
ε 1507 Ἐν χρῷ κεκαρμένος: πρὸς αὐτῷ τῷ χρωτί, οἷον σύνεγγυς καὶ πλησίον τοῦ δέρματος τὰς τρίχας ἐξυρημένος. καὶ αὖθις· ἦν δὲ ἄρα αὐτῷ ἐν χρῷ φίλος. ὁ χρώς, τοῦ χρῶ, Ἀττικῶς, ὡς γέλως, γέλω. οἱ δὲ ἀπὸ τοῦ χρώς, χρωτί, ἀποκοπῇ τῆς τι συλλαβῆς.
ε 1508 Ἐν χρῷ παραπλέων: παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ πλησίον. ἔστι γὰρ ἡ ἀποκοπή, ἦν γὰρ ἐν χρωτί. εἴρηται δὲ ἀπὸ τῆς κουρᾶς τῆς ἄχρι τοῦ χρωτὸς γινομένης.
ε 1509 Ἐξάγιστος: ἀκάθαρτος, ἢ πονηρός. ὁ δὲ τὸ ψεῦδος ἀπεστρέφετο καθάπερ ἄλλο τι τῶν ἐξαγίστων. καὶ αὖθις· διὰ τὴν ἐξάγιστον ἡδονὴν καθάπαξ οἱ θηλυδρίαι τριχοπλάσται πάντες εἰσίν.
ε 1510 Ἐξάγιστος: ἀντὶ τοῦ λίαν ἐναγής. Αἰσχίνης δὲ ἐπί τινος λιμένος εἴρηκε τοὔνομα.
ε 1511 Ἐξαγοράζω· αἰτιατικῇ.
ε 1512 Ἐξ ἀγορᾶς εἶ: ἀντὶ τοῦ ἀγόραιος. Ἀριστοφάνης· ἐξ ἀγορᾶς εἶ καὶ θρασύς.
ε 1513 Ἐξαγορεύω· αἰτιατικῇ.
ε 1514 Ἐξαγωγή· ἆρά γε χρὴ κολάσαι τὸν δοῦλον καὶ ἐπ’ ἐξαγωγῇ ἀποδόσθαι, ἢ ἐᾶσαι τοῖς περικειμένοις δεσμοῖς ἐναποθανεῖν; ἀντὶ τοῦ τῶν δεσμῶν ἀφέσει. ὁ δὲ τὴν δεξαμένην αὐτὸν φυγόντα, ἀξιοῦσαν εὐπαθεῖν, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἤγαγε καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ πέπρακεν.
ε 1515 Ἐξαγώνιος: ἔξω τοῦ ἀγῶνος. οἱ μὲν πολλοὶ τοὺς ἐν ταῖς σκηναῖς ἀγωνιζομένους οἴονται καλεῖσθαι δεῖν, ὅταν ἢ παραλείπωσί τι τῶν ἐξ ἀνάγκης ῥήσεων ἢ ποιεῖν τι παρὰ τὸ προσῆκον. Αἰσχίνης δὲ ἐπὶ τῶν ἔξω τοῦ ἀγῶνος λεγομένων λόγων, τουτέστιν οὐ προσηκόν‐ των εἰρῆσθαι.
ε 1516 Ἐξάδιος: ὄνομα κύριον. ὁ ἐξέχων ἐν τῷ διώκειν.
ε 1517 Ἐξαγκωνιῶ: τοὺς ἀγκῶνας ὑπὸ ταῖς πλευραῖς ποιήσω· οὐδέ‐ ποτε γὰρ οὕτω μέση ληφθήσομαι ἢ παραδώσω, ἵνα τῶν χειρῶν ἕλκῃ με καὶ μὴ μέσην ἀράμενος γνῷ, ὅτι γυνή εἰμι ἐκ τῶν τιτθίων.
ε 1518 Ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο: ἐκ τοῦ ἡσύχως ῥέοντος διὰ τὸ βαθύ.
ε 1519 Ἐξ ἀκεραίου: ἀντὶ τοῦ εὐχερῶς, εὐμαρῶς. Πολύβιος· οὔτε τοὺς ἐξ ἀκεραίου συμπειθομένους τῶν ἀνδρῶν πρός τινας βασιλεῖς ἢ δυνάστας κοινωνίαν πραγμάτων εὐθέως προδότας νομιστέον, οὔτε τοὺς κατὰ περιστάσεις μετατιθέντας τὰς αὑτῶν πατρίδας ἀπό τινων ὑποκειμένων πρὸς ἑτέρας φιλίας καὶ συμμαχίας, οὐδὲ τούτους. πολλοῦ γε δεῖ· ἐπείτοιγε πολλάκις οἱ τοιοῦτοι τῶν μεγίστων ἀγαθῶν γε‐ γόνασιν αἴτιοι ταῖς πατρίσι. καὶ τὰ παραδείγματα ἐξ αὐτῶν τῶν ἐν‐ εστώτων καιρῶν.
ε 1520 Ἐξ ἀκεραίου· οὐ δυνάμενος δὲ πείθειν ἐξ ἀκεραίου διὰ τὴν εὐλάβειαν καὶ ἀπραγίαν τοῦ βασιλέως.
ε 1521 Ἐξακριβωθέντες: ἐρευνηθέντες. Διόδωρος· ἄνδρες ἐξακρι‐ βωθέντες ὑπὸ βασιλέως εἰς μέγεθός τε καὶ ὕψος σωμάτων καὶ τόλμης ὀξύτητα καὶ ἀγερωχίαν.
ε 1522 Ἐξαλλάττω· αἰτιατικῇ.
ε 1523 Ἐξαλλάξαι: ἀντὶ τοῦ τέρψαι. Μένανδρος· ἄνθρωπον ἐξαλ‐ λάξομεν, κακόν τί σοι δώσοντα.
ε 1524 Ἐξάλειπτρον: τὴν τοῦ μύρου λήκυθον, τὸ ἀλάβαστρον, ἐξ οὗ ἀλείφονται οἱ δειπνοῦντες. Ἀριστοφάνης· ὕπεχ’ ὧδε δεῦρο τοὐξά‐ λειπτρον, ὦ γύναι.
ε 1525 Ἐξαληλιμμένος: ἠλειμμένος.
ε 1526 Ἐξαλίσας: ἐκκυλισθῆναι ποιήσας εἰς τὴν κόνιν. ἀλινδήθρα δὲ ὁ τόπος, ἐν ᾧ τιθέντες ἑαυτοὺς οἱ ἵπποι τοῦτο ποιοῦσιν. ὡς Ἀρι‐ στοφάνης ἐν Βατράχοις· πολλὰς ἀλινδήθρας τε καὶ ἐκκυλίσματα.
ε 1527 Ἐξαλλομένους: ἀνασκιρτῶντας. Ἰώσηπος· οὐκ ἀξίους εἶναι σωτηρίας τοὺς φλεγομένης δι’ αὐτοὺς τῆς πατρίδος ἐξαλλομένους.
ε 1528 Ἔξαλλος καὶ Ἐξάλλως: ἐπίρρημα. ἀντὶ τοῦ κατὰ ἄλλον τρόπον, παραδόξως. Πολύβιος· τὸ γὰρ ἅμα τε θύειν καὶ ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τοὺς βωμοὺς ἐξάλλως, καὶ πάλιν ταῦτα διαφθείρειν μανίας ἐστίν.
ε 1529 Ἐξάλλως: καθ’ ὑπεροχήν. τὸ γὰρ ἅμα μὲν θύειν καὶ ἐξ‐ ιλάσκεσθαι τὸ θεῖον, λιπαροῦντα τοὺς βωμοὺς ἐξάλλως, ὅπερ εἴωθε Προυσίας ὁ βασιλεὺς ποιεῖν γονυπετῶν καὶ γυναικιζόμενος, ἅμα δὲ ταῦτα λυμαίνεσθαι καὶ διὰ τῆς τούτων καταφθορᾶς τὴν ἐς τὸ θεῖον ὕβριν διατίθεσθαι, λυττῶντος ἔργα καὶ ψυχῆς ἐξεστηκυίας καὶ λο‐ γισμῶν.
ε 1530 Ἐξ ἁμάξης: ἡ λεγομένη ἑορτὴ παρ’ Ἀθηναίοις Λήναια, ἐν ᾗ ἠγωνίζοντο οἱ ποιηταὶ συγγράφοντές τινα ᾄσματα τοῦ γελασθῆναι χάριν· ὅπερ Δημοσθένης ἐξ ἁμάξης εἶπεν. ἐφ’ ἁμαξῶν γὰρ οἱ ᾄδοντες καθήμενοι ἔλεγόν τε καὶ ᾖδον τὰ ποιήματα. λέγεται καὶ Ληναΐτης χορός, ὁ τῶν Ληναίων.
ε 1531 Ἐξαμβλίσκειν: ἐκτιτρώσκειν. Αἰλιανός· καὶ τὴν τῶν τετρα‐ πόδων ἀγέλην ἐξαμβλίσκειν ἔφασαν.
ε 1532 Ἐξ ἀμβιτίωνος: ἐκ περιδρομῆς τι πράττων παρὰ Ῥωμαίοις.
ε 1533 Ἑξαμέτροις τόνοις· ζήτει ἐν τῷ τόνον. ἔστι δὲ Πυθικὸν προ‐ μάντευμα.
ε 1534 Ἐξαμήσω: ἐξανύσω, ἐξοίσω. τοὺς πνεύμονας καὶ τἄντερ’ ἐξ‐ αμήσω.
ε 1535 Ἔξαμμον μιλίου· ζήτει ἐν τῷ Βασιλική.
ε 1536 Ἐξ ἄμμου σχοινίον πλέκεις: ἐπὶ τῶν ἀδυνάτων.
ε 1537 Ἐξαμυστίσαι: ἀμυστί, τουτέστιν ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πίνειν.
ε 1538 Ἐξ ἀναγκαίας τύχης: οἷον ἀναγκαστῷ μόρῳ, καὶ οὐκ ἐκ ταὐτομάτου. ἐκ βίας, οὐκ ἰδίῳ θανάτῳ. Σοφοκλῆς· τέθνηκ’ Ὀρέστης ἐξ ἀναγκαίας τύχης.
ε 1539 Ἐξαναστάς: μετοικίσας. ὁ δὲ Θεσπιάδης ἐξαναστὰς ἐξ Ἀθηνῶν Θεσπίαν ἐν Βοιωτίᾳ ἔκτισεν.
ε 1540 Ἐξαναχωρεῖ· Θουκυδίδης.
ε 1541 Ἐξανδρούμενος: τὴν ἡλικίαν ἔχων εἰς ἄνδρα.
ε 1542 Ἐξανεμοῦσθαι: ἐπαίρεσθαι.
ε 1543 Ἐξανθίζω: τὸ βάπτω· ὡς τό, ποικίλας ἐξηνθίκατε τὰς βαφάς. Ἐξανθῶ δὲ τὸ ἀναβλαστάνω· ὡς τό, ἐξήνθησεν ἡ ἔρημος.
ε 1544 Ἐξανθρωπίζω.
ε 1545 Ἐξάντεις: ἔξω ἄτης καὶ βλάβης. καὶ οἱ μὲν ἔδρασαν ταῦτα. εἶτα μέντοι ἐξάντεις γίνονται τοῦ κακοῦ.
ε 1546 Ἐξάντη: ὑγιῆ, καὶ ἔξω ἄτης. ὦ Ζεῦ, γενέσθαι με τῆσδ’ ἐξάντη νούσου. τὸ ν ἔγκειται δι’ εὐστομίαν. ἀτὰρ ἐξάντης τοῦ πτώματος ὁ τραυματίας γενόμενος καὶ τρίτον ἆθλον ἀσπάζεται. καὶ Αἰλιανός· θυγάτηρ δέ, ἥπερ ἦν οἱ τῶν ἐκείνου μηχανῶν τε καὶ ἐπιβουλῶν ἀμαθής, ἐξάντης γίνεται τοῦ κακοῦ. ἔστι δὲ καὶ ἐπιφώνημα. ἐξ‐ άντης λεύσω τοὐμὸν κακὸν ἄλλον ἔχοντα. Πλάτων ἐν Φαίδρῳ.
ε 1547 Ἐξανύω: κατεργάζομαι.
ε 1548 Ἐξαπάτη· ὁ Λογοθέτης ἐν τῷ μαρτυρίῳ τοῦ Καλικελάδου· ἐν ὀλίγῳ δὲ συνιδόντες ὡς οὐκ ἐξαπάτη καὶ ὄνειρος τὰ ὁρώμενα, ἀλλ’ ἐγρήγορσις καὶ ἀλήθεια.
ε 1549 Ἐξάπινα: ἐξαίφνης. ἢ κυκλόθεν. Δαβίδ· ἐξάπινα κατατοξεύ‐ σουσιν.
ε 1550 Ἐξαπίναιον: ἐξαίφνης. οὐ μέγα τι συνέβη τὸ τῆς ἐπιθέσεως ἐξαπίναιον οὔτε βλάψαι Ῥωμαίους, οὔτ’ ὠφελῆσαι. καὶ Ἐξαπι‐ ναίως, ἐξαίφνης. καὶ Ἐξαπίνης.
ε 1551 Ἐξαπλῶν: διπλασιάζων, πολυπλασιάζων. ἀντὶ τοῦ πότερα ἂν ἕλοιο, εἴ σοι δοίη τις αἵρεσιν, λυπῶν τοὺς φίλους αὐτὸς ἐν ἡδονῇ διάγειν ἢ κοινωνεῖν τοῦ παντὸς καὶ οὐ τοὺς φίλους λυπεῖν. περὶ Αἴαντός φησιν· ἀνὴρ ἐκεῖνος, ἡνίκ’ ἦν ἐν τῇ νόσῳ, αὐτὸς μὲν ἥδεθ’ οἷς εἴχετ’ ἐν κακοῖς, ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών. νῦν δ’, ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου, κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ· ἡμεῖς θ’ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος. ἆρ’ ἐστὶ ταῦτα δὶς ἐξαπλῶν κακά;
ε 1552 Ἐξ ἀπόπτου: ἐξ ὑψηλοῦ τόπου.
ε 1553 Ἐξάπτεσθαι: ἐξαρτᾶσθαι, ἀντιλαμβάνεσθαι.
ε 1554 Ἐξάραντες: ἔξω ποιήσαντες.
ε 1555 Ἐξαράξειν· καὶ ἔτι μᾶλλον ἐξήπτοντο εἰς ὀργὴν καὶ ἠπείλουν τὰς θύρας ἐξαράξειν. τουτέστι συντρίψειν, καταβαλεῖν.
ε 1556 Ἐξαράσασθαι: τὸ ἐκτελέσαι τὰς ἀράς, τουτέστι τὰς εὐχάς, ἃς ἐπὶ ταῖς ἱδρύσεσι τῶν ναῶν εἰώθασι ποιεῖσθαι.
ε 1557 Ἐξᾶραι.
ε 1558 Ἐξαργυρῶσαι, οὐκ ἐξαργυρίσαι· Θουκυδίδης ηʹ· οὐδ’ ἢν δέῃ τελευτῶντα τὴν ἑαυτοῦ στρωμνὴν ἐξαργυρῶσαι.
ε 1559 Ἔξαρθρος: ἐκμελής, ἐξωστεϊσμένος.
ε 1560 Ἔξαρνος: ὁ τῷ ἀρνεῖσθαι ἐπιμένων, καὶ ἀρνούμενος καθόλου. ὁ δὲ μαστιγωθεὶς ἔξαρνος ἦν μηδὲν εἰρηκέναι.
ε 1561 Ἐξάρξαντες: ἐκρήξαντες, κρούσαντες.
ε 1562 Ἐξάρξατε: ἄρξασθε μελῳδίας, ὑμνήσατε. προκατάρξατε, καταλλάξατε.
ε 1563 Ἐξάρσεις: ἐπάρσεις. ὁ δὲ θρασύτερον προεκθέων ἐξάρσεις τε τῶν ποδῶν καὶ περιδινήσεις ποιούμενος, βέλει τρωθεὶς ἀπέλιπε τὸν βίον.
ε 1564 Ἐξαρτήσας: ἀντὶ τοῦ ἐφευρίσκων, ἢ κρεμάσας. καὶ Ἐξαρ‐ τῶμαι, συμπέπαρμαι. Ἀριστοφάνης· κἀξαρτῶμαι, κἀπεμπίπτω καὶ σπουδάζω. καὶ αὖθις· ἐν μὲν εἰρηνικαῖς σπονδαῖς ἐξαρτούμενος ἀεὶ νῷ δολερῷ ἐπὶ τοὺς πέλας πολέμου αἰτίας.
ε 1565 Ἐξαρτίζει: τελειοῖ, πληροῖ, παρασκευάζει.
ε 1566 Ἐξαρτύσας: ἐκπληρώσας, ἢ ἑτοιμάσας.
ε 1567 Ἐξάρτυσις. πυθόμενος δὲ τὴν ἐξάρτυσιν τοῦ στόλου τῶν Ἰώνων. τουτέστι τὴν παρασκευήν.
ε 1568 Ἐξάρχοντες: ᾄδοντες. οἱ δὲ Τρῶες μετὰ θορύβου καὶ ἡδονῆς παιᾶνας ἐξάρχοντες.
ε 1569 Ἐξατμίσθη: ἐξελεπτύνθη.
ε 1570 Ἐξατωρεία: ἐλευθερία ἀπὸ στρατείας.
ε 1571 Ἐξαυδᾷ: ἐκφωνεῖ, ὁμολογεῖ.
ε 1572 Ἐξαυτῆς: παραυτίκα, εὐθέως. ἐξ αὐτῆς οἱ προειρημένοι βιβλιαφόρον ἔπεμπον πρὸς τὸν Περσέα διασαφοῦντα τὸ γεγονός. καὶ αὖθις· ὁ δὲ ἐξ αὐτῆς προῆγε βάδην τῇ πορείᾳ χρώμενος.
ε 1573 Ἐξαψάμενος: κατασχών, περιπλακείς.
ε 1574 Ἐξαιθριασθέν: λαμπρυνθέν.
ε 1575 Ἔξαιμοι: οἱ λείφαιμοι, οἱ πλεῖστον αἷμα κενώσαντες.
ε 1576 Ἐξαιρέσεως δίκη: ὁπότε τις ἄγοι μέν τινα ὡς δοῦλον, ἄλλος δέ τις αὐτὸν ὡς ἐλεύθερον ἐξαιροῖτο, ἐξῆν τὸν ἀντιποιούμενον τοῦ ἀνθρώπου ὡς δούλου λαγχάνειν ἐξαιρέσεως δίκην τῷ εἰς τὴν ἐλευ‐ θερίαν αὐτὸν ἐξαιρουμένῳ.
ε 1577 Ἐξαιρετέα: ἀξία τοῦ καταστραφῆναι. ἡ Καρχηδὼν πολλοῖς Ῥωμαίων ἐξαιρετέα ἐδόκει εἶναι καὶ Κορνηλίῳ ὑπάτῳ· καὶ ἔλεγον, ὅτι ἀδύνατόν ἐστι συνεστώσης αὐτῆς ἀδεεῖς σφᾶς εἶναι.
ε 1578 Ἐξαίρετον: τὸ ἐπίλεκτον. Ἐξαιρετὸν δὲ ὀξυτόνως, τὸ ἐκ‐ βαλλόμενον.
ε 1579 Ἐξαίρει: ὑψοῖ.
ε 1580 Ἐξαιρεῖται: ἀφαιρεῖται, λαμβάνει. καὶ Ἐξαιρήσομεν, ὁμοίως.
ε 1581 Ἐξαίροντες: ἀνατρέποντες. πρὸς ταῦτα τί λέγουσιν οἱ τὴν πρόνοιαν ἐξαίροντες;
ε 1582 Ἐξαιρούμενος: ἀποκομιζόμενος.
ε 1583 Ἐξαιροῦσιν: ἐκβάλλουσιν, ἀφανίζουσι. φθίνοντα γὰρ Λαΐου θέσφατ’ ἐξαιροῦσιν ἤδη.
ε 1584 Ἐξαίσια: παντὸς ἐπέκεινα θαύματος, ὑπερβαλλόντως. πλοῦτος ἐξαίσιος. Πολύβιος· ἐπιγίνεται χειμῶνος μέγεθος ἐξαίσιον.
ε 1585 Ἐξαίτης: ἀφαιρέτης.
ε 1586 Ἔξαιτον: τὸ ἐξαίρετον. ἔξαιτα προτέρης ἀπὸ ληΐδος, ἦμος ἀτειρεῖς πέρσεν ὑπερθύμους Γέτας.
ε 1587 Ἐξεβοήθη: τὸ ἐλαλήθη, Ἐξεβοήθει δὲ τὸ ἐβοήθησεν.
ε 1588 Ἐξεγραψάμην: ἀντὶ τοῦ ἐμνημόνευσα. Ἀριστοφάνης Ὄρ‐ νισιν· ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην.
ε 1589 Ἐξεγρόμενος: ἐγερθείς.
ε 1590 Ἐξεγγύησις: τὸ ἐκτελέσαι τινὰ διὰ τῆς τῶν ἐγγυητῶν κατα‐ στάσεως. οὕτως Δημοσθένης.
ε 1591 Ἐξεδιῄτησε: κακῶς διῴκησεν.
ε 1592 Ἐξέδισεν. ἐξεζήτησεν. ἐκ τοῦ δίζω, τὸ ζητῶ.
ε 1593 Ἐξέδοτο.
ε 1594 Ἐξέδρα. ὁ δὲ κατῆρχε χωμάτων, τὸ μὲν κατὰ τὴν Βόρειον ἐξέδραν, ἣ μεταξὺ τῶν δύο πυλῶν ἦν. καὶ αὖθις· κατῴκουν πλη‐ σίον τοῦ μουσείου καὶ τῆς ἐξέδρας.
ε 1595 Ἐξέδραμον· αἰτιατικῇ.
ε 1596 Ἔξεδρος· ἔξεδρον χρόαν ἔχων. τουτέστι παρηλλαγμένην. καὶ Σοφοκλῆς· οὐκ ἔξεδρος, ἀλλ’ ἔντοπος ἀνήρ. οἰωνοὶ ἐλέγοντο ἔξεδροί τε εἶναι καὶ μηδαμῆ χρηστοί.
ε 1597 Ἐξέζεσεν: ἐπληρώθη. καὶ τὸ σύμπαν αὐτῆς σῶμα ἑλκῶν ἐξ‐ έζεσεν.
ε 1598 Ἐξεθεάτρισαν: ἐστηλίτευσαν, ἐξεπόμπευσαν. οὐ μόνον ἑαυ‐ τοὺς ἐξεθεάτρισαν, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν κατέστρεψαν.
ε 1599 Ἐξέθει: ἐξέτρεχεν.
ε 1600 Ἐξεθύσαντο: ἐμαντεύσαντο. οἵγε μάντεις ἐξεθύσαντο, ὡς ἥκιστα ὅσιον ὂν τοῦτο.
ε 1601 Ἐξέθορεν.
ε 1602 Ἐξεκάκησα: ἀπηγόρευσα.
ε 1603 Ἐξεκαρυκεύθη: ὠψοποιήθη, συνεκόπη.
ε 1604 Ἐξεκεκλήκει: ἐκ τοῦ δείπνου ἀνίστη. νυκτὸς δὲ γενομένης τοὺς οἰκέτας ἐξεκεκλήκει τοὺς Ναννάρου.
ε 1605 Ἐξεκέκλητο: προεκαλεῖτο. ταχὺ δὲ ἐξεκέκλητο αὐτοὺς πρὸς τὴν πρᾶξιν, ἅτε οἰκείους ὄντας τῶν τοιούτων ἐγχειρημάτων.
ε 1606 Ἐξεκίνησεν: ἐξεδίωξε. Σοφοκλῆς· παίζων κατ’ ἄλσος ἐξεκίνησε ποδοῖν στικτὸν κεράστην ἔλαφον.
ε 1607 Ἐξεκκλησίασε: συνήθροισεν.
ε 1608 Ἐξέκνισεν: ἐξέκοψεν. Ἡρόδοτος· δελτίον δίπτυχον λαβὼν τὸν κηρὸν αὐτοῦ ἐξέκνισεν.
ε 1609 Ἐξεκόκκισεν: ἀντὶ τοῦ ἐξέκλασεν, ἐξέβαλεν. ἡ μεταφορὰ ἀπὸ τῶν κόκκων.
ε 1610 Ἐξεκόπη τὸν ὀφθαλμόν: ἐπηρώθη. Ὡράτιος ὁ Ῥωμαῖος καὶ ἐπεκλήθη Κόκλης· τὸν γὰρ ὀφθαλμὸν ὀκολοὺμ καλοῦσι Ῥωμαῖοι.
ε 1611 Ἐξεκώμασεν: ἐξεπόρνευσεν.
ε 1612 Ἐξεκύκλησαν: ἐξήνεγκαν. Αἰλιανός· ἐπεὶ δὲ εἰς τὸ θέατρον ἐξεκύκλησαν αὐτόν, ἐπηλυγασάμενος τὴν κεφαλὴν ἦν τὸ ἄσωτον.
ε 1613 Ἐξέλαθον: λαθεῖν ἠδυνήθησαν.
ε 1614 Ἐξελέγχειν: φανεροποιεῖν. ὁ δὲ ἠξίου ᾗ τάχος τὰ πραχθέντα βασάνοις ἐξελέγχειν.
ε 1615 Ἐξέλεξε: συνήθροισε. χρήματα δὲ παρὰ τῶν Λιβύων πολλὰ μὲν ἐς τὸ κοινόν, πολλὰ δὲ καὶ ἐς τὸ ἴδιον ἐξέλεξεν.
ε 1616 Ἐξελιγμῶν ἰδέαι διτταί, ἡ μὲν κατὰ λόχους, ἡ δὲ κατὰ ζυγά. εἴδη δὲ ἀνὰ ἑκατέρου αὐτῶν τρία. καλεῖται γὰρ ὁ μὲν Μακεδών, ὁ δὲ Λάκων, ὁ δὲ Χώριος, ὃν καὶ Κρητικὸν καὶ Περσικὸν καλοῦσι. Μα‐ κεδὼν δὲ ἐξελιγμός ἐστιν ὁ κατὰ λόχους, ὁ μεταλαμβάνων τῆς φά‐ λαγγος τὸν ἔμπροσθεν τόπον, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν ὄπισθεν. Λάκων δέ ἐστιν ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ὀπίσω τόπον, ὁμοίως δὲ ἀντὶ τῆς ἔμπροσθεν ἐπιφανείας τὴν ὄπισθεν. Χώριος δέ ἐστιν ὁ τὸν αὐτὸν ἐπέχων τόπον τῆς φάλαγγος, τῶν κατὰ μέρος ὁπλιτῶν ἀνθ’ ὧν προκατεῖχον τόπων ἑτέρους μεταλαμβανόντων, τοῦ μὲν λοχαγοῦ τὸν τοῦ οὐραγοῦ, τοῦ δὲ οὐραγοῦ τὸν τοῦ λοχαγοῦ, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἔμπροσθεν ἐπιφανείας, ὄπισθεν. οἱ δὲ δὴ κατὰ ζυγὰ ἐξελιγμοὶ γίνονται, ἐπειδὰν ἐπὶ τῶν ἀποτομῶν βουληθῇ τις τὰ κέρατα καθιστάνειν, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων, χάριν τοῦ καὶ τὰ μέσα ἰσχυροποιεῖσθαι· καὶ ὁμοίως τὰ δεξιὰ ἐν τοῖς εὐω‐ νύμοις καὶ τὰ εὐώνυμα ἐν τοῖς δεξιοῖς.
ε 1617 Ἐξελίξαντες· εἶτα ὑμεῖς τὰς φάλαγγας ἐξελίξαντες, ἀγχίστροφοι γενόμενοι ἀντιμέτωποι γίνεσθε τοῖς διώκουσιν. καὶ αὖθις· κᾆτα ἐνόπλιοι διαδρομαί τινες ἐγίνοντο καὶ ἐξελίξεις καὶ περίοδοι.
ε 1618 Ἐξέλιπε φυσητήρ, ἐξέλιπε μόλιβδος: φυσητὴρ καὶ τὸ ὄργανον, ᾧ ἐμφυσᾷ ὁ χρώμενος, καὶ ὁ ἄνθρωπος ὁ τὸ ὄργανον μετα‐ χειριζόμενος. συγκαίουσι δὲ τῷ ἀργύρῳ μόλιβδον, ἵνα συγκαιόμενος ἀνιμᾶται καὶ ἀναλαμβάνῃ εἰς αὐτὸν τὸ νόθον.
ε 1619 Ἐξελίσσουσι: κινοῦσιν.
ε 1620 Ἐξελοφίζετο· ἡ δὲ γῆ ἐκ τῶν Δικαιαρχείας γεωλόφων ἐξε‐ λοφίζετο.
ε 1621 Ἐξεμεῖν: ἐκκενοῦσθαι. Ἀριστοφάνης· μὴ δῆθ’ ἱκετεύω· τουτ‐ έστι μὴ ὅλως εἴπῃς· πλήν γ’ ὅτε μέλλω ἐξεμεῖν. τότε, φησίν, λέγε, ἐπιτηρήσας ὅτε μέλλω ἐξεμεῖν· ῥᾷστα γὰρ ἂν μᾶλλον ἐξεμέσαιμι.
ε 1622 Ἐξέμηναν· αἰτιατικῇ.
ε 1623 Ἐξεμηρύσατο: διεξῆλθεν. ὁ δὲ Ἀννίβας ἐν ὅλῃ τῇ νυκτὶ μόλις ἐξεμηρύσατο τῆς χαράδρας.
ε 1624 Ἐξ ἐμοῦ: παρ’ ἐμοῦ.
ε 1625 Ἐξ ἐναντίας: ἐπίρρημα.
ε 1626 Ἐξένευσαν: παρῃτήσαντο, ἀπηρνήσαντο. οἱ δὲ μὴ θέλοντες βοηθεῖν αὐτοῖς, ὡς πρὸς ἄλλους πόλεμον ἔχοντες, ἐξένευσαν τὴν βοή‐ θειαν.
ε 1627 Ἐξένευσαν: ἐξεκολύμβησαν. Θουκυδίδης· τὰς δὲ ἄλλας ναῦς ἐπικαταλαβόντες ἐξέωσάν τε πρὸς τὴν γῆν καὶ πολλοὺς ἀπέ‐ κτειναν, ὅσοι μὴ ἐξένευσαν αὐτῶν.
ε 1628 Ἐξένιζεν: ἀντὶ τοῦ ξένος ἦν. Δίδυμος δέ φησιν ἀντὶ τοῦ, οὐκ Ἀττικοῖς ἀλλὰ ξένοις ῥήμασι διελέγετο.
ε 1629 Ἐξένισεν: ἐξενοδόχησε. καὶ ἀντὶ τοῦ ἀπέκτεινεν. Ἠλέκτρα φησίν· ὁ δὲ Ἄρης, φησίν, οὐκ ἐξένισεν αὐτόν. τουτέστιν οὐκ ἀπέκτεινε· ξενία γὰρ Ἄρεως τραύματα καὶ φόνοι. καὶ Ἀρχίλοχος· ξείνια δυσ‐ μενέεσι λυγρὰ χαριζόμενος. ταῦτα θρηνεῖ ἀδελφὴ τοῦ Ὀρέστου.
ε 1630 Ἐξ ἑνὸς τὰ πάνθ’ ὁρᾶν: ἐπὶ τῶν παρορώντων.
ε 1631 Ἐξέπεσον: πόρρω ἀπέφυγον. καὶ τελευτῶντες τῆς νήσου ἐξέπεσον. ἀντὶ τοῦ ἐξεβλήθησαν.
ε 1632 Ἐξ ἐπιμέτρου· ἡ τῶν Ἐσσαίων αἵρεσις, οἵ εἰσιν Ἰουδαῖοι, τῶν Φαρισαίων καὶ γραμματέων τὴν δικαιοσύνην ἐξ ἐπιμέτρου διανέστηκεν.
ε 1633 Ἐξεπιώκατον: θλίβουσιν, ἢ ἐθλίψατε. ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξεπιώκατον. Ἀριστοφάνης Λυσιστράτῃ.
ε 1634 Ἐξ ἐπιπέδου.
ε 1635 Ἐξ ἐπιπολῆς: οἷον οὐκ εἰς βάθος, ἀλλ’ εἰς ὄψιν.
ε 1636 Ἐξ ἐπιτάγματος· καὶ ὁ Καῖσαρ παρῆν ἐξ ἐπιτάγματος, ἀλλ’ ἐσιώπα καὶ εἵπετο.
ε 1637 Ἐξεπίτηδες καὶ Ἐπίτηδες: ἑκατέρως λέγουσιν Ἀττικοί. ἀντὶ τοῦ μάτην, ἐξ ἀνάγκης, ἀργῶς. οὐκ ἐξεπίτηδες ἡ πόλις ἄρχειν καθίστησι δικαστάς.
ε 1638 Ἐξέπλευσεν: ἐξώκειλε, παρετράπη. ὁ δὲ ἐξέπλευσε τῶν φρενῶν πολλὰ εἰς τὸ ἄγαλμα παρῴνησεν.
ε 1639 Ἐξέπλωσας· Ἡρόδοτος· πῶς οὐκ ἐξέπλωσας τῶν φρενῶν σεωυτὸν διαφθείρας; ἀντὶ τοῦ ἐξέπλευσας, τουτέστι παρετράπης καὶ ἐξώκειλας.
ε 1640 Ἐξεπολέμωτο: ἐνικήθη.
ε 1641 Ἐξέπραξεν: ἀντὶ τοῦ ἀνεῖλεν. οὔτε πυρφόρος θεοῦ κεραυνὸς ἐξέπραξεν.
ε 1642 Ἐξεπρέμνιζον: ἀντὶ τοῦ κατέβαλλον τὰ πρέμνα. τουτέστι μέχρι ῥιζῶν τὰ στελέχη. οὕτως Δημοσθένης.
ε 1643 Ἐξεράσατε τοὺς λίθους: ἐκκενώσατε, ἐκβάλετε, ἀπορρίψατε. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς.
ε 1644 Ἐξερέων: ἀντὶ τοῦ ἐρευνῶν.
ε 1645 Ἐξερεύξεται: ἐκφέρῃ, ἐξενέγκῃ.
ε 1646 Ἐξερήσομεν: ἐρωτήσομεν.
ε 1647 Ἐξεριθεύονται: πρὸς κακίαν ἐκκαλοῦσι. Πολύβιος· οἱ τῆς στρατηγίας ὀρεγόμενοι ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον.
ε 1648 Ἐξέρκετον: κατὰ Ῥωμαίους τὸ στρατόπεδον.
ε 1649 Ἐξερῶ: ἐξοίσω.
ε 1650 Ἐξερρωγυῖα: διεφθαρμένη. Προκόπιος· γυνὴ τὸν τρόπον ἐξερρωγυῖα. καὶ οἱ θυμοὶ τῶν ὑπασπιστῶν τῆς Εὐδοξίας κατὰ τοῦ Χρυ‐ σοστόμου ἐξερρώγησαν.
ε 1651 Ἐξ ἔρωτος· ὅτι ἐξ ἔρωτος ἐνίοτε νόσος ἐπισυμβαίνει· ὅπερ Ἀντίοχος ὁ Σελεύκου παῖς ἔπαθεν. εἶτα ὑπὸ ἰατρῶν ἐφωράθη τὸ πάθος.
ε 1652 Ἐξερπύσασι: βαδίσασιν.
ε 1653 Ἐξερρύησαν: ἠφανίσθησαν. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἐν πόλει φευγόντων.
ε 1654 Ἐξέρχομαι· δοτικῇ. τὸ δὲ τιμωρῶ αἰτιατικῇ.
ε 1655 Ἐξεσάλαξας: μετεκίνησας. ἐν Ἐπιγράμμασι· τὴν δ’ ἐνὶ θυμῷ ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην.
ε 1656 Ἐξεσία: ἡ πρεσβεία.
ε 1657 Ἐξεσκληκός: τὸ ὑποξηρανθέν.
ε 1658 Ἐξεσόβησα: ἐξεδίωξα. ἐν Ἐπιγράμμασι· ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον. καὶ αὖθις· καὶ πτῶκας πολλάκις ἐξεσόβει.
ε 1659 Ἐξεστεμμένοι: ἀντὶ τοῦ κεκοσμημένοι. εἰώθασι γὰρ τῷ στέφειν χρῆσθαι ἀντὶ τοῦ κοσμεῖν. στέμμα δέ ἐστι τὸ προσειλημμένον ἔριον τῷ θαλλῷ. Σοφοκλῆς· ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι.
ε 1660 Ἐξέστηκε: μαίνεται. ὁ δὲ τῇ πολυχρονίῳ τριβῇ τῶν πολε‐ μικῶν οὐδόλως ἐξέστη τῶν φρενῶν.
ε 1661 Ἐξέστησαν: ὑπεχώρησαν. οἱ δὲ βάρβαροι ἐξέστησαν αὐτοῖς ὡς κρείττοσιν.
ε 1662 Ἔξεστιν· δοτικῇ.
ε 1663 Ἐξέστω: ἐξουσίαν ἐχέτω.
ε 1664 Ἐξέσσυτο: ἐξώρμησεν.
ε 1665 Ἐξέσχεν· τούτου τὴν πλευρὰν λόγχη διήλασε καὶ ὑπὸ ῥύμης τῆς αἰχμῆς ἐξέσχεν ἐπὶ θάτερα. ἀντὶ τοῦ διήλασε, διῆλθεν.
ε 1666 Ἐξέσχεν· ἠκοντίσθη τὸν δεξιὸν ὦμον διαμπερὲς καὶ ἐξέσχε τὸ βέλος. ἀντὶ τοῦ διῆλθεν.
ε 1667 Ἐξετάζω· αἰτιατικῇ.
ε 1668 Ἐξεταζόμενος: ἐρευνώμενος, δοκιμαζόμενος, ἢ συναριθμού‐ μενος. ἐν πράξεσι μεγίσταις ἐξεταζόμενος. καὶ αὖθις· ἐρρύετο τὴν πόλιν ἔνδον ἐξεταζόμενος Φουρτωνίων ὑποστράτηγος τῶν ἐπὶ τῆς Μυσίας, οὓς δοῦκας καλοῦσιν.
ε 1669 Ἐξεταζόμενοι πρὸς τοῖς βασιλείοις: ἀριθμούμενοι ἐν τοῖς βασιλείοις.
ε 1670 Ἑξέτει: ἑξαέτει. βαρυτόνως, Ἀττικῶς. Ἀριστοφάνης Νεφέ‐ λαις· οἶδ’ ἑξέτει σοι τραυλίσαντι πειθόμενος. καί, ἓξ ἐτῶν ἄλουτος. Ἀττικὴ σύνταξις.
ε 1671 Ἐξέτηξεν: ἠφάνισεν.
ε 1672 Ἐξευγενίζω· αἰτιατικῇ.
ε 1673 Ἐξ εὐθείας: ἐπιστολὴν δὲ ἐξ εὐθείας πρὸς αὐτὸν ἐπιθεῖναι ἐνάρκησα. τουτέστιν ἰδιάζουσαν, ἐκ τοῦ παραυτίκα.
ε 1674 Ἐξευμενίζεσθαι: πείθεσθαι.
ε 1675 Ἐξεφαύλισαν: παρ’ οὐδὲν ἐλογίσαντο. οἱ δὲ οὐκ ἐξεφαύλισαν τὴν τῶν Κρητῶν αὐτοσχέδιον ἐκείνην μοῦσαν, οἷα δή που λιτήν τινα θυσίαν.
ε 1676 Ἐξ ἐφόδου: ἐκ τοῦ παραχρῆμα, χωρὶς πόνου. ὡς ἔγνω μὴ ἐξ ἐφόδου οἷόν τε ἐξελεῖν τὴν Θεοδοσίου πόλιν, ἀναχωρεῖ.
ε 1677 Ἐξεφωνεῖτο· ὁ δὲ Ἀττικός, ἐπίσκοπος Κωνσταντινουπόλεως, οὐκ ἐπαύετο διανυκτερεύων περὶ τὰ τῶν παλαιῶν ἀναγνώσματα. διὸ καὶ οὐκ ἐξεφωνεῖτο παρὰ τῶν φιλοσόφων σοφιστῶν.
ε 1678 Ἐξεφοίτα: ἐθριάμβευεν. ὁ δὲ παρὰ τοὺς ἀτελέστους καὶ βε‐ βήλους ἐξεφοίτα τὰ τῶν Σαμοθρᾳκῶν ὄργια· ὃς φωραθεὶς ἀπέδρα πρὸς τοὺς Κυζικηνούς.
ε 1679 Ἐξέφυ: ἐβλάστησεν.
ε 1680 Ἐξεφύρθης: ἐμιάνθης.
ε 1681 Ἐξεφύσησα: διεσκόρπησα, ἐβδελυξάμην.
ε 1682 Ἐξεφύσησεν: ἐκίνησεν, ἐτάραξεν. ἀπὸ τοῦ σπινθῆρος δὲ τὸ φυσῆσαι ἔλαβεν Ἀριστοφάνης· ἐμβαλὼν σπινθῆρα Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησε τοσοῦτον πόλεμον, ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δα‐ κρῦσαι.
ε 1683 Ἐξέχεα ἐπ’ ἐμὲ τὴν ψυχήν μου: τουτέστι διεχύθην καὶ ἐκινήθην εἰς ὀδυρμούς, ἄπαυστον ἔχω τὸν θρῆνον.
ε 1684 Ἐξέχειν τὸν ἥλιον: τὸ ἐπιτεταλκέναι. ἔξεχε, ὦ φίλ’ ἥλιε. κωλάριόν τι παροιμιῶδες ὑπὸ τῶν παιδίων λεγόμενον, ὅταν ἐπινέφῃ ψύχους ὄντος. Ἀριστοφάνης Νήσοις· λέξεις ἄρ’, ὥσπερ τὰ παιδία, ἔξεχε, ὦ φίλε ἥλιε. καὶ ἐν Σφηξί· καὶ ταῦτα μὲν νῦν εὐλόγως, ἢν ἐξέχῃ εἵλη κατ’ ὄρθρον, ἡλιάσῃ πρὸς ἥλιον.
ε 1685 Ἐξεχώρησεν· ὁ γάρ οἱ ἀστράγαλος ἐξεχώρησεν ἐκ τῶν ἄρθρων.
ε 1686 Ἐξέχρη· οἴμοι τὰ πολλὰ ἐξέχρη κακά, ἐλθόντι χώραν τερμίαν· ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον.
ε 1687 Ἔξει: τουτέστιν ἔξελθε, παρὰ Ἀριστοφάνει.
ε 1688 Ἕξει: παρέξει· οὐχ ὑποτάσσει, ἐὰν ἕξῃ.
ε 1689 Ἑξείδιον.
ε 1690 Ἐξείη: συνεκεχώρητο, εἴθιστο. Ξενοφῶν· ᾔδεσαν γὰρ πάντες, ὅτι ἐξείη αὐτῷ καὶ ἀριστῶντι καὶ δειπνοῦντι προσελθεῖν, καὶ εἰ καθ‐ εύδει ἐπεγειροῦντα εἰπεῖν, εἴ τις τι ἔχοι πρὸς πόλεμον.
ε 1691 Ἑξείης: παρὰ ποιηταῖς ἐφεξῆς, ἐπὶ στίχον.
ε 1692 Ἐξεικασμένον· θεραπεύοντι τὸν νεὼν καὶ γεραίροντι πᾶν ὁτιοῦν ἄγαλμα ἐξεικασμένον αὐτῷ καὶ τετιμημένον. ἀντὶ τοῦ ἐξω‐ μοιωμένον.
ε 1693 Ἐξεικασμένος: πεπλασμένος. Ἀριστοφάνης· μὴ δείδιθ’· οὐ γάρ ἐστιν ἐξεικασμένος. ἀντὶ τοῦ πεπλασμένος πρὸς ὁμοιότητα. ἔθος γὰρ ἦν τοῖς κωμικοῖς ὅμοια τὰ προσωπεῖα ποιεῖν τοῖς κωμῳδουμένοις ὑπ’ αὐτῶν καὶ περιτιθέναι τοῖς ὑποκριταῖς.
ε 1694 Ἐξεικονισμένον: μεμορφωμένον.
ε 1695 Ἐξειλεγμένον: ἐκλεκτόν.
ε 1696 Ἐξείλετο: ἔλαβεν.
ε 1697 Ἐξειμένοι: ἀφειμένοι.
ε 1698 Ἔξειμι, οὐκ ἐξελεύσομαι λέγουσιν Ἀττικοί.
ε 1699 Ἐξεῖναι: δυνατὸν εἶναι.
ε 1700 Ἐξείνισαν: ἐξενοδόχησαν.
ε 1701 Ἐξείραντες: ἐξελκύσαντες, ἐξελόντες. Ἀριστοφάνης· τὴν γλῶσσαν ἐξείραντες αὐτοῦ ἐκκοψόμεθα.
ε 1702 Ἐξείργειν: ἀπείργειν, κωλύειν.
ε 1703 Ἐξείρετο: ἠρώτα.
ε 1704 Ἐξείρπυσεν: ἐξεσύρθη, ἐξῆλθεν. ἡ δὲ ἔχιδνα ἐξείρπυσεν ὑπὸ τοῦ πυρὸς ἀναγκασθεῖσα.
ε 1705 Ἔξεισιν: ἐξέρχεται.
ε 1706 Ἐξειστήκει: ἐξηλλάττετο. καὶ τρόμῳ εἴχετο, καὶ ἡ χρόα αὐτοῦ ἐξειστήκει, καταδείσαντι τὸ πλῆθος τῆς στρατιᾶς καὶ τῶν ὅπλων τὴν λαμπρότητα.
ε 1707 Ἐξεῖρψεν: ἀνέδωκεν.
ε 1708 Ἐξῇ: αὐθυπότακτον. ἀντὶ τοῦ δυνατὸν ὑπάρχῃ.
ε 1709 Ἐξηγήσασθαι τοῦ διηγήσασθαι διαφέρει. διηγήσασθαι μὲν γάρ ἐστιν εἰπεῖν ἁπλῶς, ἅ τις αὐτὸς ἐπίσταται, ἤτοι πρὸς ἀγνοοῦντας τοὺς ἀκροωμένους λέγων ἢ καὶ πρὸς εἰδότας. τὸ δὲ ἐξηγήσασθαι ἅμα λέγειν τε περὶ ὧν ἀγνοοῦσιν οἱ ἀκούοντες, καὶ διδάσκειν αὐτούς, περὶ ὧν πυνθάνονται.
ε 1710 Ἐξηγηταί: οἱ τοὺς νόμους τοῖς ἀγνοοῦσιν ὑποδεικνύοντες καὶ διδάσκοντες περὶ τοῦ ἀδικήματος, οὗ ἕκαστος γράφεται.
ε 1711 Ἐξηγηταί: τρεῖς γίνονται πυθόχρηστοι, οἷς μέλλει καθαίρειν τοὺς ἄγει τινὶ ἐνισχηθέντας. καὶ οἱ ἐξηγούμενοι τὰ πάτρια. καὶ Ἡρόδοτος· σὺ ἐς οἶκον τὸν βασιλέως ἐξηγητὴς γίνεται πρηγμάτων ἀγαθῶν, καὶ ταῦτα εὖ παρανέεις πάντα. Ἐξηγητής, ἰδίως ὁ ἐξ‐ ηγούμενος τὰ ἱερά. ἔστι δὲ καὶ ἃ πρὸς τοὺς κατοιχομένους ὀνομα‐ ζόμενα ἐξηγοῦντο τοῖς δεομένοις.
ε 1712 Ἐξηγορία: ἐπαγγελία.
ε 1713 Ἐξηγοῦμαι· δοτικῇ.
ε 1714 Ἐξηγρόμην: ἐξηγειρόμην. Ἀριστοφάνης· κᾆτ’ ἔγωγ’ ἐξ‐ ηγρόμην. ἐπὶ τῶν ψευδομένων. εἰρηκότος γὰρ τοῦ Διονύσου, ναυ‐ μαχήσας ναῦς τῶν πολεμίων ιγʹ· ἐπιφέρει ὁ Ἡρακλῆς, κᾆτ’ ἔγωγ’ ἐξηγρόμην. σκώπτων τὸν Διόνυσον, καὶ ἐγώ, φησίν, ἀνέστην ἐξ ὀνείρων· δηλῶν, ὅτι ταῦτα ὄναρ ἔπραξε. τῶν ἐπίτηδες ψευδομένων λεγόντων τοῦτο, καθὸ δηλοῦται, ὅτι ἐνυπνίῳ ἐῴκει τὸ λεγόμενον.
ε 1715 Ἐξῄεσαν: ἐξεπορεύοντο.
ε 1716 Ἐξ ἠθέων: ἐκ τῶν συνήθων τόπων, ἐν οἷς συναναστρέφονται.
ε 1717 Ἐξηκεστίδης καὶ κλίνεται Ἐξηκεστίδου. Ἀριστοφάνης· ἐπὶ τῶν ἀμηχάνων. τοῦτον γὰρ ὡς ξένον διαβάλλουσι καὶ πλάνον. οἱ δὲ ξένοι μᾶλλον ἴσασι τὰς ὁδούς. ἐξαπορήσαντες οὖν τῆς ὁδοῦ καὶ ἀποπλανηθέντες εἶπον· οὐδ’ ἂν Ἐξηκεστίδης εὕροι τὴν εὐθεῖαν ὁδόν. εἴρηται οὖν ἐπὶ τῶν ὁδοῦ ἀποπλανηθέντων.
ε 1718 Ἐξήκεστος: ὄνομα κύριον.
ε 1719 Ἐξήκει: παρῴχηκεν. Ξενοφῶν· ὁ δὲ χρόνος ἐξήκει. καὶ αὖθις· ὁ δὲ συνεῖδεν ἐξήκειν τοῦ χρησμοῦ τὴν φήμην.
ε 1720 Ἐξῆκον: Αἰλιανός. ἀντὶ τοῦ ὑπερέχον. καὶ ἑώρων φάσμα τὸ μέγεθος ἐξῆκον πέρα καὶ ἀνωτέρω τοῦ ἱστοῦ.
ε 1721 Ἐξήκοντος: παρερχομένου. ἐξήκοντος τοῦ χρόνου, οὗπερ ἐντὸς ἔδει ἐπανιέναι πρὸς τὸν σφῶν ἄρχοντα.
ε 1722 Ἐξήλασμα: ἡ δίωξις.
ε 1723 Ἐξήλατο: ἐπήδησεν.
ε 1724 Ἐξηλιασμένων: κεκαυμένων.
ε 1725 Ἐξηλιθιότης: ἐπίτασις τῆς μωρίας.
ε 1726 Ἐξήλικας: ἐξέβαλες, ἐξέωσας. Ἀριστοφάνης Νεφέλαις· ἀλλ’, ὦ μέλ’, ἐξήλικας ἐμέ γ’ ἐκ τῶν ἐμῶν.
ε 1727 Ἐξῆλθεν: ἐξέβη, ἐτελέσθη. ὅτι Ζήνωνι παρ’ ἣν εἶχε δόξαν ἐξῆλθε τὸ μάντευμα· ἀντὶ γὰρ τῆς βασιλίδος, ὡς ᾤετο, πόλεως, εἰς λόφον συγκλεισθέντι τὸ αὐτὸ ὄνομα ἔχοντα, συνέβη τὸ πέρας τοῦ βίου.
ε 1728 Ἐξήλυσις: ἐξέλευσις.
ε 1729 Ἐξήμβλωκας: ἡμιτελῆ ἐξέωσας. ἐξαμβλῶσαι δὲ ἰδίως ἐπὶ τῶν γυναικῶν λέγεται τῶν ἀποτικτουσῶν θᾶττον, οὐ κατὰ τὸν τῶν ὠδίνων καὶ τῆς κυοφορίας νόμον. καὶ τὸ φάρμακον δὲ τὸ αἴτιον τοῦ ἐξαμ‐ βλοῦν τὰς γυναῖκας ἀμβλώθριον καλεῖται.
ε 1730 Ἐξημβλωμένον· Ἀριστοφάνης· ἀλλ’ εἶπέ μοι τὸ πρᾶγμα τοὐξημβλωμένον. τουτέστι τὸ παραπολωλὸς καὶ διεφθαρμένον.
ε 1731 Ἐξήμβλωσεν: ἐξέτρωσεν. Ἀριστοφάνης Νεφέλαις· ἐξήμ‐ βλωκας, ἀντὶ τοῦ ἀτελῆ ἐποίησας. καὶ αὖθις· καὶ οὐκ ἐξήμβλωτό οἱ ἡ ἐλπίς. ἀντὶ τοῦ ἀτελὴς ἐγένετο. οὕτω φησὶν Αἰλιανός· ἀλλ’ αὕτη γε ἡ ἐλπὶς ἐξήμβλω αὐτῇ. καὶ αὖθις Αἰλιανός· ἐξήμβλωτο δὲ ἡ ἔννοια τῆς θεοσυλίας τῷ ἀνοσίῳ ἀποσφαγέντος αὐτοῦ. καὶ τὰ ἐξημ‐ βλωμένα ἔμβρυα.
ε 1732 Ἐξῆμμαι· γενικῇ.
ε 1733 Ἐξημμένοι: ἐκδεδυμένοι. ἢ ἐξαφθέντες.
ε 1734 Ἐξημημένος: ἀφῃρημένος. Σοφοκλῆς· εἰ δέ τις στρατοῦ βίᾳ ς’ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ, κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός, γένους ἅπαντος ῥίζαν ἐξημημένος.
ε 1735 Ἐξῆν: ἐξεγένετο, δυνατὸν ἦν.
ε 1736 Ἐξηνδραποδισμένον· πλείστας δὲ πόλεις ἐξηνδραποδισμένον καὶ πεπραξικοπηκότα. ἀντὶ τοῦ προδώσαντα.
ε 1737 Ἐξήνθησεν: ἀνεβλάστησεν, ἀνέθαλλεν. Ἐξήνθισε δὲ τὸ ἄνθη συνέλεξεν. καὶ Ἐξανθίζω δὲ τὸ βάπτω· ὡς τό, ποικίλας ἐξηνθίκατε τὰς βαφάς.
ε 1738 Ἐξηνθισμέναι: ἄνθεσι κεκοσμημέναι, οἷον ψιμυθίῳ, φύκει καὶ τοῖς ὁμοίοις. αἳ καθήμεθ’ ἐξηνθισμέναι, κροκωτὰ φοροῦσαι καὶ κεκαλ‐ λωπισμέναι, καὶ κιμβερίκ’ ὀρθοστάδια καὶ περιβαρίδας· κἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
ε 1739 Ἐξήνιον: ἔξω ζυγοῦ, ἀνυπότακτον. Ἐξήνυον δὲ ἐκ τοῦ ἀνύω.
ε 1740 Ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον: ὅταν ὑπὸ τοῦ σῴ‐ ζοντος τὸ σῷζον ἐξαπατηθῇ.
ε 1741 Ἐξήπαφεν: ἐξηπάτησεν.
ε 1742 Ἐξῆπται: ἐξῆρται, κρεμᾶται. καὶ Ἐξῆπτο, διεγήγερτο φλόξ.
ε 1743 Ἐξήρετο: ἠρώτα.
ε 1744 Ἐξῆρεν: ἀπῆρεν.
ε 1745 Ἐξῄρηνται: ἐκβέβληνται.
ε 1746 Ἐξήρκει: ἐξίσχυεν. οὐ γὰρ ἐξήρκει τὰ ὑποζύγια πρὸς τῆς ὁδοῦ τὴν χαλεπότητα, ὥστε αἰρόμενοι τὰς ἁμάξας ἐξέφερον ἐκ τῶν δυσπόρων.
ε 1747 Ἐξηρμένην: ὑψουμένην.
ε 1748 Ἐξήρτα: ἐξῆπτεν, ἀπεκρέμα. τὰ δὲ γράμματα τὰ βασιλικὰ ἀπὸ τῶν ἀνδριάντων ἐξήρτα. καὶ Ἐξηρτῆσθαι ὁμοίως. Ἐξ‐ ηρτίσθαι δὲ ἑτοιμάζεσθαι, εὐτρεπίζεσθαι. καὶ ἐς παρασκευὴν ἐξ‐ ηρτίσθαι πολέμου.
ε 1749 Ἐξήρτημαι· γενικῇ.
ε 1750 Ἐξηρτυμένος: παρὰ Ἡροδότῳ κατεσκευασμένος, ἡτοιμασμένος.
ε 1751 Ἑξῆς: μετὰ ταῦτα.
ε 1752 Ἐξησθενηκότας: τεταλαιπωρηκότας, παρειμένους. οἱ δὲ Κελτοὶ ἰδόντες τοὺς Ῥωμαίους μάχεσθαι παρεσκευασμένους καὶ δόξαντες ἐξ‐ ησθενηκότας τὰ σώματα ὑπὸ λιμοῦ τὸν τάχιστον αἱρεῖσθαι τῶν θα‐ νάτων.
ε 1753 Ἐξήσκει: ἐπαίδευεν, ἐγύμναζεν. καὶ πλὴν ἀγαθῆς ψυχῆς σῶμα οὐκ ἔχων ὅμως ἔκαμνε καὶ τὰς δυνάμεις ἐξήσκει καὶ κατεκόσμει πρὸς τὸ ἀνδρικώτερον.
ε 1754 Ἐξησκηκότες: καμόντες.
ε 1755 Ἐξητάσθης: Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου καὶ κατὰ Ἀν‐ δροτίωνος ἀντὶ τοῦ ὤφθης, ὡράθης.
ε 1756 Ἐξητασμένον: ἠκριβωμένον. οὐκ ἂν εὕροι τις οὔτε δαψιλὲς οὔτε πρὸς τὸ δίκαιόν τε καὶ ἴσον ἐξητασμένον.
ε 1757 Ἐξηχεῖτο: ἐξηκούετο.
ε 1758 Ἐξιάλλειν: ἐκβάλλειν.
ε 1759 Ἐξίδισεν: ἀπεπάτησεν. Ἀριστοφάνης· εἴτε Πατροκλείδης τις ὑμῶν χεζητιῶν οὐκ ἂν ἐξίδισεν εἰς θοιμάτιον, ἀλλ’ ἔπτατο.
ε 1760 Ἐξίῃ: μέλλοντος σημασίαν.
ε 1761 Ἐξίησιν: ἐξέρχεται.
ε 1762 Ἐξικμασμένη: ἐξηραμμένη. ἄλλως τε ἐν ξηρᾷ χώρᾳ ὑπὸ τοῦ θέρους ἐξικμασμένῃ δεινῶς ἐσπάνισεν ὕδατος.
ε 1763 Ἐξίλασμα: ἡ δυσώπησις, ἡ παράκλησις.
ε 1764 Ἐξιλάσομαι· αἰτιατικῇ. δυσωπήσω.
ε 1765 Ἐξιλεοῦσθαι.
ε 1766 Ἐξίλλειν: ἐκφεύγειν.
ε 1767 Ἕξις· ἕξις ἐστὶν ἡ κατὰ φύσιν ἑκάστου ἐνέργεια καὶ ὁλοκληρία. οἷον ἐπὶ μὲν ψυχῆς αἱ ἀρεταί, ἐπὶ δὲ σώματος τὸ ἐντελὲς τῶν μελῶν καὶ ἀνάλογον καὶ ὑγεία. ἡ δὲ τούτων ἀτευξία καὶ διαμάρτησις καὶ καθόλου ἀναίρεσις λέγεται στέρησις. διαφέρει δὲ ἕξις διαθέσεως· ἡ μὲν γὰρ ἕξις δυσμετάθετός ἐστιν, ἡ δὲ διάθεσις εὐμετάβλητος. διάθεσις δὲ ἡ κατὰ συμβεβηκὸς τοιάδε ἑκάστου ποιότης· λέγομεν γάρ, ὅτι πολεμίως ἢ φιλικῶς διάκειται ὁ δεῖνα πρὸς τόνδε, ἢ ὁ δεῖνα ἄν‐ θρωπος ὑγιεινοτέρως διάκειται πρὸς ἑαυτὸν νῦν ἢ πρότερον. διαφέρει ἕξις διαθέσεως· ἡ μὲν γὰρ ἕξις δυσκίνητος, ἡ δὲ διάθεσις εὐκίνητος. ζήτει ἐν τῷ διάθεσις.
ε 1768 Ἕξις: δυσμετακίνητος τρόπος. ἤτοι διάθεσις. διαιρεῖται δὲ ἡ ἕξις εἰς ἀρετὴν καὶ κακίαν. ἕξεως δὲ εἴδη ἀρετή τε καὶ κακία.
ε 1769 Ἐξισωτής: ὁ ἐπόπτης.
ε 1770 Ἐξίσταμαι· γενικῇ. καὶ ἐξιστάμενος.
ε 1771 Ἐξιστάμενος: ἀντὶ τοῦ παραχωρῶν. ὁ οὖν Μάρκελλος κύριος ἦν τῶν πραγμάτων, ὀνόματος μόνου καὶ σχήματος τῷ Ἰουλιανῷ ἐξ‐ ιστάμενος, τὴν δὲ ἀληθεστέραν αὐτὸς ἀρχὴν μεταχειριζόμενος. τάτ‐ τεται δὲ καὶ ἐπὶ τοῦ ἐκπληττόμενος.
ε 1772 Ἐξίστασθαι: διαχωρίζεσθαι. ὁ δέ, ὅσοι τῆς στάσεως ἐναγεῖς ἐκέλευσεν ἐξίστασθαι, οὓς κατηκόντισεν. εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροις χοροῖσιν. ἀντὶ τοῦ ἐκχωρεῖν. ὅς τις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύοι. καὶ αὖθις· ἐξίστασθαι μύσταισι χοροῖσιν. Ἀριστοφάνης. ὑπὲρ τοῦ ἐξίστασθαι μηδὲ ὀξίνην τὸν οἶνον εὐχερῶς ἅλις τοῖς κεράμοις ἐμβάλλονται.
ε 1773 Ἐξίστησιν: ἐκπλήττει. οὔτε δέος ἐξίστησιν αὐτοὺς οὔτε δα‐ πάναι οὔτε πόνος.
ε 1774 Ἐξιστορήσαντες· αἰτιατικῇ. ἀναζητήσαντες, διηγησάμενοι. τούτους οἱ Ἕλληνες ἐξιστορήσαντες ἃ ἐβούλοντο πυθέσθαι ἀπὸ τῆς Ξέρξου στρατιᾶς, ἀποπέμπουσι δεδεμένους.
ε 1775 Ἐξισοῖ: ἴσα πράσσει. Σοφοκλῆς· μήτηρ καλεῖται, μητρὶ δ’ οὐδὲν ἐξισοῖ. ἀντὶ τοῦ οὐκ ἴσα πράσσει τῷ τῆς μητρὸς ὀνόματι.
ε 1776 Ἐξισοῦμαι· δοτικῇ.
ε 1777 Ἐξιτηλία.
ε 1778 Ἐξίτηλα: ἀφανῆ, εὐτελῆ, χαῦνα.
ε 1779 Ἐξιτηρίους: εὐχὰς ἐφοδίους τοῖς πρὸς ἔξοδον ἰοῦσιν, ἢ πρὸς θάνατον.
ε 1780 Ἐξιτήρια καὶ Ἐξαγγέλια: κατὰ Ῥωμαίους τὰ ὑπὲρ τῆς ἐξόδου παρεχόμενα.
ε 1781 Ἐξιχωρίζεσθαι: ἐκπιέζεσθαι, τὸν ἰχῶρα ἐκβάλλειν. καὶ οἷον εἰς γάρον ἐξιχωρίζεσθαι.
ε 1782 Ἐξοδία· ἡ ἔξοδος. Πολύβιος· τὸ μὲν οὖν πρῶτον ὡς ἐπ’ ἐξοδίαν ὁρμήσαντες ἐκ τῆς πόλεως παρὰ τὴν ὁδὸν ἔμειναν.
ε 1783 Ἐξοδίαν· πάνδημον ἐξοδίαν ποιησάμενοι καθῆκαν ἐνέδραν.
ε 1784 Ἐξόδιοι νόμοι: αὐλήματα δι’ ὧν ἐξῄεσαν οἱ χοροὶ καὶ οἱ αὐληταί. οὕτως Κρατῖνος· τοὺς ἐξοδίους ὑμῖν ἵν’ αὐλῶ τοὺς νόμους.
ε 1785 Ἐξόδων: ἀνατολῶν. Δαβίδ· οὔτε ἐξ ἐξόδων οὔτε ἀπὸ δυσμῶν.
ε 1786 Ἐξοκέλλει.
ε 1787 Ἐξολίσθῃ: ἐκπέσῃ. μεμνημένας ἀεὶ λέγειν τοῦτο τὸ ῥῆμα, ὡς μήποτ’ ἐξολίσθῃ ἡμᾶς. ὁ γὰρ κίνδυνος οὐχὶ μικρός, ἢν ἁλῶμεν.
ε 1788 Ἐξολῶν: ἐκβάλλειν μέλλων καὶ ἐξωθεῖν τῆς πολιτείας. ἀλ‐ λαντοπώλης ἐσθ’ ὁ τοῦτον ἐξολῶν.
ε 1789 Ἐξομηρευσάμενος: καλῶς διοικήσας. τὴν δὲ πόλιν ἐξομη‐ ρευσάμενος ἠσφαλίσατο φρουρᾷ. Ἐξομηρευσάμενος οὖν ἀντὶ τοῦ συμφωνήσας.
ε 1790 Ἐξομηρευσάμενοι: ὁμογνώμονας ποιήσαντες. ἐξομηρευσά‐ μενοι δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς πλείους τῶν δυναστῶν ἐνέβαινον εὐθαρσῶς εἰς τὸν πόλεμον.
ε 1791 Ἐξομιλῶ· δοτικῇ.
ε 1792 Ἐξόμνυσιν. καὶ Ἐξόμνυσθαι, ἀρνεῖσθαι.
ε 1793 Ἐξομολόγησις: εὐχαριστία.
ε 1794 Ἐξ ὁμολόγου: προφανοῦς. διὰ τὰς ἐξ ὁμολόγου καὶ συστάδην μάχας πολλοὶ ἔπιπτον ἐξ ἀμφοτέρων. καὶ αὖθις· εἰς ὁλοσχερῆ δὲ κρίσιν ἐξ ὁμολόγου καταβαίνειν οὐχ οἷός τ’ ἦν. κατὰ πρόσωπον.
ε 1795 Ἐξομολογοῦμαι· δοτικῇ.
ε 1796 Ἐξομόργνυνται: ἀπομάττονται, ἀφοσιοῦνται.
ε 1797 Ἐξομόσασθαι· οἱ μαρτυρήσειν τισὶν ἐν δικαστηρίῳ ὑπισχνού‐ μενοι, εἰ μετὰ ταῦτα μὴ βούλοιντο καταμαρτυρεῖν, ὤμνυον μηδὲν ἐπί‐ στασθαι. καὶ τοῦτό ἐστιν ἐξομόσασθαι.
ε 1798 Ἐξομόσαιτο: παντελῶς ἀρνήσαιτο. δημοσίᾳ δὲ κἂν ἐξομό‐ σαιτο τοῦ εἶναι τῆς Κότυος.
ε 1799 Ἐξόν: δυνατόν. Ἰώσηπος· νῦν δὲ Ἰουδαίους ἐλπίσας δυσω‐ πήσειν ἐν τῷ κακοῦν ἐξὸν μὴ θέλειν.
ε 1800 Ἐξόν· τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθ’ ἄν, ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν; ἐπὶ τῶν πορνικῶν καὶ ἀσελγῶν γραῶν. καὶ ὁ ἀπόστολος Πέτρος· ἄν‐ δρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς.
ε 1801 Ἐξονομήνῃς: ἐξείπῃς ἐξ ὀνόματος.
ε 1802 Ἐξονυχίζειν: ἐξετάζειν τοῖς ὄνυξι. βλάβην νομίζομεν τὸ μὴ περὶ ἑκάστου ἀκριβοῦν καὶ ἐξονυχίζειν. ἢ τὸ ἀκριβολογεῖσθαι.
ε 1803 Ἐξ ὄξους δίκη· οὔτοι καταπροίξῃ, μὰ τὸν Ἀπόλλω, ταὐτὸ δρῶν, ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην.
ε 1804 Ἐξόπλους· ἅμα δὲ λαμβάνειν ἐξόπλους τοὺς πολεμίους κατὰ τὴν ἐπὶ τοὺς Μακεδόνας ἔφοδον.
ε 1805 Ἐξοργιεῖν: εἰς ὀργὴν ἐμβαλεῖν. ταῦτα δὲ ἔπραξεν ὁ Καῖσαρ, οὐχ ὅτι καταπλήξειν αὐτόν, ἀλλ’ ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφασιν τοῦ πολέμου λήψεσθαι.
ε 1806 Ἐξορευγμία: ἡ ὀρυγή. Ὀξυρευγμία λέγεται, ὅταν ἡ τροφὴ ἐποξίσῃ.
ε 1807 Ἐξορίζομαι· γενικῇ· Ἐξορίζω δὲ αἰτιατικῇ.
ε 1808 Ἐξόριστον: ἀντὶ τοῦ φυγάδα. Δημοσθένης.
ε 1809 Ἐξορχησάμενος· αἰτιατικῇ. ἀντὶ τοῦ φυγὼν καὶ ἀποδράς. Δημοσθένης ἐν τῷ κατ’ Ἀνδροτίωνος.
ε 1810 Ἐξοστρακίζω· γενικῇ.
ε 1811 Ἐξοστρακισμός: ἐξορισμός. ζήτει ἐν τῷ ὀστρακισμός.
ε 1812 Ἐξότου: ἐπίρρημα.
ε 1813 Ἐξ οὗ: οὐ σημαίνει τὴν ὕλην, ὡς τοῖς ἔξω δοκεῖ· ἀλλὰ συν‐ ηθέστερον τῇ γραφῇ ἐπὶ τῆς ἀνωτάτω αἰτίας τὴν φωνὴν ταύτην παραλαμβάνειν, ὡς ἐπὶ τοῦ, εἷς θεός, ἐξ οὗ τὰ πάντα. κέχρηται μέντοι καὶ ὁ τῆς ἀληθείας λόγος τῇ λέξει καὶ ἐπὶ τῆς ὕλης πολλάκις, ὡς ὅταν λέγῃ· ποιήσεις τὴν κιβωτὸν ἐκ ξύλων ἀσήπτων. καί, ποιήσεις τὴν λυχνίαν ἐκ χρυσοῦ καθαροῦ. καί, ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός. καί, ἐκ πηλοῦ διήρτησαι σὺ ὡς κἀγώ.
ε 1814 Ἐξουθενῶ σε: ἀντ’ οὐδενός σε λογίζομαι.
ε 1815 Ἐξούλης: κατὰ τῶν ἐλασάντων τοὺς ἑλόντας ἐκ τῶν τοῦ ὀφλόντος καὶ κατὰ τῶν ὀφλούντων τοῖς ἁλοῦσιν. ἐπειδάν τις κατα‐ δικασθεὶς μὴ ἐκτίνῃ τὴν καταδίκην, εἰσεπράττετο ὑπὸ τοῦ δήμου καὶ ἄλλο τῷ δήμῳ τοσοῦτον λελογισμένως πάνυ. εἰ γὰρ τῷ ἰδιώτῃ δι‐ πλάσιον ἐπράττετο, παραιτήσεως ἂν ἐτύγχανε δεόμενος ὁ ἁλοὺς καὶ ἁπλοῦν ἂν ἐξέτινε. νυνὶ δὲ ἀπαραίτητόν ἐστι τὸ δημόσιον. δηλοῖ δὲ καὶ Δημοσθένης· δίκην δὲ τούτῳ λαχὼν τῆς κατηγορίας εἷλον ἐρήμην· οὐ γὰρ ἀπήντα. λαβὼν δὲ ὑπερήμερον εἰσελθεῖν δεδύνημαι. τὸ δὲ κωλύειν ἐξέλλειν ἔλεγον οἱ παλαιοί. ἔστιν οὖν ἐξίλλειν κατὰ τὸ ἔτυμον τὸ ἐκφεύγειν καὶ περιπλέκειν, μὴ παρέχοντα τὴν τιμωρίαν, καὶ τούτῳ τῷ τρόπῳ διακωλύειν.
ε 1816 Ἐξούλης: ὄνομα δίκης, ἣν ἐπάγουσιν οἱ φάσκοντες ἐξείργεσθαι τῶν ἰδίων κατὰ τῶν ἐξειργόντων. εἴρηται μὲν οὖν τοὔνομα ἀπὸ τοῦ ἐξίλλειν, ὅπερ ἐστὶν ἐξείργειν καὶ ἐξωθεῖν καὶ ἐκβάλλειν. δικάζονται δὲ ἐξούλης κἀπὶ τοῖς ἐπιτιμίοις οἱ μὴ ἀπολαμβάνοντες ἐν τῇ προσ‐ ηκούσῃ προθεσμίᾳ, ὑπερημέρων γινομένων τῶν καταδικασθέντων. οἱ μὲν τῇ ἐξούλης ἁλόντες καὶ τῷ ἑλόντι ἐδίδοσαν, ἃ ἀφῃροῦντο αὐτοῦ, καὶ τῷ δημοσίῳ κατετίθεσαν τὰ τιμηθέντα. ἐδικάζετο δὲ ἐξούλης καὶ ὁ χρήστης, κατέχειν ἐπιχειρῶν κτῆμα τοῦ χρεωστοῦντος καὶ κωλυόμενος ὑπό τινος. καὶ ἀπεργασίας δέ τις εἰ εἴργοιτο, δίδωσιν ὁ νόμος δικά‐ ζεσθαι πρὸς τὸν εἴργοντα ἐξούλης. καὶ περὶ ἀνδραπόδου δὲ καὶ παντὸς οὗ φησί τις αὐτῷ μετεῖναι. Δείναρχος δὲ ἰδίως κέχρηται τῷ τῆς ἐξούλης ὀνόματι ἀπὸ τῆς ἱερείας τῆς μὴ βουλομένης τὰ ἴδια δρᾶν.
ε 1817 Ἐξούλης δίκη· οἱ δίκην νικήσαντες ὥστε ἀπολαβεῖν χωρίον ἢ οἰκίαν, ἔπειτα ἐμβατεύειν κωλυόμενοι, μὴ ἐμβατεύσαντες ἐξελαυνό‐ μενοι, δίκην εἰσάγουσι πρὸς τοὺς ἐξελαύνοντας ἢ οὐκ ἐῶντας ἐμβα‐ τεύειν. καὶ αὕτη ἡ δίκη ἐξούλης καλεῖται. εἴρηται δὲ ἀπὸ τοῦ ἐξ‐ έλλειν. οἱ παλαιοὶ γὰρ τὸ κωλύειν καὶ ἀπελαύνειν ἐξέλλειν ἔλεγον.
ε 1818 Ἐξ οὐρίου: ἐξ ἐπιτηδείου ἀνέμου. κἂν ἐξ οὐρίων φέρηται τὴν ἄκραν ἔχων εὐημερίαν, ταλανίζειν τοῦτον χρή.
ε 1819 Ἐξουσιάζω· γενικῇ.
ε 1820 Ἐξοχετευόμενα: ἐκρέοντα.
ε 1821 Ἐξόχως: πάνυ.
ε 1822 Ἔξω βελῶν καθῆσθαι: παραινεῖ ἔξω κινδύνου εἶναι.
ε 1823 Ἐξώγκωσεν: ὕψωσε. καὶ χῶμα ἐξώγκωσαν αὐτῷ καὶ ἐπι‐ γράμματι τιμῶσι τῷδε.
ε 1824 Ἔξω Γλαῦκε: χειμῶνα γὰρ σημαίνει ὁ θαλάττιος.
ε 1825 Ἐξῳδήκει: ὠγκώθη.
ε 1826 Ἐξῳδηκώς: ὁ ὠγκωμένος.
ε 1827 Ἐξῳδηκυῖα.
ε 1828 Ἐξωθοῦμαι· γενικῇ.
ε 1829 Ἐξωκέλης: τὸ λῃστρικὸν πλοῖον, ἢ ἄστρωτος ἵππος.
ε 1830 Ἐξώκειλεν: ἐξῆλθεν, ἔπεσεν· ἐπὶ νηός, ἐξέβαλεν, ἐξέρριψεν. ἡ δὲ Κλεοπάτρα βασίλειαν βασιλέων ἑαυτὴν ἀνεῖπεν· ἐς τοσοῦτον ἄρα φρονήματος ἐξώκειλεν.
ε 1831 Ἐξῳκοδόμηται τὸ τεῖχος, ὡς ὅταν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς καὶ Θεαγένης, ἀμφότεροι κομπασταί, ἐναντίω δύ’ ἅρματε, ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος, ὑπὸ τοῦ πλάτους ἂν παρ‐ ελασαίτην. Ἡράκλεις. τὸ δὲ μῆκος ἑκατοντόργυιον.
ε 1832 Ἐξωλέστερον· Ἀριστοφάνης Πλούτῳ· πενία γάρ ἐστιν, ἧς οὐδὲν θηρίον ἐξωλέστερον. ἀντὶ τοῦ ἀπολέσθαι ὀφεῖλον, ἢ ἐξολοθρευ‐ τικώτερον, ἢ χεῖρον. Αἰλιανός· σύνοδοί τινες εἰς αὐτῆς ἐγίνοντο καὶ συμφοιτήσεις ἀκολάστων ἀνδρῶν καὶ γυναικῶν ἀσελγῶν καὶ μει‐ ρακίων ἐξώλη βίον προῃρημένων.
ε 1833 Ἐξώλεια: πανωλεθρία. καὶ ἐξώλειαν ἑαυτῷ προσεπαρα‐ σάμενος, καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ. τουτέστιν ἀπηγορευμένον κακῶν.
ε 1834 Ἐξώλης: εὐθείας πτώσεως· καὶ Προώλης καὶ Πανώλης, ἀπολλύμενος, κίναιδος. καὶ Ἐξώλεια, ἡ παντελὴς ἀπώλεια. τῷ γε μὴν πατρὶ ἐπαρωμένου ἐξώλειαν ἐπίπλαστον. καὶ αὖθις· ὅπως ἂν ἐπ’ ἐξωλείᾳ τῶν Ἰσραηλιτῶν ἀρὰς ποιήσηται ὁ μάντις.
ε 1835 Ἐξώλισθεν: ἐξερρίφη, ἐξέπεσε. Διονύσιος ὁ δεύτερος ἐξώλισθε τῆς ἀρχῆς καὶ ἐς Κορινθίους ἧκε φυγάς.
ε 1836 Ἐξωλόθρευσας πάντα τὸν πορεύοντα ἀπὸ σοῦ· οὕτω γραπτέον καὶ μὴ πορνεύοντα.
ε 1837 Ἐξωμμάτωται: ἐπιτεταμένως ὁρᾷ. ἡ γὰρ ἔξ πρόθεσις ἐπί‐ τασιν δηλοῖ· ὡς, ἐκ θυμοῦ φιλέων. ἢ μᾶλλον παίζων ἐπὶ στερήσεως λέγει. Ἀριστοφάνης Πλούτῳ· ἐξωμμάτωται καὶ λελάμπρυται κόρας.
ε 1838 Ἐξωμίς: Ἀττικὸν λεξείδιον. σημαίνει δὲ χιτῶνα ἐλευθέριον, οὐκ ἐπισκεπάζοντα τοὺς βραχίονας, εὐτελῆ.
ε 1839 Ἐξωμισάσαις: ἄχρι τῶν ὤμων γυμνωσάσαις. χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. Ἀριστοφάνης.
ε 1840 Ἔξωμος. καὶ Ἐξωμόσατο, ἀπηγόρευσε. καὶ Ἐξομό‐ σασθαι· τὸ μεθ’ ὅρκου ἀπαρνήσασθαι πρᾶξίν τινα, διὰ νόσον ἢ πρό‐ φασιν ἑτέραν τινά, ἐξομόσασθαί ἐστιν. οὕτως Δημοσθένης.
ε 1841 Ἐξωμοσία: ἔνορκος παραίτησις, δι’ εὔλογον αἰτίαν. Ἐξω‐ μοσία, ὅταν τις φάσκῃ ἢ ὑπὲρ ἑαυτοῦ ἢ ὑπὲρ ἑτέρου ἐγκαλούμενος, μὴ δεῖν εἰσάγεσθαι δίκην· εἶτα καὶ τὴν αἰτίαν, δι’ ἣν οὐκ εἰσαγώγιμος ἡ δίκη· εἰ δοκεῖ κατὰ λόγον ἀξιοῦν, ἐδίδοτο αὐτῷ ἐξωμοσίᾳ χρῆσθαι. καὶ οὕτως διεγράφετο ἡ δίκη.
ε 1842 Ἐξώμοτος.
ε 1843 Ἐξωνήσατο: ἐξηγόρασεν, ἐπορίσατο. χρυσίον δίδωσιν, οὐ μὴν ἐξωνήσατο τὸ μηδὲν παθεῖν.
ε 1844 Ἐξονυχίζω.
ε 1845 Ἐξωπτῆσθαι: ὠπτημένον ὑπάρχειν.
ε 1846 Ἔξωρα· Σοφοκλῆς· ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσηκότα.
ε 1847 Ἐξωραϊσμένον: κεκαλλωπισμένον.
ε 1848 Ἐξώργισεν: ἐξεθύμωσεν.
ε 1849 Ἐξωρίσθω: ὑπερσυντελικός.
ε 1850 Ἔξωρος: ὁ γεγηρακώς. ἢ ἄκαιρος. ὅσοι ἀπόλεμοι ἦσαν καὶ ἔξωροι τὴν ἡλικίαν, ἐξωθοῦνται. Ἄωρος γὰρ καὶ Ἔξωρος ἡλικία.
ε 1851 Ἐξωρχησάμην· πρὸς ὃν ἐξωρχησάμην τὰ τέως ἀνέκπυστα. ἐξεφαύλισα, κατέπαιξα. καὶ αὖθις· ὁ δὲ μεθυσθεὶς ἐν τῇ οἰκίᾳ Πουλτίωνος τοῦ παρασίτου τὰ μυστήρια ἐξωρχήσατο. ἀντὶ τοῦ ἐξ‐ εμυκτήρισεν, ἔκπυστα ἐποίησεν.
ε 1852 Ἐξώστης ἄνεμος: ὁ τραχύς.
ε 1853 Ἐξώστοα.
ε 1854 Ἐξωστρακίσθη: ἐξωρίσθη. ἐπειδὴ εἰς ὄστρακον ἔγραφον. ζήτει ἐν τῷ ὀστρακισμός.
ε 1855 Ἐξώτερος: ὁ ἐξώτατος.
ε 1856 Ἐξωφρυωμένοι: ἐξηρμένοι, ὑπερηφανευόμενοι.
ε 1857 Ἐξπέδιτα: τὰ στρατιωτικὰ πλήθη. τῶν ἐξπεδίτων ταλαι‐ πωρούντων τῷ μήκει τοῦ χρόνου· τέταρτος γὰρ ἐνιαυτὸς ἐτύγχα‐ νεν ὤν.
ε 1858 Ἐξπλοράτωρ. οὗτοι οἱ ἐξπλόρατοι τῶν βασιλείων πόλεις τε καὶ κώμας καὶ τοὺς ἄλλους τόπους καὶ τὰ πλεῖστα τῶν χωρίων καὶ τῶν ὁδῶν διαστήματα καὶ τὰς θέσεις, καὶ ὧν ἕκαστος τόπος εὐπορεῖ τε ἢ οὐ, ἐπιτηδείων ὄντων τοῖς ὁδοιπόροις, καὶ εἰ πρὸς πλῆθος ἐπαρκεῖν οἷα τέ εἰσιν. ἔργον γὰρ τούτοις τὸ περιεργάζεσθαι, τίς ἡ τῶν πραγμάτων κατάστασις, καὶ ποῖα τὰ κατὰ Ῥωμαίων σκεπτόμενα ὑπὸ Περσῶν, καὶ ἀναφέρειν ἐπὶ τὸν βασιλέα.
ε 1859 Ἐξκουβίτωρ.
ε 1860 Ἐξσκουσεία.
ε 1861 Ἔξοινος: ὁ μεθύων. ὁ δὲ ἔξοινος ὢν καὶ ἡμικραίπαλος, ὑπὸ τοῦ ὕπνου διακοπτόμενος. Πολύβιος· ἔξοινοι γεγονότες καὶ κατὰ σκηνὰς ἐρριμμένοι πάντες οὔτε παραγγέλματος ἁπλῶς ἤκουον οὔτε τοῦ μέλλοντος ἐλάμβανον οὐδ’ ἡντιναοῦν πρόνοιαν.
ε 1862 Ἐξ οἵων ἔχω: ὡς ἔστι μοι δυνατόν, ὡς δυνάμεως ἔχω. Ὀρέστης φησίν· ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε, ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ ἀφ’ ὧν ἔχοιμι, λιπαρεῖ προὔστην χερί. νῦν δ’, ὦ Λύκι’ Ἄπολλον, ἐξ οἵων ἔχω, αἰτῶ, προσπιτνῶ, λίσσομαι, γενοῦ πρόφρων ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων.
ε 1863 Ἐξοιστρηθείς: μανείς, παρορμηθείς, ἐρεθισθείς.
ε 1864 Ἐξυβρίζοντα: παρασπονδοῦντα, παραβαίνοντα τὰς συνθήκας, ἀδικοῦντα. τὰ ἐκδικήματα τοῦ Δεκεβάλου ἐς τοσόνδε προσεληλύθει, ὥστε ἀναγκαῖον εἶναι πολέμῳ καταπαῦσαι ἐξυβρίζοντα.
ε 1865 Ἐξυμνῶ· αἰτιατικῇ.
ε 1866 Ἐξ ὑπαρχῆς: ἀπ’ ἀρχῆς.
ε 1867 Ἐξ ὑπερδεξίων: ἐξ ὑψηλῶν. ἕτεροι τὰς ὑπερδεξίους τῶν πεδίων σκοπιάς.
ε 1868 Ἐξ ὑπογύου: παρ’ αὐτά, ἀπερισκέπτως, ἐκ τοῦ σύνεγγυς. γεγονὼς ἀπὸ Μαρκέλλης τὸ γένος ἀνέκαθεν, τὸ δὲ ἐξ ὑπογύου πατρόθεν ἀπὸ Ἐκδικίου ῥήτορος.
ε 1869 Ἐξ ὑποθέσεως· ὁ Ἀριστοτέλης λέγει παρακολουθεῖν ταῖς ἕξεσι δυνάμεις τινὰς ἐξ ὑποθέσεως, αἷς χρήσαιντο ἄν, εἰ ἐν τούτῳ γένοιντο, πρὸς ὅ εἰσιν αἱ δυνάμεις χρήσιμοι. οἷον τῇ πρᾳότητι ἕξει οὔσῃ παρακολουθεῖ ἡ δύναμις ἐξ ὑποθέσεως τὸ δύνασθαι κρατεῖν ὀργῆς ἀμέτρου τε καὶ μὴ προσηκούσης, εἴ ποτε ἐμπέσοι. ἐξ ὑποθέσεως οὖν ἡ δύναμις αὕτη τῇ πρᾳότητι ἕπεται· εἰ γὰρ ὀργισθείη, κρατήσει.
ε 1870 Ἐξυπτιάζω. οἱ μεθυσθέντες οἴνῳ ἐπὶ πρόσωπον πίπτουσιν, οἱ δὲ κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφαλήν. ἐξυπτιάζειν οὖν τὸ ἐπὶ νώτου φέρεσθαι.
ε 1871 Ἐξυρημένος: τὴν κόμην ἀποβαλών.
ε 1872 Ἔξυσεν: ὕφηνεν.
ε 1873 Ἐξυφήνας: κατασκευάσας.
ε 1874 Ἔολπα: ἤλπιζον. παρατατικός. καὶ Ἔοργα, εἰργασάμην, παρατατικός.
ε 1875 Ἑόν: τὸ ἴδιον.
ε 1876 Ἑορτάζω· αἰτιατικῇ.
ε 1877 Ἑορτὴ πολλὰ ἔχουσα: ἐπὶ τῶν πολλὰ ἀποτιθεμένων φορτία. εἴρηται δὲ ἀπὸ τοῦ πρὸς τὰς ἑορτὰς ἐπειγομένων, οἳ πολλὰ ἐπιφέ‐ ρονται καὶ ἱερεῖα καὶ ἱμάτια καὶ ἄρτους, ἵνα μηδενὸς ὑστερήσωσιν.
ε 1878 Ἑορτολόγιον.
ε 1879 Ἐῴη: συγχωροίη.
ε 1880 Ἕωθεν: πρωΐθεν.
ε 1881 Ἑωθινός.
ε 1882 Ἐωθώς: χωρὶς τοῦ ι Ἄρχιππος, καὶ Ἀραρὼς ἔωθας, καὶ Θουκυδίδης ἐώθεσαν.
ε 1883 Ἐῴκει: ὅμοια ἦν.
ε 1884 Ἕωλα: τὰ χθεσινά. καὶ Ἕωλον ὁμοίως, τὸ ψυχρόν, μάταιον, ἀνωφελές, ἀνίσχυρον· τὸ εἰς τὴν ἕω λειπόμενον. ἑώλων καὶ κρεῶν πλήρησι. χθιζῶν, τὸ εἰς τὴν ἕω λειπόμενον. ἐπὶ ὄψων. ἔκειτο πήρα ἄρτων.
ε 1885 Ἑωλοκρασία: τὸ χθιζὸν βρῶμα κυρίως. ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ νυκτερεύουσι κατασχεῖν τῶν κοιμωμένων τῶν ἑώλων δείπνων τοὺς ζωμούς, πρὸς τοιαύτην παιδιὰν κεκραμένους. ἐγὼ δὲ μᾶλλον νομίζω πεποιῆσθαι τὸ ὄνομα ὑπὸ τοῦ ῥήτορος ἀπὸ τῶν ἑώλων, ἅ ἐστιν ἀρχαῖα· ὅτι πράγματα ἀρχαῖα συγκεράσας κατηγορεῖ ὁ Αἰσχίνης.
ε 1886 Ἑωλοκρασία: ἡ ματαία πόσις. Δημοσθένης· αἴτιος δ’ οὗτος ἑωλοκρασίαν τινά μου τῆς πονηρίας αὐτοῦ κατεσκεδάσας.
ε 1887 Ἑωλονεκρός: ὁ πρὸ πολλοῦ τεθνηκώς.
ε 1888 Ἐώλπειν: ὑπερσυντέλικος.
ε 1889 Ἐωνημένοι: ἀγοράσαντες, ἢ ἠγορασμένοι. Ἀριστοφάνης· τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. ἀντὶ τοῦ ὠνησάμενον· ἀπὸ τοῦ ὠνοῦμαι. λέγεται γὰρ καὶ ἡ ἐφεξῆς τοῦ ῥήματος κλίσις. τοῦ δὲ ὀνόματος τὸ πληθυντικὸν οὐκ ἔστιν ὠνησάμενοι. διὸ μεταβαλόντες οἱ Ἀττικοὶ πριάμενοι λέγουσιν ἑτέρᾳ φωνῇ.
ε 1890 Ἐῳνοχόει: ἐκίρνα.
ε 1891 Ἑῴων: ἐκ τῶν ἀνατολῶν.
ε 1892 Ἔῳξας: ἀνέῳξας.
ε 1893 Ἑῷος: ὁ ἀνατολικός. καὶ Ἑῷοι, ὀρθρινοί, ἢ ἀνατολικοί.
ε 1894 Ἐώρα: ὕψωσις, ἢ μετάρσιος.
ε 1895 Ἐώργειν: ὑπερσυντέλικος.
ε 1896 Ἐωρηθήτω: κρεμασθήτω.
ε 1897 Ἐώρημα· ὁ Βελλεροφόντης διὰ τοῦ Πηγάσου τοῦ πτερωτοῦ ἐπεθύμησεν εἰς τὸν οὐρανὸν ἀνελθεῖν. καί φησιν Εὐριπίδης· ἄγ’ ὦ φίλον μοι Πηγάσου ταχύπτερον. μετέωρος δὲ αἴρεται ἐπὶ μηχανῆς. τοῦτο δὲ καλεῖται ἐώρημα. ἐν αὐτῇ δὲ κατῆγον τοὺς θεοὺς καὶ τοὺς ἐν ἀέρι πολοῦντας.
ε 1898 Ἐώρα: ἡ κρεμάθρα. καὶ Ἐωρῶ, τὸ κρεμῶ.
ε 1899 Ἐώρησις: κρέμασις. καὶ Ἐώρημα ὁμοίως.
ε 1900 Ἐωρίζω: τὸ μετεωρίζω.
ε 1901 Ἐωροκοπίαις: ὑψηλοφρονίαις.
ε 1902 Ἑώρων καὶ Ἑωρῶμεν.
ε 1903 Ἑώρταζον: ἐτέλουν.
ε 1904 Ἕως: ἐν τοσούτῳ, ἐν ὅσῳ. πρότερον τοῦτο τὸ ἕως παρὰ τῇ γραφῇ καὶ ἐπὶ τοῦ διηνεκοῦς πολλάκις εὑρίσκομεν κείμενον· ὡς τό, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ ἔστι διηνεκές. καί, οὐκ ἀνέστρεψεν ἡ περιστερὰ πρὸς τὸν Νῶε, ἕως τοῦ ξηρανθῆναι τὴν γῆν. καὶ εἰς τὸ παντελὲς οὐκ ἀνέστρεψε. καί, ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι· φησὶν ὁ θεός. καὶ ἔστι διηνεκῶς. καὶ ἄλλα τοιαῦτα πολλὰ σποράδην ἐν τῇ θείᾳ εὑρίσκεται γραφῇ. οὕτω καὶ τὸ ἐν τοῖς θείοις χρησμοῖς εἰρημένον νοήσεις· ἕως οὗ ἔτεκε τὸν υἱὸν αὑτῆς. οὐχ ὡς μετὰ ταῦτα (ὡς βλασφημοῦσιν οἱ ἀχάριστοι Ἰουδαῖοι) συναφείας τῷ μνηστῆρι πρὸς τὴν παρθένον γεγενημένης.
ε 1905 Ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη: ἀντὶ τοῦ πάντα τοῦ παρόντος βίου τὸν χρόνον. τὸ δέ, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· οὐ χρονικόν ἐστι τὸ ἕως, ἀλλ’ ἰδίωμα τῆς γραφῆς. οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου φησὶν ὁ θεός· ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε, ἐγώ εἰμι. δῆλον δὲ ὅτι οὐ περιορίζεται τὸ εἶναι τοῦ θεοῦ τὸ γῆρας τῶν ἀνθρώπων.
ε 1906 Ἕως τῶν πατέρων: ἕως τοῦ τέλους.
ε 1907 Ἕως: ἡ πρὸ τῆς τοῦ ἡλίου ἀνατολῆς ὥρα.
ε 1908 Ἐώσαντο: βιαίως εἰσῆλθον. οἱ τοίνυν τελευταῖοι τῶν φίλων ἐώσαντο καὶ εἰσεπήδησαν.
ε 1909 Ἔωσεν: ἀπώσατο, ἐνέβαλεν. ἡ δὲ ἐγκύψαντα αὐτὸν εἰς πίθον, ἵνα ἀρύσηται οἶνον, ἔωσεν ἐς κεφαλὴν καὶ ἀπέπνιξε. καὶ περὶ τοῦ Αἰσώπου· οἱ Δελφοὶ ἔωσαν αὐτὸν κατὰ κρημνοῦ μάλα.
ε 1910 Ἑωσφόρος: ἀνατολικὸς ἀστήρ, πρωινός, καλούμενος φωσφό‐ ρος. Ὅμηρος τοῦτον λέγει φέρειν τὴν ἡμέραν, ἀλλ’ οὐχὶ τὸν ἥλιον.
ε 1911 Ἑωυτός: ἑαυτός.
ε 1912 Ἐπαγαγέσθαι: παραπεῖσαι, ἐφελκύσασθαι. ἀνὴρ δι’ ἀρετὴν ἱκανὸς ἐπαγαγέσθαι τὸ θεῖον. καὶ αὖθις· ἐς Βενετίους ἰόντας ὡς πλεῖστα ἐπαγαγέσθαι τῶν ἐκείνῃ χωρίων ἐκέλευεν.
ε 1913 Ἐπαγάλλομαι· δοτικῇ.
ε 1914 Ἐπαγγέλλεται: παρακαλεῖ, ἀξιοῖ. οὕτως Ἡρόδοτος.
ε 1915 Ἐπαγγέλλει: ἀντὶ τοῦ ἐπιτάσσει, ἐντέλλεται, διακελεύεται. ἐπαγγέλλει τε τὴν ἐπὶ Ἰταλίας ἔξοδον. καὶ αὖθις· ὁ δὲ βασιλεὺς φιλοφρόνως δέχεται αὐτόν, καὶ κελεύει θαρρεῖν, καὶ εἴ τι θέλοι ἐπαγγέλλειν. (ἀντὶ τοῦ αἰτεῖσθαι.) ὁ δὲ δεῖται ὑπὲρ Βονώνου τοῦ Πραάτου, ὃς ἦν λʹ ἔτη ἐν σκότῳ καθειργμένος. καὶ αὖθις Ἐπαγ‐ γέλλοντος, ἀντὶ τοῦ ἐπιτάσσοντος. εἰθισμένον δὲ ὂν γράμματα οἰκεῖα τοῖς βιβλίοις ἐντιθέναι τὸν βασιλέα, ὅσα ἂν ἐπαγγέλλοντος αὐτοῦ γένοιτο, Ἰουστῖνος ὁ βασιλεὺς οὔτε ἐπήγγειλεν οὔτε τοῖς πραττομένοις ξυνεπίστασθαι οἷός τε ἦν. ἐν τῷ σπηλαίῳ καθειργμέ‐ νος ὁ Δαβὶδ καὶ τοὺς πολεμίους ὁρῶν τὸν θεῖον ἔλεον ἐπαγγέλλει, ἐλέησόν με, ὁ θεός, ἐλέησόν με.
ε 1916 Ἐπαγγελία καὶ Ἐπαγγεῖλαι: σημαίνει μὲν καὶ ἄλλα, ἰδίως δὲ ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξόν, καὶ ἔστιν οἷον παραγγελία. λέγουσι δὲ τὸ ἐπαγγέλλεσθαι καὶ ἀντὶ τοῦ προστάττειν ἢ αἰτεῖσθαι, ὡς Ἀντιφῶν, ἀλλὰ καὶ Δημοσθένης ἐν τῷ Παραπρεσβείας.
ε 1917 Ἐπαγγελίαι: καθ’ ὧν μή εἰσι κολάσεις ὁρμώμεναι κατὰ τοὺς κειμένους ἤδη νόμους.
ε 1918 Ἐπαγγείλαντας: ἐπικαλεσαμένους. τοὺς δὲ ὀρθῶς λογισμοῖς χρησαμένους καὶ τὴν σὴν βοήθειαν ἐπαγγείλαντας σωτηρίας τετυχη‐ κότας.
ε 1919 Ἐπαγωγά: ἀπατηλά, πιθανά, ἐφολκά. καὶ διεκελεύετο ἐπαγωγοῖς λόγοις αὐτοὺς παύειν ὧν δρᾶν διανοοῦνται.
ε 1920 Ἐπάγομαι· αἰτιατικῇ.
ε 1921 Ἐπαγωγή: πειρασμός· ἢ ζημία, αἰχμαλωσία, ἤτοι τὸ ὁπωσοῦν ἐπαγόμενον κακόν. βουλόμενος γὰρ ὁ Ὠριγένης μηδὲν ἐᾶσαι ἀνερμήνευτον εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας.
ε 1922 Ἐπαγωγή. περὶ Πλάτωνός φησιν· ἀναγκαῖον ἡγησάμην ὑπογράψαι καὶ τὴν φύσιν τῶν λόγων καὶ τὴν τάξιν τῶν διαλόγων καὶ τὴν ἔφοδον τῆς ἐπαγωγῆς.
ε 1923 Ἐπαγωγή· ἐπαγωγή ἐστι λόγος διά τινων ἀληθῶν τὸ ὅμοιον αὑτῷ ἀληθὲς οἰκείως ἐπιφέρων. δύο δὲ τῆς ἐπαγωγῆς εἰσὶ τρόποι, ὅ τε κατ’ ἐναντίωσιν καὶ ὁ ἐκ τῆς ἀκολουθίας. ὁ μὲν οὖν κατ’ ἐναντίω‐ σίν ἐστιν ἐξ οὗ τῷ ἐρωτωμένῳ περὶ πᾶσαν ἀπόκρισιν ἀκολουθήσει τὸ ἐναντίον· οἷον, ὁ ἐμὸς πατὴρ τῷ σῷ πατρὶ ἤτοι ἕτερός ἐστιν ἢ αὐτός. εἰ μὲν οὖν ἕτερός ἐστιν τοῦ ἐμοῦ πατρὸς ὁ σὸς πατήρ, πατρὸς ἕτερος ὢν οὐκ ἂν εἴη πατήρ· εἰ δὲ ὁ αὐτός ἐστι τῷ ἐμῷ πατρί, ὁ αὐτὸς ὢν τῷ ἐμῷ πατρὶ ὁ ἐμὸς ἂν εἴη πατήρ. καὶ πάλιν, εἰ μὴ ζῷόν ἐστιν ὁ ἄνθρωπος, λίθος ἂν εἴη ἢ ξύλον. οὐκ ἔστι δὲ λίθος ἢ ξύλον ἔμψυχος γάρ ἐστι καὶ ἐξ αὑτοῦ κινεῖται. ζῷον γάρ ἐστιν. εἰ δὲ ζῷόν ἐστι, ζῷον δὲ καὶ ὁ κύων καὶ ὁ βοῦς, εἴη ἂν καὶ ὁ ἄνθρωπος ζῷον, καὶ κύων καὶ βοῦς. καὶ οὗτος μὲν ὁ τῆς ἐπαγωγῆς κατ’ ἐναντίωσιν καὶ μάχην τρόπος ὁ διελέγχων. ὁ δὲ τῆς ἀκολουθίας ἐστὶ διπλοῦς· ὁ μὲν τὸ ἐπὶ μέρους ζητούμενον διὰ τοῦ ἐπὶ μέρους ἀποδεικνύς. καὶ ἔστιν ὁ μὲν πρότερος ῥητορικός, ὁ δὲ δεύτερος διαλεκτικός. οἷον, ἐν τῷ προτέρῳ ζητεῖται, εἰ ὅδε ἀπέκτεινεν. ἀπόδειξις τὸ εὑρῆσθαι αὐτὸν κατ’ ἐκεῖνον τὸν καιρὸν ᾑμαγμένον. ῥητορικὸς δέ ἐστι ὁ τρόπος τῆς ἐπαγωγῆς οὗτος· ἐπειδὴ καὶ ἡ ῥητορικὴ περὶ τὰ ἐπὶ μέρους, οὐ τὰ καθόλου τὴν πραγματείαν ἔχει. ζητεῖ γὰρ οὐ περὶ αὐτοῦ τοῦ δικαίου, ἀλλὰ τῶν ἐπὶ μέρους δικαίων. ὁ δὲ ἕτερός ἐστι διαλεκτικός, προαπο‐ δειχθέντος τοῦ καθόλου διὰ τῶν ἐπὶ μέρους. οἷον ζητεῖται, εἰ ἡ ψυχὴ ἀθάνατος, καὶ εἰ ἐκ τῶν τεθνεώτων οἱ ζῶντες· ὅπερ ἀποδείκνυ‐ ται ἐν τῷ περὶ ψυχῆς διά τινος καθολικοῦ, ὅτι ἐκ τῶν ἐναντίων τὰ ἐναντία. καὶ αὐτὸ δὲ τὸ καθόλου κατασκευάζεται ἔκ τινων ὄντων ἐπὶ μέρους, ὅτι τὸ καθεύδειν ἐκ τοῦ ἐγρηγορέναι καὶ ἀνάπαλιν, καὶ τὸ μεῖζον ἐκ τοῦ μικροτέρου καὶ ἀνάπαλιν. ἐκ τῶν Τακτικῶν. Ἐπ‐ αγωγὴ πάλιν ἐστίν, ὅταν τάγμα τάγματι ὑποτάσσηται, οἷον τετραρχίας ἡγουμένης αἱ λοιπαὶ τετραρχίαι ὑποτάσσωνται, ἢ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἐπακολουθοῦσι, καὶ καθόλου, ὅταν σύνταγμα συντάγματι ἐν πορείᾳ ἕπηται, ὥστε τοῖς τοῦ προηγουμένου συντάγματος οὐραγοῖς τοὺς τοῦ ἑξῆς συντάγματος ἡγεμόνας συνάπτειν. ἐκ τῶν Τοπικῶν. ὅτι ἡ ἐπαγωγὴ καὶ ὁ συλλογισμὸς ὄργανά εἰσι λόγων δια‐ λεκτικῶν, καθ’ οὓς τὸ γυμνάζεσθαι γίνεται. καὶ ἡ μὲν διὰ τοῦ καθό‐ λου δεῖξις συλλογιστική, ἡ δὲ διὰ τῶν ὑπὸ τὸ καθόλου ἐπακτική. ὑποτάσσεται δὲ τῷ μὲν συλλογισμῷ τὸ ἐνθύμημα, τῇ δὲ ἐπαγωγῇ τὸ παράδειγμα. καὶ ἔστι τὸ μὲν ἐνθύμημα ῥητορικὸς συλλογισμός, τὸ δὲ παράδειγμα ῥητορικὴ ἐπαγωγή. ἐπαγωγὴ δέ ἐστιν ἡ διὰ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου πρόοδος. διὸ οὐχ ὑγιῶς λέγουσιν οἱ λέγοντες τὴν ἐπαγωγὴν λόγον εἶναι ἀπὸ ὁμοίου ἐπὶ ὅμοιον· οὐ γὰρ ὅμοιον τὸ καθόλου τοῖς ὑπ’ αὐτό· τῆς δὲ τοῦ καθόλου δείξεως χάριν ἡ ἐπαγωγὴ μάλιστα. ὁ δὲ ἀπὸ ὁμοίων ἐπὶ ὅμοιον λόγος μᾶλλον ἂν τὸ παράδειγμα σημαίνοι· ὁ γὰρ λόγος ὁ διὰ τῶν καθέκαστα τὸ καθόλου δεικνὺς καὶ πιστούμενος, οὗτός ἐστιν ἐπαγωγή. ὁ γὰρ δεικνὺς διὰ τῶν καθόλου ὅτι ἐν πᾶσιν ἄριστος ὁ ἐπιστάμενος διὰ τοῦ λαβεῖν, ὅτι κυβερνήτης ἄριστος ὁ ἐπιστάμενος, ὁμοίως καὶ ἡνίοχος, ὁμοίως καὶ στρατηγός, ὁμοίως καὶ ἰατρός, ὁμοίως καὶ γεωμέτρης, μουσικός, τέκτων, δι’ ἐπαγωγῆς τοῦ ἐν πᾶσιν ἄριστον εἶναι τὸν ἐπιστάμενον τὴν δεῖξιν ποιεῖται.
ε 1924 Ἐπαγωνιεῖται: φιλονεικήσει, προσκαρτερήσει.
ε 1925 Ἐπᾴδοντος: φαρμακοῦ, γόητος.
ε 1926 Ἐπάειραν: ἐπῇραν.
ε 1927 Ἐπαθαίνετο: πάσχειν ᾤετο δεινά.
ε 1928 Ἔπαθλον: νικητήριον.
ε 1929 Ἐπαΐειν: ἀκούειν. ὀλίγα διαλεκτικῆς ἁψάμενος, καὶ ὅσα ἐπαΐειν ὑπὲρ αὐτῶν ἔχων, ἄλλο οὐδὲν πλέον περιεργασάμενος· τὸ γὰρ εἰ τὸ αʹ, τὸ βʹ. ἀλλὰ μὴν τὸ αʹ· τὸ ἄρα βʹ· ἴσασιν ἤδη περιφε‐ ρόμενον αἱ πάνδοκοι γρᾶες.
ε 1930 Ἐπαΐοι: αἰσθάνοιτο. ἀντιλαμβάνοιτο, συγκατατίθοιτο. ἄρχειν δὲ αὐτῶν ἔταξε λοχαγοὺς ἀμφοτέρων τῶν διαλέκτων ἐπαΐοντας.
ε 1931 Ἐπακτῆρες: κυνηγοί. ἀπὸ τοῦ ἐπάγειν τοὺς κύνας. ἐπάγεσθαι ὑπὸ τῶν κυνῶν· προέλκονται γὰρ οἱ κύνες τοὺς κυνηγέτας ἐπὶ τὰ ἐπαγόμενα. Ὅμηρος· πρὸ δ’ ἄρ’ αὐτῶν ἴχνι’ ἐρευνῶντες κύνες ἤϊσαν.
ε 1932 Ἐπακτόν: ἐπαγόμενον, ξένον, σφοδρόν. ἐπακτὸν τῇ ψυχῇ φησὶ Πλωτῖνος τὴν ἀρετήν· ἐκείνῳ δέ, ὅθεν μιμησαμένην ἔχει, σύμ‐ φυτον. ἀλλ’ εἰ μὲν οὗ μεταλαμβάνει ἡ ψυχή, τὸ αὐτὸ ἦν τῷ ἀφ’ οὗ· νῦν δὲ ἕτερον μὲν ἐκεῖνο, ἕτερον δὲ τοῦτο.
ε 1933 Ἐπακτὸς ὄμβρος: σφοδρός.
ε 1934 Ἐπακτὸς ὅρκος: ὁ μὴ αὐθαίρετος, ἀλλ’ ἐφ’ ὃν ἕτερος ἄγει.
ε 1935 Ἐπακτὸς ὅρκος: ὃν ἄν τις αὐτὸς ἑκὼν ἑαυτῷ ἐπάγηται, τουτέστιν αἱρῆται. ἄλλοι δὲ τοὐναντίον, ὁ ἀλλαχόθεν ἐπιφερόμενος, ἀλλ’ οὐκ αὐθαίρετος. ἔστι δὲ ὅρκου τρία εἴδη· ἀπώμοτος, κατώμοτος, ἐπακτός.
ε 1936 Ἐπακτρία χώρα· κατὰ τοὺς παλαιοὺς χρόνους κωμηδὸν οἰκοῦντας τοὺς Ἀθηναίους ὁ Κέκροψ συναγαγὼν κατῴκισεν εἰς φυλὰς ιβʹ καὶ τὴν τῶν πολιτῶν ἐπωνυμίαν ἀφ’ ἑαυτοῦ Κεκροπίαν προσηγό‐ ρευσε· δύο δὲ τετραπόλεις ἐκάλεσεν ἐκ τῶν τεττάρων πόλεων ἑκατέ‐ ραν μοῖραν καταστήσας· τρεῖς δὲ τὰς λοιπὰς ἐπακτρίδας ὠνόμασε. καὶ ἡ προσεχὴς χώρα ταύταις ταῖς τρισὶν ὁμωνύμως αὐταῖς Ἐπακτριὰς ἐκαλεῖτο.
ε 1937 Ἐπακτρίς: εἶδος πλοίου. ἐμβάντες δὲ εἰς τὰς ἐπακτρίδας καὶ τὰς δρομάδας ὁλκάδας τὸν ὅρμον περιενόστησαν.
ε 1938 Ἐπακτροκέλης: πλοῖον λῃστρικόν, μεταξὺ ἐπακτρίδος καὶ κέλητος· ἅπερ καὶ αὐτὰ πλοιάριά ἐστιν.
ε 1939 Ἐπαλαμᾶτο: ἐμηχανᾶτο, ἐτεχνάζετο. παλάμαι γὰρ αἱ τέ‐ χναι. καὶ Ἐπαλαμήσατο, ἐμηχανήσατο, ἐπενόησεν. Ἀριστοφά‐ νης Νεφέλαις· τί οὖν πρὸς τἄλφιτ’ ἐπαλαμήσατο;
ε 1940 Ἐπαλλάξαντες: ἐπιλέξαντες.
ε 1941 Ἐπαλλάξεις: ἀντὶ τοῦ συναλλαγάς, ἢ μίξεις. Ἀντιφῶν.
ε 1942 Ἐπαλεξήσων: βοηθήσων.
ε 1943 Ἐπαλείφων: γυμνάζων. καὶ χρίων. κασσιτέρῳ δὲ ἐπαλήλιπτο τὰ κράνη αὐτῶν.
ε 1944 Ἐπαληθείς: πλανηθείς.
ε 1945 Ἐπάλληλον: ὅμοιον.
ε 1946 Ἐπάλξεις: προμαχῶνες οἱ τῶν τειχέων καὶ τῶν πύργων. καὶ ἐν Ἐπιγράμμασι· προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος.
ε 1947 Ἐπαλξίτης.
ε 1948 Ἐπαμησάμενος: ἀνακινήσας. Ἡρόδοτος.
ε 1949 Ἐπαμινώνδας· ὅτι Ἀθηναίων καὶ Μαντινέων μαχεσαμένων Ἐπαμινώνδας τιτρώσκεται κατὰ τὸν πόλεμον· καὶ τετρωμένον αὐτὸν κομίζουσιν ἐκ τῆς παρατάξεως ἔτι ζῶντα. ὁ δὲ τέως μὲν τὴν χεῖρα ἔχων ἐπὶ τῷ τραύματι ἐταλαιπώρει καὶ ἐς τοὺς συμμάχους ἀφεώρα· λαβόντος δὲ ἴσον τοῦ ἀγῶνος τὸ πέρας, οὕτω τὴν χεῖρα ἀπέσχε τοῦ τραύματος, καὶ αὐτὸν ἀφέντα τὴν ψυχὴν ἔθαψαν, ἔνθα σφίσι γέγονεν ἡ συμβολή. τῷ τάφῳ δὲ κίων ἐφέστηκε καὶ ἀσπὶς ἐπ’ αὐτῷ, δράκοντα ἔχουσα ἐπειργασμένον. ἤθελε δὲ ὁ δράκων σημαίνειν τοῦ γένους τῶν Σπαρτῶν ὄντα τὸν Ἐπαμινώνδαν. τὸν δὲ Ἐπαμινώνδαν στρατηγίας ἕνεκα τῶν παρ’ Ἕλλησιν εὐδοκιμησάντων μάλιστα ἐπαινέσαι τις ἄν, ἢ οὐδενὸς ποιήσαιτο ὕστερον. ὅτι ἐγεγόνει τῷ Ἐπαμινώνδᾳ χρησμὸς πέλαγος αὐτὸν φυλάττεσθαι. καὶ ὁ μὲν ἐπιβῆναι πλοίου δεῖμα εἶχε. τῷ δὲ ἄρα πέλαγος δρυμὸν καὶ οὐ θάλασσαν προὔλεγεν ὁ δαίμων. χωρία δὲ ὁμώνυμα.
ε 1950 Ἐπαμῦναι: ἐπιβοηθῆσαι. δοτικῇ δὲ συντάσσεται. ἐπήμυνε τοῖς ἀδικουμένοις. καὶ Ἐπάμυνον, βοήθησον.
ε 1951 Ἐπαμφοτερίσαι: εἰς ἀμφιβολίαν ἀγαγεῖν τὸν λόγον, ὡς καθ’ ἑκάτερον ἐλέγχεσθαι.
ε 1952 Ἐπανάκρουσαι πάλιν: ἀπὸ τῶν ἐρετῶν, ὅταν στρέψαντες τὴν πρύμναν ἀνακρούσωνται, ἵνα ὀπίσω τὸ πλοῖον ἀναχωρήσῃ. Ἀριστοφάνης Ὄρνισι· δεῦρ’ ἐπανάκρουσαι πάλιν. ἀντὶ τοῦ ἐπανά‐ καμπτε. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τὰς ἡνίας ἀνακρουομένων ἢ τὰς ναῦς. ἢ ὑπόστρεψον, ἐπάνιθι. ἐπανάκρουσις δὲ κυρίως τὸ ἐπισχεῖν τὴν ἐπερχομένην ναῦν μεθ’ ὁρμῆς εἰς τὸν ὅρμον, ἵνα μὴ προσελθοῦσα θραύσῃ. τὸ δὲ πάλιν ἐπὶ τοῦ ὀπίσω, ἀπὸ τῶν εἰς τοὔμπροσθεν ἐρεσσόντων. ἢ ἀντὶ ᾄσας πρὸ τούτου, πάλιν ᾆσον καὶ ἐπανάλαβε.
ε 1953 Ἐπαναβάλεσθε: περιστολίσασθε. ἱμάτια τἀνδρεῖα περιστολί‐ σεσθε.
ε 1954 Ἐπαναβαίνω· δοτικῇ συντάσσεται. οἱ δὲ ἐπανέβαινον τῷ ὄρει. καὶ γενικῇ· ἐπαναβαίνειν τῶν τοιούτων τῆς νεὼς πειρώμενος.
ε 1955 Ἐπανάγω· αἰτιατικῇ.
ε 1956 Ἐπαναφορά: τὸ ἀναφέρειν καὶ ἀνακοινοῦσθαι τῷ πλήθει.
ε 1957 Ἐπαναχθέντες: ἐπανακομισθέντες.
ε 1958 Ἐπανέβην· αἰτιατικῇ.
ε 1959 Ἐπανεθήσεται: ἀντὶ τοῦ ἐπαφεθήσεται. κἀμοί τε τῶν τελῶν ἐπανεθήσεται καὶ μεγάλα κερδανῶ.
ε 1960 Ἐπανέντας: ἀφέντας.
ε 1961 Ἐπανέσχετο: ἐπανελάβετο. ὁ δὲ τὸν πρὸς Γέτας πόλεμον ὡς μάλιστ’ ἐπείγοντα ἐπανέσχετο.
ε 1962 Ἐπανετείνοντο· δοτικῇ. Ξενοφῶν· ἐπανετείνοντο δὲ καὶ μείζονες ἐλπίδες τοῖς ἀξίοις ἔπαινοί τε, καὶ εἴ τι ἐν τῷ ἐπιόντι χρόνῳ ἀγαθὸν εἶναι μεῖζον φαίνοιτο Ἐπανετείνοντο οὖν ἐν προσδοκίᾳ ἦσαν· ἢ ηὔξοντο, ἐμεγαλύνοντο.
ε 1963 Ἐπανέχειν· οἰκείᾳ συνέσει χρῆσθαι καὶ μὴ ταῖς βίβλοις ἐπανέχειν.
ε 1964 Ἐπανέχειν: ὑψοῦν.
ε 1965 Ἐπανεῖπον: ἐκήρυξαν. Θουκυδίδης ηʹ· τῶν δὲ διαφυγόντων θάνατον διαγνόντες ἐπανεῖπον ἀργύριον τῷ ἀποκτείναντι.
ε 1966 Ἐπάνηκε: ἐπάνελθε.
ε 1967 Ἐπανήρατο: ἐπειρᾶτο, εἵλετο.
ε 1968 Ἐπανῃρημένος: προῃρημένος, θέλων.
ε 1969 Ἐπανιστῶ· δοτικῇ. καὶ Ἐπανίσταμαι· δοτικῇ
ε 1970 Ἐπανιτέον: ἐπανακτέον.
ε 1970b Ἐπανώχθη.
ε 1971 Ἐπανορθῶ· αἰτιατικῇ.
ε 1972 Ἐπαντλῶ· αἰτιατικῇ.
ε 1973 Ἐπάντους: ὑψηλοῦ. Θουκυδίδης· οἱ δὲ Ἀθηναῖοι βαλλόμενοι ὑπὸ πολλῶν ἀπὸ τοῦ λόφου ἐπάντους ὄντος, διϊκνοῦντο γὰρ ῥᾷον οἱ ἄνωθεν, οὐ δυνάμενοι βιάσασθαι ἀνεχώρουν.
ε 1974 Ἐπαποδυώμεθα: ἀντὶ τοῦ ἐπιχειρήσωμεν. Ἀριστοφάνης· ἀλλ’ ἐπαποδυώμεθα τουτῳὶ τῷ πράγματι.
ε 1975 Ἐπαπόρησις: ἀπορία.
ε 1976 Ἐπαποδύρομαι· αἰτιατικῇ.
ε 1977 Ἐπάρας: πείσας. θρασυτάτους ἄνδρας ἐλπίσιν εὐεργεσιῶν ἐπάρας ἀνοσίων ἔργων ἀρχηγοὺς γενέσθαι. καὶ αὖθις· μειζόνως ἐπαινέσας, τοῖς τε ἄλλοις ἐπάρας καὶ ὅτι ἀποχρῶν ἔσται τοῖς ἀμφ’ αὑτὸν ὠνεῖσθαι τὰ ἐπιτήδεια τῆς ξυμβαινούσης τιμῆς. καὶ αὖθις· καὶ καταψευσάμενος τοῦ βασιλέως θάνατον καὶ ἐπάρας πολλοὺς τὰ λυσιτελῆ οἱ φρονεῖν καὶ τῆς ἐκείνου μερίδος εἶναι ἤθροισε δύναμιν ῥαδίως πολλήν.
ε 1978 Ἐπάρατοι: ἐπαγωγοί. καὶ Ἐπάρατος, ἐπικατάρατος.
ε 1979 Ἐπαρήγειν: βοηθεῖν.
ε 1980 Ἐπαρώμενοι· δοτικῇ. καταρώμενοι.
ε 1981 Ἐπαρκῶ· δοτικῇ.
ε 1982 Ἐπαρτήσας: ἐπικρεμάσας. ὁ δὲ εἰς Πέρσας ἤγαγεν αὐτοὺς κακὴν δουλείαν ἐπαρτήσας αὐτοῖς. καὶ αὖθις Αἰλιανός· μὴ ὑπο‐ δέξασθαι τὰς ψυχὰς αὐτῶν σὺν εὐμενείᾳ, ἀλλ’ ἐπαρτῆσαι τὰς δι’ αἰῶνος τιμωρίας αὐτοῖς.
ε 1983 Ἐπαρτωμένων: ἐπικρεμαμένων. τὸν ἄνδρα ἐπὶ τοσόνδε καρτερίας ἐλθεῖν ὥστε μεγίστων φόβων ἐπαρτωμένων καὶ βασάνων προσαγομένων αὐτῷ οὐδὲν τῶν ἀπορρήτων εἰπεῖν.
ε 1984 Ἐπαρυστρίδες: ἀντλήτιδες.
ε 1985 Ἔπαρχος πραιτωρίων: ὁ τῶν ἑῴων τῆς φορολογίας τὴν ἐπίστασιν ἔχων παρὰ Ῥωμαίοις.
ε 1986 Ἐπάσαντο: ἐγεύσαντο.
ε 1987 Ἐπαοιδός: φαρμακός, γόης. καὶ θηλυκῶς Ἐπαοιδία.
ε 1988 Ἐπαυδῆσαι: ἐπειπεῖν.
ε 1989 Ἐπαύλειος: ἡ τῆς αὐλῆς ὁδός.
ε 1990 Ἐπαύλια λέγεται, καθόσον ἐν τῇ τοῦ νυμφίου οἰκίᾳ ἡ νύμφη τότε πρῶτον ἐπηύλισται. καλεῖται δ’ ἐπαύλια καὶ τὰ μετὰ τὴν ἐχο‐ μένην ἡμέραν τῶν γάμων παρὰ τοῦ τῆς νύμφης πατρὸς δῶρα φερό‐ μενα τῷ νυμφίῳ καὶ τῇ νύμφῃ ἐν πομπῆς σχήματι. παῖς γὰρ ἡγεῖται χλανίδα λευκὴν ἔχων καὶ λαμπάδα καιομένην, ἔπειτα μετὰ τοῦτον κανηφόρος, εἶθ’ αἱ λοιπαὶ ἀκολουθοῦσιν ἐφεξῆς φέρουσαι χρυσία, λεκανίδας, σμήγματα, φορεῖα, κτένας, κοίτας, ἀλαβάστρους, σανδάλια, θήκας, μυράλειπτρα. ἐνίοτε δὲ καὶ τὴν προῖκα ἅμα τῷ νυμφίῳ φέρου‐ σιν. οἱ δέ φασιν ἐπαύλια τὴν δευτέραν μετὰ τοὺς γάμους ἡμέραν καλεῖσθαι, ἐν ᾗ πρῶτον ἐπαυλίζεται τῷ νυμφίῳ ἡ νύμφη. Ἐπαύλιον δὲ μονή. περὶ Ἑκάλης θανούσης· ἴθι πρηεῖα γυναικῶν τὴν ὁδόν, ἣν ἀνίαι θυμαλγέες οὐ περόωσι. πολλάκι σεῖο, μαῖα, φιλοξένοιο καλιῆς μνησόμεθα· ξυνὸν γὰρ ἐπαύλιον ἔσκεν ἅπασιν.
ε 1991 Ἔπαυλις: ἡ οἰκία, ἐν ᾗ τὴν αὖλιν ποιοῦνται. Αὖλις δὲ ἡ κοίτη. καὶ Ἐπαυλόσυνος, ὁ εἰς τὴν ἔπαυλιν ἰών. οὔτε τίν’ ἀνδρῶν οὔτε βροτῶν βλάψας, οἴχετ’ ἐπαυλόσυνος. περὶ λέοντος ὁ λόγος.
ε 1992 Ἐπαυλόσυνος: ὁ εἰς τὴν ἔπαυλιν ἰών. καὶ Ἐπαυλίζον‐ ται, ἐπισκιάζονται.
ε 1993 Ἔπαυλις: μάνδρα βοῶν, καὶ προβάτων αὐλή. τότε μὲν οὖν ἀμφότεροι τὴν ἔπαυλιν ἐπὶ τοῦ χώματος ἐποιήσαντο οἵ τε Ῥωμαῖοι καὶ οἱ Καρχηδόνιοι. τουτέστι τὴν κοίτην.
ε 1994 Ἐπαύρασθαι: ἐπαπολαῦσαι. τούτου τὴν αἴτησιν προσεμέ‐ νων καὶ συγχωρούντων ἐπαύρασθαι τῆς χλιδῆς. καὶ αὖθις· ἄπιθι τῆς Ἀκαδημίας, καὶ φεῦγε φιλοσοφίαν· οὐ γάρ σοι θέμις ἐπαύρεσθαι αὐτῆς. πρὸς Κλέαρχον ὁ λόγος τὸν Σολέα, ὃς ἔγραψε διάφορα. ὁρᾷ γὰρ πρός σε ἔχθιστον.
ε 1995 Ἐπαυρίζω: τὸ φυσῶ. καὶ Ἐπαυρίσκω.
ε 1996 Ἐπ’ αὐτόπτῳ: ἐπ’ αὐτοφώρῳ.
ε 1997 Ἐπ’ αὐτοφώρῳ: ἐπ’ ὀφθαλμοῖς, ἐπ’ αὐτῷ τῷ κλέμματι ἁλούς. ὁ δὲ ἐπ’ αὐτοφώρῳ τὴν πρᾶξιν λαβὼν ἐν Καρχηδόνι ἐξηπάτητο πρὸς τῆς γυναικὸς ἑκών γε εἶναι.
ε 1998 Ἐπαυχοῦσι: μέγα φρονοῦσι. καὶ Ἀριστοφάνης· ἐπαυχήσατο τοῖς σοῖς λόγοις. ἀντὶ τοῦ ἐμεγαλοφρόνησεν.
ε 1999 Ἐπαυχῶ: βεβαίως οἶδα. Σοφοκλῆς. ὡς κἄμ’ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο δεδορκότ’, ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι.
ε 2000 Ἐπαφαυάνθην: ἐξηράνθην. Ἀριστοφάνης Βατράχοις· ὥστ’ ἐπαφαυάνθην Παναθηναίοισι γελῶν.
ε 2001 Ἐπαφίασιν· Ἐπαφιᾶσι δὲ πέμπουσιν.
ε 2002 Ἐπαφώμενον· γενικῇ. ψηλαφώμενον. ὁ δὲ τοῦ τόξου ἐπαφώμενος ταῖς χερσίν, ὡς καὶ ταύτῃ περιορᾶν δοκεῖν τὰ Ῥωμαίων πράγματα.
ε 2003 Ἐπαφρόδιτος: ἐπίχαρις, ἡδύς. Ἀππιανός· καὶ τὴν ἐν πᾶσιν ἐπαφροδισίαν ὑπεραίρων ἐσεμνολόγει περὶ ἑαυτοῦ.
ε 2004 Ἐπαφρόδιτος, Χαιρωνεύς, γραμματικός, Ἀρχίου τοῦ Ἀλεξ‐ ανδρέως γραμματικοῦ θρεπτός, παρ’ ᾧ παιδευθεὶς ὠνήθη ὑπὸ Μοδέστου, ἐπάρχου Αἰγύπτου, καὶ παιδεύσας τὸν υἱὸν αὐτοῦ Πετηλῖ‐ νον ἐν Ῥώμῃ διέπρεψεν ἐπὶ Νέρωνος καὶ μέχρι Νέρβα, καθ’ ὃν χρό‐ νον καὶ Πτολεμαῖος ὁ Ἡφαιστίωνος ἦν καὶ ἄλλοι συχνοὶ τῶν ὀνο‐ μαστῶν ἐν παιδείᾳ. ὠνούμενος δὲ ἀεὶ βιβλία ἐκτήσατο μυριάδας τρεῖς, καὶ τούτων σπουδαίων καὶ ἀνακεχωρηκότων. τὸ δὲ σῶμα ἦν μέγας τε καὶ μέλας, ὡς ἐλεφαντώδης. ᾤκει τε ἐν τοῖς καλουμένοις Φαι‐ νιανοκορίοις δύο οἰκίας αὐτόθι κτησάμενος. οʹ δὲ καὶ πέμπτον ἔτος ἄγων ἐτελεύτησεν ὑδέρῳ περιπεσών. συγγράμματα δὲ κατέλιπεν ἱκανά.
ε 2005 Ἐπαφροδιτότερος: ἐπιχαριτώτερος.
ε 2006 Ἐπαιγίζων: σφοδρῶς πνέων. τοῦ ἀστέρος τῆς Αἰγὸς λάμψαν‐ τος σφοδροὶ πνέουσιν ἄνεμοι· ἔνθεν καὶ Ὅμηρος· λάβρος ἐπαιγίζων.
ε 2007 Ἐπαινέσας: ἀποδεξάμενος εὐχαρίστως. οὓς ἐπαινέσας τῆς προθυμίας ἀρκεῖσθαι ἔφη τοῖς παροῦσι. καὶ αὖθις· ἐπαινέσας αὐτὴν τῆς φιλανδρίας.
ε 2008 Ἐπαινέτης· Ἀρριανός· τοῦ τε ξὺν κόσμῳ δρωμένου ἐπαινέ‐ της καὶ τοῦ ἀκοσμήτου ἐν τῷ παραυτίκα ἐπιτιμητὴς καὶ τοῦ ἐσύστερον κολαστήρ.
ε 2009 Ἐπαινεῖσθε: ἀντὶ τοῦ καυχᾶσθε. Δαβίδ· ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ.
ε 2010 Ἐπαινῶ· αἰτιατικῇ.
ε 2011 Ἐπαίομεν ἐν Βραυρῶνι: συνουσιάζομεν, ἠλαύνομεν. Βραυ‐ ρὼν δὲ τόπος Ἀθήνησιν.
ε 2012 Ἐπαιώνιστο: εὐφήμιστο.
ε 2013 Ἐπαιρόμενος: Δημοσθένης ἐν μὲν τῷ κατὰ Κτησιφῶντος ἀντὶ τοῦ ἐπανατεινόμενος. ἀλλαχοῦ δέ ....
ε 2014 Ἐπαίρω: ὑψῶ. Ἐπαίρεσθαι, τὸ φυσοῦσθαι.
ε 2015 Ἔπαισεν: ἔτυψεν, ἔκρουσεν. ἔπαισε δὲ τὸν ἵππον τῇ λόγχῃ.
ε 2016 Ἐπαισθάνομαι· γενικῇ.
ε 2017 Ἐπαισχές: αἰσχύνης παραίτιον. κἀμοὶ μὲν ἐπαισχές ἐστι τὸ πρᾶγμα καὶ βλαβερόν, κἀκείνῳ πολὺ αἴσχιον καὶ βλαβερώτερον. τῆς μὲν προσεδρίας ἐπιπόνου οὔσης, τῆς δὲ ἀποχωρήσεως ἐπαισχοῦς.
ε 2018 Ἐπαίτης: ὁ πτωχός. καὶ κλίνεται ἐπαίτου.
ε 2019 Ἐπαίχθη: ἐνεπαίχθη, ἐκ τοῦ παίζω. Ἐπέχθη δὲ ἐκτενίσθη.
ε 2020 Ἐπέβαλεν: ἤρξατο, ἐπεχείρησεν. ἢ ἀντὶ τοῦ συνῆν. ὃς καὶ Ἑκαταίῳ τῷ Μιλησίῳ ἐπέβαλε, γεγονότι κατὰ τὰ Περσικὰ καὶ μικρῷ πρός. ἐξέτεινε δὲ μέχρι τῶν Περδίκκου χρόνων. Ἐπιβολὴ δὲ λέγεται ἔννοια, ἐπιχείρησις.
ε 2021 Ἐπεβάτευον: συνουσίαζον. Ἡρακλῆς φησὶ πρὸς τὸν Διόνυ‐ σον· ποῖ γῆς ἀπεδήμεις; ὁ δέ φησιν· ἐπεβάτευον Κλεισθένει. τὸ ἐπιβατεύειν ἐπὶ συνουσίας· ἀπὸ μεταφορᾶς τῶν ζῴων, ἃ ἐπιβαίνοντα συνουσιάζει. ὁ δὲ Κλεισθένης ἐπ’ αἰσχρότητι κωμῳδεῖται. ἦν δὲ λεῖος τὸ γένειον καὶ εὐνούχῳ εἰκάζειν αὐτόν. τὸν δὲ Κλεισθένην καὶ ἐπὶ τοῦ πασχητιᾶν κωμῳδοῦσι. τὸ δὲ ἐπεβάτευον κακέμφατον.
ε 2022 Ἐπεβοᾶτο τὸν Χριστόν.
ε 2023 Ἐπέβρισεν: ἐπεβάρησεν.
ε 2024 Ἐπεγράφου: ἀντὶ τοῦ ἐζωγράφεις. Ἀριστοφάνης· καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα. καὶ Ἐπεγράψατο, ἀντὶ τοῦ ἀπεγράψατο, ἐχειροτόνησε, κατέστησεν. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν μετοίκων, τοὺς προστάτας προσγραφόντων ἑαυτοῖς.
ε 2025 Ἐπιγράφομαί σε· αἰτιατικῇ. ὁ τοῦ κόσμου ἄρχων ἀγαθέ, ὃν ἐπεγρα‐ ψάμεθα τῇ ἐντολῇ.
ε 2026 Ἐπεγράψαντο: ἀντὶ τοῦ διϊσχυρίζοντο, ἐβεβαίουν. οἱ δὲ εἰς Θρᾴκην εὐδοκιμοῦντα αὐτὸν οἰκιστὴν ἀντὶ Ἅγνωνος ἐπεγράψαντο.
ε 2027 Ἐπεγχανών: καταγελάσας. οὐ μὴν ἡ τιμωρὸς δίκη τὸν ὑβριστὴν καὶ ὑπερόπτην εἴασεν ἐπεγχανεῖν τῷ τοῦ Μελήτου θανάτῳ.
ε 2028 Ἐπεδαψιλεύσατο: κατακόρως ἐχρήσατο. ἐπεδαψιλεύσατο ταῖς ὑποθέσεσι τῆς ἀποκηρύξεως.
ε 2029 Ἐπεδίκασε καὶ Ἐπεδικάσατο· Δημοσθένης ἐν τῷ κατ’ Ὀλυμπιοδώρου. τὸ μὲν ἐπεδίκασεν οἷον προσέκρινε, τὸ δὲ ἐπεδικά‐ σατο οἷον ἔπεισαν τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον.
ε 2030 Ἐπέθεντο: ἐπανέστησαν. οὐδὲ χρημάτων ἀφαιρέσει ἐπέθετο. ἀντὶ τοῦ ἐλιχνεύσατο, ἐτέρφθη.
ε 2031 Ἐπεθείαζε: μανικῶς διετίθετο, θεόληπτος ἐγίγνετο. Μένανδρος· ὁ δὲ ἡγεμὼν ἐν ἑνὶ τῶν ζʹ λόφων ἀνελθὼν ἐπεθείαζε ῥήμασι βαρβά‐ ροις καὶ γαύρῳ τῷ φρονήματι μεγαληγορίᾳ ἐχρῆτο.
ε 2032 Ἐπεθείαζον: ἐχόρευον.
ε 2033 Ἐπέθρωσκον: ἐπεπήδων.
ε 2034 Ἐπεκάλει: ὠνείδιζεν, ἐμέμφετο. καὶ αὐτῷ μὲν οὐδεὶς ἐπεκά‐ λει τῶν πώποτε φίλων οὔτε ὄκνου πρόφασιν οὔτε μαλακιζομένην τινὰ ἀναβολὴν ἐν ταῖς χρείαις, οὔτε ῥᾳθυμίαν ἀργίας ἔκγονον ἢ δει‐ λίας. ὁ δὲ πολλοῖς ἐπεκάλει τῶν φίλων τὰ τοιαῦτα ἐγκλήματα. ἀντὶ τοῦ ὠνείδιζε. καὶ αὖθις· ἐπεκάλουν αὐτὸν φθορέα τῶν νέων καὶ κιναιδολόγον ἀποκαλοῦντες.
ε 2035 Ἐπεκερτόμησεν: ἐχλεύασεν, ἔσκωψεν. ὁ δὲ ἐπεκερτόμησεν αὐτοὺς τῆς ἀβουλίας.
ε 2036 Ἐπέκεινα: παρεκεῖ.
ε 2037 Ἐπεκήρυξαν: διασήμως καὶ διαπρυσίως ἐλάλησαν. καὶ ἐπεκή‐ ρυξάν τε τάλαντον δώσειν τῷ μηνύσαντι. καὶ αὖθις· οἱ δὲ ἀντι‐ σχεῖν τῷ δίψει μὴ δυνηθέντες ἐπεκηρυκεύσαντο.
ε 2038 Ἐπεκηρυκεύετο: διὰ κήρυκος ἔλεγεν. ἐπεὶ μηδὲ εἷς ἐπεκη‐ ρυκεύετο ὑπὲρ τοῦ Λευκίου, διελέγετο αὐτῷ ὁ Δεκέβαλος.
ε 2039 Ἐπέκλωσεν: ἐπεκλήρωσεν, ἐμέρισεν.
ε 2040 Ἐπέκλυσεν: ἐκαθέρισεν. ἢ ἀντὶ τοῦ ἐπέρρευσεν. τοιαῦτα καὶ τοσαῦτα ἐπέκλυσε κακά, ὥστε χρυσὸς ἦν αὐτοῖς καὶ λευκή τις ἡμέρα κρατῆσαι τοὺς βαρβάρους.
ε 2041 Ἐπεκώμαζεν: ὠρχεῖτο, αἰσχρῶς ἐλάλει. ὁ δὲ προεκθέων ἐπεκώμαζε τοῖς βαρβάροις. καὶ αὖθις· πολλαὶ εἰς τὰς ἐκκλησίας ἐπεκώμασαν ταραχαί.
ε 2042 Ἐπεκτείνομαι· δοτικῇ.
ε 2043 Ἐπ’ ἐλάχιστον: ἐπ’ ὀλίγον, πρὸς βραχύ. Δαμάσκιος· εἶχε δὲ ἐπ’ ἐλάχιστον τῆς πρὸς τὰ ποιητικὰ συμπαθείας, ἅτε οὐχ ἁπτό‐ μενα τῆς ψυχῆς, ἀλλὰ μέχρι φαντασίας καὶ γλώττης ἱστάμενα.
ε 2044 Ἐπέλαβεν· αἰτιατικῇ.
ε 2045 Ἐπελέξαντο: ἀνέγνωσαν. εὑρόντες τὰ γράμματα ἐν τῷ ξύλῳ τοῦ διπτύχου, ταῦτα ἐπελέξαντο. Ἡρόδοτος. καὶ αὖθις· ὁ δὲ γραμματεὺς ἐπελέγετο τὰ γράμματα.
ε 2046 Ἐπελήκεον: ἐπεβόων, ἐπεκρότουν.
ε 2047 Ἐπελήφθη: ἐπήρξατο. Ἀρριανός· ἤδη τε ἐπελήφθη νὺξ τῆς τρίτης φυλακῆς, καὶ ὁ ἡγεμὼν τοὺς λόχους καθίστατο.
ε 2048 Ἐπελπίζων· αἰτιατικῇ. εἰς ἐλπίδας ἄγων. τὰ μὲν αὐτοὺς ἐπελπίζων ὑποσχέσεσι, τὰ δὲ ὑποσπείρων αὐτοῖς ὀλίγα κέρδη, τοὺς δὲ ἐν ἀξιώσει τε καὶ δυνάμει περισυλῶν καὶ δημεύων.
ε 2049 Ἐπεμαρτύραντο: μάρτυσιν ἐχρήσαντο. οἱ δὲ πιστὰ δόντες καὶ λαβόντες ἐπεμαρτύραντο τοὺς θεούς. οὕτως Ξενοφῶν.
ε 2050 Ἐπεμβαίνων· δοτικῇ. ἐπιχλευάζων, ἐπικερτομῶν. ὁ δὲ ἐπεμβαίνων τῇ τύχῃ αὐτῶν σφόδρα ἀμαθῶς καὶ ἀνθρωπίνως ἥκιστα.
ε 2051 Ἐπεμήνατο: ἐπεμάνη.
ε 2052 Ἐπέμυξεν: ἐξεμυκτήρισεν, ἦχον διὰ τῶν ῥινῶν ἐποίησεν.
ε 2053 Ἐπενεγκεῖν δόρυ ἐπὶ τῇ ἐκφορᾷ καὶ προαγορεύειν ἐπὶ τῷ μνήματι: ἐπὶ τοῦ βιαίως ἀποθανόντος ταῦτα πράττεται. καὶ Ἴστρος ἐν τῇ συναγωγῇ τῶν Ἀτθίδων φησί· τινὲς ἐπὶ τοῦ τάφου δόρυ φασὶ καταπεπηχέναι τὸν Ἐρεχθέα, τὸ πάθος σημαίνοντα, διὰ τὸ νόμον εἶναι τοῖς προσήκουσι τοῦτον τὸν τρόπον μετέρχεσθαι τοὺς φονέας.
ε 2054 Ἐπενεγκών· δοτικῇ. καταδικάσας. Προκόπιος· ἐπενεγκών τε αὐτῷ, ὅτι δὴ ὡς ἥκιστα ἀληθίζεται, ἄμφω τὼ χεῖρε ἀπέκοψεν.
ε 2055 Ἐπενδύτης.
ε 2056 Ἐπενήνεον: συγκατετίθεντο.
ε 2057 Ἐπενήνοθεν: ἐπήνθει, ἐπέκειτο.
ε 2058 Ἐπεντρυφήσαντος: καταπολαύσαντος. ἕτερά τε οὐκ ἀνεκτὰ περὶ τὴν τοῦ χρυσίου παράληψιν καταυθαδισαμένου καὶ ἐπεντρυφή‐ σαντος αὐτοῖς.
ε 2059 Ἐπ’ ἐξαγωγῇ· ἐμαστιγοῦτο ῥάβδοις, εἶτα ἐπ’ ἐξαγωγῇ ἐπι‐ πράσκετο, δειλίας καὶ ἀποδράσεως τίμημα φερόμενος δοῦλος εἶναι.
ε 2060 Ἐπεξιέναι· αἰτιατικῇ. γενικῇ· ἐπεξιοῦσα νεᾶνις ἄρτι τῶν παρθενικῶν θαλάμων.
ε 2061 Ἐπεπάμεθα: ἐκεκτήμεθα. πάνθ’ ὅσα κἐν ζῳοῖς ἐπεπάμεθα, ταῦτα παρ’ ᾅδαν ἔρχομ’ ἔχων· λείπω δ’ οὐδὲν ὑπ’ ἠελίῳ.
ε 2062 Ἐπεπαιώνιστο: ἐξύμνητο.
ε 2063 Ἐπεπαίχειν: ὑπερσυντελικός, τὸ ἐνεπαίχθην. Ἐπεπέχειν δὲ ἐπεπέχεισαν. ἐκ τοῦ πέκω, τὸ κτενίζω.
ε 2064 Ἐπεπολεῖτο: ἐπεπορεύετο.
ε 2065 Ἐπεπόνθη: ἀντὶ τοῦ ἐπεπόνθειν, καὶ ἑωράκη, ἀντὶ τοῦ ἑω‐ ράκειν, καὶ ᾔδη, ἀντὶ τοῦ ᾔδειν.
ε 2066 Ἐπέπυστο: ἤκουσεν.
ε 2067 Ἐπέρραξεν: ἐπέπεσε, συνεπλάκη, μάχην συνῆψεν. ὁ δὲ πολ‐ λὴν διανύσας ὁδὸν ἄφνω τούτοις ἐπέρραξεν.
ε 2068 Ἐπέραστος: ἐράσμιος.
ε 2069 Ἐπερατώθη: ἐτελειώθη.
ε 2070 Ἐπεραιώθη: ἐπέρασεν, ἐτελειώθη.
ε 2071 Ἐπαίρεσθαι: τὸ φυσοῦσθαι. Ἐπερέσθαι δὲ τὸ ἐρωτῆσαι.
ε 2072 Ἐπερρίφην: ἔπεσον.
ε 2073 Ἐπερρόσαντο: ἐπεσείσθησαν. καὶ Ἐπερρόθησαν.
ε 2074 Ἐπερωτῶ σε· αἰτιατικῇ.
ε 2075 Ἐπέρω: τὸ ἐρωτῶ. καὶ Ἐπερόμενος, ἐρωτώμενος.
ε 2076 Ἐπερρύη: ἐπέβρυσεν, ἀνέβλυσεν.
ε 2077 Ἐπέσαξε τὴν ὄνον αὐτοῦ: ἀντὶ τοῦ ἐπεφόρτισεν.
ε 2078 Ἐπέσβη: ἐπεισῆλθεν.
ε 2079 Ἐπεσβόλον: λοίδορον, φλύαρον.
ε 2080 Ἐπέσειεν: ἐπανετείνετο. τοῖς δ’ ἐπέσειε φόβον, ὡς αὐτίκα τεθνήξοντος.
ε 2081 Ἐπεσημήναμεν: ἐξεπλάγημεν, ἐθαυμάσαμεν. καὶ Πολύβιος· τίς οὐκ ἂν ἐπισημήναιτο καὶ θαυμάσειε τὸν προειρημένον ἐπὶ τούτοις ἡγεμόνα.
ε 2082 Ἐπέσθων: ἐπεσθίων, εὐωχούμενος. τὴν ἁλίη Εὔδημος, ἐφ’ ἧς ἅλα λυτὸν ἐπέσθων χειμῶνας μεγάλους ἐξέφυγε, θῆκε θεοῖς Σαμό‐ θρᾳξιν.
ε 2083 Ἐπεσκήψατο: ἀντὶ τοῦ ἐνεκάλεσε ψευδομαρτυριῶν. σπανιάκις δὲ καὶ ἐπὶ τοῦ ἐγκαλέσαι φόνου, ὡς Ἀντιφῶν. τὸ δὲ ἐνεργητικὸν τὸ ἐπέσκηψεν, ἀντὶ τοῦ ἐνετείλατο. τὸ δὲ ἐπισκήπτω ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ λέγω καὶ οἷον ἐξορκίζω Ἀνδοκίδης καὶ Λυσίας ἔλαβεν. καὶ Ἐπεσκήψατο, ἔβλαψεν.
ε 2084 Ἐπέσκηψεν: ἐπέπληξεν.
ε 2085 Ἐπέσπερχε: διήγειρε, παρέθηγεν. ὃς δὴ μάλιστα ἐπέσπερχεν αὐτόν.
ε 2086 Ἐπεστάτει: ἦρχεν, ἡγεμόνευεν. Ξενοφῶν· ἐνταῦθα ἦν Κλέαρχον καταμαθεῖν ὡς ἐπεστάτει ἐν μὲν τῇ ἀριστερᾷ χειρὶ δόρυ ἔχων, ἐν δὲ τῇ δεξιᾷ βακτηρίαν.
ε 2087 Ἐπέστησε· γενικῇ. ἐπέστησεν ἐξαίφνης τοῦ δρόμου.
ε 2088 Ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά σου: ἀπὸ μεταφορᾶς τῶν αἰκιζομένων ταῦτα λέγω. ὁρῶν τὴν χεῖρά σου ἐπικειμένην καὶ λίαν μαστιγοῦσαν.
ε 2089 Ἔπεστί μοι: βούλομαι, θέλω, δύναμαι· ἢ ἐπίκειταί μοι.
ε 2090 Ἐπεσφάλακεν: οἱ μὲν ἐσπάσθη, οἱ δὲ ἐσάπη, ἢ παρὰ καιρὸν ἀτροφῆσαν ἐμαράνθη.
ε 2091 Ἑπέται: οἱ θεράποντες, παρὰ τὸ ἕπεσθαι. Ἕπεται δὲ ἀκο‐ λουθεῖ.
ε 2092 Ἐπέτειον: ἀπὸ τοῦ νῦν ἔτους. ἐπέτος γὰρ δεῖ λέγειν τὸν ἐνεστῶτα καιρὸν οὐχὶ διὰ τοῦ φ, ἀλλὰ διὰ τοῦ π, ὥς φησι Πίνδαρος καὶ Δημοσθένης. καὶ Ἐπέτειος, ὁ κατ’ ἔτος γινόμενος.
ε 2093 Ἐπετείους ὑμᾶς ὄντας: ἀπὸ τῶν οἰωνῶν μετήνεγκε τῶν μὴ μονίμων ὄντων, ἀλλὰ φερομένων τῇ πτήσει. τουτέστιν εὐμεταβλή‐ τους, ὀλιγώρους, μὴ διαμένοντας ἐν τοῖς αὐτοῖς ἀεί, ἁψικόρους.
ε 2094 Ἐπέτηξε· δελτίον δίπτυχον λαβὼν τὸν κηρὸν αὐτοῦ ἐπέτηξεν. ἀντὶ τοῦ ἐλέανε, λεῖον ἐποίησεν.
ε 2095 Ἐπετίλησεν: ἐξεκένωσε τὴν κόπρον. Ἀριστοφάνης· ὁ δὲ τῆς μαρίλης μοι συχνὴν ὡς ἐπετίλησεν, ὥσπερ σηπία. θηρώμεναι γὰρ αἱ σηπίαι ἐναφιᾶσιν ἐκ τοῦ προσόντος αὐταῖς θολοῦ, ταράττειν βουλό‐ μεναι τὸν παρ’ αὐταῖς τόπον, ἵνα μὴ καταφανεῖς ὦσι τοῖς θηρῶσιν.
ε 2096 Ἐπετίμα: ἐπηύξει τὴν τιμήν. οἱ δὲ κερδαίνειν οἰόμενοι ἐπετίμων ὡς λιμώττοντι τὸν σῖτον. ὁ δὲ οὐδὲν ἧττον ἠγόραζε. Μάλχος φησίν.
ε 2097 Ἐπετοξάζοντο: ἐτόξευον.
ε 2098 Ἐπευκτή: ἐπιθυμητή, εὐχῆς ἀξία.
ε 2099 Ἐπευωνίζων: κερδαίνων.
ε 2100 Ἐπευφήμησαν: μετ’ εὐφημίας συγκατέθεντο, ἐπῄνεσαν.
ε 2101 Ἐπεύχεται· δοτικῇ.
ε 2102 Ἐπεφάνη· φησὶν ὁ Ἀπόστολος· ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος. διὰ τί οὐκ εἶπεν ἐφάνη, ἀλλ’ ἐπεφάνη; ἐπειδὴ ὁ ὢν ἐφάνη. εἰ γὰρ εἶπεν ἐφάνη, ἀρχὴν εἰσηγεῖτο τοῦ ἀεὶ ὄντος. καὶ διὰ τοῦτο εἶπεν ἐπεφάνη, ἵνα τὴν ἄναρχον ὕπαρξιν μηνύσῃ. ἐξ ὧν δεῖ σαφῶς εἰδέναι, ὅτι ὁ αὐτὸς κύριος ἐφάνη καὶ ἐπεφάνη. ἐφάνη μὲν τῇ οἰκο‐ νομίᾳ τῆς ἐνανθρωπήσεως· ἀρχὴν γὰρ ἐδέξατο· ἐπεφάνη δὲ τῇ ἐν‐ εργείᾳ τῆς θεότητος· ἄναρχος γὰρ ἡ ὕπαρξις. τὸ δὲ πᾶσιν εἶπεν δηλῶν, ὅτι οὐ μερικῶς, ἀλλὰ πᾶσιν ἀνθρώποις.
ε 2103 Ἐπεφόρησεν: ἐπεσώρευσεν. Ἀριστοφάνης· ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων. καὶ αὖθις· βόθρον ὀρύξασα καὶ ἐπιπολῆς στεγάσασα γῆν ἐπεφόρησεν, ἐξαδηλοῦσα τὸ ποιηθέν.
ε 2104 Ἐπεφώρατο γάρ: ἐφανεροῦτο, εὑρίσκετο, ἠλέγχετο.
ε 2105 Ἐπέφραδεν: ἐδήλωσε, διεσάφησεν. καὶ Ἐπέφραδον. εἶπον.
ε 2106 Ἐπεφράσατο: ἐθεώρησεν.
ε 2107 Ἐπέφυ: ἀντὶ τοῦ ἐκράτησεν. ἀλλὰ τὸ δὴ λεγόμενον ἀμφοῖν ταῖν χεροῖν ἐπέφυ.
ε 2108 Ἐπεφύκει: προσεπλάκη.
ε 2109 Ἐπεφύοντο: ἐπήρχοντο. καὶ ἐπέφυσάν οἱ συκοφάνται, καὶ τὸ ἔγκλημα ἦν, Δίωνι ἔφασκον εἶναι φίλον.
ε 2110 Ἔπεχε: ἐπίκεισο, ἐπίμενε, φύλασσε. Πλάτων περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. ὅτι Ἀρκεσίλαος ὁ φιλόσοφος διὰ τὸ περιπατῶν ἐπέχειν οὐδὲ βιβλίον τι συνέγραψεν. καὶ Ἐπέχω· αἰτιατικῇ. Ἐπέχομαι δὲ γενικῇ. καὶ ἡ χεὶρ ἐπέχεται τοῦ πονηροῦ γραφέως.
ε 2111 Ἐπεχώρησεν: ἀντὶ τοῦ συνεχώρησεν. οὕτως Ἀρριανός. καὶ Ἐπεχωρήθη, συνεχωρήθη. καὶ τὰ ὅμοια.
ε 2112 Ἐπέχθη: ἐκτενίσθη. ἐκάρη. Ἀριστοφάνης Νεφέλαις· ἐκέ‐ λευσα ᾆσαι Σιμωνίδου τὸν κριὸν ὡς ἐπέχθη.
ε 2113 Ἐπεί: ἐπειδή.
ε 2114 Ἐπείγω: σπουδάζω.
ε 2115 Ἐπείγομαι· δοτικῇ.
ε 2116 Ἐπειγωλή: ἡ σπουδή.
ε 2117 Ἐπεῖδεν ὁ ὀφθαλμός μου.
ε 2118 Ἐπειδή: ἔστι μὲν σύνδεσμος παρασυναπτικός, λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἀφ’ οὗ· ὡς καὶ Θουκυδίδης πολλάκις ἐχρήσατο καὶ Ὅμηρος πρότερον. ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσι λέλοιπε, περὶ τοῦ σκήπτρου.
ε 2119 Ἐπειδὴ τὸν Ταντάλου λίθον τῆς κεφαλῆς ἀπετιναξά‐ μεθα: λέγεται ἐπὶ κινδύνου τινὸς ἐπηρτημένου καὶ παρελθόντος· ἢ ἐπὶ τοῦ ἀρξαμένου τινὸς πράγματος, εἶτα ὀλιγωρήσαντος.
ε 2120 Ἐπειδὴ τὸν οἶνον ἠξίους πιεῖν, συνεκποτ’ ἐστί σοι καὶ τὴν τρύγα.
ε 2121 Ἐπειή: ἐπειδή.
ε 2122 Ἐπεικάζω: στοχάζομαι. Σοφοκλῆς· ἦ καὶ δάμαρτα τήνδ’ ἐπεικάζων κυρῶ.
ε 2123 Ἐπείκτης: ὁ κατεπείγων. Πισίδης· ὅπως ὑφέξει τοῖς ἐπείκταις ἀγγέλοις τοὺς συλλογισμοὺς τῶν χρεῶν καὶ τῶν τόκων. Ἐπείκτης λέγεται καὶ ὁ τὴν κογχύλην ἀπαιτῶν.
ε 2124 Ἐπεικτός.
ε 2125 Ἐπειλέγῃ καὶ Κατειλέγῃ καὶ Συνειλέγῃ.
ε 2126 Ἐπειλεγμένος, Ἐπιλελεγμένος δέ.
ε 2127 Ἐπείλημμαι· γενικῇ.
ε 2128 Ἐπειλημμένη: ἀντιλαμβάνουσα.
ε 2129 Ἔπειξις.
ε 2130 Ἐπειός: ὄνομα ἐθνικόν. Ἐπηὸς δὲ ὁ συγγενής.
ε 2131 Ἐπειοῦ δειλότερος: οὕτως ἐλέγετο Κρατῖνος ὁ κωμικός, ἴσως διὰ τὸ ταξιαρχῆσαι τῆς Οἰνηΐδος φυλῆς καὶ δειλότερός τε φανῆ‐ ναι. καὶ γὰρ ὁ Ἐπειὸς δειλὸς ἦν.
ε 2132 Ἐπείρα: αἰσχρῶς προσέβαλλεν. Ἀστυδάμεια ἠράσθη Πηλέως τοῦ Αἰακοῦ, ὁ δὲ ἀναίνεται. ἡ δὲ φοβηθεῖσα μὴ κατείπῃ αὐτῆς, σοφώ‐ τερα ἢ ἀληθέστερα λέγει, ὅτι αὐτὴν ἐπείρα ὁ Πηλεύς, εἰποῦσα ... ἐπείρα χρήματα πέμπων τῆς διαφθορᾶς δέλεαρ.
ε 2133 Ἐπειράσατο: ἀπόπειραν ἐποιήσατο.
ε 2134 Ἔπειρεν: ἐσούβλιζεν.
ε 2135 Ἐπειρωνευόμενος: χλευάζων, ἐπεγγελῶν. ὁ δὲ ἄντικρυς Ῥωμαίων προαχθεὶς ἀναιρεῖται. τοῦτο δ’ ἔπραττεν ὁ Σίμων ἐπειρω‐ νευόμενος, εἴ τι βοηθήσουσιν αὐτῷ, πρὸς οὓς ἐξελθεῖν εἵλετο.
ε 2136 Ἐπεισάκτους: ἀλλοτρίους.
ε 2137 Ἐπεισέφρησεν: εἰσῆλθεν.
ε 2138 Ἐπεισήρρησεν: εἰσεφθάρη.
ε 2139 Ἔπεισί μοι: ἐπέρχεταί μοι.
ε 2140 Ἐπεισκρινόμενον.
ε 2141 Ἐπεισκύκλησις: ἡ ἀνακύκλησις. καὶ Ἐπεισκυκλείσθω, ἐπιφερέσθω, ἐπισυναπτέσθω.
ε 2142 Ἐπεισκυκλεῖ: εἰσφέρει, ἐπισυνάπτει.
ε 2143 Ἐπεισόδιον: τὸ εἰς τὰ δράματα εἰσαγόμενον, κατὰ προσθήκην τινὰ καὶ αὔξησιν τοῦ δράματος. Εὐνάπιος· καὶ τούτῳ ὥσπερ δρά‐ ματι μεγάλῳ καὶ τραχεῖ τὸ κατὰ Μουσώνιον ἐπεισόδιον οὐκ ἔλαττον ὁ δαίμων ἐπήνεγκε. καὶ ἐν Ἐπιγράμμασι· ἤρεσε γύψου χρώματα καὶ φύκους ἄνθος ἐπεισόδιον. καὶ αὖθις· γέλγιθες κ’ ὄγχναι καὶ ῥοιαὶ καὶ σταφυλαὶ δαψιλῆ οἰνοπόταις γαστρὸς ἐπεισόδια.
ε 2144 Ἐπεισόδιον: τὸ εἰσφερόμενον τῷ δράματι γέλωτος χάριν, ἔξω τῆς ὑποθέσεως ὄν. καταχρηστικῶς δὲ τὸ ἐξαγώνιον ἅπαν πρᾶγμα.
ε 2145 Ἐπεισπέπαικεν: εἰσεπήδησεν, εἰσῆλθε. κυρίως δὲ ἐπὶ στρατιᾶς πολεμίων. Ἀριστοφάνης Πλούτῳ· ἡμῖν γὰρ ἀγαθῶν σωρὸς εἰς τὴν οἰκίαν ἐπεισπέπαικεν οὐδὲν ἠδικηκόσι. καὶ αὖθις· Μυκονίων δίκην ἐπεισπέπαικεν εἰς τὰ συμπόσια.
ε 2146 Ἐπεισοίσας: ἐπεισβαλών.
ε 2147 Ἐπεισφοραῖς: καταδίκαις.
ε 2148 Ἐπεισφρήσας: ἐπεισελθών. καὶ Ἐπεισφρήσω, ἐπεισενέγκω.
ε 2149 Ἐπεισχέω: ἐπεισβάλλω.
ε 2150 Ἔπειτα: μετὰ ταῦτα. ὁ δὲ Ὅμηρος καὶ ἀντὶ τοῦ δὴ κέχρηται τῷ ἔπειτα. αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς. οὐκ ἔστι μετὰ ταῦτα. ἅμα γὰρ ἀφῆκεν ὁ μὲν τὸν ὀϊστόν, ὁ δὲ τὸ δόρυ.
ε 2151 Ἐπεί οἱ· Προκόπιος· ἐπεί οἱ οὐκ ἦν βουλομένῳ ἐς χεῖρας ἰέναι τοῖς πολεμίοις.
ε 2152 Ἐπεῖχεν: ἐπήρειδεν, ἐπέκειτο.
ε 2153 Ἐπειχθῶμεν: σπεύσωμεν.
ε 2154 Ἐπήβολος: ἐπιτευκτικός, ἐπιτυχής. εἰ δὲ οἴει σαυτὸν εὐδαίμονα, ὡς ἐπήβολον καὶ πολύχρυσον, γνωστὸν ἤτω σοι, ὅτι γηρᾷ καὶ τύχη.
ε 2155 Ἐπηβολώτατος.
ε 2156 Ἐπηγάγετο: προσῳκειώσατο, ἰδιοποιήσατο. τοὺς δὲ οἰκήτορας τῆς πόλεως μηδὲν βίαιον δράσας ἐπηγάγετο.
ε 2157 Ἐπήγγελλεν· ἐπήγγελλεν ἐπὶ τούτοις συσσίτια. καὶ αὖθις· οἱ μὲν ταύτην τὴν γραφὴν ἐπήγγελλον, οἱ δὲ τὴν ἄλλην.
ε 2158 Ἐπήγγελλεν: ἀντὶ τοῦ προσέτασσεν. ὁ δὲ Μίνως παντα‐ χόσε ἔπλει καὶ πολλοῖς ξενίαν ἐπήγγελλεν. ἀντὶ τοῦ ἐνετέλλετο. εἰθισμένον ὂν γράμματα οἰκεῖα τοῖς βιβλίοις ἐντιθέναι, ὅσα ἂν ἐπαγ‐ γέλλοντος αὐτοῦ γένοιτο. καὶ αὖθις· οὐκ ἔχειν ὀνομάσαι ὁπότε οἱ ἐπήγγειλαν στρατιὰν Ἀραβίοις ἐς τὸ παρασχεῖν ἄκοντας. ἀντὶ τοῦ ὥρισαν.
ε 2159 Ἐπήγετο: ἐπεφέρετο.
ε 2160 Ἐπήγγειλα· ἔλυσα τὴν ἐκκλησίαν καὶ εἰς τετάρτην ἥκειν ἐπήγγειλα. ἀντὶ τοῦ παρήγγειλα.
ε 2161 Ἐπηγκενίς: ἡ μακρὰ σανίς.
ε 2162 Ἐπηγκυλημένα ξύλα: τὰ κεκαμμένα εἰς θεοειδῆ σχήματα, εἰς χρῆσιν ὅπλων.
ε 2163 Ἐπῄεσαν: παρήρχοντο.
ε 2164 Ἐπηετανός: ὁ αὐτάρκης.
ε 2165 Ἐπῄει μοι: ἐπήρχετο.
ε 2166 Ἐπηθρηκυῖα: ἰδοῦσα.
ε 2167 Ἐπήϊξας: ἐφώρμησας.
ε 2168 Ἐπηκόοις· ἐλοιδοροῦντο τοῖς ἐπηκόοις καὶ πολὺ πλέον ἐκ‐ θύμως ἐμάχοντο. ἀντὶ τοῦ πάντων ἀκουόντων, φανερῶς.
ε 2169 Ἐπηγορία. ἀλλ’ εἰ μέν τις ἐκ τούτων κακόν τι ἐδεδράκει ἢ ἐπεπόνθει, ἐπηγορίαν εἶχεν.
ε 2170 Ἐπῆκτο: ἐπηκολούθει.
ε 2171 Ἐπηλυγάζονται: ἐπισκιάζονται, ἐπικρύπτονται. καὶ Ἐπη‐ λυγάζω, ὀλίγον φαίνω, σκοτάζω. καὶ Ἐπηλυγάζοντες, καλύπτοντες, σκεπάζοντες. οἱ δ’ οὖν περὶ πλείστου τιθέμενοι τὰ τοῦ Φοίνικος, καλλύνοντες ἄρα τὸ κακὸν αὐτοῦ καὶ ἐπηλυγάζοντες, ἄλλως φασὶ τοῦτο γενέσθαι. καὶ αὖθις· ὁ μὲν οὖν Φερεκύδης ἐπηλυγασά‐ μενος θοιμάτιον, χρῷ δῆλον, ἔφη, καὶ δακτύλῳ τὴν νόσον ἐδείκνυε. πασχητιῶν δὲ μειράκιον ταῖς θριξὶ σημαινόμεθα.
ε 2172 Ἐπηλυγασάμενος: σκεπάσας, καλύψας. ἠλύγη γὰρ ἡ σκιά.
ε 2173 Ἔπηλις: εὕρηται παρὰ Ποσειδίππῳ. καὶ ἀντήλιος καὶ ἀπηλιώτης ἐν τῷ η καὶ ψιλῶς.
ε 2174 Ἔπηλυν: ξένον, ἔποικον. διακρίνων τὸν ἔπηλυν λεὼν ἀπὸ τῶν ἐπιχωρίων.
ε 2175 Ἔπηλυς: ὁ ξένος.
ε 2176 Ἐπήλυσιν· μὴ πτερύγων τρομέοι τις ἐπήλυσιν. ἐν Ἐπιγράμ‐ μασιν. ἀντὶ τοῦ ἄφιξιν, ἐπέλευσιν, ἔκπεμψιν.
ε 2177 Ἐπήλυσις: ἐπιδρομή. ἐπήλυσιν ὄφρ’ ἀλέοιτο φώριον. τουτέστι λῃστρικήν.
ε 2178 Ἐπήλυσις: ἐπέλευσις. ἐν ἀπόπτῳ καραδοκοῦντές τε καὶ θεώμενοι, εἴ που ἐπήλυσις ἔσται βαρβαρική.
ε 2179 Ἐπήλυτος: πάροικος, ἔποικος.
ε 2180 Ἐπ’ ἤματι: ἐν μιᾷ ἡμέρᾳ. ὁ δὲ Θεοδόσιος τὴν βασίλισσαν θανοῦσαν ἐπ’ ἤματι σχεδόν τι ἐδάκρυσεν· ἀνάγκη γάρ, καὶ ὁ προκεί‐ μενος πόλεμος συνεσκίαζεν αὐτῷ τὸ περὶ τὴν γυναῖκα πάθος.
ε 2181 Ἐπήμηναν: ἔβλαψαν. καὶ Ἐπημήνατο, ἔβλαπτεν.
ε 2182 Ἐπημοιβοί: ἐπηλλαγμένοι, ὥστε τὸν μὲν ἔνθεν, τὸν δὲ ἔνθεν ἐφέλκεσθαι.
ε 2183 Ἐπήμυνον: ἐπεβοήθουν.
ε 2184 Ἐπημύω: τὸ καμμύω.
ε 2185 Ἐπηνέμιος πλοῦτος: ὁ ψευδόμενος.
ε 2186 Ἐπῄνεον: συγκατετίθεντο.
ε 2187 Ἐπῄνει: εὐμενῶς ἐδέχετο, συγκατετίθετο. τὸ δὲ θεῖον οὐκ ἐπῄνει τὰ ὑπὸ τοῦ βασιλέως πραττόμενα.
ε 2188 Ἐπῃνηκέναι: ἐπαινέσαι. ἐκ τοῦ ἐπαινῶ. καὶ ὁ παρακείμενος ἐπῄνηκα, καὶ ἐπῃνηκέναι.
ε 2189 Ἐπηνήκιζεν: ἐξηπάτα. οὕτως Κρατῖνος.
ε 2190 Ἐπῄνουν: συγκατετίθεντο.
ε 2191 Ἐπηνωρθωκέναι.
ε 2192 Ἐπῃωρεῖτο: ἐκρέματο.
ε 2193 Ἐπηπείλησα καὶ κατώμοσα: ἀντὶ τοῦ ἐπαγγειλάμενος ὤμοσα.
ε 2194 Ἐπήπυον: ἐβόων.
ε 2195 Ἐπῆρας: ἀνέπεισας.
ε 2196 Ἐπηράσαντο: ἀντὶ τοῦ ἀραῖς ὑπέβαλον. ἐπηράσαντο αὐτῷ Εὐμολπίδαι καὶ Κήρυκες.
ε 2197 Ἐπῄρατε: ἐπείσατε, ἠπατήσατε.
ε 2198 Ἐπηρᾶτο: ἐπηύχετο.
ε 2199 Ἐπήρατον: ἐπέραστον, ποθεινόν.
ε 2200 Ἐπηρεάσαι: βλάψαι.
ε 2201 Ἐπῇρεν: ἀντὶ τοῦ ἀνέπεισεν, ἠρέθισεν. ὁ τοίνυν ἔρως συμπνεύσας καὶ κατὰ τοῦ τυράννου Φαλάριδος ἐπῇρεν αὐτούς. καὶ αὖθις· τοῦτον ἰάσατο, καὶ κωμῳδίαις διδάσκειν αὖθις ἐπῇρεν.
ε 2202 Ἐπῆρες: παρεσκευασμένον, ἕτοιμον. τὸ δὲ πλοῖον ἐπῆρες ἦν, εἰς ὃ τὴν ἄνθρωπον ἐμβάλλουσι, καὶ ἀποπλεῖ.
ε 2203 Ἐπηρεάζω· αἰτιατικῇ. δοτικῇ δέ· οἳ τοῖς ἑαυτῶν κακοῖς βοηθοῦσιν, ἐξ ὧν ἄλλοις ἐπηρεάζουσι.
ε 2204 Ἐπήρετο: ἠρώτα.
ε 2205 Ἐπηρεφέες. Ἐπηρεφεῖς, ἐπὶ τὰ κάτω ἐστραμμένοι, κατωφερεῖς.
ε 2206 Ἐπήρεια: βλάβη. Θουκυδίδης· τούς τε φεύγοντας ἐκέλευον κατ’ ἐπήρειαν δέχεσθαι αὐτούς. καὶ αὖθις· καὶ παρήγγειλε παρα‐ φυλάσσειν, μὴ ἄρα πού τις ἀπὸ τῆς ἄλλης στρατιᾶς ἐνὼν ἐπηρεάζοι αὐτοῖς. ἀντὶ τοῦ βλάπτοι. καὶ αὖθις· ὥστε ἡ ἐς ταῦτα ἐπήρεια εἰκότως ἂν ἀδίκημα μέγα εἰς τοὺς ἀνθρώπους τοῦ παντὸς αἰῶνος δόξειεν εἶναι. κυρίως δὲ Ἐπήρεια, ἡ τοῦ πολέμου καταδρομή. ἐκ τοῦ Ἄρης, Ἄρεως.
ε 2207 Ἐπήρκεσεν: ἐβοήθησεν. ταῦτα ξυνεχῶς ἀγγελλόμενα τῷ Ἀντωνίῳ αὐτόν τε ἐπήρκει εἰς τὴν ἀποχώρησιν καὶ τοὺς στρατιώτας μαλακωτέρους ἐποίει. καὶ αὖθις· τὰ δὲ ἄλλα τοῖς φιλοσόφοις ἐπήρκουν.
ε 2208 Ἐπηρμένοι: πρόχειροι, εὐτρεπεῖς. Θουκυδίδης· οἱ οὖν Ἕλλη‐ νες ἐπηρμένοι ἦσαν διὰ τὴν τῶν Ἀθηναίων κακοπραγίαν, οὐκ ἀπο‐ στατέον τοῦ πολέμου εἴη.
ε 2209 Ἐπηρώθησαν: ἐσκοτίσθησαν, ἐτυφλώθησαν.
ε 2210 Ἐπηρτημένην: ἐπικειμένην.
ε 2211 Ἐπήρτησεν: ἐπέθηκεν, ἐπέφερεν. ὁ δὲ τὰς ὁδοὺς διαλαβὼν οὐ μικρὸν φόβον ἐπήρτησε τοῖς ἐν τῇ πόλει.
ε 2212 Ἐπησθέντες: ἐπιχαρέντες.
ε 2213 Ἐπῄσθετο· γενικῇ. ἔγνω.
ε 2214 Ἐπήσθη: ἐλαλήθη.
ε 2215 Ἐπήσπαιρεν: ἐψυχορράγει.
ε 2216 Ἐπητεία: ἡ ἐπέλευσις.
ε 2217 Ἐπήτης: ὁ λόγιος καὶ συνετός.
ε 2218 Ἐπήτριμος: πυκνός.
ε 2219 Ἐπητύϊ: τῇ συνέσει.
ε 2220 Ἐπηύξησεν.
ε 2221 Ἐπιάλτην: Ὅμηρος καὶ Ἡσίοδος καὶ οἱ Ἀττικοὶ τὸν δαίμονα, διὰ δὲ τοῦ φ τὸν ἄνδρα Ἐφιάλτην. καὶ τὸ ῥιγοπύρετος λεγόμενον.
ε 2222 Ἐπίασιν: ἐπέρχονται.
ε 2223 Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ: ἡ μὲν γὰρ ἐνίησι θανατηφόρον ἰόν, ὁ δὲ καὶ τῇ θέᾳ λώβην ἐργάζεται.
ε 2224 Ἐπιβάθρα: ἐπίβασις. πρώτη δὲ ἤδη ἀπέβη, οἱονεὶ ἐπι‐ βάθραν αὐτῷ κατασκευάζουσα καὶ κατακόλπισιν. Πολύβιος· ὁ δὲ Φίλιππος ἐβούλετο παρελέσθαι Ῥωμαίων τὰς ἐν τούτοις τοῖς τόποις ἀφορμὰς καὶ τὰς ἐπιβάθρας.
ε 2225 Ἐπιβάθρας: ἐπιβάσεως. ἡ δὲ ἐπὶ τὸ τέγος ἀναβᾶσα ταχέως ἅτε τῆς ἐπιβάθρας ἐμπείρως ἔχουσα. Πολύβιος· ἵνα ἐὰν προθῆται διαβαίνειν αὖθις εἰς τὴν Ἀσίαν, ἐπιβάθραν ἔχοι τὴν Ἄβυδον.
ε 2226 Ἐπιβάλλω· δοτικῇ.
ε 2227 Ἐπιβὰς τῆς Ἀσίας.
ε 2228 Ἐπιβατεῦσαι· γενικῇ. ἐπιβῆναι, κατασχεῖν. χωρίων ἐκστῆναι, ὧνπερ Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι διὰ σπουδῆς ἔσχεν.
ε 2229 Ἐπιβατήρια: τὰ ἐπὶ τῶν τειχῶν μηχανήματα. ὁ δὲ τὰς μηχανὰς ἐπῆγε, πύργους ξυλίνους καὶ χελώνας, καὶ ὅσα τειχῶν ἐπι‐ βατήρια.
ε 2230 Ἐπιβάτης: ὁ ἐπὶ τῆς νηὸς ἄπρακτος. Ἐρέτης δὲ ὁ κωπη‐ λατῶν.
ε 2231 Ἐπιβάτης: οὕτως ἐκάλουν τοὺς ἐν ταῖς τριήρεσι στρατευο‐ μένους καὶ μὴ κωπηλατοῦντας μέν, ἐπιτηδείους δὲ πρὸς τὸ μάχεσθαι.
ε 2232 Ἐπιβαίνω· γενικῇ.
ε 2233 Ἐπιβεβήκασιν: ἐνέτυχον, σύγχρονοι ἐγένοντο. οὗτοι μὲν οὐκ ἐγένοντο ἐπὶ τῆς ἀρχαιοπρεποῦς πολιτείας· τοῖς δὲ γενομένοις ἐπιβε‐ βήκασι καὶ ἐνέτυχον, καὶ παρ’ ἐκείνων ὠφεληθέντες, ἔπειτα τοῖς καθ’ ἑαυτοὺς ἐγένοντο πολλῶν ἀγαθῶν ἡγεμόνες, τῶν τε ἄλλων καὶ παλαιῶν διηγημάτων πολύφωνοι κήρυκες.
ε 2234 Ἐπίβλημα· τὸ τῷ προτέρῳ ἐπιβαλλόμενον.
ε 2235 Ἐπιβλής: ὁ μοχλός, ἡ σαῖρα. οἱ μέν φασιν, ὅτι δοκός ἐστιν, οἱ δὲ ποιός τις δοκός.
ε 2236 Ἐπιβλήτης: ὁ δόκιμος.
ε 2237 Ἐπιβόημα· Θουκυδίδης· ὁ δὲ εἴτε τὸ ἐπιβόημα εἴτε καὶ αὐτὸ ἄλλο τι ἢ κατὰ τὸ αὐτὸ δόξαν ἐξαίφνης, τὸ στράτευμα ἀπῆγε. τουτ‐ έστιν ἐπιφώνημα. καὶ Ἐπιβοώμενος, ἀντὶ τοῦ ἐπικαλούμενος.
ε 2238 Ἐπιβολή: ἔννοια καὶ ἐπιχείρησις. ἐπὶ θεωρημάτων γεω‐ μετρικῶν. ἐπὶ δὲ Ἰουστινιανοῦ τὸ τῆς ἐπιβολῆς ὄνομα ὄλεθρος ἦν ἀπρόοπτος ἐξαπιναίως τοῖς τὰ χωρία κεκτημένοις ἐπιγινόμενος πρόρρι‐ ζόν τε αὐτοῖς ἐκτρίβων τὴν τοῦ βίου ἐλπίδα. χωρίων γὰρ τέλος τῶν ἐρήμων τε καὶ ἀπόρων γεγενημένων, ὧν δὴ τοῖς τε κυρίοις καὶ τοῖς γεωργοῖς ἤδη τετύχηκεν ἀπολωλέναι τὴν γῆν πατρῴαν ἀπολιποῦσιν ἢ τοὺς ἐγκειμένους σφίσι διὰ ταῦτα κακοὺς κρύπτεσθαι, οὐκ ἀπηξίουν φέρειν τοῖς οὔπω διεφθαρμένοις παντάπασι. καὶ τοῦτο ἐκάλουν ἐπιβολὴν καὶ ἐπιβάλλειν, ὡς ὁριζομένη ζημία τοῖς ἁλοῦσιν ἐξημαρτη‐ κέναι περὶ ὀρφανοὺς ἐπιτρόποις ἢ καὶ ἄλλοις τισὶ τῶν τὰ δημόσια μὴ καλῶς διοικησάντων ἢ τοῖς κατέχουσι τὰ ἀλλότρια καὶ μὴ εἰς ἐμφανὲς καθιστᾶσιν. ἣν οἱ ἄρχοντες ζημίαν ὁρίζουσιν ἐπιβολὴ καλεῖται, καὶ τὸ ῥῆμα ἐπιβάλλειν.
ε 2239 Ἐπιβολή: καὶ ἡ ἐγχείρησις, ἡ προκάταρξις. Πολύβιος· ἔστι μὲν γὰρ ὅτε καὶ ταὐτόματον ἀντέπραξε ταῖς ἐπιβολαῖς τῶν ἀγαθῶν ἀνδρῶν, ἔστι δ’ ὅτε πάλιν, κατὰ τὴν παροιμίαν, ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχε. τοῦτο δέ φασι περὶ Ὕλλου τοῦ Ἡρακλείδου καὶ Εὐχέμου τοῦ Αἰγεάτου.
ε 2240 Ἐπιβολή: παρὰ τοῖς ῥήτορσιν ἡ ζημία. καὶ Ἀριστοφάνης· ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.
ε 2241 Ἐπίβολος. Ἐπιβολή, ἡ εἰσφορά. ὅτι Ἀγάπιος φιλόσοφος ἐθαυμάζετο ἐπὶ φιλομαθείᾳ καὶ ἀποριῶν προβολῇ δυσεπιβόλων. ὁ δὲ Σκιπίων ἀποκρίνεται μηδαμῶς εἶναι Ῥωμαίοις ἔννομον ἐν ἐπαίνῳ ποιεῖσθαι τὰς κατὰ τῶν στρατηγῶν τοῖς ἀρχομένοις ἐπιχειρουμένας ἐπιβουλάς.
ε 2242 Ἐπίβοον: ἡ ἐκ τοῦ βοὸς θυσία.
ε 2243 Ἐπιβουλὴ καὶ Ἐπίβουλος. καὶ Ἐπιβουλεύω σοι· δοτικῇ.
ε 2244 Ἐπιβώμιον: τὸ εἰς τὸν βωμόν.
ε 2245 Ἐπιβοῶμαι· αἰτιατικῇ. τὴν πεῖραν μάρτυρα καὶ κανόνα τῶν ἐμῶν λόγων ἐπιβοῶμαι.
ε 2246 Ἐπιβοώμενοι: ἐπικαλούμενοι μάρτυρας. τὰς ἑαυτῶν κεφαλὰς τύπτοντες καὶ τὰς χεῖρας ἐπανατείνοντες καὶ τοὺς θεοὺς ἐπιβοώμενοι.
ε 2247 Ἐπιβοῶμαι σε. τὸν Χριστὸν ἐπεβοᾶτο.
ε 2248 Ἐπιβωσάμενος: ἐπιβοησάμενος, ἐπικαλεσάμενος.
ε 2249 Ἐπιβωσόμεθα.
ε 2250 Ἐπιβρίθων: ἐπιβαρῶν. καὶ Ἐπιβρίσει, ἐπιβαρήσει.
ε 2251 Ἐπιβρίσησιν ὀδόντας: παρ’ ὅσον οἱ θυμούμενοι τρίζουσι τοὺς ὀδόντας.
ε 2252 Ἐπιβρόντητος: ὁ ἐμβρόντητος. Σοφοκλῆς· ὡς ὁ στρατηγὸς οὑ’πιβρόντητος μολών.
ε 2253 Ἐπιβρέχω· δοτικῇ.
ε 2254 Ἐπίβοιον· ὅταν τις τῇ Ἀθηνᾷ ἔθυε βοῦν, ἔθυε καὶ τῇ Παν‐ δώρᾳ ὄϊν μετὰ βοός· καὶ ἐκαλεῖτο τὸ θῦμα ἐπίβοιον.
ε 2255 Ἐπὶ βύρσης ἐκαθέζετο: τοῦτο παρὰ Σκύθαις ἐτελεῖτο. ἐπειδάν τις ἠδικεῖτο πρὸς ἑτέρου, ἀμύνασθαι δὲ βουλόμενος ἑαυτὸν οὐκ ἀξιόμαχον μόνον ᾤετο, βοῦν ἱερεύσας, τὰ μὲν κρέα κατακόψας ἥψει, αὐτὸς δὲ ἐκπετάσας χαμαὶ τὴν βύρσαν ἐκάθητο ἐπ’ αὐτῆς εἰς τοὐπίσω παραγαγὼν τὼ χεῖρε. καὶ τοῦτό ἐστι Σκύθαις ἡ μεγίστη ἱκετηρία. τῶν δὲ κρεῶν τοῦ βοὸς ὁ βουλόμενος μοῖραν λαμβάνων καὶ ἐπιβαίνων τῇ βύρσῃ τὸν δεξιὸν πόδα ὑπισχνεῖται κατὰ δύναμιν ἕκαστος συμμαχήσειν. καὶ ἔστιν αὐτοῖς τοῦτο ὅρκων ὁ βεβαιότατος.
ε 2256 Ἐπιβύσαντες: ἐπικαλύψαντες, σκεπάσαντες. Προκόπιος· ἐπι‐ βύσαντες τοὺς ῥωχμοὺς χώματι τὸ ὕδωρ μετοχετεύουσι. καὶ Ἀκρό‐ βυστος, ὁ τὸ ἄκρον βεβυσμένον ἔχων.
ε 2257 Ἐπιβύσας: ἐμπλήσας, γεμίσας. ὡς Ὅμηρος· νήματος ἀσκητοῖο βεβυσμένον. Ἀριστοφάνης Πλούτῳ· τὸ στόμ’ ἐπιβύσας κέρμασι τῶν ῥητόρων.
ε 2258 Ἐπιγαμβρεία.
ε 2259 Ἐπιγάννυται· δοτικῇ. ἐπιχαίρει.
ε 2260 Ἐπιγαυρωθείς: ἀνδρωθείς, θρασυνθείς. Ξενοφῶν· ὁ μὲν δὴ ταῦτα ἀκούσας καὶ ἐπιγαυρωθεὶς τῇ ἐντολῇ τοῦ Κύρου ἐπορεύετο.
ε 2261 Ἐπιγενήματα: τὰ ἐξ ὑστέρου τοῖς τραύμασιν ἀναφυόμενα. Πολύβιος· δεῖ τοὺς ὀρθῶς βουλευομένους περὶ τοῦ πολέμου, καθάπερ καὶ τοὺς ἐν ταῖς ἀρρωστίαις, μηδὲν ἧττον τῶν ἐπιγενημάτων ποιεῖσθαι λόγον, ἢ τῶν ἐξ ἀρχῆς ὑποκειμένων παθῶν.
ε 2262 Ἐπιγένης, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἡρωΐνη καὶ Μνημάτιον καὶ Βακχεία, ὡς Ἀθήναιος λέγει ἐν τοῖς Δειπνοσοφισταῖς.
ε 2263 Ἐπιγένης: ὄνομα κύριον. ἐπειδὴ τοίνυν Ἐπιγένης ἀσθενὴς τριηραρχεῖν ἠναγκάζετο, ἀνάργυρος ὢν καὶ τῆς γῆς τῶν πολεμίων κρατούντων.
ε 2264 Ἐπίγειος: ὁ γήϊνος.
ε 2265 Ἐπιγηθεῖ: χαίρει.
ε 2266 Ἐπιγλωττήσομαι: φλυαρήσω, βλασφημήσω. περὶ τῶν Ἀθη‐ ναίων γὰρ οὐκ ἐπιγλωττήσομαι.
ε 2267 Ἐπιγνώμονας: ἀντὶ τοῦ ἐπισκόπους. καὶ Ἐπιγραφέας, τοὺς καθεστηκότας ἐπὶ τοῦ γράφειν ἑκάστῳ, ὅσον εἰσφέρειν ὀφείλουσιν εἰς τὸ δημόσιον.
ε 2268 Ἐπίγονος: ὄνομα κύριον. Ἀριστοφάνης· ἐπιβλέψας ἐκεῖσε γυναῖκας ᾠόμην λέγειν. οὗτος ἐκωμῳδεῖτο ὡς μαλακὸς καὶ ὡς μετὰ γυναικῶν ἀεὶ εὑρισκόμενος.
ε 2269 Ἐπιγουνίδα: τὸ πρὸ τοῦ γόνατος ἄνω σαρκῶδες τοῦ μηροῦ. ἔνιοι δὲ τὴν ἐπωμίδα.
ε 2270 Ἐπίγραμμα: πάντα τὰ ἐπιγραφόμενά τισι, κἂν μὴ ἐν μέτροις εἰρημένα, ἐπιγράμματα λέγεται.
ε 2271 Ἐπιγραφεῖς· ὁπότε δεήσειεν ἀργύριον εἰσφέρειν εἰς τὸ δημό‐ σιον τοὺς ἀστοὺς ἢ τοὺς μετοίκους, οἱ ταῦτα διαγράφοντες ἐπιγραφεῖς ἐκαλοῦντο.
ε 2272 Ἐπιγραφομένῳ: ἰδιοποιουμένῳ, οἰκειουμένῳ. εἰ καὶ δόξαν ἔμελλε φέρειν τὰ ὑπ’ ἄλλων εὑρημένα ἐπιγραφομένῳ.
ε 2273 Ἐπιγράφων· δοτικῇ. ἀντὶ τοῦ βεβαιῶν, διϊσχυριζόμενος. ὁ δὲ Ψευδοφίλιππος ἐπέγραφεν ἑαυτῷ Φίλιππον τὸν Μακεδόνα· ἀντὶ τοῦ ἡγησάμενον.
ε 2274 Ἐπιγράψας: ἐπιξέσας.
ε 2275 Ἐπίγυον· τὰ πρυμνήσια ἐπίγυα ἔλεγον.
ε 2276 Ἐπιγύοις: τοῖς ἀπὸ γῆς. τὰ δὲ πλεῖστα καὶ τοῖς ἐκ τῆς γῆς ἐπιγύοις προσέλαβον εἰς τὸ ζεῦγμα. καὶ αὖθις· τὴν δ’ ἀπὸ τοῦ ῥεύ‐ ματος πλευρὰν ἠσφαλίζοντο τοῖς ἀπὸ γῆς ἐπιγύοις.
ε 2277 Ἐπίδαμνος· ὅτι ἡ πόλις τὸ νῦν Δυρράχιον Ἐπίδαμνος τὸ πάλαι ἐλέγετο.
ε 2278 Ἐπιδαύριος: ὄνομα τοπικόν.
ε 2279 Ἐπίδαυρος: ὄνομα τοπικόν· ἐν ᾧ ὁ Ἀσκληπιὸς ἐτιμᾶτο.
ε 2280 Ἐπιδαψιλευόμενος: πολυτελῶς διαπραξάμενος. καὶ Ἡρόδοτος· τάς τε μητέρας καὶ ἀδελφεὰς ἐπιδαψιλεύμεθα ὑμῖν, ὡς παντελῶς μάθετε τιμώμενοι πρὸς ἡμέων.
ε 2281 Ἐπιδαψιλεύω· γενικῇ.
ε 2282 Ἐπιδάν.
ε 2283 Ἐπιδαίσιος οἶκος: ὁ ἐπίκοινος καὶ οὐ μεριστός. ὁ ἐξ ἴσου καταλειφθεὶς δύο τισίν.
ε 2284 Ἐπιδεᾶ: ἐνδεᾶ, ἐλλιπῆ.
ε 2285 Ἐπὶ δ’ ἐγδούπησεν: ἐπεκτύπησε. πλὴν περισσὸν καὶ παρέλκον τὸ γ. καὶ ἐν τῷ ἐρίγδουπος ὁμοίως.
ε 2286 Ἐπιδέκατον: τὸ δέκατον. καὶ ἐπίπεμπτον, τὸ εʹ λέγειν εἰώθασι.
ε 2287 Ἐπὶ Δελφινίῳ: δικαστήριον Ἀθήνησιν ἐπὶ τῶν ὁμολογούντων μὲν δεδρακέναι φόνους, κατὰ νόμους δέ.
ε 2288 Ἐπιδεξιελευθέρως· Πλάτων ἐν Θεαιτήτῳ· πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναλάβεσθαι δ’ οὐκ ἐπισταμένους ἐπιδεξιελευθέρως, οὐδὲ ἁρμονίαν λόγων λαβόντας ὑπαντῆσαι θεόν. ζήτει ἐν τῷ ἀναλαμβάνειν.
ε 2289 Ἐπίδεσμος: ὁ ἐπὶ τῇ πληγῇ δεσμός. Ἀριστοφάνης· ἄκουε, μὴ φεῦγ’. ἐν Συβάρει γυνή ποτε κατέαξ’ ἐχῖνον. οὐχῖνος οὖν ἔχων τίν’ ἐπεμαρτύρατο. εἶθ’ ἡ Συβαρῖτις εἶπεν, εἰ ναὶ τὴν Κόραν, τὴν μαρτυ‐ ρίαν ταύτην ἐάσας ἐν τάχει ἐπίδεσμον ἐπρίω, νοῦν ἂν ἔχῃς πλείονα.
ε 2290 Ἐπίδειξον: ἀντὶ τοῦ εἰπέ. Ἀριστοφάνης Νεφέλαις· ἔχεις τινὰ γνώμην, ἐπίδειξον αὐτήν.
ε 2291 Ἐπιδειπνεῖς· λέκιθον, ἵν’ ἐπιδειπνῇς, κόνισαι ἰσχυρῶς. καὶ δεύτερον δειπνεῖν δυνηθείης.
ε 2292 Ἐπὶ Δηλίῳ μάχη: χωρίον ἐστὶ τῆς Βοιωτίας τὸ Δήλιον, ἐν ᾧ μαχόμενοι οἱ Ἀθηναῖοι ὑπὸ Βοιωτῶν ἐνικήθησαν.
ε 2293 Ἐπιδήμιος: ἐμφύλιος, κοινός, δημόσιος.
ε 2294 Ἐπιδημῶ· δοτικῇ.
ε 2295 Ἐπὶ δ’ ᾔνεον: ἐπῄνουν, συγκατετίθεντο.
ε 2296 Ἐπιδιατίθεσθαι: τὸ συνθήκας τινὰς ποιεῖσθαι, κατατιθεμένους ῥητόν τι ἀργύριον παρά τινι τῶν μεταξὺ γινομένων, ὅπερ ἐγγυᾶται, ὥστε εἰ ἡ πρᾶξις γίνοιτο, θατέρῳ πάντως τὸ ὡμολογημένον ἀργύριον ἀποδοῦναι.
ε 2297 Ἐπιδιετὲς ἡβῆσαι: ἀντὶ τοῦ ἑκκαίδεκα ἐτῶν γεγονέναι. τὸ γὰρ ἡβῆσαι μέχρι ιδʹ ἐστίν. ἀλλ’ οἱ ἔφηβοι παρ’ Ἀθηναίοις ὀκτωκαιδε‐ καετεῖς γινόμενοι ἐλέγοντο· καὶ ἔμενον μὲν ἐν τοῖς ἐφήβοις ἔτη δύο, ἔπειτα εἰς τὸ ληξιαρχικὸν ἐγράφοντο γραμματεῖον.
ε 2298 Ἐπίδικα· οἷς ἄν τις ἐπεδικάζετο, ὡς προσήκουσιν αὐτῷ κατὰ γένους ἀγχιστείαν, εἰ μὴ εἶεν υἱεῖς ἢ υἱωνοὶ τῷ τετελευτηκότι, μήτε μὴν διαθῆκαι, ταῦτα ἐπίδικα καλεῖται.
ε 2299 Ἐπιδικάζεται· γενικῇ. ἀντιποιεῖται.
ε 2300 Ἐπίδικος καὶ Ἐπίκληρος καὶ Ἐπίπροικος καὶ Ἐπικλη‐ ρῖτις. ἐπίκληρος μὲν ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμ‐ μένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ. ἡ δὲ αὐτὴ καὶ ἐπικληρῖτις, ἐπίπροικος δὲ ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου, ἥ τε προῖκα ἔχειν ἀδελφοὺς ἔχουσα. ἐπίδικος δὲ ἡ ἀμφισβητουμένη ἐπίκληρος, τίνι χρὴ αὐτὴν γαμηθῆναι. Ἰσαῖος δὲ τὴν ἐπίκληρον ἐν τῷ πρὸς Λυσίβιον ἐπικληρέτιν ἐκάλεσεν.
ε 2301 Ἐπιδοκιμάζω: ἀντὶ τοῦ ὑπερμαχῶ. γενικῇ.
ε 2302 Ἐπιδίφρια: τὰ τῷ ἁρματίῳ δίφρῳ ἐπιτιθέμενα. καὶ ὁ ἐπὶ δίφρου ἱζάνων, ἢ καθήμενος παντοδαποῦ.
ε 2303 Ἐπιδίφριος: ἀργός, καὶ γυναικώδης.
ε 2304 Ἐπιδορατίς: ὁ σίδηρος, τοῦ ἀκοντίου τὸ ἄνω.
ε 2305 Ἐπίδοσαν: ἀντὶ τοῦ εἶδον.
ε 2306 Ἐπίδοξος: ἔνδοξος· ἢ προσδόκιμος. ὡς τό, ἐπίδοξος γὰρ ἦν αὐταρχῆσαι. καὶ Προκόπιός φησι· παρεχομένη χιλίας ἀργύρου λίτρας τὸν υἱωνὸν ὠνεῖσθαι ἐπίδοξος ἦν. καὶ αὖθις· ὁ δὲ ἀπήγ‐ γειλεν, ὡς Πέρσαι ἐπίδοξοί εἰσιν ἐς τὴν Ῥωμαίων γῆν εἰσβάλλειν. ἀντὶ τοῦ προσδόκιμοι. καὶ αὖθις· ἐᾶσαι τὴν ὁδόν, ᾗ ἔνδοξοι ἦσαν ἐπιθήσεσθαι οἱ Πέρσαι.
ε 2307 Ἐπίδοσιν: ἐπὶ ἀρετῆς αὔξησιν, προκοπήν, προσθήκην. ὁ δὲ φιλοσοφῶν ἀνεμπόδιστος εἰς ἐπίδοσιν διετέλει καὶ ἐπεδίδου κατὰ πῆχυν, ὡς φάναι, ἀτεχνῶς. Ἐπίδοσιν μὲν οἱ Ἀττικοὶ λέγουσιν, ἡ δὲ προκοπὴ παρ’ οὐδενὶ τῶν Ἑλλήνων.
ε 2308 Ἐπίδοσις: αὔξησις, προσθήκη. Πισίδης· πρὸς τὰς ἐπιδόσεις τῶν ξιφῶν καὶ τῶν λίθων.
ε 2309 Ἐπίδρομον: ἐπιδρομὴν παρέχον, εὐάλωτον.
ε 2310 Ἐπιδουπῆσαι: ἐπικτυπῆσαι. καὶ Ἐρίγδουπος, ὁ μεγα‐ λόηχος. Μένανδρος· οἱ δὲ Ἄβαροι κατὰ τὴν τοῦ πολέμου κίνησιν ἐβούλοντο ἦχον ἐγεῖραι ξυμμιγῆ τε καὶ ἄγριον, ἔτι τε οὖν ξὺν τῷ ἀλαλάγματι ἐπιδουπῆσαι τοῖς τυμπάνοις, ὅπως ἂν ἐς τοσοῦτον αὐτοῖς ὁ κτύπος ἐξαρθείη, ὡς καταπλῆξαί τε καὶ δεδίξεσθαι τὸ Ῥωμαϊκόν. ταῦτα ἐπεὶ προέγνω ὁ Βῶνος, προαφηγήσατο τοῖς στρατιώταις, ὥστε αὐτοὺς τῷ ἀθρόῳ μὴ καταπλαγῆναι, ἀλλὰ προανατυποῦντας ὅπερ ἔμελλεν ἔσεσθαι, ἐθίζεσθαι τῇ δοκήσει καὶ τῷ μήπω παρόντι πρὸς τὸ ἐσόμενον· καὶ ὅταν αἴσθοιντο τὸν πάταγον τῶν τυμπάνων, ἀντιπατα‐ γεῖν καὶ αὐτοὺς ταῖς ἀσπίσι καὶ ἐπαλαλάζειν τὸ ἐνυάλιον καὶ παιωνί‐ ζειν καὶ τοῖς ὑδροχόοις ἀγγείοις, ξυλίνοις οὖσιν, ἐπικτυπεῖν.
ε 2311 Ἐπιέναι: ἐπελθεῖν.
ε 2312 Ἐπιεικές: πρέπον, καθῆκον, προσῆκον.
ε 2313 Ἐπιεικεστάτη: παρὰ Ἡροδότῳ μετρία, εὐγνώμων, καλῶς ἔχουσα.
ε 2314 Ἐπιεικής.
ε 2315 Ἐπιεικῶς: τὸ ἐπίρρημα τοῦτο σημαίνει τὸ πάνυ. σημαίνει καὶ παραδόξως, καὶ παρ’ ἐλπίδα, καὶ τὸ μετὰ ἐπιεικείας καὶ χρηστότητος. σημαίνει καὶ τὸ μετρίως, ἤτοι συμμέτρως, καὶ τὸ ἱκανῶς. Προκό‐ πιος· Λαζοὶ δὲ ἐπιεικῶς ἤχθοντο. δεῖσθαι χρημάτων οὐ πολλῶν εἰς τὴν ὁδόν, ζήσεσθαι γὰρ ἐπιεικῶς. καὶ αὖθις· ταῦτα παρ’ ἐλπίδα τοῦ βασιλέως εἰς τὸ αὔθαδές τε καὶ ὑπέρογκον φέροντα ἢ καθότι εἰκάζετο, ἐπιεικῶς γεγράφθαι ἔδοξεν. καὶ αὖθις· τοιγαροῦν κομιδῆ ἐπιεικῶς ἀνατίθησι τῷ ἐπὶ πάντων θεῷ τὰς ἡνίας τῆς ἀποδράσεως.
ε 2316 Ἐπίηρα: ἡ μετ’ ἐπικουρίας χάρις. οἱ δὲ νεώτεροι ἀντὶ τοῦ ἕνεκα φασίν.
ε 2317 Ἐπιΐδμονα: ἔμπειρον.
ε 2318 Ἐπιΐστορος.
ε 2319 Ἐπιζητῶ· αἰτιατικῇ.
ε 2320 Ἐπιθάνατος: προσδόκιμος τοῦ ἀποθανεῖν.
ε 2321 Ἐπιθαρρῶ· δοτικῇ.
ε 2322 Ἐπὶ θάτερα.
ε 2323 Ἐπιθανής: ἐγγίζων τῷ θανάτῳ. ἀνὴρ πρεσβύτης νοσῶν καὶ ἐπιθανὴς ὤν.
ε 2324 Ἐπιθαυμάζειν: ἀντὶ τοῦ δώροις τιμᾶν. Ἀριστοφάνης. Σω‐ κράτης φησί· Στρεψιάδην ἀσπάζομαι. ὁ δέ· κἄγωγέ σε. ἀλλὰ τουτονὶ πρῶτον λάβε· δεῖ γὰρ ἐπιθαυμάζειν τι τὸν διδάσκαλον.
ε 2325 Ἐπιθέντες: ἀποστείλαντες. οἱ δὲ ἀποπέμπουσι τὸν ἰατρὸν ἐπιθέντες γράμματα πρὸς τὸν τελώνην. καὶ αὖθις· πέμπουσι τῶν σωματοφυλάκων μοῖραν οὐκ ὀλίγην ναυσὶν ἐπιδόντες.
ε 2326 Ἐπιθεραπεύων: ἀντὶ τοῦ διορθούμενος, προμηθούμενος. Θουκυδίδης· ὁ δὲ Ἀλκιβιάδης ἐπιθεραπεύων τὴν ἑαυτοῦ κάθοδον εἰς τὴν πατρίδα εἰδώς, εἰ μὴ διαφθερεῖ αὐτήν, ὅτι ἔσται ποτὲ αὐτῷ.
ε 2327 Ἐπιθέτους ἑορτάς· Ἰσοκράτης Ἀρεοπαγιτικῷ. τὰς μὴ πατρίους ἑορτάς, ἄλλως δὲ ἐπιψηφισθείσας, ἐπιθέτους ἐκάλουν. ἐλέ‐ γετο δὲ παρ’ αὐτοῖς καὶ ἄλλα ἐπίθετά τινα, ὅσα μὴ πάτρια ὄντα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἐδίκαζε. Λυσίας δὲ ἐπιθέτους ἐπιστολὰς λέγει τὰς δοθείσας τισὶν ὥστε διακομίσαι. καὶ ἐπιθεῖναι ἐπιστολάς, ἀντὶ τοῦ παραδοῦναι. καὶ ἐπέθηκεν, ἀντὶ τοῦ παρέδωκεν.
ε 2328 Ἐπίθετοι: αἱ ἀπὸ ἀλλοτρίων. Ναρσῆς δὲ τὰς ἐπιθέτους δυνάμεις τὰς ἀπὸ τῆς Ἀρμενίας γνοὺς πλησιάζειν γράφει πρὸς Ἰω‐ άννην.
ε 2329 Ἐπιθειάσας: ἐπιθαυμάσας, τὸ θεῖον εἰσδεδεγμένος, θεοφορού‐ μενος. Θουκυδίδης· Ἀρχίδαμός τινα ἐπιθειάσας καθίστη ἐς τὸν πό‐ λεμον τὸν στρατόν.
ε 2330 Ἐπιθειασμοί: πρὸς θεὸν ἱκεσίαι. ἐπιθειασμοί τε ὑπέρ τε αὐτοῦ βασιλέως καὶ τῆς στρατιᾶς ἐγίνοντο. καὶ αὖθις· οὐκ ἄνευ ὀλίγων ἐπιθειασμῶν καὶ οἰμωγῆς ἀπολειπόμενοι. τουτέστι θείων ἐπικλήσεων. καὶ αὖθις· τοῖς ἐπιθειασθεῖσι συνεπευφήμησαν.
ε 2331 Ἐπιθειάσων: ἑορτάσων. ὁ δὲ ἔμεινεν αὐτοῦ ἐπιθειάσων τῇ γενεθλίᾳ ἡμέρᾳ τοῦ Χριστοῦ. καὶ γὰρ προσεπέλαζε τῆς ἡμέρας τὸ σέβας.
ε 2332 Ἐπιθεῖναι: ἐπικλεῖσαι. πέμπει ἄγγελον, ἐπιθεὶς ἐπιστολήν.
ε 2333 Ἐπιθήκησα· Ἀριστοφάνης· ὑπό τι μικρὸν ἐπιθήκησα.
ε 2334 Ἐπιθήξας: παρορμήσας, ἐρεθίσας. τὸν δὲ λουόμενον ἀπέκτει‐ νεν ἐπιθήξας οἱ τῶν δορυφόρων τοὺς ἀφειδεστάτους.
ε 2335 Ἐπὶ θήρᾳ: ἐπὶ ἀπάτῃ.
ε 2336 Ἐπιθήσειν: ἀντὶ τοῦ ἐπενεγκεῖν. οὐκ εἰς μακρὰν καὶ παντελῆ ἐπιθήσειν αὐτῷ δίκην ξὺν τοῖς θεοῖς. καὶ αὖθις· ἐπιθεὶς γράμματα δηλοῦντα τὴν τοῦ ἀνδρὸς ἀρετήν.
ε 2337 Ἐπιθιγγάνει: ἐφάπτεται.
ε 2338 Ἐπὶ Θρασύλλῳ· Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παρα‐ γραφῇ τὸ ἐπὶ Θρασύλλῳ φησίν. Ἀττικὸν ἔθος ἀντὶ τοῦ ἐπὶ τῷ Θρα‐ σύλλου μνήματι.
ε 2339 Ἐπιθρώσκων: ἐφαλλόμενος.
ε 2340 Ἐπιθυμηταί: πρόθυμοι. οἱ δὲ ἐμεγαλοφρόνουν τότε καὶ ἐπι‐ θυμηταὶ ἐξίσταντο, ὡς δὴ μεγάλα μὲν λυμανούμενοι τοὺς ἐναντίους καὶ πολλὰ καὶ κερδαλέα ἐνθένδε οἰσόμενοι. καὶ ἐπὶ τοῦ αἰτεῖσθαι. ὁ δὲ τοῦτον ἔλεγεν ἐπικαλεῖσθαι ξύμμαχον. τουτέστι δέεσθαι, χρῄζειν.
ε 2341 Ἐπιθυμία· ἐπιθυμία ἐστὶν ἄλογος ὄρεξις, ὑφ’ ἣν τάττεται ταῦτα· σπάνις, μῖσος, φιλονεικία, ὀργή, ἔρως, μῆνις, θυμός. ἔστι δὲ ἡ μὲν σπάνις ἐπιθυμία τις ἐν ἀποτεύξει καὶ οἷον κεχωρισμένη ἐκ τοῦ πράγματος, τεταμένη δὲ διακενῆς ἐπ’ αὐτὸ καὶ περισπωμένη. μῖσος δέ ἐστιν ἐπιθυμία τις τοῦ κακῶσαί τινα μετὰ προσκοπῆς τινος καὶ προστάσεως, ὀργὴ δὲ ἐπιθυμία τιμωρίας τοῦ δοκοῦντος ἠδικηκέναι οὐ προσηκόντως, ἔρως δὲ ἐπιθυμία τις οὐ περὶ σπουδαίου πράγματος· ἔστι γὰρ ἐπιβολὴ φιλοπονίας διὰ κάλλος ἐμφαινόμενον. μῆνις δέ ἐστιν ὀργή τις πεπαλαιωμένη, ἐπίκοτος καὶ ἐπιτηρητική· θυμὸς δὲ ὀργὴ ἀρχομένη.
ε 2342 Ἐπιθυμία σώματος· ζήτει ἐν τῷ δεδοξοπεποιημένον.
ε 2343 Ἐπιθυμῶν· γενικῇ. προαιρετικῶς ἔχων. τοὺς δὲ ἦγε ζῶντας ἐπιθυμῶν Λακεδαιμονίοις ἀγαγεῖν. συντάσσεται μετὰ γενικῆς.
ε 2344 Ἐπιθύνων: ἐπανορθούμενος.
ε 2345 Ἐπικαγχάζων.
ε 2346 Ἐπικάθηται: ἐπικρέμαται. Πολύβιος· ὁ δὲ διατειχίζει τὴν πόλιν ἀπὸ τῆς ἄκρας, ἵνα μηδεὶς ἔτι φόβος ἐπικάθηται τοῖς Ταραντί‐ νοις ἀπὸ τῶν κατεχόντων τὴν ἀκρόπολιν.
ε 2347 Ἐπικαθίζηται· Ἀριστοφάνης Πλούτῳ· κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε, ἐφ’ οἷς ἂν αὐτὸς ἐπικαθίζηται μόνος. ἀπὸ μεταφορᾶς τῶν ζυγῶν. ἐπικαθέζεσθαι γὰρ τὸ βαροῦν λέγομεν.
ε 2348 Ἐπὶ καλάμῃ ἀροῦν: ἔθος ἐστὶ τοῖς γεωργοῖς παρ’ ἐνιαυτὸν ἀργὴν καταλείπειν τὴν γῆν, ὅπως ἀκεραίους ἐκτρέφῃ τοὺς καρπούς, ὡς μὴ κατ’ ἔτος τοῖς σπέρμασι πονοῖτο. Λυσίας ἐν τῷ πρὸς Τληπό‐ λεμον λόγῳ διαβάλλων τινὰ τῶν ἀπλήστων γεωργῶν, τὰ ἐν τῇ γῇ καταχρώμενον καὶ κατ’ ἔτος ἐξαναλίσκοντα τὴν ἰσχὺν αὐτῆς, φησίν· οὑτοσὶ δὲ πυροὺς ἐπὶ καλάμοις ἀροῖ. τουτέστιν ἀεὶ σπείρων οὐδεμίαν ἄνεσιν τῇ γῇ δίδωσιν.
ε 2349 Ἐπικαλέσας: μεμψάμενος.
ε 2350 Ἐπικαλουμένων: ἀντὶ τοῦ κατηγορουμένων. ἐνίας τῶν κατη‐ γοριῶν εἴωθεν ἀπίστους ποιεῖν ὁ τῶν ἐπικαλουμένων βίος.
ε 2351 Ἐπικαλῶν: ἀντὶ τοῦ κατηγορῶν, ἐγκαλῶν. ἀνεῖλε δὲ τοὺς ἄνδρας ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, πλὴν ὅτι σοφώ τε καὶ ἀρίστω τὼ ἄνδρε γενέσθην. τὸν ἄνθρωπον λοιδορίας πέρι οὐδὲν ἐπικαλεῖν ἐπαγγείλασα, πλὴν ὅτι παιδεραστοίη.
ε 2352 Ἐπικαμπὴς παράταξις: ἐπὰν τὰ μέσα τοῖς πολεμίοις προσ‐ πίπτῃ, τὰ δὲ κέρατα ἐκ τῶν ὀπίσω μερῶν ὄρθια ὑφ’ ἑαυτὴν ἔχῃ τεταγμένα.
ε 2353 Ἐπὶ κάρ: ἐπὶ τὰ κάτω, ἐπὶ κεφαλήν. ἐξ ὀρέων ἐπὶ κάρ. οἷον ἐπὶ τὰ κατωφερῆ.
ε 2354 Ἐπικαρπίας: κέρδη.
ε 2355 Ἐπικάρσιον: πλάγιον, οὐκ εὐθύ. Ἡρόδοτος.
ε 2356 Ἐπικατέσεισεν: ἐπικατέβαλεν. Ἰώσηπος· πολιορκοῦντος Ἀν‐ τιόχου τὰ Ἱεροσόλυμα, ἰδὼν Ἐλεάζαρος ὁ υἱὸς Ματθίου τὸν ὑψηλότα‐ τον τῶν ἐλεφάντων κεκοσμημένον, ὑπολαβὼν ἐπ’ αὐτοῦ τὸν Ἀντίοχον εἶναι, πολὺ διακόψας τὸ στίφος τῶν πολεμίων καὶ τὸ θηρίον ὑπὸ τὴν γαστέρα πλήξας ἐπικατέσεισεν ἑαυτῷ τὸν ἐλέφαντα, μηδὲν δράσας πλεῖον τοῦ μεγάλοις ἐπιβαλέσθαι, καὶ συντριβεὶς ἀπώλετο.
ε 2357 Ἐπικαιρότατα: ἐπικινδυνότατα.
ε 2358 Ἐπικαιρότατος: ἐπιτήδειος. ἐν τοῖς ἐπικαίροις τῶν χω‐ ρίων τόποις. ἀντὶ τοῦ ἐπιτηδείοις.
ε 2359 Ἐπὶ καιροῦ: εὐκαίρως, ἁρμοδίως.
ε 2360 Ἐπικεκηρυχέναι: ὁπότε βούλοιτο πόλις ἢ ἄρχων ἀναιρεθῆ‐ ναί τινα τῶν μὴ ὑφ’ ἑαυτοῖς, ἐκήρυττε δώσειν χρήματα τῷ ἀνελόντι ἢ καὶ ζῶντα προσαγαγόντι· καθὰ καὶ Ξέρξην ἐπεκήρυξαν οἱ Ἕλληνες τῷ καταγαγόντι ἢ ζῶντα ἢ τεθνηκότα Ἀθήναζε ρʹ δώσειν τάλαντα.
ε 2361 Ἐπικελεύομαι· δοτικῇ.
ε 2362 Ἐπίκενος λόγος: ὁ μάταιος.
ε 2363 Ἐπὶ κέρως παραπλέοντας: τουτέστι μίαν κατακολουθοῦσαν τῇ ἑτέρᾳ.
ε 2364 Ἐπικερτομοῦσι: χλευάζουσιν. Ἀγαθίας· ὁ δὲ ἧκεν ἐπι‐ κερτομήσων αὐτοὺς τῆς ἀβουλίας καὶ ἀμελείας. πρὸς αἰτιατικήν. καὶ αὖθις· οὐχ ἥκιστα δὲ Πετράνης ἐλύπησεν αὐτὸν ἐπικερτομήσας τοιάδε.
ε 2365 Ἐπικεύσω: ἐπικρύψω.
ε 2366 Ἐπὶ κεφαλαίου: συντόμως, ταχέως. Πολύβιος· μνησθεὶς δ’ ἐπὶ κεφαλαίου τῶν γεγονότων αὐτοῖς ἐλαττωμάτων καὶ θεὶς πρὸ ὀφθαλμῶν τὰ τῶν Μακεδόνων προτερήματα.
ε 2367 Ἐπικεχήνασι.
ε 2368 Ἐπικεχοδώς: ἀποπατήσας, ἀποτιλήσας.
ε 2369 Ἐπικείμενα: ἀντὶ τοῦ ἐπιφέροντα. δισχιλίας λίτρας χρυσίου στέλλουσι καὶ κειμήλια κάλλιστα οἱ περὶ Γεζέριχον τῷ Βασιλίσκῳ, πρόφασιν τὴν τῶν Ἀρειανῶν ἐπικείμενα.
ε 2370 Ἐπίκειμαι τοῦ περίκειμαι διαφέρει. δοτικῇ.
ε 2371 Ἐπικειμένου: τοῦ φαινομένου. ὁ δὲ ᾔτει τιμὴν τοὺς κεκτη‐ μένους τοῦ ἐπικειμένου καρποῦ, καὶ παρ’ ὧν μὴ λάβοι, διέφθειρεν.
ε 2372 Ἐπικήδειον: ἐπιτάφιον, ἐπιθανάτιον. καὶ Ἐπικήδειος θρῆνος ὁμοίως.
ε 2373 Ἐπίκηρα: ἐπιθανάτια. κὴρ γὰρ ὁ θάνατος.
ε 2374 Ἐπίκηρος ὕλη: ἡ πρόσκαιρος.
ε 2375 Ἐπικηρυκεύεται: διὰ κήρυκός τινος συνθήκας τινὰς ἢ πρεσβείας ποιεῖται. ἢ φιλίαν σπένδει.
ε 2376 Ἐπικηρυκεύω· δοτικῇ.
ε 2377 Ἐπικηρυκεία: φιλία ἡ ἐκ τῶν πολεμίων. Ἐπικηρυκεία, τὸ περὶ φιλίας καὶ διαλλαγῶν κήρυκας πέμπειν. Δημοσθένης εʹ Φι‐ λιππικῶν.
ε 2378 Ἐπικίδναται: ἐπισκορπίζεται.
ε 2379 Ἐπικινδυνότατος.
ε 2380 Ἐπικλάσωσιν: εἰς οἶκτον ἀγάγωσι. μὴ καὶ πρὸς ὀλοφυρμὸν τραπόμενοι τοὺς στρατιώτας ἐπικλάσωσιν. Ἰώσηπος· ὁ δὲ τοῖς ἔργοις ἐφεστώς, παρ’ αὐτῷ γὰρ ἐμεμαθήκεσαν, βραδυτῆτα ἐπικαλέσας τῆς ἀφίξεως.
ε 2381 Ἐπίκλαυτον: γοερόν, θρηνητικόν. Ἀριστοφάνης Βατράχοις· ἐπὶ βάρβαρον ἑζομένη πέταλον κελαρύζει ἐπίκλαυτον ἀηδόνιον νόμον.
ε 2382 Ἐπίκλημα: ἔγκλημα. Ἀγαθίας· ἡγούμενοι δὲ ἀδύνατον εἶναι, εὐπρεπέστατα ᾤοντο ἀποσείσασθαι τὸ ἐπίκλημα. καὶ αὖθις· ὁ δὲ Πάκορος, ὁ Παρθυαίων βασιλεύς, καὶ ἄλλα τινὰ ἐπικλήματα ἐπέφερε Τραιανῷ βασιλεῖ, καὶ τὸ δοκεῖν ἐπίκλημα ἐποιεῖτο κατὰ Ῥωμαίων, ὅτι δόξαν ἐντὸς λʹ ἡμερῶν μηδετέρους παρὰ τὰ ξυγκεί‐ μενα ἐπιτελεῖν, οἱ δὲ οὐ κατὰ τὸ θεσπισθὲν ἐπιτειχίζουσιν.
ε 2383 Ἐπίκλην: ἐπωνυμίαν.
ε 2384 Ἐπίκληρος: ὅταν παῖς ὀρφανὴ πατρὸς καὶ μητρὸς ἀδελφῶν τε οὖσα ἔρημος, καὶ ταύτῃ τύχῃ ὑποκειμένη οὐσία, ταύτην καλοῦσιν ἐπίκληρον· ὁμοίως δὲ καὶ τὴν ἤδη γεγαμημένην, ὅταν ᾖ ἐπὶ τῇ οὐσίᾳ ὅλῃ καταλελειμμένη. καλοῦσι γὰρ καὶ τὴν οὐσίαν κλῆρον. καλεῖται δὲ ἐπίκληρος καὶ ἡ μηδέπω γεγαμημένη, ἀλλὰ παρὰ τῷ πατρὶ οὖσα, καθότι καθήκει αὐτῇ πᾶσα ἡ οὐσία. καλοῦνται δὲ ἐπίκληροι, κἂν δύο ὦσι κἂν πλείους. τινὲς δὲ τὴν ἐπίκληρον καλοῦσιν ἐπιπταματίδα καὶ πατροῦχον.
ε 2385 Ἐπίκληρος: νόμος ἦν Ἀθηναίοις γνησίας μὲν οὔσης θυγατρός, νόθου δὲ υἱοῦ, μὴ κληρονομεῖν τὸν νόθον τὰ πατρῷα. ἢ ἡ μὴ ἔχουσα ἀδελφοὺς ἑτέρους συγκληρονόμους, ἀλλὰ μονοκληρονόμος οὖσα. ἐπειδὴ δὲ οὐκ ἐξῆν τοῖς νόθοις κληρονομεῖν, τἀργύριον διὰ χειρὸς ἐδίδοσαν. νόμος δὲ ἦν Ἀττικός, τοῖς νόθοις μέχρι εʹ μνῶν καταλιμπάνειν. Ἀγαθίας· ἐφοίτων δὲ γυναῖκες ἀνὰ τοὺς προμαχῶνας, τυχὸν μὲν μητέρες οὖσαι τῶν ἀπολωλότων, τυχὸν δὲ ἐπίκληροι, τυχὸν δὲ ὁτῳοῦν ἄλλῳ τρόπῳ μέλλον αὐταῖς.
ε 2386 Ἐπίκλησιν: ἐπωνυμίαν.
ε 2387 Ἐπίκλητος: ἔξωθεν ἐρχόμενος. διὰ τῆς ἐπικλήτου καὶ ἀλόγου λοιδορίας ὑπέλαβε πιστότερος φανήσεσθαι.
ε 2388 Ἐπίκλητος: ὁ ἐπί τινι καλούμενος ὑποθέσει. ὃν ἐν ταῖς ἀμηχανίαις Ἰουδαῖοι ἐπίκλητον ἑαυτοῖς τύραννον προσήγαγον.
ε 2389 Ἐπικλινές: ἐπιρρεπὲς εἰς κακόν. ἐπικλινές ἐστι τάλαντον. Καλλίμαχος.
ε 2390 Ἐπικλινὴς ὁδός: καὶ κλίνεται τῆς ἐπικλινέος, καὶ ἐπικλινοῦς.
ε 2391 Ἐπικλίντης: ὁ σεισμός. καὶ κλίνεται ἐπικλίντου.
ε 2392 Ἐπίκλιντρον: εἶδος κοσμίου γυναικείου. τό τ’ ἐπίκλιντρον ἀποβάλοις.
ε 2393 Ἐπίκλοπος: ἀπατεών.
ε 2394 Ἐπικλοπώτερος: παραλογιστικώτερος.
ε 2395 Ἐπικλύσασα: ἐπιδαψιλεύσασα, καταβαλοῦσα. ἡ οὖν Κλεοπάτρα καὶ τοὺς Ἠλείους ἐπειρᾶτο πολλῷ χρυσῷ ἐπικλύσασα τὸ ἄγαλμα τοῦ Διὸς πρίασθαι.
ε 2396 Ἐπὶ κνάφου ἕλκεις: ὅτι διαφθείρεις. οἱ γὰρ κναφεῖς ἀκανθῶν σωρὸν συστρέψαντες ἱμάτια κνάφουσιν. ὁ δὲ σωρὸς ἐλέγετο κνάφος.
ε 2397 Ἐπικναίει καὶ Ἐπέκναιεν.
ε 2398 Ἐπικνίζεται: δάκνεται.
ε 2399 Ἐπικνῶ: ἀντὶ τοῦ ἐπίβαλε. Ἀριστοφάνης Ὄρνισιν· ἀλλ’ ἐπικνῶ τὸ σίλφιον.
ε 2400 Ἐπὶ κόρρης: ἐπὶ κεφαλῆς, ἢ γνάθου, ἢ κροτάφου. κόρρην γὰρ καὶ κόρσην ὅλην τὴν κεφαλὴν σὺν τῷ αὐχένι λέγουσι. τινὲς δὲ καὶ ῥάπισμα λέγουσι τὸ ἐπὶ τῆς γνάθου λαμβάνειν, ἁπτόμενον καὶ τοῦ κροτάφου.
ε 2401 Ἐπὶ κόρρης: ἄλλοι μὲν ἄλλως ἀπέδοσαν. βέλτιον δὲ ἐπὶ τῆς γνάθου ἐκλαμβάνειν· ὃ κατ’ ἔθος λέγομεν ῥάπισμα. οὕτως γὰρ χρῶνται καὶ οἱ ῥήτορες.
ε 2402 Ἐπικουρῆσαι· δοτικῇ. βοηθῆσαι. καὶ Ἐπικουρία, ἡ βοήθεια.
ε 2403 Ἐπικούρειος Ἕρμων: ὁ παρὰ τῷ Λουκιανῷ.
ε 2404 Ἐπίκουρος, Νεοκλέους, Ἀθηναῖος, Γαργήττειος τῶν δήμων, μητρὸς Χαιρεστράτης. ἀδελφοὶ δὲ αὐτοῦ Νεοκλῆς, Χαιρέδημος, Ἀρι‐ στόβουλος ἢ Ἀριστόδημος. φιλοσοφίας δὲ ἤρξατο ἀπὸ ἐνιαυτῶν ιβʹ καὶ οἰκείαν αἵρεσιν εἰσηγήσατο, πρῶτον μὲν ἐν Σάμῳ διατρίψας σὺν τοῖς γονεῦσιν, εἶτα σχολαρχήσας ἐν Μιτυλήνῃ ἐνιαυτῶν ὧν ἦν, εἶτα ἐν Λαμψάκῳ καὶ οὕτως ἐν Ἀθήναις ἐν ἰδίῳ κήπῳ, ἀκούσας δὲ Ναυσιφάνους τοῦ Δημοκριτείου καὶ Παμφίλου τοῦ Πλάτωνος μαθητοῦ. γέγονε δὲ ἐπὶ τῆς ρθʹ ὀλυμπιάδος μετὰ ἑπτὰ ἐνιαυτοὺς τῆς Πλάτω‐ νος τελευτῆς καὶ παρέτεινεν ἐπὶ τῶν διαδόχων καὶ Ἀντιγόνου τοῦ Γονατᾶ· καὶ διέμεινεν ἡ αὐτοῦ σχολὴ ἕως Καίσαρος τοῦ πρώτου, ἔτη σκζʹ. ἐν οἷς διάδοχοι αὐτῆς ἐγένοντο ιδʹ. συγγράμματα δὲ αὐτοῦ πλεῖστα.
ε 2405 Ἐπίκουρος· οὗτος τὸ θεῖον παρ’ οὐδὲν ἐτίθετο· ἀδελφοὶ δὲ τρεῖς ἦσαν, 〈οἳ〉 μυρίοις ἀρρωστήμασι περιπλακέντες ἀπέθανον οἴκτιστα. ὅγε μὴν Ἐπίκουρος ἔτι νέος ὢν αὐτὸς οὐ ῥᾳδίως ἀπὸ τῆς κλίνης οἷός τε ἦν κατιέναι, ἀμβλυώττων τε καὶ πρὸς τὴν τοῦ ἡλίου αἴγλην δειλὸς ὢν καὶ τῷ φαιδροτάτῳ τε καὶ ἐναργεστάτῳ τῶν θεῶν ἀπεχθα‐ νόμενος. καὶ μέντοι καὶ τὴν τοῦ πυρὸς αὐγὴν ἀπεστρέφετο αἷμά τε αὐτῷ διὰ τῶν πόρων ἀπεκρίνετο τῶν κάτω, τοσαύτη δὲ ἄρα ἡ σύντηξις ἡ τοῦ σώματος ἦν, ὡς ἀδυνατεῖν καὶ τὴν τῶν ἱματίων φέρειν ἐπιβολήν. καὶ Μητρόδωρος δὲ καὶ Πολύαινος, ἄμφω τὼ ἑταίρω αὐτοῦ, κάκιστα ἀνθρώπων ἀπέθανον· καὶ μέντοι τῆς ἀθεΐας ἠνέγκαντο μισθὸν οὐδαμὰ οὐδαμῆ μεμπτόν. οὕτω δὲ ἄρα ἦν ἡδονῆς ἥττων ὁ Ἐπίκουρος, ὥστε διὰ τῶν ἐσχάτων ἐν ταῖς διαθήκαις αὐτοῦ ἔγραψε τῷ μὲν πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ἐναγίζειν ἅπαξ τοῦ ἔτους καὶ Μητροδώρῳ καὶ Πολυαίνῳ τοῖς προειρημένοις, ἑαυτῷ δὲ δισσῶς εἰπεῖν, τῆς ἀσωτίας τὸ πλέον προτιμῶν καὶ ἐνταῦθα ὁ σοφός· καὶ τραπέζας λίθων πεποίηται, καὶ ὡς ἀναθήματα ἐν τῷ τάφῳ προσέταξε τεθῆναι ὁ προτένθης τε καὶ ὀψοφάγος οὗτος. καὶ ταῦτα ἐπέσκηψεν οὐκ ὢν ἐν περιουσίᾳ, λυττῶν οὖν ταῖς ἐπιθυμίαις, ὥσπερ οὖν καὶ ἐκείνων σὺν αὐτῷ τεθνηξομένων. ἐξήλασαν δὲ τοὺς Ἐπικου‐ ρείους τῆς Ῥώμης δόγματι τῆς βουλῆς κοινῷ. καὶ Μεσσήνιοι δὲ ἐν Ἀρκαδίᾳ τοὺς ἐκ τῆς αὐτῆς οἱονεὶ φάτνης ἐδηδοκότας ἐξήλασαν λυμεῶνας μὲν εἶναι τῶν νέων λέγοντες, κηλῖδα μὲν φιλοσοφίᾳ προσ‐ βάλλοντες διά τε μαλακίαν καὶ ἀθεότητα· καὶ προσέταξάν γε πρὸ τῶν τοῦ ἡλίου δυσμῶν ἔξω τῶν ὅρων τῆς Μεσσηνίας γῆς εἶναι αὐτούς, ἐκφρησθέντων δὲ τοὺς ἱερέας καθῆραι τὰ ἱερά, τούς γε μὴν τιμούχους (καλοῦσι δὴ ταύτῃ τοὺς ἄρχοντας Μεσσήνιοι) καὶ τὴν πόλιν καθῆραι πᾶσαν, οἷα δήπου λυμάτων τινῶν καὶ καθαρμάτων ἀπηλλαγμένην. ὅτι ἐν Κρήτῃ Λύκτιοι τῶν Ἐπικουρείων τινὰς ἐκεῖ παραβάλλοντας ἐξήλα‐ σαν. καὶ νόμος ἐγράφη τῇ ἐπιχωρίῳ φωνῇ, τοὺς τὴν θήλειαν σοφίαν καὶ ἀγεννῆ καὶ αἰσχρὰν ἐπινοήσαντας καὶ μέντοι τοῖς θεοῖς πολεμίους ἐκκεκηρύχθαι τῆς Λύκτου· ἐὰν δέ τις ἀφίκηται θρασυνόμενος καὶ τὰ ἐκ τοῦ νόμου παρ’ οὐδὲν ποιήσηται, δεδέσθω ἐν κύφωνι πρὸς τῷ ἀρχείῳ ἡμερῶν εἴκοσιν, ἐπιρρεόμενος μέλιτι γυμνὸς καὶ γάλακτι, ἵνα ᾖ μελίτταις καὶ μυίαις δεῖπνον καὶ ἀναλώσωσι χρόνῳ τῷ προειρη‐ μένῳ αὐτούς. τούτου γε μὴν διελθόντος, ἐὰν ἔτι περιῇ, κατὰ κρημνοῦ ὠθείσθω στολὴν γυναικείαν περιβληθείς.
ε 2406 Ἐπίκουρος: ὄνομα κύριον. εἶχε δὲ ἄρα τὸ βιβλίον τὰς Ἐπικούρου δόξας, ἃς ἐκεῖνοι κυρίας οὕτω καλοῦσιν, Ἐπικούρου κακὰ γνωρίσματα· ἐν αἷς ἄρα καὶ τόδε ἦν, ὅτι καὶ τόδε τὸ πᾶν φέρεται τύχῃ τινί, οὐ μὴν βουλήσει καὶ κρίσει θεοῦ. ταύτας δὴ τὰς θρυλου‐ μένας ἀτόμους πληττομένας ὑπ’ ἀλλήλων, εἶτα ἀφισταμένας, ἐκ τού‐ των γίνεσθαι ἀέρα, γῆν καὶ θάλατταν, εἶτα διαλύεσθαι τὰς ἀνακράσεις καὶ συνόδους καὶ παντελῶς ἀφανίζεσθαι εἰς ἀτόμους. φέρεσθαι δὲ εἰκῆ τὰ πάντα, καὶ ὡς ἔτυχεν, οὐ μὴν ἐκ τῆς τοῦ ποιητοῦ σοφίας. εἶτα ὅτι ἐκ προνοίας φύρεται πάντα, οὔτε κυβερνήτην οὔτε ἰθυντὴν οὔτε ποιμένα ἔχοντα. εἶτα ὁ πομπῇ τοῦ θεοῦ ἥκων οὐκ ἠνέσχετο παρα‐ ληρεῖν αὐτόν, ἀλλὰ τὴν τῶν λόγων παραπλῆγα λύτταν κατεσίγασεν, εἶτα ἀνέθορεν, Ἐπικούρῳ καὶ ταῖς ἐκείνου δόξαις κλάειν λέγων.
ε 2407 Ἐπίκουρος: βοηθός. καὶ Ἐπικουρῶ· δοτικῇ.
ε 2408 Ἐπικωμάσαι: ὀρχεῖσθαι, ἢ λαλῆσαι αἰσχρά. πολλαὶ ταῖς ἐκκλησίαις ἐπεκώμασαν ταραχαί.
ε 2409 Ἐπίκωμος: ὑβριστής, συγχαίρων. ταῦτα δὲ ἀχρεῖα τυγ‐ χάνειν ἔδοξεν, ὡς περιττὸς ἐπίκωμος. ὁ Προκόπιός φησι περὶ Θεο‐ δοσίου βασιλέως.
ε 2410 Ἐπικωπητήρ: ὁ τροπωτὴρ ἱμάς.
ε 2411 Ἐπίκωπος: ξιφήρης. κώπη γὰρ ἡ λαβὴ τοῦ ξίφους. ἢ ἀντὶ τοῦ διὰ νεώς, καὶ ναυτικὸς ὤν. καὶ Ὅμηρος· οὐ γάρ μοι νῆες εἰσὶν ἐπήρετμοι. ἐπὶ Ποπλίου συνθήκας ἐποιήσαντο Ῥωμαῖοι καὶ Καρχη‐ δόνιοι, μὴ ἔχειν μήτε κτᾶσθαι Καρχηδονίους πλοῖον ἐπίκωπον, πλὴν δέκα τριήρων καὶ τῶν ἁλιευτικῶν καὶ περιχώρων, ὧν οὐδὲν ἦν δεκασκάλμου μεῖζον.
ε 2412 Ἐπικῶς: ἀντὶ τοῦ λογίως. Ἐπικῶς δὲ ἀντὶ τοῦ ποιητικῶς.
ε 2413 Ἐπικρᾶναι: τῇ κεφαλῇ κατανεῦσαι.
ε 2414 Ἐπικράτεια. καὶ Ἐπικρατῶ· γενικῇ.
ε 2415 Ἐπικράτης, κωμικός. τῶν δραμάτων αὐτοῦ Ἔμπορος καὶ Ἀντιλαΐς.
ε 2416 Ἐπικράτης· Ἐπικράτους οὐκ ὀλίγῳ καλλίονα πώγων’ ἔχεις. οὗτος γὰρ μέγαν πώγωνα εἶχεν. ἐπεκαλεῖτο δὲ σακεσφόρος. καὶ Πλάτων ὁ κωμικός φησιν· ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε. καὶ ἐκωμῳδεῖτο εἰς δασύτητα. ἦν δὲ ῥήτωρ δημαγωγός.
ε 2417 Ἐπικράτης, Ἀθηναίων δημαγωγός, Ἔφορος ἐπικαλούμενος· οὗ καὶ Δημοσθένης ἐν τῷ Παραπρεσβείας μνημονεύει. ἕτερος δέ ἐστιν, οὗ μνημονεύει Λυκοῦργος ἐν τῷ Περὶ διοικήσεως· ὅν φασι κεκτῆσθαι ταλάντων χʹ οὐσίαν. ἄλλος δέ ἐστιν Ἐπικράτης, Αἰσχίνου τοῦ ῥήτο‐ ρος κηδεστής· ᾧ ἐπώνυμον Κυρηβίων, ὡς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου.
ε 2418 Ἐπικρεμαμένου: ἐπικειμένου. οἱ δὲ ὑπὸ μεγέθους τοῦ ἐπι‐ κρεμαμένου ἔτι κινδύνου πάντα οἰστὰ ἐλογίζοντο.
ε 2419 Ἐπικρεμάσας: ἐπενεγκών. οἷς δ’ ἅμα ἀναταθεὶς καὶ τὸν ἐξ αὑτοῦ φόβον ἐπικρεμάσας.
ε 2420 Ἐπίκρια: τὰ τῆς νηὸς σανιδώματα.
ε 2421 Ἐπικρίνει: δοκιμάζει.
ε 2422 Ἐπικριτής: σύμβουλος, δοκιμαστής. χρώμενος ἐπικριτῇ τῶν λεγομένων τῷ Μασσανάσσῃ διὰ τὴν τῶν τόπων ἐμπειρίαν.
ε 2423 Ἐπικτήτης.
ε 2424 Ἐπίκτητος, Ἱεραπόλεως τῆς Φρυγίας, φιλόσοφος, δοῦλος Ἐπαφροδίτου, τῶν σωματοφυλάκων τοῦ βασιλέως Νέρωνος. πηρωθεὶς δὲ τὸ σκέλος ὑπὸ ῥεύματος ἐν Νικοπόλει τῆς νέας Ἠπείρου ᾤκησε, καὶ διατείνας μέχρι Μάρκου Ἀντωνίνου· ἔγραψε πολλά. ὅτι Θεο‐ σέβιος ὁ φιλόσοφος ἔλεγε πολλὰ ἀπὸ τῶν Ἐπικτήτου σχολῶν, τὰ δὲ καὶ αὐτὸς ἐπετεχνᾶτο τῆς ἠθοποιοῦ διανοήματα μούσης, ἱκανὰ πείθειν καὶ δυσωπεῖν τῶν ψυχῶν τὰς μὴ παντάπασιν ἀτέγκτους καὶ ἀτεράμο‐ νας· ἀποστρέφεσθαι δὲ καὶ ἀποδιδράσκειν τὰ χείρω τῆς ζωῆς εἴδη κατὰ δύναμιν, ἀσπάζεσθαι δὲ τὰ ἀμείνω καὶ μεταδιώκειν, καθόσον οἷόν τε παντὶ σθένει· τοιγαροῦν καὶ ἐν συγγράμμασι καταλέλοιπε τοιούτοις τισὶ τὰς ἑαυτοῦ νουθετήσεις οἵοις Ἐπίκτητος πρότερον. καί μοι δοκεῖ ὁ ἀνὴρ γεγονέναι ἄντικρυς, ὡς ἕνα πρὸς ἕνα ἀντιβαλεῖν, ὁ τοῦ καθ’ ἡμᾶς χρόνου Ἐπίκτητος, ἄνευ μέντοι τῶν Στωϊκῶν δοξασμάτων. ὁ γὰρ Θεοσέβιος οὐδενὸς τοσοῦτον ὅσον τὴν Πλάτωνος ἀλήθειαν ἠσπάζετο καὶ ἐθαύμαζε. καὶ δή τι καὶ συνεγράψατο μικρὸν βιβλίδιον περὶ τῶν ἐν Πολιτείᾳ τῇ μεγάλῃ κεκομψευμένων, τὴν ἀπὸ τῶν θεῶν ἥκου‐ σαν θεοσοφίαν ἐξαίρων λόγῳ· ταύτην γὰρ διαφερόντως ἐτίμα καὶ ἔσεβεν. ἀεὶ γὰρ ἐν τοῖς ἠθικωτέροις φιλοσοφήμασι διατρίβων ἐφαίνετο. καὶ γὰρ εὖ ἐπεφύκει πρὸς εὐζωΐαν μᾶλλον ἢ ἐπιστήμην, οὐδὲ ταύτην ἡσυχάζουσαν, οὐδὲ ἐν μόναις ταῖς φαντασίαις γυμναζομένην, ἀλλὰ ζῶσαν ἱκανῶς ἐπ’ αὐτῶν τῶν πραγμάτων. εἰ μὴ γὰρ καὶ τὸν δημό‐ σιον ἐπολιτεύσατο τρόπον, ἀλλὰ τὸν ἴδιον, ὃν καὶ Σωκράτης ἐκεῖνος καὶ ὁ Ἐπίκτητος καὶ πᾶς εὖ φρονῶν μεταχειρίζεται, τὴν ἑαυτοῦ καὶ ἐν ἑαυτῷ πολιτείαν διακοσμῶν· τοῦτο μὲν πρῶτον, ἔπειτα καὶ πρὸς ἄλλους ἐν μέρει καθέκαστον ἰδίᾳ συνισταμένην πρὸς τὸ βέλτιστον.
ε 2425 Ἐπικυδέστερος: ἐπικρατέστερος, νικητικός, ἐνδοξότερος. κῦδος γὰρ ἡ δόξα. τοὺς Ῥωμαίους ὁ Τοῦρκος ἐν τιμῇ πλείονι ἐποιή‐ σατο, ὡς καὶ κατὰ τὴν ἐπικυδεστέραν ἀνακλῖναι στιβάδα.
ε 2426 Ἐπικύδης· ὅτι Ἐπικύδης καὶ Ἱπποκράτης ἀδελφὼ μὲν ἀλλή‐ λων, στρατηγὼ δὲ Συρακουσίων, οἳ Ῥωμαίοις ἐκ πολλοῦ δυσχεραίνον‐ τες, ἐπεὶ τὰς Συρακούσας οὐκ ἴσχυον ἐκπολεμῶσαι, κατέφυγον ἐς Λεοντίνους διαφερομένους τοῖς Συρακουσίοις καὶ κατηγόρουν τῆς πατρίδος, ὅτι τὰς σπονδὰς Ἱέρωνος ἐφ’ ὅλῃ Σικελίᾳ πεποιημένου μόνοι Συρακούσιοι σφίσιν αὐτοῖς ἀνακοινώσειαν. οἱ δὲ ἠρεθίζοντο καὶ Συρακούσιοι μὲν ἐπεκήρυσσον, εἴ τις Ἱπποκράτους ἢ Ἐπικύδου κομίσειε τὴν κεφαλήν, ἰσόσταθμον αὐτῷ χρυσίον ἀντιδώσειν, Λεοντῖνοι δὲ αὑτῶν Ἱπποκράτην στρατηγὸν ᾑροῦντο.
ε 2427 Ἐπικυκλῆσαι: ἐπεισαγαγεῖν.
ε 2428 Ἐπικύλλωμα: τὸ μετὰ τὴν τῶν ἄρτων διάρτησιν περισσευό‐ μενον· κόλλιξ γὰρ ὁ ἄρτος. ὅθεν καὶ κολλούριον, ἀπὸ τοῦ κολοβόν.
ε 2429 Ἐπικυφότερος.
ε 2430 Ἐπιλάθῃ καὶ Ἐπιλάθωμαι· γενικῇ. αὐθυπότακτα.
ε 2431 Ἐπιλαμβάνεσθαι· γενικῇ. μέμφεσθαι. μὴ ὀνειδιστικῶς ἐπι‐ λαμβάνεσθαι τῶν βάρβαρον ἢ σόλοικον ἢ ἀπηχές τι προενεγκαμένων.
ε 2432 Ἐπίλαμπος· καταφανής, παρ’ Ἡροδότῳ.
ε 2433 Ἐπιλανθάνεσθαι: ἀποβαλεῖν ἐπιστήμην.
ε 2434 Ἐπιλαχόντα: τυχόντα.
ε 2435 Ἐπιλαχών· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος· οὔτε λαχὼν οὔτ’ ἐπιλαχών, ἀλλ’ ἐκ παρασκευῆς πριάμενος. τοιοῦτον δέ ἐστι τὸ λεγόμενον. ἐκληροῦντο οἱ βουλεύειν ἢ ἄρχειν ἐφιέμενοι. ἔπειτα ἑκάστου τῶν λαχόντων ἕτερος ἐπελάγχανεν, ἵνα, ἐὰν ὁ προλαχὼν ἀποδοκιμασθῇ ἢ τελευτήσῃ, ἀντ’ ἐκείνου γένηται βουλευτὴς ἢ ἄρχων ὁ ἐπιλαχών.
ε 2436 Ἐπιλέγει: πρὸς τοῖς προειρημένοις φησίν.
ε 2437 Ἐπίλεκτος, προπαροξυτόνως. ἐκλεκτὸς δὲ ὀξυτόνως. διότι τὸ μὲν ἐκ τοῦ ῥήματος, τὸ δὲ ἐκ τοῦ ὀνόματος συντέθειται.
ε 2438 Ἐπιλεξάμενος: ἀναμετρήσας, ἀναλογισάμενος. ὁ δὲ Ἡρακλῆς τὸν ἀριθμὸν τῶν βοῶν ἐπιλεξάμενος. καὶ Ἡρόδοτος· ὁ δὲ ἐπι‐ λεξάμενος, ὡς ἢν δι’ αὐτοῦ κατέλθωσιν οἱ φυγάδες ἐς τὴν πόλιν, ἄρξει τῆς Νάξου. ἀντὶ τοῦ ἀναλογισάμενος. κεῖται δὲ καὶ ἐπὶ τοῦ ἀναγνούς. ὁ δὲ εὑρίσκει τὰ γεγραμμένα καὶ ἐπιλεξάμενος ἐλέγχει τὸ πᾶν, ὡς ἐγένετο.
ε 2439 Ἐπιλείψει με: καταλείψει με· διηγούμενον ἡ ἡμέρα.
ε 2440 Ἐπὶ Λειψυδρίῳ μάχη: χωρίον ὑπὲρ τῆς Πάρνηθος, ὃ ἐτείχι‐ σαν οἱ φυγάδες τῶν τυράννων, ὧν οἱ Ἀλκμαιονίδαι προεστήκεσαν. ἐκπολιορκηθέντων δ’ αὐτῶν ὑπὸ τῶν περὶ Πεισίστρατον, σκολιὸν εἰς αὐτοὺς ᾔδετο· αἲ αἲ Λειψύδριον προδωσέταιρον, οἵους ἄνδρας ἀπώλε‐ σας, μάχεσθαι δ’ ἀγαθούς γε καὶ εὐπατρίδας, ὁπότ’ ἔδειξαν, οἵων πατέρων ἔσαν.
ε 2441 Ἐπίληθον: τὸ λανθαστικόν.
ε 2442 Ἐπὶ Ληναίῳ: περίβολός τις μέγας, ἐν ᾧ τοὺς ἀγῶνας ἦγον τοὺς σκηνικούς.
ε 2443 Ἐπίληπτος: ἐπιλήψιμος, καὶ μέμψεως ἄξιος. καὶ Ἐπί‐ ληπτος, ὁ νοσῶν τὴν ἱερὰν νόσον, καὶ λυόμενος ἐπὶ τοῦ βασιλέως Θεοδοσίου.
ε 2444 Ἐπιλησμότατον: ἰδίως ἐπιλησμονέστατον. Ἄλεξις δὲ λέγει ἐπιλήσμη, Κρατῖνος ἐπιλησμοσύνη. Ἀριστοφάνης Νεφέλαις· οὐκ ἐς κόρακας ἀποφθερῇ ἐπιλησμότατον καὶ σκαιότατον γερόντιον.
ε 2445 Ἐπιλήψει με: καταλάβῃ με.
ε 2446 Ἐπιλίγδην: συμψαῦσαι καὶ ἀφάψασθαι μόνον. ὃ παρ’ ἡμῖν ἄνωθεν, ἄνω.
ε 2447 Ἐπιλλίζω: τὸ διανεύω.
ε 2448 Ἐπιλογισάμενος· καὶ ἐφ’ ὧν ἐνόμιζε πλεονεκτήσειν κατὰ τὴν μάχην ἐπιλογισάμενος, πείθει.
ε 2449 Ἐπιλλύζουσα: ἐπεγγελῶσα, ἐπιμύουσα τοὺς ὀφθαλμούς· ὅπερ ἴδιόν ἐστι τῶν γλαυκῶν, διὰ τὸ μὴ βλέπειν δι’ ἡμέρας.
ε 2450 Ἐπίλυκος, κωμικὸς ποιητής. τῶν δραμάτων αὐτοῦ ἐστι Κορα‐ λίσκος, ὡς Ἀθήναιος.
ε 2451 Ἐπιλυομένου: συγχωροῦντος.
ε 2452 Ἐπίλυσιν: ἔφοδον. ὁ δὲ πέμπει Ἰωάννην, ὡς ἂν προφυλακῇ χρήσοιτο καὶ προκαταμάθοι τὴν ἐπίλυσιν τῶν βαρβάρων.
ε 2453 Ἐπιλύτης: ἐπίλυτος.
ε 2454 Ἐπιμᾶλλον: ἐπίρρημα. περισσοτέρως. καὶ ἐπιμᾶλλον ἐξ‐ ήπτοντο εἰς ὀργήν.
ε 2455 Ἐπιμᾶλλον: ἀντὶ τοῦ προθυμότερον. Δέξιππος· τῶν δέ τινων τοῖς Ὑπερίδου λόγοις ἐπιμᾶλλον ἀχθέντων. καὶ ἀντὶ τοῦ περισσοτέρως. ἐνδιδόναι σφᾶς ἐπιμᾶλλον. καὶ αὖθις· ταῦτά τοι ἐπιμᾶλλον ἐξῆψεν αὐτῷ τὸ μῖσος.
ε 2456 Ἐπίμαργος: μεμηνώς.
ε 2457 Ἐπιμαστίδιος: ὁ θηλάζων. ὁ δὲ νεώτατος παῖς ἐπιμαστίδιος ἦν, οὗ ἡ μήτηρ ἀντείχετο.
ε 2458 Ἐπιμαχία συμμαχίας διαφέρει· καὶ ζήτει ἐν τῷ συμμαχία.
ε 2459 Ἐπιμαχεῖν· φιλίαν σφίσιν ἔνσπονδον εἶναι ἐπὶ τῷ τῇ ἀλλή‐ λων ἐπιμαχεῖν· καὶ ἅμιλλα ἦν ἀμφοῖν, πότερος μᾶλλον τὰ δόξαντα ἔργῳ ἐμπεδώσει.
ε 2460 Ἐπίμαχος: δυναμένη πολεμεῖσθαι. καθὸ μὲν ἐπίμαχος ἦν πόλις, χώματα ἐγείρων. καὶ αὖθις· οἱ δὲ ἐπορεύοντο ἐπὶ χωρίον, ὃ ἐδόκει ἐπιμαχώτατον εἶναι.
ε 2461 Ἐπὶ μέγα: ἐπίρρημα. ἀντὶ τοῦ μεγάλως. οἳ ἐπὶ μέγα ἀρθέν‐ τος αὐτοῖς τοῦ ὀνόματος τῆς Ἀσίας ἐπῆρχον. ἐπὶ μέγα τρυφῆς προελθόντες οἱ Συβαρῖται καὶ πλούτου ἐπὶ μέγα ἥκοντες ἑαυτοῖς καὶ ἄλλοις ἐδόκουν ἀξιόζηλοι εἶναι.
ε 2462 Ἐπιμέλεον: φροντίδος ἄξιον. Ἡρόδοτος· ὡς δὲ παρεξῄει ἡ γυνή, ἐπιμέλεον τῷ Δαρείῳ ἐγένετο. ἐπιμελὲς δὲ ὥς οἱ ἐγένετο, πέμπει τῶν δορυφόρων τινὰς γνῶναι, ὅ τι χρήσαιτο τῷ ἵππῳ ἡ γυνή.
ε 2463 Ἐπιμέλεια: ἡ σπουδή, ἡ φροντίς.
ε 2464 Ἐπιμελής: ἄρτος ὁ καθαρός.
ε 2465 Ἐπιμελητὰς ἐμπορίου: δέκα ἐκλήρουν ἐπιμελητὰς οἱ Ἀθη‐ ναῖοι ἐμπορίου, οἷς προστέτακτο τῶν τε ἐμπορίων ἐπιμελεῖσθαι καὶ τοῦ σίτου καταπλέοντος εἰς τὸ Ἀττικὸν ἐμπόριον τὰ δύο μέρη ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν.
ε 2466 Ἐπιμεληταί: παρὰ Πέρσαις ἦσαν ἐπιμεληταί, ὥς φησιν Ξενο‐ φῶν, οἳ τοὺς τετρωμένους ἐν πολέμῳ ἐθεράπευον.
ε 2467 Ἐπιμεληταὶ ἐχειροτονοῦντο τῶν χορῶν, ὡς μὴ ἀτακτεῖν τοὺς χορευτὰς ἐν τοῖς θεάτροις. ἄλλοι δὲ λέγουσιν, ὅτι ἐμπορίου ἄρχοντές εἰσι κληρωτοὶ ἑκάστου ἔτους καθιστάμενοι, οἷς προσετέτακτο ἐπιμελεῖ‐ σθαι τοῦ καταπλέοντος σίτου εἰς τὸ ἐμπόριον τὸ Ἀττικὸν καὶ τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν.
ε 2468 Ἐπιμελητὴς τῶν μυστηρίων: παρὰ Ἀθηναίοις ὁ λεγόμενος βασιλεὺς πρῶτον μὲν μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν, οὓς ὁ δῆμος ἐχειροτόνει. δʹ δὲ ἦσαν ͵βʹ μὲν ἐξ Ἀθηναίων ἁπάντων, εἷς δὲ ἐξ Εὐμολπιδῶν καὶ εἷς ἐκ Κηρύκων.
ε 2469 Ἐπιμελόμενος: ἐπιμελούμενος.
ε 2470 Ἐπιμεμφόμενος· πρός γε καὶ πλεῖστα ἐπιμεμφόμενος ἦν τοῖς Πέρσαις, ἅτε δὴ πρὸς αὐτῶν ἄδικα πεπονθώς.
ε 2471 Ἐπιμενίδης, Φαίστου ἢ Δοσιάδου ἢ Ἀγιασάρχου υἱός, καὶ μητρὸς Βλάστας, Κρὴς ἀπὸ Κνωσσοῦ, ἐποποιός· οὗ λόγος, ὡς ἐξίοι ἡ ψυχὴ ὁπόσον ἤθελε καιρόν, καὶ πάλιν εἰσῄει ἐν τῷ σώματι· τελευτή‐ σαντος δὲ αὐτοῦ, πόρρω χρόνων τὸ δέρμα εὑρῆσθαι γράμμασι κατά‐ στικτον. γέγονε δὲ ἐπὶ τῆς λʹ ὀλυμπιάδος, ὡς προτερεύειν καὶ τῶν ζʹ κληθέντων σοφῶν ἢ καὶ ἐπ’ αὐτοῖς γενέσθαι. ἐκάθηρε γοῦν τὰς Ἀθήνας τοῦ Κυλωνείου ἄγους κατὰ τὴν μδʹ ὀλυμπιάδα, γηραιὸς ὤν. ἔγραψε δὲ πολλὰ ἐπικῶς· καὶ καταλογάδην μυστήριά τινα καὶ καθαρμοὺς καὶ ἄλλα αἰνιγματώδη. πρὸς τοῦτον γράφει Σόλων ὁ νομοθέτης μεμφόμενος τῆς πόλεως κάθαρσιν. οὗτος ἔζησεν ρνʹ ἔτη, τὰ δὲ Ϟʹ ἐκαθεύδησεν. καὶ παροιμία τὸ Ἐπιμενίδειον δέρμα, ἐπὶ τῶν ἀποθέτων.
ε 2472 Ἐπιμετρούσης: ἐπιχορηγούσης. ὥσπερ ἐπιμετρούσης καὶ συν‐ επαγωνιζομένης τοῖς γεγονόσι τῆς τύχης.
ε 2473 Ἐπιμετρῶ· δοτικῇ.
ε 2474 Ἐπιμείλιον: τὸ προικίον.
ε 2475 Ἐπιμείνῃς: αὐθυπότακτον.
ε 2476 Ἐπιμηλίδες Νύμφαι.
ε 2477 Ἐπιμήνια: τὰ καθ’ ἕκαστον μῆνα φυόμενα. ἢ τὰ ὑπὲρ ὅλου τοῦ μηνὸς ἅπαξ ποτὲ γενόμενα θύματα.
ε 2478 Ἐπὶ μικρόν.
ε 2479 Ἐπιμίξ: ἐπιμεμιγμένως.
ε 2480 Ἐπίμπλατο καὶ Ἐπίμπλαντο.
ε 2481 Ἐπιμύω: τὸ καμμύω.
ε 2482 Ἐπινάστειος: μέτοικος, ξένος, φυγάς.
ε 2483 Ἐπινενασμέναι: πεπληρωμέναι. Ἀριστοφάνης· αἱ τράπεζαί γ’ εἰσὶν ἐπινενασμέναι ἀγαθῶν πάντων καὶ παρεσκευασμέναι.
ε 2484 Ἐπινέμησις: ὁ τοῦ χρόνου μερισμός.
ε 2485 Ἐπινενησμένον: ἐπικεκλωσμένον. καὶ Ἐπινησθεῖσαν, ἐπικλωσθεῖσαν. ἡνίκα ἂν τὴν πεπρωμένην ὁδὸν καὶ ἐπινησθεῖσαν δια‐ νύσω.
ε 2486 Ἐπινεφρίδιον: τὸ ἐπὶ τοῖς νεφροῖς λίπος.
ε 2487 Ἐπινείμῃς: αὐθυπότακτον.
ε 2488 Ἐπίνειον: παραθαλάσσιον χωρίον, ἢ προσορμητήριον. ὁ λε‐ γόμενος κατάβολος. Πολύβιος· ὅτι οἱ Ῥωμαῖοι τὰς μὲν ναῦς ἐνεώλκησαν, τοὺς δὲ ἐν τῇ Ταρρακῶνι συναθροίσαντες ἐκ δὲ τῶν προγεγονότων ἐλαττωμάτων ἐπίνειον ἐποίησαν, ἐπὶ τῷ προκαθίσαντας ἐπὶ τῆς διαβάσεως διαφυλάξαι τοὺς συμμάχους.
ε 2489 Ἐπίνειον: παρὰ τὸ ἐν αὐτῷ νήχεσθαι τὰς ὁλκάδας καὶ ὀκέλ‐ λειν. ἢ πόλισμα παραθαλάσσιον, ἔνθα τὰ νεώρια τῶν πόλεών εἰσιν· ὥσπερ Πειραιεὺς τῶν Ἀθηναίων καὶ Νίσαια τῆς Μεγαρίδος. δύναται δὲ ἐπὶ παντὸς ἐμπορίου καὶ παραθαλασσίου χρήσασθαι τῷ ὀνόματι τούτῳ, ὃ νῦν οἱ πολλοὶ κατάβολον καλοῦσιν.
ε 2490 Ἐπινησθέντα· τὸν ἐπινησθέντα ἐνίοις βίον. τὸν ὁρισθέντα. καὶ αὖθις Αἰλιανός· καὶ ὅτε ἔμελλε τὴν ἐπινησθεῖσάν οἱ καὶ τελευταίαν ὁδὸν ἰέναι, ᾤχοντο ἀπιοῦσαι.
ε 2491 Ἐπινήσαντες· φρύγανα πρὸ τοῦ τείχους καὶ παντοδαπὸν φορυτὸν συγκομισάμενοι καὶ ἐπινήσαντες κόπρον πῦρ ὑπέβαλλον. ὡς δὲ ἐπὶ πολὺ ἐπὶ τοσόνδε ἤρθη ὁ καπνός, ὥστε ἂν ἀπίοντες μὴ κατα‐ φανεῖς εἶεν, ἀπανέστησαν τῆς πολιορκίας.
ε 2492 Ἐπινησθεῖσαν: ἀντὶ τοῦ ἐπικλωσθεῖσαν.
ε 2493 Ἐπίνικος: καὶ αὐτὸς κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ὑποβαλλόμεναι, ὡς Ἀθήναιος.
ε 2494 Ἐπίνικος, ὕπαρχος τῆς πόλεως ἐπὶ Βασιλίσκου, κόρον χρη‐ ματισμοῦ μὴ λαμβάνων μηδένα καὶ τὰ ἔθνη καὶ τὰς πόλεις πάσας καπηλεύων καὶ ἀτόπων τὰς ἐπαρχίας προσταγμάτων ἐμπλήσας· ἃ μὴ φέρουσαι ἔτι τῶν ἀρχόντων αἱ τάξεις, μηδὲ αἱ ἔξω βουλαί, φυγοῦσαι κατέλιπον τὰς τῶν φόρων εἰσπράξεις. ἐκ δὲ τῆς τούτου πλεονεξίας ἀρχόμενοι ἱκέται ἐν τοῖς κοινοῖς ἱεροῖς ἐκαθέζοντο ἐλέγχοντες τὰ τούτου κλέμματα. ἦν δὲ πᾶσιν ἀπεχθὴς τιμὴν οὐδενὶ νέμων προσ‐ ήκουσαν. καὶ τοῦτον τῆς ἀρχῆς ἀπήλλαξαν ἀτίμως· ἀνθαιροῦνται δὲ ἄνδρα Λαυρέντιον, ὃς ἦν ἐξ ἀρχῆς τῶν ἐπὶ τῆς ἀγορᾶς τῆς μεγάλης ῥητόρων καὶ πρωτεύσας ἐν ταύτῃ. ὅτῳ δὲ συνείποι, οὔτε τρίβειν, ὡς ἂν μᾶλλον κερδαίνοι, οὔτε διέλκειν ἠνείχετο.
ε 2495 Ἐπινῶς: τὸ λίαν.
ε 2496 Ἐπίνυσεν.
ε 2497 Ἐπίξηνος: ὁ μαγειρικὸς κορμός, ἐφ’ ᾧ τὰ κρέα συγκόπτουσιν. Ἀριστοφάνης· ὑπὲρ ἐπιξήνου θελήσω τὴν κεφαλὴν ἔχων λέγειν. εἰ μὴ λέγω, φησί, δίκαια, τῆς κεφαλῆς ἀφαιρεθείην.
ε 2498 Ἐπὶ ξυροῦ: ἐπὶ κινδύνου, ἐν αὐτῇ τῇ τοῦ πράγματος ἐπι‐ τάσει. ὁ δὲ περιαλγῶν ἐπὶ τῇ προρρήσει ἦν δῆλος, ἐπὶ ξυροῦ τε ἀκμῆς, τὸ λεγόμενον, ὁ τούτου κίνδυνος ὤν, οἵ τε ναῦται καὶ ὅσοι περίνεοι οὐκ ἀνεξόμενοι τῆς τούτου μελλήσεως δῆλοι ἦσαν. καὶ αὖθις· καὶ αὐτοῦ τὸ κράτος ἐπὶ ξυροῦ ἀκμῆς ἦν.
ε 2499 Ἐπιορκήσαντα· Λυσίας ἐπιορκήσαντα τὸν ὀμόσαντα εἶπεν.
ε 2500 Ἐπίορκον ἀνώμοσεν: οὐ τὸ ἔξωθεν ἐπιπεφωνημένον ἐπί‐ ορκον ὤμοσεν ἑκουσίως· ἀλλ’ ἐπειδὴ οὐκ ἔμελλε τελειωθῆναι τὰ ὀμω‐ μοσμένα. καὶ ἐπιορκίας ἁλῶναι μάλιστα φυλαττόμενος.
ε 2501 Ἐπιούσιος ἄρτος: ὁ ἐπὶ τῇ οὐσίᾳ ἡμῶν ἁρμόζων.
ε 2502 Ἐπιωγή: ἡ σκέπη.
ε 2503 Ἐπιώρκει: ὑπερσυντελικός.
ε 2504 Ἐπιώψατο: κατέλεξεν, ἐξελέξατο. ἔστι δ’ Ἀττικόν· ὁ βασι‐ λεὺς ἐπιώψατο ἀρρηφόρους. οἷον κατέλεξεν, ἐξελέξατο. Πλάτων ἐν Νόμοις.
ε 2505 Ἐπὶ Παλλαδίῳ: δικαστήριον Ἀθήνησιν, ἐν ᾧ οἱ Ἐφέται ἀκουσίου φόνου ἐδίκαζον. Ἀργεῖοι γὰρ ἀπὸ Ἰλίου πλέοντες, ἡνίκα προσέσχον Φαλήροις, ὑπὸ Ἀθηναίων ἀγνοούμενοι ἀνῃρέθησαν. ὕστερον δὲ Ἀκάμαντος γνωρίσαντος καὶ τοῦ Παλλαδίου εὑρεθέντος, κατὰ χρησμὸν αὐτόθι τὸ δικαστήριον ἀπέδειξαν, ὡς Φανόδημος. Κλειτόδημος δέ φησιν, Ἀγαμέμνονος σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναις, Δημοφῶντα ἁρπάσαι τὸ Παλλάδιον καὶ πολλοὺς τῶν διωκόντων ἀνελεῖν· τοῦ δὲ Ἀγαμέμνονος δυσχεραίνοντος, κρίσιν ὑποσχεῖν ἐπὶ νʹ Ἀθηναίων καὶ νʹ Ἀργείων, οὓς Ἐφέτας κληθῆναι, διὰ τὸ παρ’ ἀμ‐ φοτέρων ἐφεθῆναι αὐτοῖς περὶ τῆς κρίσεως.
ε 2506 Ἐπιπαρένησαν· Θουκυδίδης· ταχὺ δὲ πλήρους γενομένου διὰ πολυχειρίαν, ἐπιπαρένησαν καὶ τῆς ἄλλης πόλεως, ὅσον ἐδύναντο. ἀντὶ τοῦ ἐσώρευσαν.
ε 2507 Ἐπίπαστα: τὰ ἐπιπασσόμενα τῷ σώματι ἄλφιτα. ἔθος γὰρ εἶχον ποιεῖν πλακοῦντας ἢ ἄρτους καὶ ἐπιπάσσειν τινὰ καρυκεύματα ἢ ἁλμυρά· καὶ ἐκ τούτου ἠναγκάζοντο πίνειν πολλά. τοῦτό ἐστι τὸ ἐπίπαστα. ἐπίπαστα λείξας δημιόπραθ’ ὁ βάσκανος, ῥέγχει μεθύων ἐν ταῖς θύραις ὕπτιος. συμβαίνει δὲ μάλιστα τοῦτο πάσχειν τοὺς με‐ θύοντας, ἢ τοὺς ὑπτίους κειμένους.
ε 2508 Ἐπίπεμπτον· Λυσίας μὲν ἀντὶ τοῦ ἁπλοῦ τὸ πέμπτον εἶπεν.
ε 2509 Ἐπιπηδῶ· δοτικῇ. οἷς οὐδὲ ἀπ’ ἀρχῆς ἐπεπηδήσαμεν. αἰτιατικῇ δέ· ἐπεπήδησεν ἀναιδῶς τὴν ἐξουσίαν.
ε 2510 Ἔπιπλα: ἡ μὴ ἔγγειος κτῆσις, ἀλλὰ ἐπιπόλαιος.
ε 2511 Ἔπιπλα: σκεύη, τὰ μὴ ἔγγεια, ἀλλ’ οἷον ἐπιπόλαια. οἱ δὲ ἐπίπλεα αὐτά φασιν.
ε 2512 Ἔπιπλα: τὰ ἐξ ἐπιπολῆς σκεύη. οἷον ἡ ἐπιπόλαιος κτῆσις καὶ ὅση δυνατὴ πλοΐζεσθαι, ἀλλ’ οὐκ ἔγγειος.
ε 2513 Ἐπίμπλατο· ἡδονῆς τε ἐπίμπλαντο. καὶ Ἐπίμπλατο.
ε 2514 Ἐπιπλέα: ἀνάμεστος, πεπληρωμένη. Ἡρόδοτος· καὶ τρά‐ πεζαν ἐπιπλέην ἀγαθῶν παντοίων παραθέντες.
ε 2515 Ἐπιπλέον καὶ Ἐπιπλεῖστον: ἐπίρρημα. ἐπὶ τὸ πλεῖστον δέ, ἐπὶ πλεῖον.
ε 2516 Ἐπίπληξις: ἐπιτίμησις.
ε 2517 Ἐπίπλους· Θουκυδίδης· ρνʹ νηῶν ἐπίπλουν ἐξαρτύοντες οἱ Ἀθηναῖοι πρὸς τὸν πόλεμον.
ε 2518 Ἐπίπλους: ἐπιβάτας. Ἀρριανός· κυβερνήτας δὲ καὶ πρωράτας μόνους ἐπίπλους εἶχον.
ε 2519 Ἐπιπλώσας: ἐπιπλεύσας. καὶ Ἐπιπλώς, παρ’ Ὁμήρῳ. παρὰ τὸ πλέω, πλώω, πλώσω, πλώσας, συγκοπῇ πλώς, καὶ ἐπιπλώς. ἔστι δὲ ἄκλιτον, διότι ἡ φωνὴ αὐτοῦ ἀόριστός ἐστι. τὸ δὲ σημαινό‐ μενον παρατατικός.
ε 2520 Ἐπὶ πολύ.
ε 2521 Ἐπιπλήττω· δοτικῇ.
ε 2522 Ἐπίπνοια: ἐνθουσιασμός. Πολύβιος· οἱ δὲ Ῥωμαῖοι θείας ἐπιπνοίας τινὸς ἐπεπλήρωντο τήν τε προθυμίαν ἀνανταγωνίστῳ σθένει φραξάμενοι.
ε 2523 Ἐπιποθία: ἡ ἀγάπη.
ε 2524 Ἐπιπολάζει: ἐπιπλέει.
ε 2525 Ἐπιπολάς: τὰ ὤνια. τοὺς δὲ Ῥωμαίους θαρρεῖν συνέβαινε κρατοῦντας τοῦ περὶ τὰς Ἐπιπολὰς τόπου. ἐπιπολαστικῶς καὶ κατα‐ κόρως χρώμενοι τῇ κραυγῇ.
ε 2526 Ἐπιπόλαια: τὰ πρὸς ὀλίγον φαινόμενα.
ε 2527 Ἐπιπόλαια: τὰ φαινόμενα ἔνδοξα, μὴ ὄντα δὲ ἔνδοξα, ἄλλ’ ἐπιπόλαιον ἔχοντα παντελῶς τὴν φαντασίαν. ἐπιπόλαιον δέ ἐστι τὸ ἐκ βραχείας ἐπιστασίας ἐλεγχόμενον. τοιοῦτον δὲ τὸ εἶδος τῶν ἐρι‐ στικῶν προτάσεων καὶ συλλογισμῶν· οἷον τὸ τὸν ὁρῶντα ὀφθαλμοὺς ἔχειν· δι’ οὗ συνάγεται, ὁ ἑτερόφθαλμος ὀφθαλμοὺς ἔχει· καὶ τό, ἃ λαλεῖς διὰ τοῦ στόματός σου διέρχεται· ὃ λαβών τις συνάγει τὸ τὴν ἅμαξαν διὰ τοῦ στόματος διέρχεσθαι τοῦ ἅμαξαν λαλοῦντος. καί, ἃ οὐκ ἀποβέβληκας ἔχεις· τοῦτο γάρ τις λαβὼν συνάγει, ὅτι κέρατα ἔχεις, οὐκ ἀποβέβληκας γὰρ κέρατα. ὁμοίως καὶ τό, τὸν ὄψιν ἔχοντα ὁρᾶν, τὸν δὲ κοιμώμενον ὄψιν ἔχειν. τὰ γὰρ τοιαῦτα ἐπιπόλαιον ἔχει τὸ πιθανόν.
ε 2528 Ἐπιπόλαιος· ὁ δὲ Σιλβανὸς ἐπιεικὴς μὲν ἦν καὶ τἄλλα ἱερός, ἁπλούστερος δὲ τὰ ἤθη καὶ ἐπιπόλαιος. ἀντὶ τοῦ οὐ βαθὺς τὸν τρόπον
ε 2529 Ἐπιπολαίως: ἐξ ἐπιπολῆς. Ἰώσηπος· τιτρώσκει αὐτὸν ἐπι‐ πολαίως, προεκλύσαντος τὸ βληθὲν τοῦ διαστήματος.
ε 2530 Ἐπιπολῆς: τὸ ἐπάνω ἐπιπλέον, ἄρριζον.
ε 2531 Ἐπὶ πολλῷ: ἀντὶ τοῦ πολυπλασίως. οἱ δὲ χρόνον μέν τινα ἡσύχασαν· ἔπειτα ἐπὶ πολλῷ τὸ πάθημα σφῶν τοῖς Ῥωμαίοις ἀπ‐ έδοσαν.
ε 2532 Ἐπιπόνως: χαλεπῶς. ὁ δὲ γυμνὸς ὤν, ὥρᾳ χειμῶνος ἐν ἄντρῳ ἐναυλισάμενος ἐπιπόνως, πρόβατα εὑρὼν ἀνεῖλε καὶ ταῖς δοραῖς αὐτῶν ἠμφιέσθη.
ε 2533 Ἐπιπραξάμενοι: ἐπὶ τοῖς προτέροις προσεπιθέντες, ἀπαιτή‐ σαντες. οἱ Ῥωμαῖοι τοὺς Καρχηδονίους χρήματα ἐπιπραξάμενοι σπονδὰς ἀνενεώσαντο.
ε 2534 Ἐπιπρεπείαις: στολαῖς εὐπρεπέσιν. ὁ δὲ Ἀννίβας ὁ Καρχη‐ δονίων στρατηγὸς κατεσκευάσατο περιθετὰς τρίχας, ἁρμοζούσας ταῖς κατὰ τὰς ὁλοσχερεῖς διαφορὰς τῶν ἡλικιῶν ἐπιπρεπείαις· καὶ ταύταις ἐχρῆτο συνεχῶς μετατιθέμενος.
ε 2535 Ἐπίπροσθεν· γενικῇ. ἔμπροσθεν. τιμητικώτερον. Ξενοφῶν· τὸν δὲ Κῦρον ἀφελκύσαντες ἦγον, ἐπίπροσθεν ποιούμενον τοὺς προσ‐ άγοντας, ὅτι ἑώρα τὸ πρόσωπον τοῦ πάππου ἠγριωμένον. ὅτι Πρόκλος τῆς φιλοσοφίας πάσης ἐπίπροσθεν ἦγε τὴν θεολογίαν· τῆς δὲ πρὸς ἀρετὴν ζωῆς ἐρρωμένης τὴν ἀντίστροφον πρὸς ἐκείνην εὐσέ‐ βειαν προτιμῶν ἐφαίνετο.
ε 2536 Ἐπιπροσθεῖ: ἐπισκιάζει, ἐκ τῶν ἔμπροσθεν ὑπερανέχει.
ε 2537 Ἐπιπροσθοῦντος.
ε 2538 Ἐπίπρων καὶ Ἐνεπίπρων.
ε 2539 Ἐπὶ πρύμνην ἀνεκρούοντο καὶ ὤκελλον τὰς ναῦς: κατὰ πρύμναν ὑπεχώρουν οὐχὶ ἐπιστραφέντες καὶ ἐξέκλιναν τὰς ἐπι‐ ούσας τῶν πολεμίων ναῦς.
ε 2540 Ἐπὶ Πρυτανείῳ: δικαστήριον. ὅταν τὸ μὲν ἀποκτεῖναν βέλος ᾖ φανερὸν ἢ λίθος ἤ τι τοιοῦτον, ὁ δὲ δράσας μὴ ᾖ. ἀρχαῖον γὰρ ἔθος τὸ καὶ τὰ ἄψυχα κρίνειν, εἰ χρὴ ἐξορίζεσθαι.
ε 2541 Ἐπὶ πυγὴν καθίσαι: ταπεινῶσαι.
ε 2542 Ἐπὶ πυγὴν τρέχειν: εἰς τοὐπίσω τρέχειν.
ε 2543 Ἐπιρραπίζων: κωλύων. ὁ δὲ ᾔσχυνε τῇ ἀπειλῇ μόνῃ τὸ ἀκέλευστον αὐτοῦ καὶ τὸ ὑφ’ ἑαυτοῦ βούλεσθαι τὴν πρᾶξιν, ἐπιρραπίζων ἄρα ἐκεῖνος.
ε 2544 Ἐπιρρέξει: θύσει. ἐν Ἐπιγράμμασι· καί σοι ἐπιρρέξει Γόργος χιμάροιο νομαίης αἷμα.
ε 2545 Ἐπιρρεπής: ἐπικλινόμενος.
ε 2546 Ἐπίρρημα: παρὰ Ἀριστοφάνει μέρος τι τῆς κωμῳδίας. εἰ μετ’ ὀρνίθων τις ὑμῶν, ὦ θεαταί, βούλεται διαπλέκειν, ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω. ὅσα γάρ ἐστιν ἐνθάδ’ αἰσχρὰ τῷ νόμῳ κρα‐ τούμενα, ταῦτα πάντ’ ἐστὶν παρ’ ἡμῖν τοῖς ὄρνισι καλά. καὶ τὰ ἑξῆς δῆλα.
ε 2547 Ἐπίρρησις: ὁ ψόγος, καὶ ἡ κατηγορία.
ε 2548 Ἐπίρρητον: αἰσχρόν, καταγνώσεως ἄξιον. ὁ τῶν τριῶν ἐκείνων τῶν ἐπιρρήτων εἷς. ζῶν δὲ παρῄει ἐς οὐδὲν ἱερόν· ἤλαυνον γὰρ ὡς ἐπάρατον καὶ ἐπίρρητον. καὶ αὖθις· ἦν δὲ ἐπίρρητος ἐπὶ παιδεραστίᾳ. βιώσας βίον ἐπίρρητον καὶ βδελυρόν, οὐδεμίαν ἐπιστεύθη βασιλικῶν χρημάτων ἐξουσίαν.
ε 2549 Ἐπὶ ῥητοῖς γέρασιν: ἀντὶ τοῦ ἐπὶ φανεραῖς τιμαῖς, ἐπὶ ὁμολογουμέναις.
ε 2550 Ἐπίρροθος: βοηθός.
ε 2551 Ἐπιρρωννύντος.
ε 2552 Ἐπιρρώσει: ἐνισχύσει.
ε 2553 Ἐπίρρωσις: ἡ ἐνίσχυσις.
ε 2554 Ἐπιρρύξας: ἄγριος αὐτοῖς ἐπιπηδᾷς.
ε 2555 Ἐπίρρυτοι: ἐχθροί.
ε 2556 Ἐπιρυγχίδα· ὅτι γαμψώνυχα ζῷα, ὅσα τῶν πτερωτῶν τὴν ἐπιρυγχίδα γεγάμψωκεν ὑπὸ τὴν γένυν, οἷος ἐστὶν ἀετός, ἱέραξ, κεγχρηῒς ἄλλα τε τὰ μὴ πίνοντα.
ε 2557 Ἐπίσαλος: ἀβέβαιος, εὐμετάπτωτος. ἐπισάλων τε τῶν τῆς σωτηρίας ἐλπίδων γενομένων αὐτοῖς, ἐξεχώρουν τοῦ ἄστεος.
ε 2558 Ἐπισάξαι: ἐπαναβῆναι. Ξενοφῶν· ἐὰν θόρυβος γένηται, δεῖ ἐπισάξαι τὸν ἵππον Πέρσῃ ἀνδρὶ καὶ θωρακισθέντα ἀναβῆναι ἐπὶ τὸν ἵππον. ταῦτα δὲ πάντα χαλεπὰ ποιεῖν νύκτωρ, καὶ θορύβου ὄντος.
ε 2559 Ἐπὶ σαυτῷ τὴν σελήνην καθέλκεις: αἱ τὴν σελήνην καθέλκουσαι Θετταλίδες λέγονται τῶν ὀφθαλμῶν καὶ τῶν ποδῶν στερίσκεσθαι. εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπω‐ μένων.
ε 2560 Ἐπισεῖσαι: ἐπενεγκεῖν. παρεκάλουν μὴ χαλεπώτερον αὐτοῖς ἐπισεῖσαι τὸν κίνδυνον. καὶ αὖθις· ἅπαντα τρόπον ἀπάτης τοῖς δεομένοις ἐπισείσας. ἀντὶ τοῦ ἐπαγαγών.
ε 2561 Ἐπισημαίνεσθαι: ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ἐπιφωνεῖν Ἰσο‐ κράτης, ἀντὶ δὲ τοῦ ἐπισφραγίσαι Ἰσαῖος.
ε 2562 Ἐπισημαινόμενος: διάφορα σημαίνει. καὶ νῦν Πολύβιος φησί.
ε 2563 Ἐπὶ σημείου: ἐπὶ ὕψους.
ε 2564 Ἐπισημήνασθαι: βεβαιῶσαι. ἐπισημηναμένων δὲ τῶν ἐκ τῆς Ἑλλάδος πρεσβευτῶν. ἀντὶ τοῦ κυρωσάντων. καὶ Πολύβιος· τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο; ἀντὶ τοῦ ἐκπλαγείη, θαυμάσειεν. καὶ αὖθις· τοὺς μὲν χάρισι τοὺς δὲ κολάσεσιν, ὡς καὶ τοῖς ἄλλοις παράδειγμα εἶεν, ἐπισημαίνεσθαι.
ε 2565 Ἐπίσης: ἐπίρρημα.
ε 2566 Ἐπισίξει: ποιόν τινα ἦχον ἐπιβοήσει. ἐκ τοῦ σίζω, σίτω.
ε 2567 Ἐπίσιον: τὸ αἰδοῖον τῆς γυναικός.
ε 2568 Ἐπισίτια: τὰ εἰς τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενα. ταῦτα δὲ ἐνίοτε καὶ σιτίον ἐκάλουν.
ε 2569 Ἐπισιτίζω ἀεί· αἰτιατικῇ. καὶ Ἐπισίτισις.
ε 2570 Ἐπίσιτος: ὁ τροφῆς χάριν ἐργαζόμενος.
ε 2571 Ἐπισθένης· οὗτος ἦν ἐπὶ Σεύθου τοῦ Θρᾳκῶν βασιλέως, ἐπίρ‐ ρητος ἐπὶ παιδεραστίᾳ.
ε 2572 Ἐπισκαλμίσι: τοῖς τῆς νηὸς μέρεσι. πτύα ὡς πλεῖστα ταῖς ἐπισκαλμίσιν ἐντροπωσάμενοι ἤρεττον.
ε 2573 Ἐπισκευάσασθαι: ἐπιφορτίσασθαι.
ε 2574 Ἐπισκέψομαι· αἰτιατικῇ.
ε 2575 Ἐπισκήνιον.
ε 2576 Ἐπισκήνους· Σοφοκλῆς· μηδ’ ἐπισκήνους γόους δάκρυε.
ε 2577 Ἐπισκήπτει· δοτικῇ. ἐπιτιμᾷ. τὸν μὲν οὖν λοιμόν, καίπερ ἐπισκήψαντα ἐς τὴν ξύμπασαν, διέφυγον ἄνθρωποι οὐχ ἥσσους ἢ ὅσοις διαφθαρῆναι τετύχηκεν. τὸ δὲ παρακαλῶ αἰτιατικῇ.
ε 2578 Ἐπίσκηψις: δίκη κατὰ τῶν ψευδομαρτυρησάντων.
ε 2579 Ἐπισκήψω: σημειώσομαι, ἐπιστήσω τὸν νοῦν. Σοφοκλῆς· ὑμῖν τε κοινὴν τήνδ’ ἐπισκήπτω χάριν.
ε 2580 Ἐπίσκιον· Σοφοκλῆς· ἄνακτα δ’ αὐτὸν ὀμμάτων ἐπίσκιον χεῖρ’ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος φόβου φανέντος οὐδ’ ἀνασχετοῦ βλέπειν.
ε 2581 Ἐπίσκοπα: εὔστοχα. τὴν ἄφεσιν τῶν βελῶν κατ’ ἴσον βιαίαν καὶ ἐπίσκοπα ἰέναι. καὶ αὖθις· οἱ Καρδοῦχοι σφενδονῆται ἄριστοι λίθοις τε καὶ μολυβδίναις σφαίραις, ἃς ἐξακοντίζουσιν ἐπίσκοπα.
ε 2582 Ἐπίσκοπον: σημαντικόν, ἔφορον, οὐχ ἡμαρτηκὸς τῆς συμφορᾶς, ἀλλ’ ἐστοχασμένον. αὐδὴν γὰρ δοκῶ κλύειν βοῶντας ἄτης τῆσδ’ ἐπί‐ σκοπον μέλος.
ε 2583 Ἐπισκοπῶν: καθορῶν. τί μοί ποτ’, ὦ ξένων, ὧδ’ ἐπισκοπῶν στένεις.
ε 2584 Ἐπίσκοπος· οἱ παρ’ Ἀθηναίων εἰς τὰς ἐπηκόους πόλεις ἐπι‐ σκέψασθαι τὰ παρ’ ἑκάστοις πεμπόμενοι ἐπίσκοποι καὶ φύλακες ἐκα‐ λοῦντο· οὓς οἱ Λάκωνες ἁρμοστὰς ἔλεγον.
ε 2585 Ἐπίσκοποι: ἐπόπται, κατάσκοποι.
ε 2586 Ἐπισκοπῶ σοι.
ε 2587 Ἐπισκοπῶ· αἰτιατικῇ. αἰτιατικῇ δέ. καὶ τόπους, οὓς οὐκ ἐπισκοπεῖ κύριος.
ε 2588 Ἐπισκότησις.
ε 2589 Ἐπισκοτῶ. καὶ Ἐπισκοτεῖν· δοτικῇ. τὸ ἐπικεῖσθαί τινι καὶ ἐπιτειχίζειν τὸ φῶς.
ε 2590 Ἐπισκύζονται: ὀργίζονται.
ε 2591 Ἐπισκύνιον: τὸ ἐπικείμενον ταῖς ὀφρύσι δέρμα. γυμνώ‐ σαντα βίου παντὸς ἐπισκύνιον.
ε 2592 Ἐπισμῇ: ἐπιχρίει, ἐπιξύει. σμῆξαι δέ ἐστι τὸ τὸν ῥύπον ἀπο‐ ξύσαι. οἱ δὲ μεταφορικῶς ἀπὸ τοῦ σμήχειν, οἷον ἐπιτρίβειν, σφοδρὰν γάρ τινα τρίψιν καὶ τὴν σμῆξιν εἶναι. τάχα δὲ καὶ τὴν σμώδιγγα εἰρῆσθαι ἀπὸ τούτου. οἱ δὲ ἐξ ἔθους γλωσσηματικὴν εἶναι τὴν λέξιν καὶ μὴ εἶναι ἐπιτρίβειν, ἀλλὰ τύπτειν· σκώπτειν τὸ σμώχειν. ἔστι δὲ λοιδορία· ἀπὸ τοῦ καθάπτεσθαι τῶν σμωμένων. Ἀριστοφάνης· τί γὰρ οὗτος ἡμᾶς οὐκ ἐπισμῇ τῶν κακῶν.
ε 2593 Ἐπίσσωτρα: οἱ κανθοί. τὰ ἐπάνω τῶν τροχῶν σίδηρα.
ε 2594 Ἐπισπασάμενος: ἐφελκύσας. ὁ δὲ ἐπισπασάμενος τῆς κόμης τοῦτον κτείνειν ἔμελλεν.
ε 2595 Ἐπισπαστῆρες: τῶν θυρῶν τὰ προσηλωμένα σιδήρια, δι’ ὧν ἀνακλίνεται καὶ ἐπιτίθεται ἡ πύλη.
ε 2596 Ἐπισπαστήρων: τῶν τῆς θύρας κρατημάτων. εὑρὼν προσ‐ κειμένας τὰς θύρας καὶ λαβόμενος τῶν ἐπισπαστήρων ἀπρὶξ εἴχετο, καρτερῶς τε καὶ ἐγκρατῶς.
ε 2597 Ἐπισπέρχει: κατεπείγει.
ε 2598 Ἐπὶ σπείρᾳ σχοινίον: ἐπὶ τῶν προσφερόντων τοῖς ἔχουσιν ἔτι πλείονα. ἐπειδὴ καὶ αἱ σπεῖραι, ἐξ ὧν καὶ τὰ σχοινία εἰσίν.
ε 2599 Ἐπίσπῃ: ἕψεται.
ε 2600 Ἐπισπόμενος: ἐπακολουθῶν. Ἐπισπώμενος δὲ προσλαμ‐ βάνων καὶ ἐπισύρων.
ε 2601 Ἐπισπῶμαι· γενικῇ.
ε 2602 Ἐπισταθμευόμενοι: κρίνοντες, ὑπονοοῦντες. οἱ δὲ Φωκεῖς τὰ μὲν ὑπὸ τῶν ἀπολειφθέντων Ῥωμαίων ἐν ταῖς ναυσὶν ἐπισταθμευ‐ όμενοι, τὰ δὲ τὰς ἐπιταγὰς δυσχερῶς φέροντες ἐστασίαζον.
ε 2603 Ἐπισταθμευόμενοι: εἰς τοὺς ἑαυτῶν οἴκους δεχόμενοι. ἐπισταθμευομένους τε ὑπ’ αὐτῶν καὶ διαρπαζομένους.
ε 2604 Ἐπίσταθμοι: ἄρχοντές τινες.
ε 2605 Ἐπίσταθμος· Ἰσοκράτης Πανηγυρικῷ· Ἑκατόμνος ὁ Καρίας ἐπίσταθμος. ὃς οὐδὲν ἕτερον ἦν ἢ κατὰ σατραπείαν Καρίας κύριος.
ε 2606 Ἐπίστασθαι: τοῦτο δύο σημαίνει, τὸ ἐπιστήμην αὐτὸς ἔχειν ἢ τὸ ἐπιστήμην αὐτοῦ εἶναι, καὶ ἑκάτερον διχῶς, ἢ καθ’ ἕξιν ἢ κατὰ προχείρισιν.
ε 2607 Ἐπιστασία: προστασία.
ε 2608 Ἐπίστασις: γνῶσις. Ἐπίστασις καὶ ἡ προσοχή, καὶ ἡ μίμησις. Πολύβιος· ὁ δὲ Ἀσδρούβας πέφυκεν ἡμῖν ἄξιος ἐπιστάσεως εἶναι καὶ ζήλου. καὶ αὖθις· τὰ δὲ τῶν πόλεων πράγματα ἀλλοιοτέρας ἔτυχεν ἐπιστάσεως καὶ μεταβολῆς.
ε 2609 Ἐπιστατεία.
ε 2610 Ἐπιστάτης: ὁ τοῦ λόχου ὀπίσω τεταγμένος, ὁ δὲ μετ’ αὐτὸν πρωτοστάτης, ὁ δὲ μετὰ τοῦτον πάλιν ἐπιστάτης· ὡς εἶναι τὸν ὅλον στίχον ἐκ πρωτοστατῶν καὶ ἐπιστατῶν συγκείμενον. ἔνιοι δὲ λοχαγὸν μὲν τὸν πρωτοστάτην λέγουσι καὶ οὐραγὸν τὸν ἐπιστάτην, τοὺς ἐν μέσῳ δὲ οὐχ ὡσαύτως· ἀλλ’ ἐπιστάτην μὲν τὸν μετὰ τὸν πρωτο‐ στάτην, ἤτοι τὸν δεύτερον, τὸν δὲ τρίτον ἀπὸ τοῦ πρωτοστάτου ὑπο‐ στάτην.
ε 2611 Ἐπιστάτης: τῶν πρυτανέων εἷς ὁ λαχὼν ἐπιστάτης ἐλέγετο. δὶς δὲ τὸν αὐτὸν ἐπιστατῆσαι οὐκ ἐξῆν. φυλάσσει δὲ τοῦ ἱεροῦ τὰς κλεῖς, ἐν ᾧ τὰ δημόσια χρήματα, ἔτι μὴν καὶ τὴν δημοσίαν σφραγῖδα. ἐπειδὰν δὲ οἱ πρυτανεῖς συναγάγωσι τὴν βουλὴν ἢ τὸν δῆμον, ὁ ἐπι‐ στάτης κληροῖ προέδρους ἐννέα, ἀπὸ φυλῆς ἑκάστης ἕνα, πλὴν τῆς πρυτανευούσης. καὶ πάλιν ἐκ τῶν ἐννέα τούτων ἐπιστάτην ἕνα κληροῖ καὶ τὸ πρᾶγμα παραδίδωσιν· αὐτὸς δὲ εἰσάγει τὴν δίκην καὶ ἐπι‐ μελεῖται κατὰ νόμον πάντα γενέσθαι καὶ μηδὲν παραλειφθῆναι πρὸς τὸ διδαχθῆναι τοὺς δικαστάς.
ε 2612 Ἐπιστάτης: δύο ἦσαν Ἀθήνησιν, ὧν ὁ μὲν ἐκ πρυτανέων ἐκλη‐ ροῦτο, ὁ δὲ ἐκ τῶν προέδρων. ἐλέγετο δὲ καὶ ὁ ἐν τοῖς κοινοῖς ἐφεστηκὼς πράγματι ᾡτινιοῦν.
ε 2613 Ἐπιστάτης: καὶ ἐπὶ τοῦ εἰδήμονος. ὡς ἰσχνολέσχης τῶν γραφῶν ἐπιστάτης. Πισίδης φησίν.
ε 2614 Ἐπιστάτης: χαλκοῦς τρίπους χυτρόποδος ἐκτελῶν χρείαν. οἱ δὲ πήλινος Ἥφαιστος, πρὸς ταῖς ἑστίαις ἱδρυμένος, ὡς ἔφορος τοῦ πυρός. ἔνιοι δὲ ξύλον ἐπίμηκες πεπασσαλωμένον, ὅθεν ἐξαρτῶσι τὰ μαγειρικὰ σκεύη. Καλλίστρατος δὲ τὸ τῇ ἐσχάρᾳ ἐπιτιθέμενον ξύλον. οἳ δὲ πυριστάτην πλαττόμενόν τινα ξύλινον ἐν ταῖς ἐσχάραις, ὡς παρὰ ταῖς καμίνοις τὸν Ἥφαιστον ἀναπλάττουσιν. ἢ ξύλον κόρακας ἔχον, ἐξ οὗ κρεμῶσι τὰ μαγειρικὰ ἐργαλεῖα. οἱ δὲ τρίποδα χαλκοῦν, ᾧ ἐπιτιθέασι τὸν λέβητα καὶ ὑποκαίουσιν. οἱ δὲ ἀνδριάντα πήλινον πρὸς ταῖς ἐσχάραις. Ἀριστοφάνης Ὄρνισι· τὴν πανοπλίαν λαβόντε κρε‐ μάσατον τύχἀγαθῇ εἰς τὸν ἰπνὸν εἴσω πλησίον τοὐπιστάτου.
ε 2615 Ἐπιστάτης· καιρὸς γάρ, ὅσπερ ἀνδράσι μέγιστος ἔργου παν‐ τὸς ἔστ’ ἐπιστάτης. ἐφ’ ἑκάστου γὰρ πράγματος τὸ καίριον καὶ χρησιμώτατον ὁ καιρός ἐστιν· ὅπου καὶ τὰ σπουδαῖα παρὰ καιρὸν γινόμενα οὐκ ἀποδέχονται, ὡς ἰατρὸν τῷ κάμνοντι περὶ φύσεως τοῦ νοσήματος διαλεγόμενον· ὡς εἴ τις τοῖς μεθύουσι περὶ σωφροσύνης διαλέγοιτο.
ε 2616 Ἐπιστάτις: θηλυκῶς. ἀρχή τις, ἥτις ἀνισταμένη συμβουλεύει περὶ πολέμου ἢ εἰρήνης ἢ ἄλλου τινός. Ἀριστοφάνης Θεσμοφορια‐ ζούσαις· Τιμόκλει’ ἐπιστάτει· Λύσιλλ’ ἐγραμμάτευε. καὶ Σοφοκλῆς· ποιμνίων ἐπιστάταις. τουτέστι τοῖς κυσί. Δίων δὲ ὁ Κοκκιανὸς λέγει· οἱ δὲ ἐλέφαντες ἀχθόμενοι τοῖς πύργοις οὐδ’ αὐτοὺς ἔτι τοὺς ἐπιστάτας ἔφερον.
ε 2617 Ἐπιστατῶ· δοτικῇ.
ε 2618 Ἐπιστέλλει: ἐντέλλεται, ὑποτίθεται. νῦν ἐπιστέλλει σαφῶς τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας. ὁ δὲ στρατηγὸς τῶν Περσῶν τοὺς λόγους δι’ ἐπιστολέως εἰς βασιλέα παρέπεμψεν.
ε 2619 Ἐπιστεφέας κρατῆρας: ὑπερχειλεῖς. οὕτω γὰρ ἐποίουν τοὺς κρατῆρας οἱ παλαιοί, πρὸς οἰωνοῦ τιθέμενοι. ἑκάστῳ δὲ ποτή‐ ριον παρέκειτο, καὶ μετὰ τὸ διανεῖμαι ἐπαρξάμενοι ἐκίρνων. πᾶσι δ’ ἐπαρξάμενοι, οὐ τοῖς ποτηρίοις, ἀλλὰ τοῖς ἀνδράσιν.
ε 2620 Ἐπιστείβων: περιπατῶν.
ε 2621 Ἐπιστείριον: τὸ τῆς νηός.
ε 2622 Ἐπίστη: ἀόριστος δεύτερος. ἀντὶ τοῦ ἐπίστασαι. ἢ ἐπι‐ τίθει.
ε 2623 Ἐπίστηθι: ἐπενέχθητι, ἐπιτέθητι.
ε 2624 Ἐπιστήματα: στῆλαι ἐπιτάφιοι. ἔθαψάν τε ἐκείνους αὐτόθι, σεμνῶς τε καὶ σοβαρῶς ἐπιστήματα ἐπέστησαν. νεανία ἤστην, ὁ μὲν ἤδη γενειῶν, ὁ δὲ αὐτοῖν γυμνὸς τὴν παρειὰν ἔτι.
ε 2625 Ἐπιστήμη καὶ αἴσθησις τῶν ἀνομογενῶν καὶ μὴ πολὺ διεστώ‐ των· ἃ ἕτερα ἀλλήλων κατὰ γένος. τῆς μὲν γὰρ ἐπιστήμης ἡ ὑπό‐ ληψις γένος, ἡ δὲ αἴσθησις οὐχ ὑπόληψις. κατὰ ἀναλογίαν μέντοι ταὐτά ἐστιν· ὡς γὰρ αἴσθησις πρὸς αἰσθητά, οὕτως ἐπιστήμη πρὸς ἐπιστητά, καὶ ἀμφότερα κριτικά· ἤδη γοῦν τινες διὰ τὴν ὁμοιότητα αὐτῶν ταὐτὸν ἐπιστήμην τε καὶ αἴσθησιν εἶπον εἶναι. διαφέρει δὲ ἀλλήλων· ἡ μὲν γὰρ αἴσθησις περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν, ἐπιστήμη δὲ οὐδενὸς ἐνδεχομένου. καὶ ἡ μὲν ἐπιστήμη ἑκάστου τῆς τῶν ἐπιστητῶν οὐσίας γνωστική, ἡ δὲ αἴσθησις οὐδενὸς τῶν αἰσθητῶν τῆς οὐσίας ἐστὶ γνωστική. καὶ ἡ μὲν ἐπιστήμη ἐπίκτητος, ἡ δὲ ἐξ ἀρχῆς. καὶ ἡ μὲν κοινὴ τῶν ἄλλων ζῴων, ἡ δὲ ἴδιος ἀνθρώπων ἢ ὅλως λογικῶν· καὶ ἡ μὲν φύσει, ἡ δὲ διδασκαλίᾳ. καὶ ἐπὶ μὲν τῆς αἰσθήσεως προάγει ἡ ἕξις τὰς ἐνεργείας· ὁρατικοὶ γὰρ ὄντες εἴδομεν· κατὰ δὲ τὰς ἐπιστήμας τὰς ἕξεις διὰ τῶν ἐνεργειῶν κτώμεθα· ἐνεργοῦντες γὰρ κατὰ τὰ γραμματικὰ γραμματικοὶ γινόμεθα. καὶ αἰσθήσεως μὲν ἀναιρουμένης συναναιρεῖται καὶ τὸ ζῷον· ἐπιστήμης δὲ ἀναιρουμένης οὐκ ἀναιρεῖται τὸ ζῷον.
ε 2626 Ἐπιστήμη· ὅτι γεωμετρία ἐστὶν ἐπιστήμη ἐπιστητοῦ ἢ ὑποληπτοῦ. ἐπιστητὰ γὰρ καὶ ὑποληπτὰ καὶ τὰ ὧν ἐστιν ἡ γεωμετρία ἐπιστήμη. ταύτην δὲ τὴν ἐπιστήμην ἐφεῦρον Αἰγύπτιοι, ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως τῶν χωρῶν προδιδαχθέντες, εἶτα καὶ συγγράψαντες.
ε 2627 Ἐπιστήμη· ὅτι φησὶν ὁ Ἀριστοτέλης ἐν τῇ Ἀποδεικτικῇ, κατὰ δύο τρόπους κρίνεσθαι ἐπιστήμην ἐπιστήμης ἀκριβεστέραν. καθ’ ἕνα μέν, ὅταν ἡ ἑτέρα τῆς ἑτέρας τὰς ἀρχὰς ἀποδεικνύῃ, οἷον φυσιολογία ἰατρικῆς ἀκριβεστέρα. ὡσαύτως καὶ ἡ γεωμετρία μηχανικῆς, διὰ τὴν αὐτὴν αἰτίαν ἀκριβεστέρα, καὶ ἀριθμητικὴ ἁρμονικῆς. καθ’ ἕτερον δὲ λόγον ἀκριβεστέρα ἐστὶν ἐπιστήμη ἐπιστήμης, ὡς ἄϋλον ἔχουσα τὸ ὑποκείμενον· ὡς γεωμετρία ἀριθμητική τε καὶ θεολογία τῶν ὑπο‐ βαλλομένων τὰ ὑλικὰ ὑποκείμενα. διό φησι καὶ Ἀριστοτέλης ἐν τοῖς Μετὰ τὰ φυσικά, ὅτι ἡ τῶν νοητῶν θεωρία καὶ ῥᾴστη ἐστὶν καὶ χαλεπή· ῥᾴστη μὲν ὅτι περὶ ἑστώτων ἐστὶ πραγμάτων καὶ ἀεὶ ὡσαύ‐ τως ἐχόντων· φανότατα γὰρ τὰ θεῖα, ὡς ἀμετάβλητα καθάπαξ κατ’ οὐσίαν, κατὰ δύναμιν, κατ’ ἐνέργειαν. ῥᾴστη μὲν οὖν διὰ τοῦτο, χαλεπὴ δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν· οὐ γὰρ ἐξισχύομεν ἐνσώματοι καὶ ἐμπαθεῖς ὄντες εἰς τὸ ἐκείνων φῶς ἀτενίσαι, ὅπερ πάσχουσι καὶ αἱ νυκτερίδες πρὸς τὸν ἥλιον. ἐπιστήμη δέ ἐστιν ἕξις ἐν φαντασιῶν προσδέξει ἀνυποκρίτῳ. ἐπιστήμας δὲ κατὰ φιλοσοφίαν λέγει ὁ Ἀριστο‐ τέλης τὴν φυσικήν, τὴν λογικήν, τὴν ἠθικήν, τὴν μετὰ τὰ φυσικά. ἐπιστήμη δὲ καὶ ἡ γνῶσις τοῦ πράγματος.
ε 2628 Ἐπιστήμονος: τοῦ ἐμπείρου.
ε 2629 Ἐπίστιον: στρατιωτικὸν κατάλυμα. Ἡρόδοτος· ὁ δὲ ἀγη‐ λατέει τὰ ἐπίστια Ἀθηναίων.
ε 2630 Ἐπίστιος: παρὰ Ἡροδότῳ ὁ ἔποικος.
ε 2631 Ἐπιστολεῖς: γραμματοφόρους. ὁ δὲ Ναρσῆς ἐπιστολεῖς πρὸς Ἰωάννην πέμπει καὶ παρεγγυᾷ αὐτῷ, ὡς οὐ δεῖ Πέρσαις συμπλέκεσθαι, πρὶν αἱ δυνάμεις συναφθεῖεν.
ε 2632 Ἐπιστολή: ἐντολή, ἐπίσκηψις. ὁ δὲ τῷ ἱερεῖ ἐπιστολὰς λέγει καθεύδοντι. ὁ τὰς ἐπιστολὰς τοῦ θεοῦ διαφυλάττων μέμνηται καλῶς καὶ τῆς πρὸς αὐτὸν ἐπανόδου.
ε 2633 Ἐπιστολὴ Ἰουλιανοῦ τοῦ Παραβάτου πρὸς Πορφύριον Καθο‐ λικόν. πολλή τις ἦν πάνυ καὶ μεγάλη βιβλιοθήκη Γεωργίου, παντο‐ δαπῶν μὲν φιλοσόφων, πολλῶν δὲ ὑπομνηματογράφων, οὐκ ἐλάχιστα δὲ ἐν αὐτοῖς καὶ τὰ τῶν Γαλιλαίων πολλὰ καὶ παντοδαπὰ βιβλία. πᾶσαν οὖν ἀθρόως ταύτην τὴν βιβλιοθήκην ἀναζητήσας φρόντισον εἰς Ἀντιόχειαν ἀποστεῖλαι, γινώσκων ὅτι μεγίστῃ μὲν αὐτὸς περιβληθήσῃ ζημίᾳ, εἰ μὴ μετὰ πάσης ἐπιμελείας ἀνιχνεύσειας, καὶ τοὺς ὁπωσοῦν ὑπονοίας ἔχοντας ἀφῃρῆσθαι τῶν βιβλίων πᾶσι μὲν ἐλέγχοις, παντο‐ δαποῖς δὲ ὅρκοις πλείονι δὲ τῶν οἰκετῶν βασάνῳ, πείθειν εἰ μὴ δύναιο, καταναγκάσειας ἐς μέσον πάντα προκομίσαι.
ε 2634 Ἐπιστομιεῖν: ἐμποδίσαι, κατασχεῖν.
ε 2635 Ἐπιστομίζω σε.
ε 2636 Ἐπίστω: γίνωσκε. εὖ νῦν ἐπίστω, ταῦθ’ ὅταν ζητῇς, ἐμοὶ ζητῶν ὄλεθρον.
ε 2637 Ἐπίστω: γίνωσκε. τὸν γὰρ Ἀλκμήνης τόκον καὶ ζῶντ’ ἐπίστω καὶ κρατοῦντα. καὶ αὖθις Σοφοκλῆς· καὶ ταῦτ’ ἐπίστω καὶ γράφε φρενῶν ἔσω. σὺ γὰρ νοσεῖς, τὸ δ’ ἄλγος ἐκ θείας τύχης. οὐ νῦν ἐπίστω τῶνδέ μ’ αἰσχύνην ἔχειν. καὶ Ἀριστοφάνης· σύγγνωθί μοι· σκάπτειν γὰρ οὐκ ἐπίσταμαι. ἀντὶ τοῦ οὐ δύναμαι.
ε 2638 Ἐπιστρατεύω· δοτικῇ.
ε 2639 Ἐπιστρεφέως· ἀντὶ τοῦ ἐπιμελῶς. παρὰ Ἡροδότῳ καὶ ἀπατη‐ τικῶς.
ε 2640 Ἐπιστρέφεται· γενικῇ. φροντίδα ποιεῖ. καὶ Ἐπιστροφή, ἡ ἀντέκτισις.
ε 2641 Ἐπιστρέφεια: ἡ ἀγχίνοια.
ε 2642 Ἐπιστρεφής· ὁ δὲ ἀγχίνους ὢν καὶ ἐπιστρεφὴς ὅμως τι εὐπαράγωγον ἐπεδείκνυτο.
ε 2643 Ἐπιστροφάδην: μετ’ ἐπιστροφῆς, ἐφ’ ἑκάτερα τὰ μέρη στρεφόμενος.
ε 2644 Ἐπιστροφή: ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἀνδρὸς ἑνὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπ’ ἀσπίδα ἐγκλίνωμεν, καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιενεχθέντος, καὶ μεταλαβόντες τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε παραστα‐ τῶν καὶ ἐπιστατῶν.
ε 2645 Ἐπιστροφῆς: ἀμύνης. ὁ δὲ δεινὸν ἡγεῖτο τὸ γινόμενον καὶ κοινῆς αὐτοὺς ἐπιστροφῆς ἔφη τεύξεσθαι, καὶ τοῦτο πείσεσθαι δι‐ καίως. λέγεται δὲ ἐπιστροφὴ καὶ ἡ φροντίς. ἡ σύγκλητος πλείο‐ νος ἐπιστροφῆς εἶναι τὸ πρᾶγμα νομίσαντες. καὶ Ἀριστοφάνης· μυρίαι ἐπιστροφαὶ κακῶν. ἀντὶ τοῦ συνελεύσεις, πλῆθος, καὶ συν‐ αθροίσεις.
ε 2646 Ἐπιστυγνάζω σοι· δοτικῇ.
ε 2647 Ἐπισυνάγω· αἰτιατικῇ.
ε 2648 Ἐπισυνῄεσαν: συνηθροίζοντο. οἱ ἐξόπισθεν ἀπολελειμμένοι ἐπισυνῄεσαν.
ε 2649 Ἐπισύρεται: ἐφέλκεται.
ε 2650 Ἐπισύστητε: ἐπισυνάχθητε. ἐπὶ συνελεύσει, Ἐπισυνιέναι, ἐπισυνάγεσθαι ἐγγυτέρω καὶ συνέρχεσθαι.
ε 2651 Ἐπισφαλές: βλαβερόν, ἐπικίνδυνον.
ε 2652 Ἐπισφυρίοις: τοῖς ἐπὶ τῶν κνημίδων περιδεδεμένοις.
ε 2653 Ἐπισχερώ: ἐφεξῆς.
ε 2654 Ἐπὶ σχολῆς· ἀπραγμόνως φιλοσοφεῖν, ἀντὶ τοῦ ἐπὶ εὐκαιρίας ἢ ἀργίας.
ε 2655 Ἐπισχών: κρατήσας, βραδύνας. Σοφοκλῆς· σὺ δ’, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν, ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ’ ἐμὸν γέροντι πατρί.
ε 2656 Ἐπιτάδε: τὴν ἔνθεν. πᾶσαν τὴν ἐπιτάδε τῶν ποταμῶν τοῖς βαρβάροις ἄβατον καταστήσας.
ε 2657 Ἐπιτακτικῶς: προστακτικῶς. τοὺς δὲ πρὸς αὐτὸν πρεσβεύον‐ τας ἐπιτακτικῶς αὐτῷ διαστέλλειν περὶ τούτων.
ε 2658 Ἐπιτακτοί: στρατιῶται οἱ προστεταγμένοι τὴν μάχην ἐφορᾶν καὶ τῷ πονοῦντι μέρει βοηθεῖν. Θουκυδίδης· καὶ τοὺς σκευοφόρους ἐντὸς τούτων τῶν ἐπιτακτῶν ἐποιήσαντο. καὶ αὖθις· Σωκράτης δὲ ἦν ἐπιστάτης καὶ οὔτε ἐψήφιζε οὔτε κατεχειροτόνει.
ε 2659 Ἐπὶ τὰ Μανδροβόλου: ἐπὶ τῶν εἰς τὰ χείρονα τρεπομένων. ἀπὸ Μανδροβόλου τινὸς τὸ ἐν Σάμῳ γεωφάνιον εὑρόντος καὶ πρῶ‐ τον μὲν κριὸν χρυσοῦν ἀναθέντος, ἔπειτα ἀργυροῦν, ἔπειτα χαλκοῦν ἐλάττονα, εἶτα οὐκέτι, ὡς Ἔφορος.
ε 2660 Ἐπιτάρροθος: ὁ βοηθός.
ε 2661 Ἐπιτάσσω· δοτικῇ.
ε 2662 Ἐπιτάφιον· αὕτη ἡ πληγὴ καὶ τῆς ἀρετῆς αὐτῷ ἐπιτάφιον ἦν ἐγκώμιον.
ε 2663 Ἐπιτεθῆναι.
ε 2664 Ἐπιτελεοῦν καὶ Ἐπιτελέωμα· ἐπιτελέωμα λέγεται τὸ ἐπὶ πᾶσι θυόμενον ὑπὲρ τοῦ τελείας γίνεσθαι τὰς πρότερον θυσίας.
ε 2665 Ἐπιτέλλεται: ἐντέλλεται, παραγγέλλει.
ε 2666 Ἐπιτελῆ: εἰς πέρας ἀγόμενα. ὁ δὲ ὑπέσχετο πάντα ἐπιτελῆ ποιήσειν.
ε 2667 Ἐπιτεμόμενος: περικόψας. κέλευσόν με ἀποθνήσκειν ἐπιτε‐ μόμενος τοῦ σταυροῦ τὴν περίοδον.
ε 2668 Ἐπίτεξ ἦν ἡ γυνή: ἀντὶ τοῦ ἐν αὐτῷ τῷ κύειν.
ε 2669 Ἐπιτέρπομαι· δοτικῇ.
ε 2670 Ἐπιτετράφαται: ἐπιτετραμμένοι εἰσίν.
ε 2671 Ἐπιτέτριψαι: ποτὲ μὲν ἐπὶ ὑπερηφανίᾳ τάττεται, ποτὲ δὲ ἐπὶ κατάρᾳ. καὶ μὴν ἐπιτέτριψαί γε.
ε 2672 Ἐπιτετυφωμένον: ἐπικεκαυμένον.
ε 2673 Ἐπίτευγμα: ἐπιτυχία. οἱ δὲ θαυμάσαντες τὰ πλήθη τῶν κατοικούντων τὴν Αἴγυπτον καὶ τὰ τῶν τόπων ἐπιτεύγματα διέλαβον μεγίστην ἡγεμονίαν εἶναι.
ε 2674 Ἐπιτεύξομαι σοῦ.
ε 2675 Ἐπιτείλας: ἀνατείλας. νενικηκότας αὐτοὺς ὁ ἥλιος ἐπιτεί‐ λας ἴδῃ.
ε 2676 Ἐπίτειλον: πρόσταξον.
ε 2677 Ἐπιτειχίζει: ἐποικοδομεῖ.
ε 2678 Ἐπιτειχισάντων: ἐπελθόντων.
ε 2679 Ἐπιτείχισμα: τὸ τειχιζόμενον κατά τινων χωρίων, ὅθεν ἦν τοὺς ἐπιτειχισθέντας κακῶς ποιεῖν. καὶ τὸ πρᾶγμα δὲ ἐπιτειχισμός. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.
ε 2680 Ἐπίτηδες: ἐκ σπουδῆς. οὔκουν ἐπίτηδες ξυνελέγημεν. καὶ αὖθις· ὥσπερ ἐπίτηδες.
ε 2681 Ἐπιτήδευμα: ἄσκησις, μάθησις. Ἱκανὸς ὄνομα, λῃστὴς τὸ ἐπιτήδευμα· ὃς ἀνεῖλεν Αἰσχύλον τὸν αὐλητὴν καὶ Στησίχορον τὸν κιθαρῳδόν. καὶ τὸ μὲν ἐπιτήδευμα ἦν ῥήτωρ, Διοπείθης τὸ ὄνομα. καὶ αὖθις· ὁ δὲ ἦν τὸ ἐπιτήδευμα ἔμπορος.
ε 2682 Ἐπιτήδευμα: τοῦ βίου ἡ διαγωγή.
ε 2683 Ἐπιτήδευσις: πρᾶξις, καὶ σπουδή, καὶ ἐργασία. ὁ δὲ ἦν εὐτελὴς τὴν ἐπιτήδευσιν, οὐδὲν ὅτι μὴ ποιμὴν τὸ κατ’ ἀρχάς.
ε 2684 Ἐπιτηδεύω· αἰτιατικῇ.
ε 2685 Ἐπιτήδεια: τὰ πρὸς τροφὴν ἁρμόδια. ἐσθῆτας δὲ καὶ τὰ ἐπιτήδεια ἔκπλεα παρεῖχεν. Ξενοφῶν· τὰ ἐπιτήδεια ἄφθονα παρῆν. Ἀρριανός· οὐδὲν ἄλλο εἰ μὴ τὰ ἐπιτήδεια τῆς δικαίας τιμῆς λαμβάνοντας.
ε 2686 Ἐπιτηδειέστερος· καὶ γὰρ ὁ Μιθριδάτης τά τε ἄλλα ἔνδι‐ κος βασιλεὺς ἦν καὶ Ῥωμαίοις ἐπιτηδειέστερος.
ε 2687 Ἐπιτήδειος: φίλος, εὔνους. ἁρμόδιος. Ξενοφῶν· ὁ δὲ βακτηρίαν ἔχων, εἴ τις αὐτῷ δοκοίη βλακεύειν, ἐκλεγόμενος τὸν ἐπι‐ τήδειον ἔπαιεν ἄν.
ε 2688 Ἐπιτήδειος· παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φόβον, ἄδεος, πλεονασμῷ τοῦ ι ἄδειος, ὁ ἐστερημένος τοῦ φοβεῖσθαι· ἐκτάσει τοῦ α εἰς η καὶ πλεονασμῷ τοῦ τ, μετὰ τῆς ἐπὶ προθέσεως ἐπιτήδειος.
ε 2689 Ἐπιτηδείως: ἐπιρρηματικῶς.
ε 2690 Ἐπιτίθεμαι· δοτικῇ.
ε 2691 Ἐπιτήθη: ἡ τῆς τήθης μήτηρ, ὥστε εἶναι τὴν μὲν τήθην μητρὸς ἢ πατρὸς μητέρα, τὴν δὲ ἐπιτήθην τὴν τοῦ πατρὸς μητέρα καὶ τῆς μητρὸς μητέρα. οὕτως Ἰσαῖος ἐν τῷ πρὸς Δωρόθεον.
ε 2692 Ἐπιτίθης: περαίνεις. ἐπεὶ καὶ σὺ τῶν σῶν ὑπηκόων τοῖς τι θανάτου ἄξιον ἐξεργασαμένοις, αὐτὸς ἐπιτίθης τὴν δίκην.
ε 2693 Ἐπιτίθησιν: ἀποπέμπει. Δαμάσκιος· καὶ δὴ γραψάμενος ἐπιστολὴν πρὸς τοὺς ἐν Καρίᾳ δύο φιλοσόφους ἐπιτίθησιν.
ε 2694 Ἐπιτιμήδης: ὄνομα κύριον.
ε 2695 Ἐπιτίμησις: παρὰ Ἀριστοτέλει εʹ εἰσί. λέγει γάρ, ὅτι μὴ αἱ αὐταὶ ἐπιτιμήσεις ἐξεταζομένῳ λόγῳ καὶ ἐρωτωμένῳ. πρώτη δέ ἐστιν, ὅταν ἐκ τῶν ἠρωτημένων μηδὲν συμπεραίνηται, μήτε τὸ προκείμενον μήτ’ ἄλλο τι, τουτέστιν ἂν ἀσυλλόγιστον ᾖ, καὶ ἔτι ψευδεῖς ὦσιν αἱ κείμεναι προτάσεις ἢ ἄδοξοι, ἐφ’ αἷς ἐπιφέρει τὸ συμπέρασμα. τοιοῦτος γὰρ ὁ λέγων· τὸ παρὰ τὸ ὄν, οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν· οὐ γὰρ τοῦτο συνάγεται. οὗτος μὲν οὐ δοκεῖ τὸ προκείμενον συνάγειν, ἀλλ’ ἄλλο τι συνάγει συλλογιστικῶς· τὸ γὰρ παρὰ τὸ μὴ ὂν οὐδέν. ἕτερος δὲ λέγει· εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γινόμενον οὐκ ἔχει· ἀλλὰ μὴν τὸ γενόμενον ἀρχὴν ἔχει· οὔτε τὸ προκείμενον οὔτ’ ἄλλο τι συλλογίζεται πρὸς τῷ καὶ τὰ λαμβανόμενα ψευδῆ τε καὶ ἄδοξα λαμβάνειν. δευτέραν τίθησιν ἐπιτίμησιν, εἰ αἱ μὲν προτάσεις συλλογιστικῶς εἶεν κείμεναι καὶ ὁ λόγος εἴη συλλογιζόμενός τι, μὴ μέντοι τὸ προκείμενον, ἀλλ’ ἄλλο τι. τρίτη ἐπιτίμησις, εἰ προστιθέμενά τινα συνάγει τὸ προκείμενον συλλογιστικῶς, τὸ μέντοι προτι‐ θέμενον χεῖρόν τε εἴη τῶν κειμένων καὶ ἠρωτημένων καὶ ἧττον ἔνδοξον τοῦ συμπεράσματος. τετάρτη ἐπιτίμησις, ἂν ἀφαιροῦμεν ἀπὸ τοῦ λόγου ἐκ τῶν λειπομένων συνάγεται συλλογιστικῶς, ὃ ἔχουσιν οἱ παρέλκοντες λόγοι. πέμπτη ἐπιτίμησίς φησιν εἶναι, εἰ ἐξ ἀδοξοτάτων καὶ ἧττον πιστῶν τοῦ συμπεράσματος ὁ λόγος εἴη ἢ ἐξ ἀληθῶν μέν, χαλεπωτέρων δὲ δειχθῆναι τοῦ προβλήματος.
ε 2696 Ἐπιτίμησις: ἀποστροφή.
ε 2697 Ἐπιτιμητάς· τιμηταὶ μὲν οἱ πρῶτόν τι ἐκαλοῦντο τιμώμενοι, ἐπιτιμηταὶ δὲ οἱ χρόνῳ ὕστερον τὰ αὐτὰ τιμώμενοι.
ε 2698 Ἐπιτιμία: εὐπορία, ἢ ἡ μὴ ἀτιμία. Κέφαλος ῥήτωρ· ὁσάκις αὐτὸν κινδυνεύοντα περὶ τῆς ἐπιτιμίας ἢ τῆς πατρίδος ἢ τοῦ βίου παντὸς διεσώσατε;
ε 2699 Ἐπιτίμια: τὰ ἐπὶ τιμῇ τινος γινόμενα. Σοφοκλῆς· ἀλλ’ ἔστ’ Ὀρέστου ταῦτα τἀπιτίμια.
ε 2700 Ἐπιτίμια: οἱ μισθοί. Σοφοκλῆς· γενοῦ πρόφρων ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια. τουτέστιν τοὺς μισθούς.
ε 2701 Ἐπίτιμον: πλούσιον· ἢ τὸν μὴ ἄτιμον. Λουκιανός· ἡ βουλὴ δὲ ἐπικλασθεῖσα πρὸς αὐτὸν ἀφίησι τῷ Μενεκράτει τὴν καταδίκην, καὶ ἤδη ἐπίτιμός ἐστιν. τούς τε δούλους ἐλευθέρους καὶ τοὺς ἀτίμους ἐπιτίμους καὶ τοὺς μετοίκους πολίτας καὶ τοὺς ὀφείλοντας ἀφεῖσθαι ἐψηφίσαντο.
ε 2702 Ἐπίτιμος: ὁ τετιμημένος, καὶ οὐκ ἄτιμος.
ε 2703 Ἐπιτιμῶσα· τοῖς μὲν ἐρασθεῖσιν ὡς ἑταίρα συνῆν ἁδροὺς αἰτοῦσα τοὺς μισθούς, ἐπιτιμῶσα τὴν ὑπὲρ τῆς ὁμιλίας αἴτησιν, διὰ τὸ μὴ ἐξεῖναι δρᾶν ἐμφανῶς ἃ ἐθέλει. βαρύνουσα τὴν τιμήν.
ε 2704 Ἐπιτιμῶ· δοτικῇ.
ε 2705 Ἐπιτίτθιον· ὑπομάζιον, ὑπὸ τὴν τροφόν.
ε 2706 Ἐπιτοαυτό: ἐπίρρημα.
ε 2707 Ἐπίτιτθον: τὸ ὑπὸ τὴν τροφόν.
ε 2708 Ἐπιτολῆς: ἀνατολῆς, φάνσεως ἄστρου.
ε 2709 Ἐπιτολμῆσαι· δοτικῇ. ἐπιβουλεύσασθαι. καὶ ἀναπείθει ἐπι‐ τολμῆσαι τῷ Λυκίδῃ καὶ τῷ Σωσιβίῳ, ἐπαίρει δὲ ἅτε φορτηγοὺς τοιοῦ‐ τος ῥᾷστά τε ἀναπείθει, καὶ νυκτὸς γενομένης ἀκράτου.
ε 2710 Ἐπίτομος.
ε 2711 Ἐπιτομώτατον: τὸ συντομώτερον.
ε 2712 Ἐπίττον: ἠσέλγουν, κατεφίλουν. πιττοῦν δέ ἐστι κυρίως τὸ τὰς πλατείας ναῦς πίττῃ χρίειν· ἔνθεν οὖν μετήνεκται ἡ λέξις. ἢ ἀντὶ τοῦ ἐκίνουν, συνῆλθον. Ἀριστοφάνης Πλούτῳ· ἱκανὸν γὰρ αὐτὴν πρότερον ἐπίττον χρόνον. Ἔπιτον δὲ δι’ ἑνὸς τ, ἐπέρχεσθε, ἐπιπο‐ ρεύεσθε. λέγετον, ἔπιτον. Ἀριστοφάνης Βατράχοις.
ε 2713 Ἐπίτονος: ὁ δεσμεύων ἱμὰς πρὸς τὸν ἱστὸν τὸ κέρας.
ε 2714 Ἐπίτονος: Ἀριστοφάνης ἐπὶ ἐπιτόνου. γελοῖον δὲ ἐπὶ δέρμα‐ τος. καὶ Ὅμηρος· ἐπίτονος βέβλητο.
ε 2715 Ἐπιτοπίζω· κατοικίζω.
ε 2716 Ἐπὶ τοῦ Μανδραβούλου: ἐπὶ τοῦ κατὰ τὸ χεῖρον προ‐ κόπτοντος. ὁ γὰρ Μανδράβουλος θησαυρὸν εὑρὼν τῷ πρώτῳ χρόνῳ πρόβατον χρυσοῦν ἀνέθηκε τῇ Ἥρᾳ, τῷ δὲ βʹ ἀργυροῦν καὶ τῷ γʹ χαλκοῦν.
ε 2717 Ἐπὶ τὸ πλεῖστον.
ε 2718 Ἐπιτωθάζων: ἐπιλοιδορούμενος, ἢ ἐπεμβαίνων, ἢ καυχώ‐ μενος, ἢ χλευάζων.
ε 2719 Ἐπὶ τῶν ὑποκειμένων: ἐπὶ τῶν φθασάντων γενέσθαι. πρέσβεις δὲ ἔπεμπεν διασαφοῦντας, Πόπλιον μὲν εὐδοκεῖν τὴν εἰρή‐ νην, τοὺς δὲ ἐν τῷ συνεδρίῳ διαφέρεσθαι καὶ φάναι διαμένειν ἐπὶ τῶν ὑποκειμένων. ἐνεστώτων.
ε 2720 Ἐπιτραπέζια διηγήματα.
ε 2721 Ἐπιτραπεζώματα: τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα.
ε 2722 Ἐπιτραχήλιος κόσμος.
ε 2723 Ἐπιτρέπει· δοτικῇ· χαρίζεται, παραδίδωσιν. ὁ δὲ τῆς ἐμῆς σατραπείας φυγάδα ἐλαύνει καὶ τούτῳ ἐπιτρέπει.
ε 2724 Ἐπιτρέπειν τοῖς οἰκείοις: Δημοσθένης ἀντὶ τοῦ δικαστὰς αὐτοὺς αἱρεῖσθαι, Λυσίας δὲ ἐπέτρεψεν ἀνδράσιν εἶπεν, ἀντὶ τοῦ ἐπι‐ τρόπους κατέστησεν.
ε 2725 Ἐπιτρέχειν· δοτικῇ· τοῦ ἀποτρέχειν διαφέρει.
ε 2726 Ἐπιτρέχειν τοῦ ἐπιδιώκειν διαφέρει. ἐπιτρέχει μὲν γάρ τις τῷ μὴ φεύγοντι, διώκει δὲ τὸν φεύγοντα. ἔστι δὲ τὸ διώκειν οἷον ἐλαύνειν. ἔνθεν καὶ ὑποδιώκειν λέγεται.
ε 2727 Ἐπιτριβείη: ἐντριβὴς γένοιτο, ἔμπειρος ὑπάρξοι, ἢ παρορμη‐ θείη. σημαίνει δὲ καὶ ἀπολεσθείη.
ε 2728 Ἐπιτριβόμενοι: ἐπερχόμενοι.
ε 2729 Ἐπίτριπτος: ὁ ἐπιτριβῆναι ἄξιος.
ε 2730 Ἐπιτρίταις· Ἰσαῖος ἐν τῷ κατὰ Καλλιφῶντος· ἑξακοσίαις δραχμαῖς ἐπιτρίταις. ἀντὶ τοῦ ἐπὶ ηʹ ὀβολοῖς· κατὰ τὸ τρίτον εἶναι μερίδα τοὺς ηʹ ὀβολοὺς τοῦ τετραδράχμου.
ε 2731 Ἐπιτρῖψαι· αἰτιατικῇ. ἀπολέσαι. καὶ Ἐπιτρίψεις, συν‐ τρίψεις.
ε 2732 Ἐπιτροπή: παρατροπή. ὁ δὲ Λεύκιος προχειριζόμενος δια‐ πέμπεσθαι πρὸς τοὺς Λαπατηνοὺς καὶ λαλεῖν ὑπὲρ ἐπιτροπῆς ἀπαρά‐ σκευος ἦν εἰς τὸ μέλλον.
ε 2733 Ἐπιτροπεύω· γενικῇ. αἰτιατικῇ δέ· καὶ ἐπετρόπευσε μὲν τὸν υἱὸν Ἀλεξάνδρου τὸν Ἡρακλέους κληθέντα.
ε 2734 Ἐπιτροχάδην: ἐπειγμένως, ὥσπερ τρέχων. ἢ κεφαλαιωδῶς, ταχέως. κόραξ ἐπιτρόχως φθεγγόμενος χειμῶνα σημαίνει.
ε 2735 Ἐπὶ τροχοῦ δεῖ ς’ ἐκεῖ στρεβλούμενον εἰπεῖν ἃ πεπανούργηκας· Ἀριστοφάνης Πλούτῳ. παροιμία ἐπὶ τῶν πονη‐ ρῶν. τροχὸς γάρ τις ἦν ἐν Ἀθήναις, ἐν ᾧ δεσμούμενοι οἱ οἰκέται ἐκολάζοντο.
ε 2736 Ἐπιτυχοῦσιν: εὐτελέσι. περὶ ὑπάτων μὴ ῥᾳθύμως σκοπεῖν, ὡς οὐ τοῖς ἐπιτυχοῦσι δέον ἐγχειρίσαι τὴν ἀρχήν, τοσούτων περιεστη‐ κότων κινδύνων τὴν πόλιν.
ε 2737 Ἐπιτυφῇ: ἐπικαῇ, ἐκπυρωθῇ. οὕτως Ἀριστοφάνης. ὅπως ἂν ἀνὴρ ἐπιτυφῇ μάλιστά μου. ἐπικαυθῇ ἐπ’ ἐμοί.
ε 2738 Ἐπιτυγχάνω· γενικῇ.
ε 2739 Ἐπιφάνεια· ἐπιφάνεια ἐστὶ σώματος πέρας, ἢ τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, βάθος δὲ οὔ. αὐτὴ δὲ κατ’ ἐπίνοιαν καὶ καθ’ ὑπόστασιν λέγεται. Ἐπιφάνεια δὲ καὶ ἡ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος οἰκονομία.
ε 2740 Ἐπιφάνιον καὶ τὰ Ἐπιφάνια.
ε 2741 Ἐπιφάνιος, Οὐλπιανοῦ, Πετραῖος, σοφιστής· παιδεύσας ἔν τε αὐτῇ καὶ ἐν Ἀθήναις. ἔγραψε Περὶ κοινωνίας καὶ διαφορᾶς τῶν στάσεων, προγυμνάσματα, μελέτας, Δημάρχους, Πολεμαρχικόν, λόγους ἐπιδεικτικούς· καί τινα σύμμικτα θεωρήματα.
ε 2742 Ἐπιφάνιος, Κωνσταντείας τῆς Κύπρου ἐπίσκοπος, τῆς πρότε‐ ρον Σαλαμίνης. ἔγραψε κατὰ πασῶν τῶν αἱρέσεων λόγους, ἃ Πανάρια λέγονται, καὶ ἕτερα πολλά· ἅτινα παρὰ μὲν τῶν πεπαιδευμένων διὰ τὰ πράγματα, παρὰ δὲ τῶν ἰδιωτῶν διὰ τὰ ῥήματα ἀναγινώσκεται. τελευτᾷ ἐσχατόγηρως.
ε 2743 Ἐπιφάνιος, ἐπίσκοπος Ὀλυβρίας. ἔγραψε λόγον ἀντιρρητι‐ κὸν κατὰ εἰκονοκαυτῶν, λίαν ὠφέλιμον.
ε 2744 Ἐπιφάνιος καὶ Εὐπρέπιος ἐγενέσθην Ἀλεξανδρεῖς τὸ γένος ἀμφότεροι καὶ τῶν παρὰ Ἀλεξανδρεῦσι τελετῶν νομιζομένων δαημονέ‐ στατοι, τῶν μὲν Περσικῶν καλουμένων ὁ Εὐπρέπιος ἐξάρχων, τῶν δὲ ἀμφὶ τὸν Ὄσιριν ὁ Ἐπιφάνιος. οὐ μόνον δέ, ἀλλὰ καὶ τῶν τοῦ Αἰῶνος ὑμνουμένου θεοῖ· ὃν ἔχων εἰπεῖν ὅστις ἐστίν, ὅμως οὐ γράφω κατά γε τὴν παροῦσαν ταύτην ὁρμήν. ὁ δὲ Ἐπιφάνιος ἐξηγεῖτο καὶ τῶνδε τῶν ἱερῶν. οὗτοι μέντοι οἱ ἄνδρες οὐκ ἐγένοντο μὲν ἐπὶ τῆς ἀρχαιοπρεποῦς πολιτείας, τοῖς δὲ γενομένοις ἐπιβεβήκασι καὶ ἐνέτυχον, καὶ παρ’ ἐκείνων ὠφεληθέντες, ἔπειτα τοῖς καθ’ ἑαυτοὺς ἐγένοντο πολλῶν ἀγαθῶν ἡγεμόνες, τῶν τε ἄλλων καὶ παλαιῶν διηγμάτων πολύφωνοι κήρυκες. Δαμάσκιος.
ε 2745 Ἐπίφασις: δήλωσις, ἔνδειξις. οἱ δὲ ἧκον μετὰ παιανισμοῦ καὶ στεφάνων καὶ τῆς τῶν νικώντων ἐπιφάσεως.
ε 2746 Ἐπίφασις. διὰ τὸ πολλὴν ἐπίφασιν γενέσθαι τῆς εὐδαι‐ μονίας περί τε τοὺς κατ’ ἰδίαν βίους καὶ περὶ τὰ κοινά, τῶν ἐκ Μακεδονίας μετακομισθεισῶν εἰς τὴν Ῥώμην χορηγιῶν. καὶ αὖθις· κατὰ μὲν τὴν ἐπίφασιν ἐποίει τινά· τῇ δὲ ἀληθείᾳ περὶ τὰς παρα‐ σκευὰς εἶχεν.
ε 2747 Ἐπιφαίνεται ὑψόθεν· Ὑποφαίνεται δὲ χαμόθεν.
ε 2748 Ἐπιφθασάμενον· λέγουσι τὴν αἶγα τὴν Διὸς τροφὸν κατηστερίσθαι. καί φασι τὸν ἐπιφθασάμενον ἐπιτέλλουσαν αὐτὴν ἐπιτυγχάνειν ὅσα ἂν εὔξηται.
ε 2749 Ἐπιφέρειν: κατηγορεῖν, διασύρειν. ἄλλο μὲν οὐδὲν ἐπιφέρειν ἔχων, ὅτι δὲ εὔνους εἴη Ῥωμαίοις.
ε 2750 Ἐπιφορήματα: παρὰ Ἡροδότῳ τραγήματα.
ε 2751 Ἐπιφοραῖς: καταδίκαις. οἱ δὲ πεισθέντες καὶ παραδόντες ἑαυτοὺς εἰς τὴν ἐπιφορὰν τῶν πολεμίων ἀπέθανον γενναίως. ἀντὶ τοῦ τὴν ἐπέλευσιν.
ε 2752 Ἐπίφορος: ὁρμητικός. οὐδὲ πρὸς ἀδικίαν ἢ πλεονεξίαν ἐπίφορος ἦν, προσκρουστικὸς δὲ καὶ ἁμιλλητικὸς πρὸς τοὺς ἄρχοντας.
ε 2753 Ἐπιφωνῶ· δοτικῇ.
ε 2754 Ἐπιφρασθείς: ἐνθυμηθείς, διαλογισάμενος. Ἀρριανός· ὁ δὲ Νέαρχος ἐπιφρασθείς, ὅτι σπείρεσθαι τὴν χώραν εἰκός, λέγει πρὸς Ἀρχίδαν, καταληπτέα σφίσιν εἴη τὸ χωρίον.
ε 2755 Ἐπιφροσύνῃ: συνέσει. φρονήσει.
ε 2756 Ἐπίφρων: συνετός.
ε 2757 Ἐπιφοιτᾷ: παραγίνεται.
ε 2758 Ἐπιφυλλίδα: ῥαγολογίαν· ἤτοι μικρὸν βοτρύδιον. τὰ ἐπὶ τοῖς φύλλοις. Ἀριστοφάνης Βατράχοις· ἐπιφυλλίδες ταῦτ’ ἔστι καὶ στωμύλματα. ἀντὶ τοῦ λάλοι καὶ πιθανολόγοι. ἐπὶ τῶν δοκούντων εἶναι σοφῶν ἢ ποιητῶν. ἐπιφυλλίδες δέ εἰσι τὰ ἐπικείμενα τοῖς μεγάλοις βότρυσι βοτρύδια, Καλλίστρατος δὲ τὰ αὐτὰ καθ’ ἑαυτὰ μικρά. κέκληται δὲ οὕτως διὰ τὸ ἐπὶ τοῖς φύλλοις καλύπτεσθαι· ἢ τὰ πρὸς αὐτοῖς τοῖς φύλλοις.
ε 2759 Ἐπιφυόμενος· δοτικῇ. περιπλεκόμενος. τοῖς δὲ ταῖς χερσὶν ἐπιφυόμενος ἐδεῖτο βοηθῆσαι τοῖς ἀκληρήμασι. καὶ αὖθις· νυκτὸς γενομένης ἐπεφύοντο τοῖς δυσίν. ἀντὶ τοῦ κατήρχοντο, ἐπεχείρουν.
ε 2760 Ἐπιχάνῃ· ἔχεσθαι δὲ αὐτοῦ ἐκέλευσεν, ἵνα μὴ διαδρὰς ἔξω τοῦ στρατοπέδου, εἶτα μέντοι ζῶν ἀπέλθῃ καὶ ἐπιχάνῃ. ἀντὶ τοῦ ἐπεγγελάσῃ.
ε 2761 Ἐπιχάρης: ὄνομα κύριον. θηλυκόν.
ε 2762 Ἐπίχαρι.
ε 2763 Ἐπιχάρις, Σικυόνιος, προδότης. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος.
ε 2764 Ἐπίχαρις: ἐπιτερπής, ὁμιλητικός. ὁ δὲ σεμνὸς ὢν καὶ σπου‐ δαστικός, ὅμως ἐπίχαρις ἦν ἐν ταῖς ὁμιλίαις.
ε 2765 Ἐπιχαριτώτερος.
ε 2766 Ἐπίχαρμος, Τιτύρου ἢ Χειμάρου καὶ Σικίδος, Συρακούσιος ἢ ἐκ πόλεως Κραστοῦ τῶν Σικανῶν· ὃς εὗρε τὴν κωμῳδίαν ἐν Συρα‐ κούσαις ἅμα Φόρμῳ. ἐδίδαξε δὲ δράματα νβʹ, ὡς δὲ Λύκων φησὶ λεʹ. τινὲς δὲ αὐτὸν Κῷον ἀνέγραψαν, τῶν μετὰ Κάδμου εἰς Σικελίαν μετοικησάντων, ἄλλοι Σάμιον, ἄλλοι Μεγάρων τῶν ἐν Σικελίᾳ. ἦν δὲ πρὸ τῶν Περσικῶν ἔτη ἕξ, διδάσκων ἐν Συρακούσαις· ἐν δὲ Ἀθήναις Εὐέτης καὶ Εὐξενίδης καὶ Μύλος ἐπεδείκνυντο. οὗτος εὑρετὴς καὶ τῶν μακρῶν στοιχείων η καὶ ω. καὶ Ἐπιχάρμειος λόγος, τοῦ Ἐπι‐ χάρμου.
ε 2767 Ἐπιχαιρεκακία: ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς. οὕτως οἱ φιλόσοφοι.
ε 2768 Ἐπιχειλές: οὕτω λέγεται μέτρον τὸ μὴ πλῆρες, ἀλλ’ ἀπολει‐ πόμενον. Ἀριστοφάνης· τὴν πόλιν ἡμῶν μεστὴν ἐποίησεν εὑρὼν ἐπι‐ χειλῆ.
ε 2769 Ἐπίχειρα: μισθούς, τὰ διὰ τῶν χειρῶν κέρδη. ἀνθ’ ὧν τὰ ἐπίχειρα ἠνέγκαντο ἀλλήλοις πρεπωδέστατα.
ε 2770 Ἐπιχειρεῖν: τὸ ἐρωτᾶν καὶ συλλογίζεσθαι. τὸ γὰρ ἐπιχείρημα διαλεκτικός ἐστι συλλογισμός.
ε 2771 Ἐπιχειρῶ σοι δὲ ἀεί.
ε 2772 Ἐπιχειρημάτων: ἐννοιῶν.
ε 2773 Ἐπιχειρήσειν: ἐπιβαλέσθαι. ἔγραφεν ἐπιχειρήσειν μέλλειν τοῖς Σιγγάροις καὶ ἐπὶ τῷδε πέμπειν πεζοὺς ἀποχρῶντας.
ε 2774 Ἐπιχειρητέα: ἀντὶ τοῦ ἐπιχειρητέον, ὡς τὸ τολμητέα. φιλεῖ γὰρ Θουκυδίδης τὰ τοιαῦτα.
ε 2775 Ἐπιχειροτονία: ἡ τῶν χειροτονητῶν ἀπόστασις.
ε 2776 Ἐπὶ χειρῶν ἀροῦσί σε: ἀντὶ τοῦ χειραγωγήσουσι, ποδηγή‐ σουσιν, ὑπερείσουσιν ἀσθενοῦντα, παντοδαπὴν ἐπικουρίαν προσοίσουσιν.
ε 2777 Ἐπιχθονίων: ἐπιγείων.
ε 2778 Ἐπιχωματισμός· ζήτει ἐν τῷ χῶμα.
ε 2779 Ἐπιχωρήσας: συμπαθήσας, παραχωρήσας. ἐθέλω σοι τὰ δυνατὰ ἐπιχωρήσας, τοῦ μὴ τὸ πέρα ἐς ἀμφίλογον προάγειν τὰ Ῥω‐ μαίων πράγματα ξύμβουλος γενέσθαι.
ε 2780 Ἐπιχώρησις, παραχώρησις. Ἀρριανός· ἴασιν δὲ τῶν παρόν‐ των ἐποίει τὴν τῆς ἀγνοίας προσποίησιν μᾶλλον ἢ τὴν ὡς γινωσκο‐ μένων ἐπιχώρησιν.
ε 2781 Ἐπιχρῆσθαι: τὸ πολλάκις κεχρῆσθαι παρὰ Θουκυδίδῃ.
ε 2782 Ἐπιψαύειν· δοτικῇ. ἐπιθιγγάνειν.
ε 2783 Ἐπιψαύδην: ἐπίρρημα. ὅσον ἐπιψαῦσαι μόνον· ὡς καὶ τὸ ἐπιλίγδην.
ε 2784 Ἐπιψηφιζόμενος: ἐπικρίνων. καὶ Ἐπιψηφίζων, ἐπι‐ κυρῶν.
ε 2785 Ἐπλαστολόγει: ἐψεύδετο.
ε 2786 Ἐπλάττετο: ὑπεκρίνετο.
ε 2787 Ἐπλημμέλησαν: ἠτάκτησαν, ἐρρᾳθύμησαν. πλημμελὲς γὰρ τὸ ῥᾴθυμον καὶ ἀπαίδευτον. ἵνα ὑπὲρ ὧν ἐπλημμέλησαν κακιῶν φθάνοντες, ἐν τῷ δευτέρῳ προφανεῖ κινδύνῳ τε ἰσωθῶσι κολα‐ σθέντες.
ε 2788 Ἔπλην: ἐπλησίαζον. ἔστι δὲ ῥῆμα πλῶ, τὸ πλησιάζω, παρά‐ γωγον πλῆμι, ὁ δεύτερος ἀόριστος ἔπλην.
ε 2789 Ἐπλινθεύθησαν: τὸ κατακλεισθῆναι περὶ οἰκοδόμημα μόνον, ὥστε ἔξοδον μὴ εἶναι καὶ οὕτω παντελεῖ ἀπορίᾳ ποτοῦ καὶ τροφῆς τεθνάναι πλινθευθῆναι λέγεται.
ε 2790 Ἐπλωΐσατο.
ε 2791 Ἔπνει δεινόν: ὠργίζετο.
ε 2792 Ἐπόγδοον: τὸ δεδανεισμένον, ὥστε τοῦ κεφαλαίου τὸ ὄγδοον μέρος λαβεῖν τὸν δανειστήν· οἷον τριώβολον τοῦ τετραδράχμου.
ε 2793 Ἐποδήγει: ὡδήγει.
ε 2794 Ἐπόθησεν: ἠβουλήθη, ἠθέλησεν. ὁ δὲ Σκιπίων διὰ τῶν σὺν ἑαυτῷ πεζῶν ἐπόθησε τὴν ἱππέας ἀποφῆναι.
ε 2795 Ἐποκέλλουσιν: ἐπικαθίζουσιν, ἐγγίζουσιν.
ε 2796 Ἐπολιάρχει: τῆς πόλεως ἦρχεν.
ε 2797 Ἐπολιόρκει.
ε 2798 Ἐπολιός: εἶδος ὀρνέου νυκτερινοῦ.
ε 2799 Ἐπόλισεν: ἔκτισεν.
ε 2800 Ἐπολολύζω.
ε 2801 Ἐπολυώρησας: ἐφύλαξας, ἐφρόντισας.
ε 2802 Ἐπομβρία καὶ Ἐπόμβρησις.
ε 2803 Ἐπομβρῷ.
ε 2804 Ἐπομοσάμενος: εὐξάμενος.
ε 2805 Ἐπόνουν: ἐκακοπάθουν.
ε 2806 Ἔποπος· ἡ εὐθεῖα ὁ ἔποψ.
ε 2807 Ἐποποῖ: ἐπίρρημα, ἀντὶ τοῦ ἐποπιστί. ἐὰν δὲ προπαροξύνη‐ ται, δῆλον ὅτι ἐσχημάτισται ὡς ἀπὸ εὐθείας τῆς ἔποπος. ἐποποί, ποί, ποποί, ποποί, ποποί. ἰώ, ἰώ, ἰτώ, ἰτώ, ἰτώ, ἰτώ, ἰτώ· ταῦτα δεῖ ὀξυτόνως προφέρεσθαι τῇ φωνῇ, ὥστε ὀρνέου ἦχον προφαίνεσθαι κατὰ μίμησιν. τιό, τιό, τιό, τιό, τιό, τιό, τιό, τιό· καὶ ταῦτα ὀξυτονη‐ τέον. τριοτό, τριοτό, τοτοβρίξ. δεῦρο, δεῦρο, δεῦρο, δεῦρο, δεῦρο. τορό, τορό, τορό, τοροτίγξ. κικκαβαῦ, κικκαβαῦ. τοροτοροτολιλίγξ, τοροτίγξ. τί, τί, τί, τί, τί, τί, τιό, τιό, τιοτίγξ. τιό, τιό, τιό, τιοτίγξ. ποῦ; ποῦ’στι; ποῦ; ποῦ; ποῦ’στι; ποῦ; ποῦ’στι; ποῦ; ποῦ; διὰ τῆς ἐπαναλήψεως τὴν σπουδαίαν ζήτησιν ἐμφαίνει. αὕτη σύ, ποῖ, ποῖ, ποῖ, ποῖ πέτῃ; μέν’ ἥσυχος, ἔχ’ ἀτρέμας, ἐπίσχες τοῦ δρόμου. τίς εἶ; ποδαπή; εὐράξ, πατάξ· ἐπιφθέγματα τάχους, παρὰ τὸ εὐρέως μιγήσομαι καὶ πατάξω· ὅθεν καὶ χαμαιτύπαι αἱ πόρναι. ταῦτα δὲ τὰ ἐπιρρήματα ἀνέλαβε διὰ τὸ κακέμφατον. ὠόπ, παρακελευστικόν, ἐπὶ τοῦ παύσασθαί τινος ὑποθέσεως, ὡς οἱ ἐρέσσοντες· κέλευσμα γάρ ἐστι τὸ ὠὸπ τῶν ἐρεσσόντων, καταπαῦον τὴν κωπηλασίαν. βαβαιάξ, ὠκβά‐ τανα τοῦ φορήματος. στριβιλικίγξ. ἀντὶ τοῦ οὐδεμίαν ῥανίδα. στρίβος καλεῖται ἡ ὀξεῖα βοή, λικίγξ δὲ ἡ ἐλαχίστη βοὴ τοῦ ὀρνέου· ἡ μὲν λέξις ἐκ τούτων γεγένηται· λέγει δέ, ὅτι 〈οὐδὲ〉 ἐλάχιστόν σοι μέρος μεταδίδωμι. ἀττατατταταί· θρηνῶν παρατραγῳδεῖ. ἰατταταιὰξ τῶν κακῶν, ἰατταταί· σχετλιαστικὸν ἐπίρρημα· παρεπιγραφὴ δὲ λέγεται τὰ τοιαῦτα. ῥυππαπαί, ἐπιφώνημα ναυτικόν. ἱππαπαί, ἐπὶ ἵππων. Ἀριστοφάνης· τίς ἐμβαλεῖ. βαβαί, βαβαιάξ· σχετλιαστικά, ἀντὶ τοῦ φεῦ, φεῦ. οἴμοι τάλας, οἴμοι γε, κᾆτ’ οἴμοι μάλα. ὦ εἶα, ὦ εἶα· μίμημα βαρβάρων ἐξελκόντων τι. δεῖ οὖν νοεῖν, ὅτι ταῦτα ἀνὰ μέρος λέγεται, τὸ μὲν τοῦ Ἑρμοῦ κελεύοντος καὶ ἕλκοντος, τὸ δὲ τῶν ἑλκόντων ὑπακουόντων. ὦ εἶα· εἶα μάλα. ὦ εἶα, ἔτι μάλα. ὦ εἶα. ὦ εἶα. φῦ, φῦ· ἐπὶ τοῦ φυσῶντος τὸ πῦρ. σοῦ σοῦ. ποῦ ποῦ ’στι μοῦ τὸ δίκτυον; πάλιν σοῦ. ἀππαπαί, παπαιάξ· γερόντων σχετλιασμός. αὖ, αὖν, μίμημα ὑλακῆς κυνῶν. ῥυπαπαί. βομβάξ, ἐπίρρημα ἐπὶ θαυμασμοῦ λαμβανόμενον. βομβαλομβάξ, ἀναδιπλασιάζει τὴν λέξιν. ἀττατατατατταῖ, ἐπὶ τῶν ἀλγούντων. μῦ μῦ, ἐπὶ τῶν διὰ μυκτήρων ἠχούντων. ἰαππαπαιάξ. αἴρεσθ’ ἄνω. ἰαί, εὐαί, δειπνήσομεν. εὐοῖ, εὐαί, εὐαὶ ὡς ἐπὶ νίκῃ. εὐαί, εὐαί, εὐά, εὐά· τέλος τῶν Ἐκκλησιαζου‐ σῶν Ἀριστοφάνους.
ε 2808 Ἐπόπται: οἱ τὰ μυστήρια παραλαμβάνοντες λέγονται ἐν ἀρχῇ μὲν μύσται, μετὰ δὲ ἐνιαυτὸν ἐπόπται καὶ ἔφοροι.
ε 2809 Ἐποπτεύειν· διαφέρει μύστης καὶ ἐπόπτης.
ε 2810 Ἐποπτεία: ἡ ἐπίσκεψις.
ε 2811 Ἐποποιΐα: ἡ δι’ ἡρωϊκοῦ μέτρου ἱστορία. καὶ γὰρ στερομένη μύθου ποίησις ἐποποιΐα ἐστίν.
ε 2812 Ἐποργῶσα: μηνιῶσα.
ε 2813 Ἔπορεν: ἔδωκεν.
ε 2814 Ἐπορθρεῦσαι: ἀγρυπνῆσαι· ἢ πρὸ ἡμέρας ἐπεγερθῆναι.
ε 2815 Ἐπ’ ὄριον Θασίων: ἐπάνω τοῦ ὄρους τῶν Θασίων.
ε 2816 Ἔπος: λόγος, στίχος ἔμμετρος.
ε 2817 Ἔπος πρὸς ἔπος ἠρειδόμεθα: τουτέστιν ἀντεβάλλομεν, ἐφιλονεικοῦμεν.
ε 2818 Ἐποτρύνει: παροξύνει, διεγείρει.
ε 2819 Ἐπ’ οὐδόν: ἐπὶ πρόθυρον.
ε 2820 Ἕπου κατεπείγων: ἀντὶ τοῦ σαυτὸν κατελαύνων.
ε 2821 Ἐποφθαλμίσας: φθονήσας· ἢ ἐπιθυμητικῶς ἐπιβαλών. ὁ δὲ ἰδὼν τὸ χρυσίον ἐποφθαλμιᾷ τῷ ἀνθρώπῳ. καὶ αὖθις· ὁ δὲ εἰς ὑπόνοιαν ἦλθεν ὡς ἐποφθαλμιῶν βασιλείᾳ. τουτέστιν ἐπιθυμητι‐ κῶς ἔχων. καὶ Ἰώσηπος· διὰ τὸ ἐποφθαλμιᾶν τῷ πλήθει τῆς κτή‐ σεως. καὶ αὖθις· ἀπέκτεινε δὲ αὐτὸν ὁ πανδοκεὺς ἐποφθαλμίσας τῷ χρυσίῳ.
ε 2822 Ἐποχετεῦσαι: ἐπιρρεῦσαι, καὶ ποτίσαι.
ε 2823 Ἐποχεῖται: ἐπικάθηται.
ε 2824 Ἐποχή· πρῶτος Πύρρων ἀκαταληψίας καὶ ἐποχῆς εἶδος εἰσή‐ γαγεν. Ἐποχή ἐστιν ἡ μοῖρα, ἐν ᾗ καταλαμβάνεται ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ ἕκαστος τῶν πλανητῶν. εἰσὶ δὲ οὗτοι κατὰ τάξιν· Φαίνων, Φαέθων, Πυρόεις, Ἥλιος, Φωσφόρος, Στίλβων, Σελήνη. ἕκαστον δὲ τῶν ζῳδίων διαιρεῖται εἰς λʹ μέρη, ἃ καλοῦνται μοῖραι. ἡ δὲ μοῖρα διαιρεῖται εἰς ξʹ μέρη, ἃ καλεῖται ἑξηκοστὰ πρῶτα λεπτά. καὶ τὸ ἓν πρῶτον λεπτὸν διαιρεῖται εἰς ἑξήκοντα πάλιν, ἃ καλοῦνται δεύτερα λεπτά. πλέον δὲ τῶν δευτέρων λεπτῶν ἐν τῷ προχείρῳ κανόνι παραλαβεῖν οὐκ ἀναγκαῖον.
ε 2825 Ἔποψ· Ἀριστοφάνης· ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ ἐδίδαξα τὴν φωνήν, συνὼν πολὺν χρόνον. περὶ τῶν ὀρνέων λέγει ὁ ἔποψ.
ε 2826 Ἐποψειασμός.
ε 2827 Ἐποψία.
ε 2828 Ἐπῳάζειν: τὸ ἐπὶ τοῖς ᾠοῖς καθέζεσθαι τὰ ὄρνεα. Ἀριστο‐ φάνης Ὄρνισιν· ἄλλως ἄρ’ οὕποψ, ὡς ἔοικε, τὴν λόχμην ἐμβὰς ἐπῷζε. τὰ δὲ ὄρνεα ἐν τῷ ἐπῳάζειν λάλα εἰσίν.
ε 2829 Ἐπῳάζουσιν: ἐπὶ τοῖς ᾠοῖς ᾄδουσι, βοῶσιν.
ε 2830 Ἐπωβελία· πολλῶν εἰς χρήματα συκοφαντούντων τοὺς ἐπι‐ εικεῖς καὶ ἀπράγμονας τῶν πολιτῶν καὶ μάλιστα τοῦτο πράττειν δια‐ βαλλομένων τῶν περὶ τὸ ἐμπόριον συμβαλλόντων ἐπὶ ναυτικοῖς τόκοις, Ἀθηναῖοι ζημίαν ἔταξαν κατὰ τῶν ἐγκαλούντων ὀβολὸν ἐκτείνειν, εἰ μὴ καθ’ ὧν ἐνεκάλουν, τούτους ἕλοιεν. ταύτην τὴν ζημίαν ἐπωβελίαν ὠνόμασαν.
ε 2831 Ἐπωβελία: τὸ ἕκτον μέρος τοῦ τιμήματος.
ε 2832 Ἐπωβελία: τὸ ἕκτον τίμημα τῆς δίκης, ὃ ἐπράττοντο οἱ γραψάμενοί τινας καὶ μὴ ἑλόντες αὐτοῖς τοῖς γραφεῖσιν. ἐκαλεῖτο δὲ οὕτως, ὅτι καθ’ ἑκάστην δραχμὴν ὀβελὸς ἦν. Ἐπωβελία οὖν ἡ ζημία. Ἐπωβελία οὖν ὁ τόκος, ὑπὸ Πλάτωνος Νόμων ιαʹ.
ε 2833 Ἐπῳδός: ἡ ἐπᾴδουσα τοῖς νοσοῦσι παισί. καὶ Ἐπῳδή, ἡ γοητεία. Πολύβιος· πάσης ἐπῳδῆς καὶ περιάμματος πεῖραν ἐλάμβα‐ νον. Σοφοκλῆς· οὐ πρὸς ἰατροῦ σοφοῦ θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι.
ε 2834 Ἐπ’ ὠκεανοῖο ῥοάων: Ὅμηρος. ἀντὶ τοῦ ὡς ἐπ’ ὠκεανοῦ ῥοάς. καὶ ἀλλαχόθι· ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου. ὡς ἐπὶ τὸν Μενέλαον.
ε 2835 Ἐπώκειλα: ἀπέκλινα.
ε 2836 Ἐπώλησε: διέπρασεν.
ε 2837 Ἐπωμαδόν· ὁ δὲ τοῖς ὤμοις φέρων ἐπωμαδόν. λέγεται καὶ ἐπωμάδιος.
ε 2838 Ἐπωμίς: εἶδος περιβολαίου. ἐπωμίδες δὲ καὶ ἀναξυρίδες καὶ τῶν ὑποδημάτων τὰ πλεῖστα ἐς τῶν Οὔννων τό τε ὄνομα τὸν τρόπον ἀποκέκριται σφίσι. Προκόπιός φησιν. οἱ μὲν γὰρ τὰ μυστήρια παραλαμβάνοντες μύσται καλοῦνται, οἱ δὲ τῷ ἑξῆς ἐνιαυτῷ ἔφοροι καὶ ἐπόπται. ἐγὼ οὖν, φησίν, ὅταν λάθρα καταράσωμαι τῷ δεσπότῃ, λίαν οὕτως ἥδομαι, ὡς δοκεῖν μυστήρια ἐποπτεύειν καὶ ἑορτάζειν. τὸ δέ, ἀλλ’ ἐποπτεύω, ἀντὶ τοῦ οὐ ἀλλὰ ἐν οἵῳ τρόπῳ λέγομεν, οὐχ οἷον ἥδομαι, ἀλλ’ ὑπερήδομαι.
ε 2839 Ἐπώμοτον· Σοφοκλῆς· ὄμνυμ’ ἔγωγε Ζῆν’ ἔχων ἐπώμοτον. τουτέστι τοῦ ὅρκου ἐγγυητήν.
ε 2840 Ἐπώνια: τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον. εἴη δ’ ἂν ἴσως ἡ πέμπτη.
ε 2841 Ἐπώνυμον: τὸ μεθ’ ἑτέρου κυρίου καθ’ ἑνὸς λεγόμενον. ἐπωνυμίαν θέμενοι Μαρκίῳ Κορβῖνον ἐπὶ τοῦ συναγωνιζομένου κατὰ τὴν μονομαχίαν ζῴου. κόρβους γὰρ τοὺς κόρακας φασὶ Ῥωμαῖοι. καὶ αὖθις Ἀριστοφάνης· ὡς ἀγαθόν ἐστ’ ἐπωνυμίας πολλὰς ἔχειν. ὡσανεὶ ἔλεγεν, οὐ ματαίως ἄρα σπεύδουσι πολλὰ ὀνόματα ἔχειν οἱ δικάζοντες.
ε 2842 Ἐπώνυμοι: διττοί εἰσιν οἱ Ἐπώνυμοι, οἱ μὲν ιʹ ἀριθμόν, ἀφ’ ὧν αἱ φυλαί, ἕτεροι δὲ βʹ καὶ τοῖς μέν, ἀφ’ ὧν αἱ ἡλικίαι προσαγο‐ ρεύονται τῶν πολιτῶν καθ’ ἕκαστον ἔτος ἀπὸ ιηʹ ἔτους μέχρι ξʹ.
ε 2843 Ἐπώνυμοι: οἱ κατ’ ἀρετὴν διαπρέποντες ἀστοὶ καὶ ξένοι χαλκαῖς εἰκόσιν ἐτιμῶντο· ὑφ’ ὧν ἐνίων καὶ ταῖς φυλαῖς ἐτίθει ὀνό‐ ματα. φασὶ δ’ ἐκεῖθεν πρῶτον δόξαι τὰς φυλὰς ἐξηγήσασθαι· ἀπορούν‐ των γὰρ αὐτῶν ὄνομα ταῖς φυλαῖς θέσθαι, ἀπὸ τῶν ἐνδοξοτάτων τοῦτο ποιῆσαι καὶ ἕκαστον ἑκατὸν ὀνόματα ἰδίᾳ γραψάμενον κληρῶσαι. παρὰ γοῦν τὰς εἰκόνας τῶν Ἐπωνύμων τούτων εἰσηγοῦντο τοὺς νόμους, πρὶν ἢ γενέσθαι κυρίους· ἵν’ ἐντυγχάνοντες αὐτοῖς οἱ βουλό‐ μενοι κατηγοροῖεν.
ε 2844 Ἐπωπεύς, Ἐπωπέως.
ε 2845 Ἐπωπτευκότων: οἱ μυηθέντες ἐν Ἐλευσῖνι, ἐν τῇ βʹ μυήσει ἐποπτεύειν λέγονται.
ε 2846 Ἐπωρώθησαν: ἐσκληρώθησαν.
ε 2847 Ἐπωρυόμενος: φωνῶν.
ε 2848 Ἐπωτίδες· Θουκυδίδης· καὶ τὰς ἐπωτίδας ἐπέθεσαν ταῖς πρώραις παχείας ὡς ἐπὶ ξʹ πήχεις, ἐντός τε καὶ ἔξωθεν. Ἐπωτί‐ δες εἰσὶ τὰ ἑκατέρωθεν πρώρας ἐξέχοντα ξύλα.
ε 2849 Ἐπωτίσιν· ἐκ φορτίδων πολεμιστηρίας τὰς νέας κατεσκεύασε ταῖς ἐπωτίσι καὶ τοῖς στερίφοις ἀποφήνας εὐρρώστους.
ε 2850 Ἐπ’ ὠϋτόν: ἐπ’ αὐτόν.
ε 2851 Ἐπωφελές.
ε 2852 Ἐπῴχετο: ἐπεπορεύετο.
ε 2853 Ἐπράξατο: ἀπῄτησεν. τοὺς δὲ Βυζαντίους καί τινας ἄλλους ἐπράξαντο. ἀντὶ τοῦ χρήματα ἀπῄτησαν. καὶ αὖθις· ὡς δὲ δίκας αἰτῶν τοὺς Ἀθηναίους περὶ τοῦ παιδὸς οὐκ ἔτυχεν, αὐτὸς ἑαυτὸν ἐπράξατο.
ε 2854 Ἐπράδει: ἀπέπαρδε. καὶ ἀποπαρδεῖν λέγεται. ἐπράδειν δὲ προτεταγμένου τοῦ ρ.
ε 2855 Ἐπραξικόπει· ὁ δὲ ἐπραξικόπει τὴν πόλιν ἐκ πολλοῦ κατα‐ σκευαζόμενος ἐν αὐτῇ προδότας.
ε 2856 Ἔπρασσον: ἀντὶ τοῦ ἐβουλεύοντο. ἀλλήλοις ξυγγινόμενοι ἔπρασσον, ὅπως τά τε διάφορα λύσουσι καὶ τὰ ἀμφὶ τὴν εἰρήνην εὖ θήσονται.
ε 2857 Ἐπραττόμην: ἀπῄτουν.
ε 2858 Ἔπραττον: ἐπεβούλευον, προεδίδοσαν. ἐπεσπῶντο τοὺς Αἰτω‐ λοὺς καὶ τούτοις ἔπραττον τὴν πόλιν. καὶ αὖθις· ἀνήρ τις ἔπραττε κακῶς καὶ πᾶσα ἡ οἰκία αὐτῷ.
ε 2859 Ἐπρέσβευεν: ἐτίμα. ὁ δὲ Σωκράτης ἠθικὴν φιλοσοφίαν ἐπρέσβευεν.
ε 2860 Ἐπρήσθη: ἐκαύθη πυρί. ἑάλω μέγα κακουργῶν καὶ ζῶν ἐνεπρήσθη.
ε 2861 Ἔπρηξας: ἔπραξας. Ἔπρησας δὲ ἔκαυσας.
ε 2862 Ἐπρίατο· γενικῇ. ἠγόραζεν.
ε 2863 Ἔπρωσεν: ἐμοίρασεν.
ε 2864 Ἐπρυτάνευσε: παρέσχε, διῳκήσατο. δῶρά τε πέμπει ἐπὶ φιλίᾳ τε καὶ συμμαχίᾳ, ἣν Στρυγγαῖος ἐπρυτάνευσεν.
ε 2865 Ἑπτά: ὁ ἀριθμός.
ε 2866 Ἑπταβόειον: ἑπτάβυρσον, ἑπτάπτυχον.
ε 2867 Ἑπτάπεκτος: ἡ βαθεῖαν ἔχουσα κόμην, ἡ ἑπτάκις δυναμένη καρῆναι. πέξαι γὰρ τὸ κεῖραι, ἢ κτενίσαι.
ε 2868 Ἑπταπλασίονα: ἀντὶ τοῦ πολυπλασίονα. ὁ γὰρ ἑπτὰ ἐπὶ πλήθους τάττεται.
ε 2869 Ἔπταρον: ᾐσθόμην. πταρμὸς γὰρ κεφαλῆς αἴσθησις. ἐπεὶ οἱ θιγόντες τοῦ μυκτῆρος λεπτῷ κάρφει πτάρνυνται.
ε 2870 Ἐπταικώς: σφαλείς. ὁ δὲ ὑπερβαίνων τὸν οὐδὸν τῆς αὐλῆς ἔπταισε βιαιότερον καὶ πρὸς γῆν κατηνέχθη.
ε 2871 Ἐπτέρου: ἐκουφίζετο.
ε 2872 Ἑπτέτης: ζʹ ἐτῶν. ἑπτέτης ὢν Ἀρχέδημος οὐκ ἔφυσε φρά‐ τορας. τουτέστι φράστας ὀδόντας.
ε 2873 Ἔπτηξεν: ἐφοβήθη, συνεστάλη, ἐταπεινώθη.
ε 2874 Ἐπτηχότες: δειλιῶντες, φοβούμενοι.
ε 2875 Ἐπτοημένος: θαυμάζων.
ε 2876 Ἐποίκιον· τινὲς δὲ ἔμενον ἐν τοῖς ἐποικίοις ἐκ τῶν ποιμένων κατὰ τὴν χώραν.
ε 2877 Ἔποικος: μέτοικος. Ἔποικοι παρὰ Θουκυδίδῃ οἱ ἐν πόλει, ἄποικοι δὲ οἱ ἐν ἐρήμῳ τόπῳ πεμπόμενοι οἰκῆσαι. ἀλλ’ ἅπερ ἥτις ἔποικος ἀνάξια.
ε 2878 Ἕποιμ’ ἄν: ἀκολουθείην.
ε 2879 Ἐποίνιος: μέθυσος, ἐπιτράπεζος.
ε 2880 Ἐποῖσαι: ἐπενέγκαι.
ε 2881 Ἐποισθήσεται: ἐπενεχθήσεται.
ε 2882 Ἕποιτο: ἀκολουθοῖτο.
ε 2883 Ἐποιχόμεθα: ἐπερχόμεθα.
ε 2884 Ἐπύθοντο: ἤκουσαν, ἠρώτησαν.
ε 2885 Ἐπύλλια ξυλλέγω: τὰ ἔπη, ὑποκοριστικῶς.
ε 2886 Ἐπύρσευσε: πυρκαϊὰν ἐποίησεν.
ε 2887 Ἐρᾷ: ἐπιθυμεῖ. Ἔρα δὲ ἡ γῆ. παρὰ τὸ ἐρίσαι, ὅπερ ἐστι περὶ ἴσης φιλονεικῆσαι. καὶ Ἔρρει, ἐφθείρετο.
ε 2888 Ἔρανα: δῶρα, τὰ ἐκ συλλογῆς.
ε 2889 Ἐρανεμπόλοις: τοῖς ἐκ τῶν ἐράνων ἐμπολῶσιν ἀπὸ τῶν ἀρχῶν.
ε 2890 Ἐράνιον: ἐκ συνεισφορᾶς δῶρον.
ε 2891 Ἐρανικαί· ὅτι ἔμμηνοι δίκαι, αἵτε ἐμπορικαὶ καὶ ἐρανικαί.
ε 2892 Ἐρανισάμενος: ἐκ πολλῶν συναγαγών. καὶ Ἐρανίσας, Δημοσθένης ἀντὶ τοῦ ἔρανον αἰτήσας. ἐρανιστὴς μέντοι κυρίως ἐστὶν ὁ τοῦ ἐράνου μετέχων καὶ τὴν φοράν, ἣν ἑκάστου μηνὸς ἔδει κατα‐ βάλλειν, εἰσφέρειν.
ε 2893 Ἔρανος: ἡ ἐκ κοινοῦ ἑστίασις. ἢ ἐντολή, εἰσφορά· ἢ συλ‐ λογή· ἢ σπουδαιότερον.
ε 2894 Ἐραππίδαυλος· ἐν Ἐπιγράμμασι· Βουχάνδης ὁ λέβης, ὁ δὲ θεὶς Ἐραπ‐ πίδαυλος Κεύβοτος.
ε 2895 Ἐρασινάδης: ὄνομα κύριον. στρατηγὸς δὲ ἦν.
ε 2896 Ἐρασίστρατος, Ἰουλιήτης, ἀπὸ Ἰουλιάδος πόλεως Κέω τῆς νήσου. χρηματίζει οὖν Κήϊος, υἱὸς Κρητοξένης, τῆς Μηδίου τοῦ ἰατροῦ ἀδελφῆς, καὶ Κλεομβρότου. οὗτος Ἀντίοχον τὸν βασιλέα νοσοῦντα ὑπὸ τοῦ τῆς μητρυιᾶς Στρατονίκης πόθου ἰάσατο, εὑρὼν τὸ πάθος ἐκ τοῦ σχεῖν τὴν χεῖρα ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὸν παλμὸν συνει‐ κάσαι. ὁσάκις γὰρ ἔβλεπεν ὁ Ἀντίοχος τὴν μητρυιὰν αὐτοῦ τυχὸν διερχομένην ἐπάλλετο τὴν καρδίαν μάλιστα τῷ ταύτης ἔρωτι. τέ‐ θαπται δὲ πρὸς τῷ ὄρει τῇ Μυκάλῃ, καταντικρὺ Σάμου. ἔγραψεν ἰατρικὰ βιβλία θʹ.
ε 2897 Ἐρατεινός: ὁ ἐπέραστος.
ε 2898 Ἐρατοσθένης, Ἀγλαοῦ, οἱ δὲ Ἀμβροσίου· Κυρηναῖος, μαθη‐ τὴς φιλοσόφου Ἀρίστωνος Χίου, γραμματικοῦ δὲ Λυσανίου τοῦ Κυρη‐ ναίου καὶ Καλλιμάχου τοῦ ποιητοῦ. μετεπέμφθη δὲ ἐξ Ἀθηνῶν ὑπὸ τοῦ τρίτου Πτολεμαίου καὶ διέτριψε μέχρι τοῦ πέμπτου. διὰ δὲ τὸ δευτερεύειν ἐν παντὶ εἴδει παιδείας τοῖς ἄκροις ἐγγίσασι τὰ βήματα ἐπεκλήθη. οἱ δὲ καὶ δεύτερον ἢ νέον Πλάτωνα, ἄλλοι Πένταθλον ἐκάλεσαν. ἐτέχθη δὲ ρκϛʹ ὀλυμπιάδι καὶ ἐτελεύτησεν πʹ ἐτῶν γεγο‐ νώς, ἀποσχόμενος τροφῆς διὰ τὸ ἀμβλυώττειν, μαθητὴν ἐπίσημον καταλιπὼν Ἀριστοφάνην τὸν Βυζάντιον· οὗ πάλιν Ἀρίσταρχος μαθη‐ τής. μαθηταὶ δὲ αὐτοῦ Μνασέας καὶ Μένανδρος καὶ Ἄριστις. ἔγραψε δὲ φιλόσοφα καὶ ποιήματα καὶ ἱστορίας, Ἀστρονομίαν ἢ Καταστηριγμούς, Περὶ τῶν κατὰ φιλοσοφίαν αἱρέσεων, Περὶ ἀλυπίας, διαλόγους πολλοὺς καὶ γραμματικὰ συχνά.
ε 2899 Ἐργάζω· αἰτιατικῇ.
ε 2900 Ἐργαλεῖον: ἔργον τι.
ε 2901 Ἐργάνη: ἡ Ἀθηνᾶ, παρ’ ὅσον ἔφορός ἐστι τῆς τῶν γυναικῶν ἐργασίας, ταύτῃ παρὰ Ἀθηναίοις καὶ Σαμίοις εἴρηται. σημαίνει δὲ καὶ τὴν ἐργασίαν.
ε 2902 Ἐργαστῆρας: ἐργάτας. ὁ δ’ ἐνελόχα τινὰς ἐργαστῆρας ἐκ τῶν ἀγρῶν ἐπανιόντας, καί πως λαθὼν εἰς αὐτὸν ἑρπύσας.
ε 2903 Ἐργαστήριον: ἐν ᾧ τινα ἐργάζονται. Πολύβιος· οὐκ ἔστι, κατὰ τὸν Ξενοφῶντα, ὃς θεασάμενος τὴν πόλιν ἐκείνην οὐκ ἂν εἶπε πολέμου ἐργαστήριον.
ε 2904 Ἐργαστικός· Πολύβιος· ἰδίως δὲ τῶν πολιτικῶν καὶ τῆς τῶν ἐργαστικῶν κατασκευῆς.
ε 2905 Ἐργάτιδες: αἱ ἐργαζόμεναι γυναῖκες τὰ τῶν ἀνδρῶν ἔργα. ἡ εὐθεῖα ἐργάτις.
ε 2906 Ἐργίσκη: τῆς Θρᾴκης ἐστίν, ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος καὶ Ἄβας νύμφης.
ε 2907 Ἐργολάβος· οὐκ ὥσπερ ἐν τῇ συνηθείᾳ δοκοῦμεν ἐργολάβον καλεῖν τὸν ὑπέρ τινων ἔργων μισθὸν λαμβάνοντα καὶ ἔχοντα τοὺς συνεργαζομένους, οὕτω καὶ οἱ ῥήτορες ἐξεδέξαντο τὸν ἐργολάβον· ἀλλ’ ἐπὶ φλαύρων πραγμάτων χρῶνται τῷ ὀνόματι· ὡς Δημοσθένης ἐν τῇ πρὸς τὴν βουλὴν καὶ τὸν δῆμον ἐπιστολῇ· πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ἐκ ταραχῆς καὶ δυσμενείας, ὡς ὑπερβολῇ χρώμενοι τοῖς ἐργολαβοῦσι καθ’ ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψευσθεῖεν. καὶ Ἔργον, ἐπὶ τοῦ δυσχεροῦς. Πολύβιος· οἱ δὲ Ῥωμαῖοι πολιορκοῦντες τοὺς Συρακου‐ σίους ἔργου εἴχοντο, οὐ λογισάμενοι τὴν Ἀρχιμήδους δύναμιν.
ε 2908 Ἐργοκλῆς: στρατηγὸς Ἀθηναίων.
ε 2909 Ἔργον εἰπεῖν: χαλεπὸν εἰπεῖν. καὶ Σοφοκλῆς· ἀλλ’ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην· ἀντὶ τοῦ ὄφελος. ἀλλ’ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
ε 2910 Ἐργόφιλος: στρατηγὸς Ἀθηναίων.
ε 2911 Ἐργῶδες: μετὰ πόνου γινόμενον, δυσχερές.
ε 2912 Ἔρδειν: πράττειν.
ε 2913 Ἔρδοι: πράττοι, ἐργάζοιτο. ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.
ε 2914 Ἐραῖα: ὁ κλάδος. σημαίνει καὶ τῆς ἐλαίας τὸ σκυβαλῶδες.
ε 2915 Ἔραινεν.
ε 2916 Ἔρρε: φθείρου. ἔρρε, κακὸν σκυλάκευμα, κακὰ μερίς, ἔρρε πόθ’ ᾅδαν· ἔρρε· τὸν οὐ Σπάρτας ἄξιον, ὧν ἔτεκον. ὦ Ξενο‐ φάνεις καὶ Διαγόραι καὶ Ἵππωνες Ἐπίκουροι καὶ πᾶς ὁ λοιπὸς τῶν κακοδαιμόνων τε καὶ θεοῖς ἐχθρῶν, ἔρρεσθε.
ε 2917 Ἐρεβεινός: ὁ σκοτεινός. καὶ Ἔρεβος, τὸ σκότος.
ε 2918 Ἐρεβησαίων πόλις.
ε 2919 Ἐρέβινθος: τὸ τοῦ ἀνδρὸς αἰδοῖον. Ἀριστοφάνης Νεφέλαις· τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἄν. ὁ δὲ πρεσβύτης φησί· ἀλλ’ οὐδ’ ἐρεβίνθου. τουτέστιν αἰδοίου. σημαίνει δὲ καὶ τὸ ὄσπριον.
ε 2920 Ἐρεβίνθινος Διόνυσος: ἐπὶ τῶν μηδενὸς ἀξίων.
ε 2921 Ἐρεβοδιφοῦντες: τὰ ὑπὸ σκότος ψηλαφῶντες. οἱ δὲ Ῥω‐ μαῖοι ἀπεπόνουν ἐρεβοδιφοῦντες τὰ ὑποχθόνια. καί, Ἐρεβοδι‐ φῶσι, τὰ ὑπὸ τὸ ἔρεβος διφῶσι, τουτέστι τὰ ὑπὸ γῆν ζητοῦσι καὶ καταμανθάνουσιν. Ἀριστοφάνης Νεφέλαις· ἐρεβοδιφῶσιν ὑπὸ τὸν Τάρ‐ ταρον.
ε 2922 Ἔρρεε: ἔρρει. Ἔρεε δὲ ἠρώτα.
ε 2923 Ἐρρέθη: ἀντὶ τοῦ ἐλέχθη. Ἐρήθη δὲ ἀντὶ τοῦ ἀνηγορεύθη.
ε 2924 Ἐρεείνω: ἐρωτῶ.
ε 2925 Ἐρεθίζειν· αἰτιατικῇ. τὸ τῇ ῥιπίδι τὸ πῦρ ἀνάπτειν. καὶ τὸ παρορμᾶν ἐπί τι καὶ παραθήγειν.
ε 2926 Ἐρέθισμα: ἡ ὕβρις. Ἀππιανός· ὁ δὲ αὐτὸν εἰς μονομαχίαν προὐκαλεῖτο σκώπτων ἐς αὐτόν. ὁ δὲ τέως μὲν αὑτοῦ κατεῖχε· μετὰ δὲ οὐ φέρων ἔτι τὸ ἐρέθισμα ἀντήλασε τὸν ἵππον.
ε 2927 Ἐρέμβοντο: ἀπεπλανῶντο. οἱ δὲ ἐρέμβοντο κατὰ τὴν χώραν ἕνεκα τῆς ἰδίας ὠφελείας.
ε 2928 Ἐρέννιος· ὁ Φίλων ὁ Βίβλιος, ὁ Ἐρέννιος χρηματίσας, ὡς αὐτός φησιν.
ε 2929 Ἐρεοῦν: κλῶσμα τοῦ μαλλίου.
ε 2930 Ἐρέσσειν: συντόνως ἐσθίειν. ἀπὸ τῶν ἐρεσσόντων.
ε 2931 Ἐρέσιον: πόλις Βοιωτίας.
ε 2932 Ἐρέσσουσιν: εὐτόνως κινοῦσιν. ἀπὸ τῶν ἐρεσσόντων. ἢ ἐλαύνουσι, κινοῦσι. τοίας ἐρέσσουσιν ἀπειλάς.
ε 2933 Ἐρέσσων: κωπηλατῶν. οὐκέτι μ’, ὡς τὸ πάρος, πυκιναῖς πτερύγεσσιν ἐρέσσων, ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος.
ε 2934 Ἐρεσχελεῖται: φλυαρεῖται.
ε 2935 Ἐρεσχελία: ἡ φλυαρία.
ε 2936 Ἐρεσχηλοῦντα: σκώπτοντα, καὶ χλευάζοντα, καὶ οἷον ἐρί‐ ζοντα.
ε 2937 Ἐρέτης: ὁ κωπηλάτης.
ε 2938 Ἐρετμῶσαι: κωπηλατῆσαι.
ε 2939 Ἐρρέτω: οἰμωζέτω, φευγέτω. ὁ πόλεμος ἐρρέτω. τουτ‐ έστι χαιρέτω. ὅ ἐστιν οὐδεμίαν φροντίδα τοῦ πολέμου ποιούμεθα. Ἀριστοφάνης.
ε 2940 Ἐρετριεύς: ὄνομα κύριον, καὶ ἐθνικόν. καὶ Ἐρετρία, πόλις.
ε 2941 Ἐρευνῶ σε· αἰτιατικῇ.
ε 2942 Ἔρευθος.
ε 2943 Ἐρεχθείδης: ὁ τοῦ Ἐρεχθέως παῖς.
ε 2944 Ἔρρεψε· Ἰώσηπος· ἔρρεψε μέντοι καὶ Ἡρώδῃ τὸ βούλευμα.
ε 2945 Ἐρέψεις: καλύψεις. νεῶν τε ἐρέψεις προέφερον.
ε 2946 Ἐρέψιμον: εἶδος πόας. σημαίνει δὲ καὶ τὸ ἄκαρπον φυτόν.
ε 2947 Ἔρρει: ἀφθόνως ἐχορηγεῖτο. ἔρρει γάρ οἱ κατὰ πρύμναν τὰ ἐκ τῆς τύχης, καὶ πᾶσιν οἷς ἐπέθετο, τούτων ἡμάρτανεν οὐδενός. Ἔρρει· κατέπιπτε. καί, ἔρρειν στελέχη φέροντας. ἀντὶ τοῦ ἤκουσα ἐπέρχεσθαι ξύλα φέροντας.
ε 2948 Ἐρείδειν: οὕτω φασὶν Ἀττικοὶ πᾶν ὁτιοῦν συντόνως γινόμενον. Ἀριστοφάνης· ἔρειδε, μὴ παύσαιο μηδέποτ’ ἐσθίων. ἡ μεταφορὰ ἀπὸ τῶν ἐρεττόντων καὶ ἐπερειδομένων ταῖς κώπαις.
ε 2949 Ἐρείδειν: συνουσιάζειν. Ἐρείδω δὲ τὸ ἀκουμβίζω.
ε 2950 Ἐρείκη: εἶδος φυτοῦ. σχιστοῦ. καὶ Ἐρείκω, τὸ σχίζω.
ε 2951 Ἐρεικνώμενος.
ε 2952 Ἐρεικτόν: τὸ σχιστόν. Ἐρεικτά, τὰ κεκομμένα ὄσπρια, ἢ τὰ σχιζόμενα ὄσπρια. εἰσὶ δὲ κύαμοι. Ἀριστοφάνης· ἧψε κατερεικτῶν χύτρας.
ε 2953 Ἔρειξις: ἡ σχίσις.
ε 2954 Ἐρείομεν: ἐρωτήσωμεν.
ε 2955 Ἐρείπιον: τὸ ἡμίπτωτον οἴκημα. καὶ Ἐρείπιος γῆ, ἡ χέρση.
ε 2956 Ἐρείπω: τὸ καταβάλλω καὶ διαφθείρω. κατηριπωμένος δέ.
ε 2957 Ἐρεῖτε: λέγετε.
ε 2958 Ἐρήθη: ἀνηγορεύθη.
ε 2959 Ἐρήματα: τὰ θρέμματα. καὶ Ἐρῆμα, ποιητικῶς.
ε 2960 Ἐρημαῖος: ὁ ἔρημος λόφος.
ε 2961 Ἐρήμη δίκη: ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν δίκην καταδικασθῇ. ὅμοιον καὶ τό, Ἐρήμην ἁλῶναι. ἐρήμην, ὡς ἂν εἴποι τις, τὸν ἄνδρα ἑλόντες, ἐξέμηνάν τε αὐτὸν καὶ πλεονεκτικώτατον ἀπετέλεσαν. καὶ Ἐρημαίην σπήλυγγα, ἐρημικὸν σπήλαιον.
ε 2962 Ἐρημία καὶ Ἐρημίη, ὁμοίως.
ε 2963 Ἐρημίτης: ὁ ἐν ἐρήμῳ διάγων.
ε 2964 Ἐρημικῷ: ἐν ἐρήμοις διάγοντι. Δαβίδ· ὡμοιώθην πελεκᾶνι ἐρημικῷ.
ε 2965 Ἔρημον ἐμβλέπειν: ἀκίνητον καὶ νωθρόν· οἷον ὅταν εἰς ἐρημίαν ἢ πέλαγος μέγα καὶ ἀχανὲς βλέπωμεν. Ἀριστοφάνης Πο‐ λυΐδῳ.
ε 2966 Ἔρημος: κυρίως ἡ μονωθεῖσα τῶν ἐνοικούντων γῆ· παρὰ τὴν ἔραν. καὶ Ἑρημονόμοις, τοῖς τὴν ἔρημον νεμομένοις θηρσίν.
ε 2967 Ἐρημοσκόπους: τοὺς ῥᾳθύμως φυλάττοντας. ἀπέκτειναν τοὺς ἐρημοσκόπους.
ε 2968 Ἐρημωτής: ἐρημοποιός. ἐν Ἐπιγράμμασι· ταῦρον τὸν πρὶν ἐρημωτὰν θῆρα Μακηδονίης.
ε 2969 Ἐρηρέδαται: ποιητικῶς.
ε 2970 Ἐρηρεισμένος: ὁ ἡδρασμένος. Ἐρηρισμένος δὲ ὁ πεφι‐ λονεικημένος.
ε 2971 Ἐρήριπτο: ἐπεπτώκει.
ε 2972 Ἐρηρωτηκώς: ἤδη ἐρωτήσας.
ε 2973 Ἐρρήσετε: ἀντὶ τοῦ μετὰ φθορᾶς βαδίζετε. ἐπὶ κατάρας. οὐκ ἐς κόρακας ἐρρήσετε. καὶ Ἐρήσομαι, ἐρωτήσω.
ε 2974 Ἐρήτυθεν: κατέσχεν.
ε 2975 Ἐρητύω: τὸ κωλύω.
ε 2976 Ἔρια: τὰ μαλλία. ὅτι τῶν ἐρίων οἱ μαλλοὶ ἔχουσι τὰς ἀρχὰς καὶ τὰς κορυφὰς πεπιλημένας, καὶ ἐπὰν τιλθῶσι, διαλύεται ὁ μαλλός.
ε 2977 Ἐριβώλαξ: ἡ εὔγειος γῆ.
ε 2978 Ἐριβρεμέτας: ὁ μεγάλους κτύπους ἀποτελῶν. τὸν Αἰσχύλον λέγει Ἀριστοφάνης ἐν Βατράχοις, πρὸς τὸ βροντῶδες τῶν ῥημάτων καὶ κομπῶδες· οἷά ἐστι κἀκεῖνα ἐν ἀρχῇ τοῦ Προμηθέως· χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον, Σκύθην ἐς οἶμον, ἄβροτον εἰς ἐρημίαν. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολάς, ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι, ἀδαμαντίνων δεσμῶν ἀρρήκτοις πέδαις. καὶ αὖθις· ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον στέρνων διαμπὰξ πασσάλευ’ ἐρρωμένως.
ε 2979 Ἐριβρύχων: πολυήχων. ἐν Ἐπιγράμμασι· ἐριβρύχων παυσα‐ μένη κελάδων. περὶ σάλπιγγός φησιν.
ε 2980 Ἐρίγδουπος: ὁ μεγαλόκτυπος.
ε 2981 Ἐρίζει· δοτικῇ. φιλονεικεῖ. καὶ Ἀπτερίζει ὁμοίως.
ε 2982 Ἐρίηρες: εὐάρμοστοι.
ε 2983 Ἐρίθακος: ὄρνεον μονῆρες καὶ μονότροπον.
ε 2984 Ἐριθεύεσθαι: ὅμοιόν ἐστι τῷ δεκάζεσθαι. καὶ γὰρ ἡ ἐριθεία εἴρηται ἀπὸ τῆς τοῦ μισθοῦ δόσεως.
ε 2985 Ἐριθευόμενος· καὶ ὅσα νοῶ ἐριθευόμενος.
ε 2986 Ἐρεσχηλῶ: ἀντὶ τοῦ ἐρίζων χλευάζω.
ε 2987 Ἐριθεία: ἡ διὰ λόγων φιλονεικία, λέγεται δὲ καὶ ἡ μισθαρνία.
ε 2988 Ἐριθηλέος: πάνυ θάλλοντος. πρὶν μὲν ἐπὶ χλοεροῖς ἐριθηλέος ἔρνεσι πεύκης.
ε 2989 Ἐριθηλής: ὁ μεγάλως θάλλων.
ε 2990 Ἔριθος: ἔρια ἐργαζομένη.
ε 2991 Ἐρικνωμένον: συνεστραμμένον, καμπύλον γενόμενον, ἐρρυτι‐ δωμένον.
ε 2992 Ἐρικώδης: ὁ διερρηγμένος τόπος.
ε 2993 Ἐρινεός: ἡ ἀγρία συκῆ. καὶ ὁ καρπὸς τῆς ἀγρίας συκῆς, ὃν ἀπαρτῶσι τοῖς ἡμέροις, ὡς ἂν οἱ ἐξ αὐτῶν καλούμενοι ψῆνες εἰς τοὺς ὀλύνθους μεταστάντες τελεσφορηθῆναι τούτους παρασκευάσωσιν.
ε 2994 Ἐριννύς: καταχθόνιος δαίμων κακοποιός. ἀμφὶ δ’ Ἐριννὺς φοίνιος ἐκ στομάτων μόρσιμον ἧκεν ὄπα.
ε 2995 Ἐριννύων ἀπορρώξ: ἐπὶ τῶν ἀπροσώπων καὶ δυσειδῶν. ἆρ’ οὐκ Ἐριννὺς τοῦτ’ ἐχάλκευσε ξίφος; περὶ Αἴαντός φησι. καὶ ζήτει περὶ τῶν Ἐριννύων ἐν τῷ Ἐυμενίδες.
ε 2996 Ἐριοπώλιον.
ε 2997 Ἐριοπωλικῶς πεποίηκας: ὡς οἱ τὰ ἔρια πωλοῦντες βρέ‐ χουσιν αὐτά, ἵνα βαρύνωσιν ἐν τῷ σταθμῷ. Ἀριστοφάνης· ὑγρὸν ποιήσας τοὖπος ὥσπερ τἄρια, σὺ δ’ εἰσέθηκας τοὖπος ἐπτερωμένον.
ε 2998 Ἐριούνιος: μεγαλωφελής. ἐπίθετον Ἑρμοῦ.
ε 2999 Ἐριώλη: πνοὴ σφοδρά, ἢ ἀνέμου συστροφὴ ἢ πυρός, καὶ ἡ τῆς ἀναθυμιάσεως συστροφή, πρὶν ἐκπυρωθῆναι τὸν ἀέρα. καὶ ἡ μεγάλη δὲ πνοὴ οὕτως.
ε 3000 Ἐριῶπις δὲ ἐριώπιδος.
ε 3001 Ἐρίῳ στέψαντες: ἀντὶ τοῦ στέμμα περιθέντες. Πλάτων Πο‐ λιτείας ιʹ.
ε 3002 Ἐρειπίοις· ἐν δ’ ἐρειπίοις νεκρῶν ἐρριφθείς. ἀντὶ τοῦ ἐν τοῖς πτώμασι τῶν νεκρῶν καταπεσὼν ἐρριμμένος· πάντα γὰρ τὰ ἐπὶ τὴν ἔραν πίπτοντα ἐρείπια καλοῦνται. καὶ αἱ ῥιπαὶ ἐντεῦθεν. οἱ δὲ ἐρεισθεὶς γράφουσιν, ἀντὶ τοῦ ἐπερεισάμενος. καὶ Ἐρειπίωσις, ἡ πτῶσις.
ε 3003 Ἐρείπω· ἐξ οὗ καὶ ἐρείπιος γῆ. κατηριπωμένη δέ.
ε 3004 Ἐρίπναι: οἱ συραγγώδεις καὶ παρατεταμένοι τόποι, δι’ ὧν αἱ μεγάλαι πνοαὶ ἐκδύνουσιν. Ἐρίπνη οὖν, ὑψηλή, μεγάλη.
ε 3005 Ἐριποῦσα: πεσοῦσα. Ἐριπῶ γὰρ περισπωμένως.
ε 3006 Ἐρριπτασμένον: γεγυμνασμένον, ηὑρημένον. ὥστε μεριμνῶντά με ῥιπτάζεσθαι καὶ στρέφεσθαι· τοιοῦτοι γὰρ οἱ μεριμνῶντες. βέλτιον δὲ ἀπὸ τῶν κύβων τὴν μεταφορὰν νοεῖν ἀνερριμμένων, ὅπως ἂν εὖ ἔλθῃ. καὶ γὰρ ἐπὶ τοῦ κύβου ἀναβάλλομεν, ἄχρις ἂν εὑρεθῇ τὸ προ‐ κείμενον βληθῆναι. Ἀριστοφάνης· ἀλλ’ ἔστιν ὑπ’ ἐμοῦ πρᾶγμ’ ἀνεζητη‐ μένον, πολλαῖσί τ’ ἀγρυπνίαισιν ἐρριπτασμένον.
ε 3007 Ἔρις: ἡ διὰ λόγων ἐπίψογος φιλονεικία παρὰ τῷ Ἀποστόλῳ. ἐκ τοῦ εἴρω, τὸ λέγω.
ε 3008 Ἔρις ἔριν τίκτουσα προσμνᾶται λόγον: ἐπὶ τῶν ἐκ φιλίας ἀδολεσχούντων.
ε 3009 Ἐρισεῖς: ὄνομα ἔθνους. καὶ Ἐρισεύς.
ε 3010 Ἐρισμάραγδος: ἡ βαρεῖα.
ε 3011 Ἐρίτιμος: ὁ μεγάλως ἔντιμος. καὶ Ἐριτιμότατος.
ε 3012 Ἔριφος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Αἰόλος, Πελταστής, Μελίβοια· ὥς φησιν Ἀθήναιος ἐν τῷ τεσσαρεσκαιδεκάτῳ τῶν Δειπνο‐ σοφιστῶν.
ε 3013 Ἐρρίφθω κύβος.
ε 3014 Ἐριχθόνιος.
ε 3015 Ἑρκεῖος Ζεύς: ᾧ βωμοὶ ἐντὸς ἕρκους ἐν τῇ αὐλῇ ἵδρυνται· τὸν γὰρ περίβολον ἕρκος ἔλεγον. μετῆν δὲ τῆς πολιτείας, οἷς εἴη Ζεὺς Ἑρκεῖος. Ἑρκίον δὲ τὸ περίφραγμα τῆς αὐλῆς, ἢ ἡ τοῦ δώματος στέγη· ἑρκίον γὰρ τὸ δῶμα. Σοφοκλῆς· πρὶν ἂν δεθεὶς πρὸς κίον’ ἑρκίου στέγης, μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ. καὶ Ἕρκιος, ὁ συνοχεύς, ὁ φύλαξ.
ε 3016 Ἑρκίτης: ὁ φύλαξ.
ε 3017 Ἕρκος: περίφραγμα, περιτείχισμα. Αἰλιανός· βίου παντὸς τὸ τέλος ἀναμένειν, μηδὲ προπηδᾶν μηδὲ τοῖς εὐδαίμοσιν ἑαυτὸν ἐγκατα‐ γράφειν. ἄδηλα γὰρ εἶναι τὰ ἀνθρώπινα, ἕως ἂν ἑκάστῳ ἡ ψυχὴ εἴσω τοῦ τῶν ὀδόντων ἕρκους ᾖ.
ε 3018 Ἑρκούλιος· οὗτος καὶ δίχα παντὸς προκαλύμματος ἄγριός τε ἦν καὶ τυραννικός, τὸ τῆς οἰκείας γνώμης τραχὺ τῷ καταπληκτικῷ τοῦ προσώπου παραδηλῶν. τῇ γοῦν ἑαυτοῦ φύσει παντάπασιν ἐνδιδοὺς καὶ τῷ Διοκλητιανῷ πρὸς ἅπαν ἄτοπόν τε καὶ σκληρὸν βούλευμα ἑκούσιος ὑπουργὸς καθίστατο.
ε 3019 Ἑρκύνιοι δρυμοί· ὅθεν ὁ Ἴστρος ναυσιπόρος ἐκ πηγῶν αἴρεται. ζήτει ἐν τῷ χρῆμα.
ε 3020 Ἕρμα: λίθος μέγιστος. παρεκόμιζε ναῦς φορτηγούς, ἃς ἕρματος γεμούσας ἐπενόει βυθίσας κατὰ τὸν τοῦ λιμένος ἔκπλουν ἀποκλείειν τοὺς πολεμίους καθόλου τῆς θαλάττης.
ε 3021 Ἕρμα· Ἀρριανός· ἕρμα τε εἰς τὴν πρύμναν ἐνθέντες, τοῦ ἐξ‐ ᾶραι ἐς ὕψος τὴν πρώραν, πιεζομένης κατὰ πρύμναν τῆς νηός. Ἕρμα καὶ ἡ ἀσφάλεια. ἀσύλους εἶναι τοὺς χώρους διὰ τὸ ἕρμα τοῦ ὀχυρώματος.
ε 3022 Ἕρμα· τοῦ δὲ πίθου ἕρματι περιπεσόντος καὶ συντριβέντος. κωλύ‐ ματι, ἐρείσματι. καὶ Ἀριστοφάνης· ἀνθ’ ἕρματος πολλὰς κατα‐ πεπωκὼς δίκας. ἀντὶ λίθους· ἐπεὶ αἱ γέρανοι πετόμεναι ἐν τῷ στό‐ ματι λίθους φέρουσι στηρίγματος ἕνεκα, πρὸς τὸ μὴ παραφέρεσθαι ἀνέμοις. καὶ Ἕρματα· ὁ δὲ Ἡρακλῆς ἕρματα μεγάλα ἔβαλεν εἰς τὸ στόμα τοῦ ὠκεανοῦ, ὡς ἂν ἐμπόδια εἴη τοῖς ἐπιφοιτῶσι θηρίοις. τουτέστι λίθους μεγάλους.
ε 3023 Ἑρμαγόρας, Ἀμφιπολίτης, φιλόσοφος, μαθητὴς Περσαίου. διάλογοι αὐτοῦ Μισοκύων, αʹ Περὶ ἀτυχημάτων, Ἔκχυτον· ἔστι δὲ ᾠοσκοπία· Περὶ σοφιστείας πρὸς τοὺς Ἀκαδημαϊκούς.
ε 3024 Ἑρμαγόρας, Τήμνου τῆς Αἰολίδος, ὁ ἐπικληθεὶς Καρίων, ῥήτωρ. τέχνας ῥητορικὰς ἐν βιβλίοις ϛʹ, Περὶ ἐξεργασίας, Περὶ πρέποντος, Περὶ φράσεως, Περὶ σχημάτων. ἐπαίδευσε δὲ οὗτος μετὰ Κεκιλίου ἐν Ῥώμῃ ἐπὶ Καίσαρος Αὐγούστου καὶ τελευτᾷ πόρρω τῆς ἡλικίας.
ε 3025 Ἑρμάδιον: τὸ τοῦ Ἑρμοῦ.
ε 3026 Ἑρμᾶν: ὕφαλος πέτρα. Ἀντιφῶν καὶ Ἀνακρέων καὶ Ἀριστο‐ φάνης.
ε 3027 Ἑρματίζω.
ε 3028 Ἑρμαφρόδιτος: ἢ τὸν ἀμφότερα ἔχοντα τὰ μόρια ἀρρένων καὶ θηλειῶν φασιν· ἢ τὸν αἰσχρῶς καὶ ποιοῦντα καὶ πάσχοντα.
ε 3029 Ἑρμαῖ· Μενεκλῆς ἢ Καλλιστράτης ἐν τῷ περὶ Ἀθηναίων γράφει ταυτί· ἀπὸ γὰρ τῆς Ποικίλης καὶ τῆς τοῦ βασιλέως στοᾶς εἰσιν οἱ Ἑρμαῖ καλούμενοι. ἐκαλοῦντο δέ τινες καὶ Ἱππάρχειοι Ἑρμαῖ ἀπὸ Ἱππάρχου τοῦ Πεισιστράτου.
ε 3030 Ἑρμαῖον: τὸ ἀπροσδόκητον κέρδος. ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν. ἢ ἀπὸ τῶν σωρῶν τῶν λίθων, αἳ τῷ Ἑρμῇ ἀνέκειντο. οὐ κατὰ τοὺς ἄλλους ἀγαπήσας τὸ ἑρμαῖον, οὐδὲ οἰηθεὶς ἄρα μηδὲν ἀδικεῖν, εἰ ἑκὼν παρ’ ἑκόντος ὁτιοῦν ἐωνήσατο.
ε 3031 Ἑρμαῖον: εὕρημα. ἐπειδὴ λίθων σωροὺς ἀφιέρουν τῷ Ἑρμῇ ἐν ταῖς ὁδοῖς ταῖς ἀδήλοις. Δαμάσκιος· καὶ ἐδόκει ἑρμαίῳ ἐντε‐ τυχηκέναι ἐμοὶ περιτυχών.
ε 3032 Ἑρμαῖόν ἐστι τῶν κακοήθων ἅπας ἐπιεικής, καὶ ἡ πρόσοδος τοῖς πονηροῖς ἐκ τῆς ἑτέρας μερίδος παραγίνεται.
ε 3033 Ἑρμαῖος: ὁ τετράγωνος λίθος.
ε 3034 Ἑρμείας: ὁ θεὸς τῶν Ἑλλήνων.
ε 3035 Ἑρμείας, φιλόσοφος, Ἀμμωνίου καὶ Ἡλιοδώρου, τῶν διδασκά‐ λων Δαμασκίου, πατήρ. ἦν δὲ ὁ Ἑρμείας φίλος ἐς τὰ μάλιστα Αἰγύπτῳ, ἀδελφῷ Θεοδότης, μητρὸς Ἰσιδώρου φιλοσόφου. ὁ δὲ Αἴγυπτος ἦν φιλομαθής.
ε 3036 Ἑρμείας· οὗτος ὁ φιλόσοφος ἐπιεικὴς φύσει καὶ ἁπλοῦς τὸ ἦθος. φιλοσοφήσας δὲ ὑπὸ τῷ μεγάλῳ Συριανῷ φιλοπονίᾳ μὲν οὐδε‐ νὸς ἐλείπετο τῶν ἑταίρων, οὐδὲ αὐτοῦ γε συνακροωμένου τοῦ πάλαι Πρόκλου γεγονότος ὕστερον· οὐδὲ ἔρωτος μαθημάτων, οἷα παρέχεται φιλοσοφία τῷ ὄντι ἀξιέραστα. ἀγχίνους δὲ καὶ ὀξὺς σφόδρα ἦν ὥστε ὀμωμοκέναι λέγεται πρὸς τὸν Αἴγυπτον τελευτῶντα ἀθάνατον εἶναι καὶ ἀνώλεθρον τὴν ψυχήν. ἐποίει δὲ τοῦτο τὸ θάρρος ἡ εὐζωΐα ἀναινομένη τὴν τοῦ σώματος φύσιν καὶ εἰς ἑαυτὴν ἐπιστρέφουσα καὶ συναισθανομένη τοῦ χωρισμοῦ καὶ ἄντικρυς ἤδη τῆς ἀθανασίας. ἦν γὰρ τὰ μὲν περὶ λόγους ἐνδεέστερος ἢ κατὰ τὴν ἀκρίβειαν, τὰ δὲ πρὸς ἀρετὴν εὖ ἠσκημένος· ὥστε μηδ’ ἂν τὸν Μῶμον αὐτὸν ἐπιμω‐ μήσασθαι, μηδ’ αὖ μισῆσαι τὸν φθόνον. τοσαύτη πρᾳότης ἐνῆν τῷ ἀνδρὶ καὶ τοιαύτη δικαιοσύνη. τοιγαροῦν εἴ τι πρίαιτο τῶν πωλου‐ μένων (συχνὸν δ’ ἐπὶ βιβλίοις τοῦτο συνέβαινεν), ὁ μὲν πωλῶν ἰδιώτης ὤν, ἂν οὕτω τύχῃ, τίμημα μὲν ἀπῄτει τῆς ἀξίας ἔλαττον, ὁ δὲ Ἑρμείας ἐπηνωρθοῦτο τὴν πλάνην, καὶ πλείονος εἶναι φήσας ἄξιον τὸ βιβλίον τοσοῦτον ἂν ἐπέδωκεν, οὐ κατὰ τοὺς ἄλλους ἀγαπήσας τὸ ἑρμαῖον, οὐδὲ οἰηθεὶς ἄρα μηδὲν ἀδικεῖν, εἰ ἑκὼν παρὰ ἑκόντος ὁτιοῦν ἐωνήσατο. καὶ γὰρ ἐνέδραν τινὰ ἐνεῖναι τῷ πράγματι καὶ ἀπάτην, οὐ λέγουσαν τὸ ψεῦδος, ἀλλὰ σιωπῶσαν τὴν ἀλήθειαν, ὥστε καὶ ἀδικίαν οὖσαν λανθάνειν τοὺς πολλούς, οὐ βίαιον, ἀλλὰ κλοπιμαίαν, οὐδὲ ἐπικίνδυνόν τινα λῃστοῦ δίκην κλέπτουσαν, ἀλλ’ ὑπὸ μὲν τοῦ νόμου ἀφειμένην, τὸ δὲ δίκαιον ἀνατρέπουσαν. τοιοῦτος ἦν ὁ Ἑρμείας.
ε 3037 Ἑρμῆν· τοῦτον υἱὸν Διὸς λέγουσι καὶ Μαίας, οἷον τοῦ νοῦ καὶ τῆς φρονήσεως. ἐκ νοῦ γὰρ καὶ φρονήσεως ὁ λόγος γεννᾶται. διὰ τοῦτο καὶ πτερωτὸν αὐτὸν ποιοῦσιν, ὡς ταχύν· οὐδὲν γὰρ λόγου ταχύτερον. καὶ Ὅμηρος, ἔπεα πτερόεντα. πάντων δὲ νεώτατον αὐτὸν ἐργάζονται διὰ τὸ μὴ γηράσκειν τὸν λόγον· ἀλλὰ καὶ τετράγωνον αὐτὸν ποιοῦσι διὰ τὴν στερρότητα τοῦ ἀληθοῦς λόγου. λέγουσι δὲ αὐτὸν καὶ τοῦ κέρδους αἴτιον καὶ τῶν ἐμποριῶν ἔφορον· ὅθεν τὸ ἄγαλμα αὐτοῦ ἱστῶσι βαστάζον μάρσιπον. ἀλλὰ καὶ οἱ Φοίνικες τοὺς θεοὺς αὐτῶν πλάττουσιν ἐπιφέροντας βαλάντια, ὡς τοῦ χρυσοῦ συμ‐ βόλου ὄντος δυναστείας· οἱ δὲ Ἕλληνες σιδηροφοροῦντας αὐτοὺς πλάττουσιν, ὡς τοῖς ὅπλοις ὑποταττομένων τῶν ἀνθρώπων.
ε 3038 Ἑρμῆς, ὁ Τρισμέγιστος· οὗτος ἦν Αἰγύπτιος σοφός· ἤκμαζε δὲ πρὸ τοῦ Φαραώ. ἐκέκλητο δὲ Τρισμέγιστος, διότι περὶ τριάδος ἐφθέγξατο εἰπών, ἐν τριάδι μίαν εἶναι θεότητα οὕτως· ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός, καὶ οὐδὲν ἕτερον ἦν ἡ τούτου ἑνότης· καὶ πνεῦμα πάντα περιέχον. ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐκ οὐσία τις ἄλλη. πάντων γὰρ κύριος καὶ πατὴρ καὶ θεός, καὶ πάντα ὑπ’ αὐτὸν καὶ ἐν αὐτῷ ἐστιν. ὁ γὰρ λόγος αὐτοῦ παντέλειος ὢν καὶ γόνιμος καὶ δημιουργικός, ἐν γονίμῳ φύσει παῖς ὢν καὶ γονίμῳ ὕδατι, ἔγκυον τὸ ὕδωρ ἐποίησε. καὶ ταῦτα εἰρηκὼς ηὔξατο λέγων· ὁρκίζω σε, οὐρανέ, θεοῦ μεγάλου σοφὸν ἔργον· ὁρκίζω σε φωνὴν πατρός, ἣν ἐφθέγξατο πρώτην, ἡνίκα τὸν πάντα κόσμον ἐστηρίξατο· ὁρκίζω σε κατὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τοῦ πατρός, τοῦ περιέχοντος πάντα, ἵλεως, ἵλεως ἔσο.
ε 3039 Ἑρμῆς ὁ πρὸς τῇ πυλίδι· Φιλόχορος λέγει, ὡς θʹ ἄρχοντες ταῖς φυλαῖς ἀνέθεσαν Ἑρμῆν παρὰ τὸν πυλῶνα.
ε 3040 Ἑρμίας, ὁ εὐνοῦχος, Ἀταρνεύς (χώρα δέ ἐστι Μυσίας τῆς ἐν Ἀσίᾳ τῆς πρὸς τῷ Ἑλλησπόντῳ, ἧς καὶ ἦρχε βασιλέως τοῦ Περσῶν ὑπήκοος), εὐνοῦχος καὶ δοῦλος γενόμενος Εὐβούλου Βιθυνοῦ δυνά‐ στου καὶ φιλοσόφου, ἀσκηθεὶς παιδείαν παρὰ Ἀριστοτέλει ἔγραψε περὶ ψυχῆς, ὅτι ἀθάνατος. οὗτός ἐστιν ὁ εὐνοῦχος ὁ τρίπρατος. οἰκείως δὲ διέκειτο πρὸς Ἀριστοτέλην καὶ τὴν θετὴν αὐτοῦ θυγατέρα ἔδωκε τῷ φιλοσόφῳ. τοῦτον δὲ τὸν Ἑρμίαν μόνον γράφουσι διὰ τοῦ ι· ἐν γὰρ τοῖς τοῦ Ἱππώνακτος στίχοις ἰαμβικοῖς εὕρηται στίχος οὕτως· εὐνοῦχος ὢν καὶ δοῦλος ἦρχεν Ἑρμίας. ὅτι οὗτος, καίτοι θλαδίας ὤν, ἔσπειρε τὴν ἑαυτοῦ γυναῖκα καὶ ἔτεκεν ἐξ αὐτῆς τὴν Πυθιάδα θυγατέρα αὐτοῦ. ζήτει περὶ τούτων ἐν τῷ Ἀριστοτέλης, υἱὸς Νικομάχου. σημείωσαι πόσοι ἐκ φιλοσοφίας εἰς τυράννιδα μετέπεσον.
ε 3041 Ἑρμῖνες: οἱ τῆς κλίνης πόδες. καὶ ἡ δοτικὴ τῶν πληθυντι‐ κῶν ἑρμῖσιν.
ε 3042 Ἑρμιονεῖς: ὄνομα ἔθνους.
ε 3043 Ἑρμιόνη: ὄνομα κύριον.
ε 3044 Ἕρμιππος, Ἀθηναῖος, κωμικὸς τῆς ἀρχαίας κωμῳδίας, ἑτερόφθαλμος· ἀδελφὸς δὲ Μυρτίλου τοῦ κωμικοῦ, δράματα διδάξας μʹ.
ε 3045 Ἕρμιππος, Βηρύτιος, ἀπὸ κώμης μεσογαίου, μαθητὴς Φίλω‐ νος τοῦ Βυβλίου· ὑφ’ οὗ ᾠκειώθη Ἐρεννίῳ Σευήρῳ ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως, ἔκδουλος ὢν γένος, λόγιος σφόδρα· καὶ ἔγραψε πολλά. ἔγραψε καὶ περὶ ὀνείρων.
ε 3046 Ἑρμογένης, Ταρσεύς, ὁ ἐπίκλην Ξυστήρ, σοφιστής· οὗ διήκουσε καὶ Μουσώνιος ὁ φιλόσοφος. γέγονε δὲ ἐπὶ Μάρκου τοῦ βασιλέως, εὐφυέστατος, καὶ τῆς ἡλικίας αὐτοῦ ἐνδεεστέρας ὑπαρχούσης μᾶλλον ἡ φρόνησις ὑπερεῖχεν. ἀλλ’ οὐκ εἰς μακρὸν ταύτης ἀπήλαυσε. γενόμενος γὰρ περὶ τὰ κʹ καὶ δʹ ἔτη ἐξέστη τῶν φρενῶν καὶ ἦν ἀλλοῖος αὑτοῦ, μηδεμιᾶς ἀφορμῆς γενομένης ἢ ἀρρωστίας τοῦ σώμα‐ τος· ὥστε καί τινας ἀποσκώπτειν εἰς τουτονὶ τὸν τρισάθλιον τόδε τὸ λόγιον· Ἑρμογένης ὁ ἐν παισὶν γέρων καὶ ἐν γέρουσι παῖς. πλὴν περὶ τὸν ιηʹ ἢ κʹ χρόνον γενόμενος γράφει ταῦτα τὰ βιβλία τὰ γέ‐ μοντα θαυμάτων, Τέχνην ῥητορικήν, ἣν μετὰ χεῖρας ἔχουσιν ἅπαντες, Περὶ στάσεων βιβλίον αʹ, Περὶ ἰδεῶν λόγου βιβλία βʹ, Περὶ κοίλης Συρίας βʹ. Φιλόστρατος δ’ ὁ Λήμνιος ἐν ταῖς τῶν Σοφιστῶν ἀναγραφαῖς ταῦτά φησιν περὶ αὐτοῦ· Ἑρμογένης δέ, ὃν Ταρσοὶ ἤνεγκαν, πεντεκαίδεκα ἔτη γεγονώς, ἐφ’ οὕτω μέγα προὔβη τῆς τῶν σοφιστῶν δόξης, ὡς καὶ Μάρκῳ βασιλεῖ παρασχεῖν ἔρωτα ἀκροάσεως. ἐβάδισε γοῦν ἐπὶ τὴν ἀκρόασιν αὐτοῦ ὁ Μάρκος καὶ ἥσθη μὲν διαλε‐ γομένου, ἐθαύμαζε δὲ σχεδιάζοντα, δωρεὰς λαμπρὰς ἔδωκεν. ἐς δὲ ἄνδρας ἥκων ἀφῃρέθη τὴν ἕξιν ὑπ’ οὐδεμιᾶς φανερᾶς νόσου. ὅθεν ἀστεϊσμοῦ λόγον παρέδωκε τοῖς βασκάνοις· ἔφασαν γὰρ τοὺς λόγους ἀτεχνῶς καθ’ Ὅμηρον πτερόεντας εἶναι· ἀποβεβληκέναι γὰρ αὐτοὺς τὸν Ἑρμογένη καθάπερ πτερά. καὶ Ἀντίοχος ὁ σοφιστὴς ἀποσκώπτων ποτὲ ἐς αὐτὸν οὕτως ἔφη· Ἑρμογένης ὁ ἐν παισὶ γέρων, ἐν δὲ γηράσκουσι παῖς. ἡ δὲ ἰδέα, ἣν ἐπετήδευε, τοιάδε τις. ἐπὶ γὰρ τοῦ Μάρκου διαλεγόμενος, ἰδού σοι, ἔφη, βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ δεόμενος, ῥήτωρ ἡλικίαν περιμένων. καὶ πλείω ἕτερα διελέχθη καὶ ὧδε βωμολόχα. ἐτελεύτησε μὲν ἐν βαθεῖ γήρᾳ, εἷς δὲ τῶν πολλῶν νομιζόμενος. κατεφρονήθη γάρ, ἀπολειπούσης αὐτῷ τῆς τέχνης. λέγεται δὲ καὶ τοῦτο ὑπό τινων, ὅτι τελευτήσαντος αὐτοῦ, ἀνετμήθη καὶ εὑρέθη ἡ καρδία αὐτοῦ τετριχωμένη καὶ τῷ μεγέθει πολὺ τῆς ἀνθρωπείας φύσεως ὑπερβάλλουσα. καὶ ταῦτα μὲν τὰ περὶ αὐτοῦ ᾀδόμενα.
ε 3047 Ἑρμοκοπίδαι: οὗτοι ἠκροτηρίασαν τοὺς Ἑρμᾶς, ὅτε ἔμελλον πλεῖν ἐν Σικελίᾳ.
ε 3048 Ἑρμόλαος, γραμματικὸς Κωνσταντινουπόλεως· γράψας τὴν ἐπιτομὴν τῶν Ἐθνικῶν Στεφάνου γραμματικοῦ, προσφωνηθεῖσαν Ἰου‐ στινιανῷ τῷ βασιλεῖ.
ε 3049 Ἑρμώναξ δ’ ἐκίχανεν, ὅτε γριπηΐδι τέχνῃ εἷλε τὸν ἐκ πελάγους ἰχθυόεντα βόλον.
ε 3050 Ἕρμος: δῆμός ἐστι τῆς Ἀττικῆς, Ἀκαμαντίδος· Διονύσιος δὲ οὐδετέρως λέγει τὸ Ἕρμος, ὡς ἕρκος.
ε 3051 Ἑρμῶν. Ἑρμοὶ ἦσαν ἐν τῇ Ἀθηναίων πόλει λίθινοι ἐν προθύροις καὶ ἱεροῖς· ἐπειδή φασι τὸν Ἑρμῆν λόγου καὶ ἀληθείας ἔφορον εἶναι, διὰ τοῦτο καὶ τὰς εἰκόνας αὐτοῦ τετραγώνους καὶ κυβοειδεῖς κατεσκεύαζον, αἰνιττόμενοι τὸ τοιοῦτον σχῆμα, ἐφ’ ἃ μέρη πέσῃ, πανταχόθεν βάσιμον καὶ ὄρθιον εἶναι. οὕτω καὶ ὁ λόγος καὶ ἡ ἀλήθεια ὁμοία ἐστὶ πανταχόθεν αὐτὴ ἑαυτῇ, τὸ δὲ ψεῦδος πολύχουν καὶ πολυσχιδὲς καὶ ἑαυτῷ μάλιστα ἀσύμφωνον.
ε 3052 Ἔρνος: τὸ φυτόν.
ε 3053 Ἑρμώνιος χάρις: ἡ κατ’ ἀνάγκην διδομένη, οὐκ ἐκ διαθέ‐ σεως ψυχῆς, ἀλλ’ ἐπιπλάστως καὶ κατὰ προσποίησιν φιλίας, οὐ κατ’ ἀλήθειαν. ὁ γὰρ Ἕρμων ὁ Πελασγῶν βασιλεύς, Δαρείου ἐπὶ Θρᾴκην ἰόντος καὶ πάντα χειρουμένου, παρεχώρησεν Ἀθηναίοις τῆς Λήμνου, τῷ μὲν δοκεῖν χαριζόμενος, τῇ δὲ ἀληθείᾳ Δαρεῖον φοβηθείς.
ε 3054 Ἔρομαί σε: ἐρωτήσω σε. καὶ Ἐρόμεθα, ἐρωτήσωμεν.
ε 3055 Ἐρόμενος: ἐρωτῶν. διὰ τοῦ ο μικροῦ. Ἐρώμενος δὲ διὰ τοῦ ω μεγάλου, ὁ ὑπὸ ἐραστῶν ἀγαπώμενος. καὶ Ἐρομένη, ἡ ἐρωτῶσα, Ἐρωμένη δὲ ἡ ἐπιθυμοῦσα.
ε 3056 Ἔρον: τὸν ἔρωτα.
ε 3057 Ἐρρόντων: φθειρέσθωσαν.
ε 3058 Ἔρουλοι: ὄνομα ἔθνους.
ε 3059 Ἐρώγασιν: ἐσχίσθησαν.
ε 3060 Ἐρόγευον: δι’ ἑνὸς ρ σεσημειωμένον.
ε 3061 Ἐρωδιός: εἶδος ὀρνέου. ὁ πελαργὸς λεγόμενος. ἢ ὅμοιος αὐτῷ. ἑλωδιός τις ὤν, παρὰ τὸ ἐν ἕλεσι διατρίβειν, τουτέστι καθύγροις τόποις.
ε 3062 Ἐρώεις: ὁ ὑποχωρῶν. Ἐρῴης δὲ εὐκτικῶς.
ε 3063 Ἐρωή: ἡ ὑποχώρησις.
ε 3064 Ἐρωήσας: ἀντὶ τοῦ μειώσας, κατεάξας. ἐρωήσας ὀλοὸν κέρας. Καλλίμαχος. καί, ἐρωήσει περὶ δουρί. Ὅμηρος.
ε 3065 Ἐρωμανής: ὁ ἐν τῷ ἔρωτι μαινόμενος.
ε 3066 Ἐρρωμένως: ἰσχυρῶς, εὐσθενῶς.
ε 3067 Ἐρῶν· γενικῇ. ἐφιέμενος, ἐπιθυμῶν.
ε 3068 Ἐρώμενος: ἐπιθυμούμενος.
ε 3069 Ἔρρων: μετὰ φθορᾶς παραγενόμενος, ἢ πορευόμενος. ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ. Κραπατάλλοις Φερεκράτης.
ε 3070 Ἔρως· ὅτι οὐδεὶς ἔρως ἀστεῖος, τοῦτο πρόβλημά ἐστι καθόλου ἀποφαντικόν. ἀνασκευάζεται δέ, ὅτι μὴ πᾶς ἔρως φαῦλος· διαιροῦμεν γὰρ τὸν ἔρωτα εἴς τε σύντονον ὄρεξιν ἀφροδισίων, ὡς Ἐπίκουρος λέγει, ὃν οὐχ οἷόντε ἀστεῖον εἶναι, καὶ εἰς ἐπιβολὴν φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον, ὡς οἱ ἀπὸ τῆς Στοᾶς· ἢ ἀνάμνησιν τοῦ ποτε ὁραθέντος κάλλους, ὡς Πλάτων· ἀστεῖοι γὰρ οὗτοι οἱ ἔρωτες. κειμέ‐ νου δὲ τοῦ τὸν σοφὸν ἐρασθήσεσθαι, ἀνασκευάσαι τοῦτο θέλοντες ὁρισαίμεθα τὸ ἐρασθῆναι, καὶ ληψόμεθα τό, ἔρωτά τινος λαβεῖν· καὶ ἐπεὶ μηδέπω γνώριμον τὸ προκείμενον, ἐπὶ τὸ τὸν ἔρωτα ὁρίζεσθαι προελευσόμεθα. ἂν δὴ ὁριζόμενοι τοῦτον λάβωμεν ἄλογον ἐπιθυμίαν ἡδονῆς τῆς ἀπὸ τοῦ σωματικοῦ κάλλους ἢ σύντονον ὄρεξιν ἀφροδι‐ σίων, ἀνεσκευακότες ἂν εἴημεν τὸ πρόβλημα· δῆλον γάρ, ὅτι ἀλλό‐ τρια ταῦτα τοῦ σοφοῦ. ὁμοίως κἂν ὁρισώμεθα αὐτὸν σφοδρὰν ἐπι‐ θυμίαν, ἐπεὶ τὸ σφοδρὸν ἀσαφές, πάλιν αὐτὸ τοῦτο εἰς λόγον μεταληψόμεθα. ὅτι τὸν ἔρωτά φασιν ἐπιβολὴν εἶναι φιλευποιΐας διὰ κάλλος ἐμφαινόμενον, καὶ μὴ εἶναι συνουσίας, ἀλλὰ φιλίας. τὸν γοῦν Θρασωνίδην, καίπερ ἐξουσίαν ἔχοντα τῆς ἐρωμένης, διὰ τὸ μισεῖσθαι ἀπέχεσθαι αὐτῆς. εἶναι οὖν τὸν ἔρωτα φιλίας, μὴ εἶναι θεόπεμπτον. εἶναι δὲ τὴν ὥραν ἄνθος ἀρετῆς. Ἀττικῶς δὲ ἀπὸ τοῦ ὁ ἔρος, τοῦ ἔρου, κλίνεται. οὕτω γὰρ καὶ αὐτοὶ τοῦτο τὸ ὄνομα γράφουσι καὶ ἐκφωνοῦσιν, ὥσπερ καὶ τὸ ἀμείνων καὶ χείρων, ἄμεινος καὶ χεῖρος φασίν. ὁ δὲ Πλάτων περὶ ἔρωτος λέγει διεξοδικώτερον. τέθειται δὲ ἐν τῷ περὶ παροιμίας ἐν τῷ ε στοιχείῳ.
ε 3071 Ἔρως: τὸ πρῶτον στοιχεῖον καὶ μέγιστον τῆς τῶν ὄντων πολυθεάμονος ἱστορίας, καὶ φιλοπονία καὶ ἀρχίνοια. οὗτος δέ ἐστιν ὁ τῶν ἁπάντων τῶν καλῶν καὶ προσέτι ἀγαθῶν δεινότατος ἰχνευτής. ζήτει τὰ λοιπὰ κατὰ στοιχεῖον· τουτέστιν ἀγχίνοιαν καὶ φιλοπονίαν· ἃ δὴ καλεῖ Δαμάσκιος στοιχεῖα πρῶτα καὶ μέγιστα τῆς τῶν ὄντων πολυθεάμονος ἱστορίας. ζήτει περὶ ἔρωτος ἐν τῷ Διογένης.
ε 3072 Ἐρρώσαντο: ἐπερρώσθησαν.
ε 3073 Ἐρρῶσθαι φράσας: οἰμώζειν εἰπών, κατεγνωκώς.
ε 3074 Ἐρώτησις ἔνδοξος, πρότασις διαλεκτική. οὐ πᾶσα οὖν πρότασις ἐρώτησις, ἀλλὰ ἡ διαλεκτική· οὐ πᾶσα ἐρώτησις πρότασις διαλεκτική· ἔστι γὰρ εἴδη πλείω τῆς ἐρωτήσεως. οἱ γὰρ ἐρωτῶντες ἢ περὶ συμβεβηκότος ἐρωτῶσιν, ὡς οἱ ἐρωτῶντες, τίς τοῦ πυρὸς ἡ κατὰ φύσιν κίνησις, ἢ τί Σωκράτει συμβέβηκεν, ἢ ἔμπαλιν τὸ μὲν συμβε‐ βηκὸς ὁρίζουσί τε καὶ λαμβάνουσιν ἐν τῇ ἐρωτήσει, τὸ δὲ ᾧ συμβέβη‐ κεν, ἀξιοῦσι μαθεῖν· ὡς ὁ ἐρωτῶν τίνι τὸ λευκὸν ἢ τὸ μέλαν τῶν ζῴων συμβέβηκε, καὶ τί τῶν ἀγαθῶν δι’ αὑτὸ αἱρετόν ἐστι, καὶ τίς ὁ καθήμενος. ἔστι δὲ καὶ ἄλλο εἶδος ἐρωτήσεως ἐκ περιουσίας, ὅταν προενεγκάμενοι τί ποτέ ἐστι τὸ διὰ τῆς ἐρωτήσεως, εἴπῃ ὁ ἐρωτῶν τί ἐστιν ἄνθος· τὴν γὰρ οὐσίαν τοῦ πράγματος ἀξιοῖ μαθεῖν, οὐχ ὃ συμβέβηκεν αὐτῷ. τρίτον εἶδος ἐρωτήσεώς ἐστιν, οἷον ὅταν περὶ προτάσεώς τις τὴν ἐρώτησιν, εἴτε ἀπόκρισιν αἰτῶν τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως εἴπῃ· οἷον ἆρά γε ὁ κόσμος σφαιροειδής; ὑπὸ τοῦτο τὸ εἶδος τῆς ἐρωτήσεώς ἐστιν ἡ διαλεκτικὴ πρότασις. διαφέρει δὲ ἐρώτημα, ἀξίωμα, πύσμα. καὶ ζήτει ἐν τῷ ἀξίωμα. ζήτει ἐρωτηματικὰ Ἀριστο‐ φάνους ἐν τῷ, αἴκε πάθοι τά κ’ ἔρεξεν.
ε 3075 Ἐρωτικόν: ἐπιθυμητικόν. καὶ Ἐρωτικῶς, ἐπιθυμητικῶς.
ε 3076 Ἐρωτῶ σε· αἰτιατικῇ. παρακαλῶ σε, ἱκετεύω σε, δέομαι. καὶ αὖθις· ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα. ἀντὶ τοῦ παρεκάλει.
ε 3077 Ἑρπησμός: ἑρπηστής.
ε 3078 Ἑρπηστικός: ὁ ἕρπων.
ε 3079 Ἕρπυλλος: εἶδος ἄνθους σαμψύχῳ ὅμοιον, ὃ μάλιστα ἐν τοῖς ὕδασι θάλλει. φυταρίου τι εἶδος, παρὰ τὸ ἕρπειν ταῖς ῥίζαις. ἔστι δὲ καὶ εὐωδέστατον.
ε 3080 Ἑρσαῖος: ὁ δροσώδης.
ε 3081 Ἑρσεφορία. ζήτει ἐν τῷ ἀρρηφορία.
ε 3082 Ἕρση: ἡ δρόσος. θηλείης ἕρσης ἰκμάδα γευόμενος. οἱ γὰρ τέττιγες δρόσον σιτίζονται.
ε 3083 Ἑρσῆεν: πρόσφατον, ἔνυγρόν τε καὶ ἀμόλυντον.
ε 3084 Ἑρσήεντα: δροσώδη καὶ ἁπαλόν, νεαρόν. ἡ εὐθεῖα Ἑρ‐ σήεις.
ε 3085 Ἑρσηλία: ὄνομα κύριον.
ε 3086 Ἕρσις: τὸ πλεξείδιον.
ε 3087 Ἐροιάδα: οἱ Ἐροιάδαι δῆμός ἐστι τῆς Ἱπποθοωντίδος φυλῆς.
ε 3088 Ἐρυγγάνειν: ἐρεύγεσθαι, ἐγκωμιάζειν. Ἐρυγγάνω. καὶ εἰ περίβλεπτον καὶ δόκιμον ἠρύγγανε γένος, δοῦλος ἐπιπράσκετο.
ε 3089 Ἐρυγή: πνεύματος ἀναπομπὴ ἐκ στομάχου. ἔνθεν καὶ τὸ ἐξηρεύξατο λέγεται.
ε 3090 Ἐρυγή· ἐρυγή ἐστι πνεῦμα κρύφιον, κατὰ τὴν ζέσιν τῆς τροφῆς ἀπορρηγνυμένων τῶν πομφολύγων, ἐπὶ τὸ ἄνω διαπνεόμενον.
ε 3091 Ἐρύγμηλος: ὁ μεγαλόφωνος.
ε 3092 Ἐρυθαίνεται: μελαίνεται.
ε 3093 Ἐρυθαίνει: πυρρὸν ποιεῖ. ὅθεν καὶ ἐρύθημα, ἡ ῥίζα, ἡ λεγο‐ μένη ἐρυθρόδανον. ὅτι ἡ βοτάνη, ἧς ἡ ῥίζα ἐρυθρά, ᾗ ἐρυθραίνουσι τὰ πρόσωπα αἱ γυναῖκες, ἄγχουσα λέγεται. καὶ ζήτει ἐν τῷ ἄγχουσα.
ε 3094 Ἐρύθεια: πόλις.
ε 3095 Ἐρύθημα: τὸ χρῶμα. ἄνθος προσώπῳ ἐπιφυόμενον, οἷον οὐδὲ εἷς λειμὼν νοτερός τε καὶ ἁβρὸς καὶ εὐθαλὴς τεκεῖν ὑπὸ δρόσῳ ἐαρινῇ οἶδεν, ἐρύθημά τε ὡραῖον καὶ μειδίαμα ἥδιστον. ὁ δὲ προσαναιδεύεται κοὐ μεθίστησι τοῦ χρώματος τοῦ παρεστηκότος. τὸ γὰρ μὴ ἐρυθριᾶν ἐπὶ τοῖς εἰρημένοις. ἐπεὶ οὐ μεταβάλλει τὸ χρῶμα, οὐκ ἐρυθριᾷ.
ε 3096 Ἐρρύθμισεν: ἐκανόνισεν.
ε 3097 Ἐρυθρὰ θάλασσα ἐκλήθη ὁ Περσικὸς κόλπος, οὐκ ἀπὸ τῆς χροιᾶς τοῦ ῥοθίου, καθάπερ τινὲς οἴονται, ἀλλ’ ἔκ τινος ἀνδρὸς Ἐρυθροῦ τὴν προσηγορίαν, ἐνδυναστεύσαντος τοῖσδε τοῖς τόποις.
ε 3098 Ἐρυθραία: ὄνομα τόπου.
ε 3099 Ἐρυθραῖον: οἱ ἀπὸ πόλεως τῆς ἐν Ἰωνίᾳ Ἐρυθρᾶς καλουμένης.
ε 3100 Ἐρύθριος, ἔπαρχος γεγονὼς ἐπὶ Ζήνωνος· ὃς ἐπεὶ μήτε τὰ κοινὰ διαρκοῦντα ἑώρα, μήτε βάρος προσθεῖναι πλεῖον τοῦ τεταγμένου τοῖς συντέλεσιν ἠνείχετο, μήτε τινα ποιεῖν πονηρόν, ὡς ὢν φιλάνθρω‐ πος, τῶν ὀφειλομένων ἠδύνατο χάριν, αἰτησάμενος παρὰ Ζήνωνος ταύτην τῆς ἀρχῆς ἐπαύσατο. λύπην δὲ τῇ πόλει παρέσχεν, ἡνίκα ταύτην ἀπέθετο· μόνος γὰρ τῶν τελούντων τότε εἰς τὴν πολιτείαν οὗτος ἐπὶ τῷ πάντων ἀγαθῷ ἐπεφύκει, θάττους μὲν τὰς χάριτας παρέχων τοῖς αἰτουμένοις, οὐκ ἔχων δέ τινα παντάπασι τῶν πρόσθεν προσκεκρουκότων ἀμύνεσθαι. τὸ δὲ κοινὸν τότε εἰς πᾶσαν ἀπορίαν κατῆλθεν ὡς μηδὲν ἔχειν ὑπόλοιπον. ἅ τε γὰρ ἐν τῷ κοινῷ ταμιείῳ Λέων κατέλιπεν ἀποθνήσκων, ὑπὸ Ζήνωνος ταχὺ ἐκεκένωτο πάντα, πολλὰ μὲν χαριζομένου τοῖς φίλοις ὡς ἔτυχεν, οὐκ ὄντος δὲ ἀκριβοῦς, ὥστε γινώσκειν αὐτά, εἴ πη καὶ ἄλλως κλέπτοιντο.
ε 3101 Ἐρυθρόν: τὸ μέλαν.
ε 3102 Ἐρύκειν καὶ Ἀπερύκειν: τὸ κωλύειν, καὶ ἀπείργειν. Πο‐ λύβιος· τὸ κυριώτατον ἦν τὸ τὸν πόλεμον ἐρύκειν ἀπὸ τῆς Μακε‐ δονίας.
ε 3103 Ἔρυμα: φύλαγμα, καὶ τεῖχος. ἀσφάλισμα. τὰς μὲν ἁμάξας ὥσπερ ἔρυμα περιεβάλοντο, τὴν δὲ διάθεσιν τῆς στρατοπεδείας ἐποιοῦντο ᾗ ἐνεχώρει.
ε 3104 Ἐρύμανθος: ὄνομα ὄρους. καὶ Ἐρυμάνθιος κάπρος· Δρύοπες ἔθνος περὶ τὴν Πυθῶνα ἄδικον, ὃ Ἡρακλῆς μετῴκισεν, ὅτε γὰρ τὸν Ἐρυμάνθιον κάπρον ἔφερεν, ἐζήτει αὐτοὺς τροφήν, οἱ δὲ οὐκ ἔδωκαν.
ε 3105 Ἐρυμβόνα τὰ τιμιώτατα εἰς ἀσωτίαν ἀφειδεστάτην: ἀπὸ τοῦ ῥυμβονῶ ῥήματος. Αἰλιανός.
ε 3106 Ἐρυμνά: τὰ ἠσφαλισμένα χωρία. καὶ Ἐρυμνᾶσθαι, κατησφαλίσθαι. οἱ δὲ ᾤοντο πολεμίων πλήθει οὔ τι εὐάλωτοι, τῷ ἐρυμνᾶσθαι κατὰ νώτου τῇ ἀκέσσῃ· τὰ δὲ λοιπὰ αὐτοὶ διενοοῦντο ἐπαμύνειν.
ε 3107 Ἐρυμνήν: ἠσφαλισμένην.
ε 3108 Ἐρύπειος: τόπος.
ε 3109 Ἐρύσαντας: ἀντὶ τοῦ ἐκδείραντας. ἐρύσαντας τὸ δέρμα σὺν τῷ χάσματι φυλάττειν.
ε 3110 Ἐρύσαι: ἑλκύσαι. τὸν δὲ ἐρύσαι τὸν ἄτρακτον ἐκ τοῦ μυκτῆρος.
ε 3111 Ἐρυσίβη: θηρίδιόν τι ἐν τῷ σίτῳ γινόμενον, ὃ λυμαίνεται τὸν καρπόν. τινὲς νόσον ἐπιγινομένην τοῖς σπέρμασιν· ἢ ἡ κονιορτώδης φθορὰ τοῦ σίτου.
ε 3112 Ἐρυσίβη: ἡ πάχνη.
ε 3113 Ἐρχιάθαι: Ἐρχία, δῆμος τῆς Ἀττικῆς.
ε 3114 Ἐρχθέντα: ἐν ὕδατι ἀποπνιγέντα.
ε 3115 Ἔσσα: ὄνομα πόλεως.
ε 3116 Ἐσάλευε καὶ Ἀπεσάλευεν: τοῦτο καὶ ἐπὶ νεῶν λέγεται καὶ ἐπ’ ἀνθρώπων. ἐπὶ μὲν πλοίων, ὡς Δίων ἐν Ῥωμαϊκοῖς· ὀλίγα μὲν γὰρ καὶ τὰ κουφότατα τῶν πλοίων πρὸς τῇ γῇ ὥρμει, τὰ δὲ δὴ πλείω καὶ μείζω μετέωρα διὰ τὰ τενάγη ἀπεσάλευεν. ἐπὶ δὲ ἀνθρώ‐ πων, ὡς τό, ἐφ’ ἑνὶ δὲ τῶν παίδων ἀπεσάλευεν. σημαίνει δὲ ἡ λέξις, τὸ τὰς ἐλπίδας ἐπὶ τούτοις εἶχεν. καὶ Αἰλιανός· ἐπεὶ τοίνυν ὑπὲρ τῶν ἐσχάτων ἐσάλευεν ἤδη, κομίζουσιν αὐτὸν οἱ προσήκοντες εἰς Ἀσκληπιοῦ.
ε 3117 Ἐς ἀῶ: εἰς μίαν ἡμέραν.
ε 3118 Ἐς ἀώρας: εἰς καιρούς.
ε 3119 Ἕσσατο: περιεβάλετο. ἕσσατο Δαμαρέτου θυγάτηρ.
ε 3120 Ἔσβη: ἐσβέσθη, ἐπαύσατο.
ε 3121 Ἔσδρας· οὗτος ἐπὶ Ξέρξου ἦν, τοῦ Περσῶν βασιλέως, νομο‐ μαθὴς ἄριστος γενόμενος· ὃς τῶν μὴ εὑρεθέντων βιβλίων τὰς γραφὰς ἀναμνημονεύσας παρέδωκε τοῖς τοῦ ἔθνους. Ἐσθήρ τε Ἰουδαϊκοῦ γέ‐ νους τυγχάνουσα τὴν βασίλειον τιμὴν ἐκέκτητο παρὰ Ἀρταξέρξῃ, ὃς ἐκλήθη Μακρόχειρ. αὕτη ἡ Ἐσθὴρ τοὺς πρὸς γένος αὐτῇ ᾠκειωμένους προσεποιεῖτο, ἐν οἷς καὶ Μαρδοχαῖος, ὃς τὴν ἐπιβουλὴν μηνύει τῷ Ἀρταξέρξῃ.
ε 3122 Ἐσδρίαβος: ὄνομα κύριον. ὁ δὲ Ἐσδρίαβος ὑπὲρ πάντων καταστὰς ἔλεξε τάδε.
ε 3123 Ἐσσαῖοι: Ἰουδαῖοι, ἀσκηταί, Φαρισαίων καὶ γραμματέων τὴν ἄσκησιν ἐξ ἐπιμέτρου διανεστηκότες, πρόγονοι Ἰωναδάβ, υἱοῦ Ῥιχὰβ τοῦ δικαίου. φιλάλληλοι καὶ τῶν ἄλλων εὐλαβεῖς πλεῖον· οἳ τὴν μὲν ἡδονὴν ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ σωφροσύνην καὶ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμος μὲν παρ’ αὐτοῖς ὑπερορᾶται, ἀλλοτρίους δὲ παῖδας νέους ἔτι προσ‐ λαμβανόμενοι καὶ διδάσκοντες ὡς συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσι. καὶ πᾶν αἰσχρὸν ἀποβάλλονται καὶ πᾶσαν ἄλλην ἀρετὴν ἐξασκοῦσιν. οἳ ἐπιμελοῦνται τῆς ἠθικῆς λέξεως, θεωρίᾳ δὲ τὰ πολλὰ παραμένουσιν. ἔνθεν καὶ Ἐσσαῖοι καλοῦνται, τοῦτο δηλοῦντος τοῦ ὀνόματος, τουτέστι θεωρητικοί. ὅτι Ἐσσαῖοι ὑπέρτεροι σφόδρα καὶ λίαν ὑπερκείμενοι τῶν Φαρισαίων κατὰ τὴν πολιτείαν.
ε 3124 Ἐσέφθη: ἀντὶ τοῦ ἐσεβάσθη, ἐτίμησεν, ἐθαύμασεν, ἐξεπλάγη.
ε 3125 Ἐσεσήρεσαν: ἀντὶ τοῦ ἐκεχήνεσαν. ἡ μεταφορὰ ἀπὸ τῶν ὀργιζομένων κυνῶν. ἐς ἀλλήλους τε ἐσεσήρεσαν ἡμιμανές τι καὶ ἄγριον οἱ Σκύθαι. καὶ αὖθις Ἐσεσήρει, ἐδυσχέραινεν, ὠργίζετο. λίαν γὰρ ἐς αὐτὴν ἡ Θεοδώρα ἠγριαίνετο καὶ ἐσεσήρει.
ε 3126 Ἔσσεται: ἔσται.
ε 3127 Ἔσεισέ μου τὴν καρδίαν: ἀντὶ τοῦ ἐλύπησεν. ὁ δὲ ἔσεισέ μου τὴν καρδίαν, ὅτι τὰ τοῦ Αἰσχύλου προσδοκῶν ποιήματα, εἰσήχθη τὰ τοῦ Θεόγνιδος.
ε 3128 Ἐσσείσεις τὰ νήπια αὐτῶν.
ε 3129 Ἐσήλατο: εἰσῆλθεν. εἰσέφρησεν. ὁ δὲ ἀκράτωρ ἑαυτοῦ ὢν ἐσήλατο ἐς τὸν νεών.
ε 3130 Ἐσήμαινε: προσέτασσεν. ὁρῶν τὸ πρόθυμον τῶν Ῥωμαίων ἐσήμαινε τοῖς ἑαυτῷ ἑπομένοις ἐπικουρεῖν.
ε 3131 Ἐσσήν: βασιλεύς· κυρίως τῶν μελισσῶν. Ἐσσῆνος, ἡ γενική.
ε 3132 Ἐσσηνός: ὁ πολίτης.
ε 3133 Ἔσθειν· λύσις ὀνείρου· τρώγων γλυκηρὰ πικρίας ἕξεις τρόπους.
ε 3134 Ἑσία: ἡ πρεσβεία.
ε 3135 Ἐσίνοντο: ἐβλάπτοντο.
ε 3136 Ἔσθενε: σθένους καὶ δυνάμεως μετεῖχεν, ἠδύνατο. Αἰλια‐ νός· ὁ δὲ ἀλέκτωρ ὕμνει τὸν σωτῆρα, ᾗπερ οὖν ἔσθενε φωνῇ, καὶ ἐδεῖτο ἀρτίπουν θεῖναι αὐτόν.
ε 3137 Ἐσθήματα: ἱμάτια. Ἐσθὴς ἁλουργὴς διὰ τοῦ η. Ἁλουργὶς δὲ ἰδίως διὰ τοῦ ι.
ε 3138 Ἐσθής, ἐσθῆτος καὶ τὸ πληθυντικὸν ἐσθήτων.
ε 3139 Ἐσθήρ· αὕτη συνοῦσα τῷ Ἀρταξέρξῃ τῷ βασιλεῖ, τὴν βασίλειον τιμὴν ἐκέκτητο, γένους Ἰουδαϊκοῦ τυγχάνουσα καὶ ζῆλον τῆς δόξης ποιουμένη τούς τε πρὸς γένος αὐτῇ διαφέροντας συγκαλεσαμένη, μάλιστα 〈δὲ〉 Μαρδοχαῖον μητράδελφον ὄντα, ἐν τοῖς βασιλείοις κατεῖχεν. ὡς δὲ τῷ βασιλικῷ προστάγματι Ἀρταξέρξης διεκήρυξε, τοὺς Ἑβραίους μεθίστασθαι μὲν τῆς δόξης τοῦ θεοῦ, προσκυνεῖν δὲ τὴν ἑαυτοῦ εἰκόνα, ἕως ἡμερῶν μʹ ἀνακωχὴν τῆς τιμωρίας τοῖς ἀπειθοῦσι διαταξάμενος, οἱ Ἰουδαῖοι διαδόντες ἀλλήλοις ὥρισάν τινα τῆς προσευχῆς ἡμέραν, νηστείᾳ καὶ προσευχῇ τὸ θεῖον ἐξιλεούμενοι. καὶ οἱ μὲν ἄλλοι, ὡς ἕκαστος εἶχεν, ἐν τῇ ἰδίᾳ σκηνῇ τὰς ἱκεσίας ἐποίουν· Μαρδοχαῖος δὲ εἰς τὴν βασίλειον αὐλὴν ἐν σκότῳ κρυπτό‐ μενος ἤκουσε περὶ τῆς ἐπιβουλῆς κατ’ Ἀρταξέρξου καὶ δηλοῖ τῷ Ἀρταξέρξῃ. καὶ οὕτως ἡ κατὰ Ἰουδαίων ἐλύθη ἐπιβουλή.
ε 3140 Ἐσθίω· αἰτιατικῇ· τρώγω καὶ φάγε δὲ αἰτιατικῇ συντάσσονται. ἐσθίω ἄρτον, τρώγω ψωμίον, φάγε βοῦν.
ε 3141 Ἐσθλά: ἀγαθά. Ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχεν· ἔστι μὲν γὰρ ὅτι καὶ ταυτόματον ἀντέπραξε ταῖς ἐπι‐ βολαῖς τῶν ἀγαθῶν ἀνδρῶν, ἔστι δ’ ὅτε πάλιν κατὰ τὴν παροιμίαν, ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχεν.
ε 3142 Ἐσθόμενος: ἐσθίων. Ἔσθω γὰρ τὸ ῥῆμα. καὶ Ἔσθον‐ τες, ἐσθίοντες.
ε 3143 Ἔσθος: ἱμάτιον.
ε 3144 Ἔσθ’ ὅτε: ἔστιν ὅτε.
ε 3145 Ἔσκαζεν: ἐνεδοίαζεν, ἀμφέβαλλεν. ὁ δὲ ἔσκαζεν ὅπως ἔχει γνώμης τὰ τῶν Ῥωμαίων συντάγματα, καὶ εἰ ἀρρενικὰς ἔχουσι τὰς ψυχὰς εἰς παράταξιν.
ε 3146 Ἔσκαλλεν: ἐσκάλευεν, ἐσάλευεν, ἠρεύνα. ἀνεζήτει. καὶ ἔσκαλλε τὸ πνεῦμά μου.
ε 3147 Ἐσκευώρησεν: ἐπεβούλευσεν. ἐξ οὗ καὶ σκευωρία, ἡ ἐπι‐ βουλή.
ε 3148 Ἐς κεφαλήν σοι: ἐπιφώνημα κατάρας. προειρηκότος γάρ τινος χαλεπὰ ἔσεσθαι, ἀμοιβαίως ἀνταποκρίνεταί τις, ἐς κεφαλήν σοι.
ε 3149 Ἐσκήνησαν: ἀντὶ τοῦ ᾤκησαν. κέκλιται τὸ ῥῆμα ἀπὸ τῆς πρώτης τῶν περισπωμένων. καὶ Ἐσκήνηνται, ἀντὶ τοῦ ἐσκήνων‐ ται, κατοικοῦσιν.
ε 3150 Ἐσκιμάλισεν: τῷ μέσῳ δακτύλῳ συναρμόσας τὸν μέγαν καὶ πλήξας ἐφυβρίζει. ἢ ἀντὶ τοῦ κατεδακτύλισε· σκιμαλίσαι γάρ ἐστι κυρίως τὸ μέσον τὸν δάκτυλον εἰς τὸν πρωκτὸν τοῦ ὀρνέου ἐμβαλεῖν. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ὅταν βουλόμενοι ἐνυβρίσαι τινά, τὸν μέσον δάκτυλον ἐντείνοντες καὶ τοὺς λοιποὺς συνάγοντες δείξωσιν αὐτῷ. Ἀριστοφάνης· καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν.
ε 3151 Ἐσκληκότα: προσλιπαροῦντα, προσεσκληκότα. μετῆκται δὲ ἀπὸ τῶν προσξηραινομένων.
ε 3152 Ἐσκιοτροφημένα· Ἀριστοφάνης· ἀπόμακτρα σκυτάλων ἐσκιοτροφημένα.
ε 3153 Ἐσκοπίαζε: περιέβλεπεν.
ε 3154 Ἐς κόρακας: Βοιωτοῖς Ἄρνην ποτὲ οἰκοῦσιν ἐρρήθη ὑπὸ τοῦ θεοῦ ἐκπεσεῖσθαι τῆς χώρας λευκῶν κοράκων φανέντων. νέοι δὲ μεθυσθέντες ποτέ, συλλαβόμενοι κόρακας ἐγύψωσαν κατὰ παίγνιον καὶ ἀπέστειλαν πωτᾶσθαι. ἰδόντες δὲ οἱ Βοιωτοὶ ἐταράχθησαν, ὡς τῆς μαντείας λαβούσης τέλος. καὶ φοβηθέντες οἱ νεανίσκοι τὸν θόρυ‐ βον ἔφυγον καὶ ᾤκησάν τινα τόπον, ὃν ἐκάλεσαν Κόρακας· εἰς ὃν μετὰ ταῦτα οἱ τὴν Βοιωτίαν οἰκοῦντες τοὺς ἁμαρτάνοντας ἔπεμπον. οἱ δὲ ὡς τοῦ ζῴου ἀναιδοῦς καὶ δυσοιωνιστικοῦ τῶν ἀνθρώπων ὄντος. Ἀριστοτέλης δέ φησιν, λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων, τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐᾶν ζῶντας καὶ ἐπιλέγειν τῷ λοιμῷ, φεῦγ’ ἐς κόρακας. ὁ δὲ Αἴσωπος μυθικῶς κολοιὸν μέγαν, νομίσαντα τοῖς κόραξιν ἴσον εἶναι, πρὸς αὐτοὺς πορευθῆναι· ἡττηθέντα δὲ πάλιν εἰς τοὺς κολοιοὺς ὑποστρέψαι· τοὺς δὲ ἀγανακτήσαντας παίειν αὐτὸν λέγοντας, φεῦγ’ ἐς κόρακας. Ἀριστείδης δὲ ἀποδίδωσι, διὰ τὸ ἐν τραχέσι τόποις καὶ κρημνώδεσι νεοσσοποιεῖσθαι, λέγειν ἡμᾶς, φεῦγ’ ἐς κόρακας. Ἐς κόρακας οὖν εἰς τὸ σκότος, εἰς ὄλεθρον.
ε 3155 Ἐς κόρακας, καὶ σαυτόν γε πρός: τουτέστιν ἀπόφερε τὸ πρᾶγμα καὶ σαυτόν.
ε 3156 Ἐσκορόδισας: κλαῦσαι ἐποίησας. ἀπὸ τῶν τὰ σκόροδα τρι‐ βόντων· ἢ ἀήδισας, ἐπίκρανας· ἢ ἐδρίμυξας.
ε 3157 Ἐσκοροδισμένος: σκόροδα φαγών. ἀπὸ τῶν ἀλεκτρυόνων· ὅτε γὰρ εἰς μάχην συμβάλωσιν αὐτούς, σκόροδα διδόασιν αὐτοῖς, ἵνα δριμύτερον ὦσιν ἐν τῇ μάχῃ.
ε 3158 Ἐσκοροδισμένοις· Αἰσχύλος· οὐ μὴ πρόσει τούτοισιν ἐσκο‐ ροδισμένοις. ἀντὶ τοῦ οὐ καταβαλεῖς σφοδροῖς οὖσι καὶ πικροῖς γενομένοις, μετειληφόσι τῶν σκορόδων. ἀπὸ μεταφορᾶς τῶν ἀλεκ‐ τρυόνων.
ε 3159 Ἐσκουπονδίαι: κατὰ Ῥωμαίους στρατιωτικὰ ἐφόδια.
ε 3160 Ἐς Κυνόσαργες: οἱονεὶ Κυνόσαρκες· ἀπὸ τοῦ θυσίας πλησίον γενομένης εἰσελθόντα κύνα καὶ ἁρπάσαντα κρέας τοῦ θύματος ἀγαγεῖν ἐκεῖσε· ἐν ᾧ καὶ ναὸς ἐκτίσθη· καὶ οἱ νόθοι ἐνταῦθα ἐκρίνοντο, εἰ τοῦδε ὄντως γέγονεν υἱός. ἐκάλουν δὲ Ἀθηναῖοι καὶ τοὺς ἀπελευθέ‐ ρους νόθους. ζήτει εἰς Κυνόσαργες, σαφέστερον κεῖται.
ε 3161 Ἐς Μασσαλίαν πλεύσειας: ἐπὶ τῶν θηλυτέρως καὶ μαλα‐ κῶς ζώντων. οἱ γὰρ Μασσαλιῶται θηλύτερον ἔζων στολαῖς ποικίλαις καὶ ποδήρεσι καὶ μύροις χρώμενοι.
ε 3162 Ἑσμός: πλῆθος, ὄχλος· κυρίως τῶν μελισσῶν. παρὰ τὸ ἅμα πετομένας ἵεσθαι.
ε 3163 Ἔσο: ἐνδέδυσο. σημαίνει δὲ καὶ τὸ ὕπαρχε.
ε 3164 Ἐς ὅ: ἀντὶ τοῦ μέχρι τούτου, ἕως οὗ. ἐπολιόρκει τὴν πόλιν, ἐς ὃ ἐξεῖλεν αὐτήν.
ε 3165 Ἔσοπτρον: τὸ κάτοπτρον.
ε 3166 Ἐς ὅτι: ἀντὶ τοῦ λίαν. ξυνεστήσατο φάλαγγας ἐς ὅτι μά‐ λιστα καρτεράς.
ε 3167 Ἐς ὅτι μάλιστα: ἀντὶ τοῦ λίαν. καλάμους ἐς ὅτι μάλιστα στερροὺς καὶ παχίστους.
ε 3168 Ἐς ὀψιγόνους: τοὺς μετὰ ταῦτα.
ε 3169 Ἔσω: τοπικόν.
ε 3170 Ἔσω ἄνθρωπος: κατὰ τὸν Ἀπόστολον ἡ ψυχή· ἔξω ἄν‐ θρωπος, τὸ σῶμα. ἔσθ’ ὅτε γὰρ ἀπὸ μέρους τὸ σύμπαν ἡμῖν δηλοῦται ζῷον· ὡς ἐν τῷ, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. καὶ Μωσέα προσδιαλεγόμενον τοῖς ἐξ Ἰσραήλ, ἐν οʹ καὶ εʹ ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον.
ε 3171 Ἔσωθεν: τοπικόν.
ε 3172 Ἐσώθην: ἀπὸ τοῦ σώω, σώσω, σέσωκα, σέσωσμαι, ἐσώθην. τὸ δὲ σέσωσμαι ἀπὸ τοῦ σῴζω. τὸ δὲ σῴζω ἔχει τὸ ι, καὶ πᾶσα κλίσις ἔχουσα τὸ ζ, οἷον σῴζομαι, ἐσῳζόμην καὶ τὰ ὅμοια.
ε 3173 Ἐσωκράτουν: ἀντὶ τοῦ ἐκόμων, ἐρρύπουν, ἐπείνων.
ε 3174 Ἐσωματοποίει: ἔπλαττε. Πολύβιος· ὡσανεὶ καὶ τὸ αὐτό‐ ματον καὶ τύχη τις ἐσωματοποίει τὰς τοῦ Σκιπίωνος πράξεις, ὥστ’ ἐπιφανεστέρας καὶ μείζονας ἀεὶ φαίνεσθαι τῆς προσδοκίας.
ε 3175 Ἐσωμάσκει: συνεκρότει, ηὐτρέπιζεν, ὤδινεν, ἡτοίμαζεν. ὁ δὲ πολλοὺς δεκάζων τῶν Ἰσαύρων τὰ κατὰ τὸν πόλεμον ἐσωμάσκει.
ε 3176 Ἐσπάθα: κατανήλισκε, καὶ κατήσθιε. διὰ τοῦτο εἶπεν οὐκ ἀργὸς ἦν. σπαθᾶν δὲ τὸ ἀφειδῶς ἀναλίσκειν καὶ παρὰ τοῖς ῥήτορσιν εἴρηται. οἰκείως δὲ νῦν τῇ λέξει ἐχρήσατο. καὶ γὰρ ἐπὶ τῶν ὑφαινο‐ μένων ἱματίων λέγομεν σπαθᾶν τὸ ἄγαν κρούειν τὴν κρόκην, ὥστε προσκαθίζειν καὶ πολλὴν μὲν ἀναλίσκειν κρόκην, ἰσχυροτέραν δὲ ἀπεργάζεσθαι τὴν ὑφήν. δύναται οὖν τὸ σπαθᾶν ἐπ’ ἀμφοτέρων νοεῖσθαι. ὅτι δὲ νῦν ἐπὶ τῷ πολλὰ δαπανᾶν παρείληπται, δῆλον ἐκ τοῦ ἐπιφερομένου· ἐγὼ δ’ ἂν αὐτῇ θοιμάτιον δεικνὺς τοδί, πρόφασιν, ἔφασκον, ὦ γύναι, λίαν σπαθᾷς.
ε 3177 Ἐσπαθᾶτο: Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου ἀντὶ τοῦ ἀπώλ‐ λυτο. παρὰ τὴν σπάθην. ἢ τὸ ἐρρίπτετο, ἢ διεκόπτετο· ἢ ἀντὶ τοῦ συνετίθετο. ἀπὸ τῆς τῶν ὑφαντῶν σπάθης, ἥτις συντίθησι τὰ ὑφαινό‐ μενα.
ε 3178 Ἐσπαθημένος: πεπυκνωμένος. ἀπὸ τῶν κατακρουουσῶν σπαθῶν τὴν κρόκην.
ε 3179 Ἐσπάρασσεν: ἠρέθιζεν. Ἰώσηπος· μετεώρους ὄντας ἐπὶ τῷ μέλλοντι πολέμῳ ἐσπάρασσεν.
ε 3180 Ἐσπαρμένη παράταξις: ὅταν εἰς ὄγκους πλείονας διαλύη‐ ται τῶν πραγμάτων.
ε 3181 Ἔσπασας: ἔπιες, εἵλκυσας. Ἀρκεσίλαε, τί μοι τόσον ἄκρητον ἀφειδῶς ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὄλισθες ἐών.
ε 3182 Ἔσπαιρεν: ἐκινεῖτο.
ε 3183 Ἑσπερινός: ὁ τῆς ἑσπέρας.
ε 3184 Ἑσπέριος: ὁ δυσικός.
ε 3185 Ἑσπερίτης λίμνη: ἡ πρὸς τὴν δύσιν οὖσα.
ε 3186 Ἕσπερον κέλευθον: ἑσπέριον, ἐπὶ δυσμὰς ὁδόν.
ε 3187 Ἕσπερος. Παρμενίδης πρῶτος πεφώρακε τὸν αὐτὸν Ἕσπερον εἶναι καὶ Φωσφόρον· οἱ δὲ Πυθαγόραν.
ε 3188 Ἕσπερος, ὃς κάλλιστα: νῦν τὸν Ἕσπερον λέγει κάλλιστον, ἐν ἄλλῳ δὲ τὸν Ἑωσφόρον φαάντατον.
ε 3189 Ἔσπετε: εἰπεῖν ποιήσατε.
ε 3190 Ἐσπεικώς: τεθυκώς.
ε 3191 Ἐσπείσατο: διηλλάγη. καὶ Ἔσπεισεν, ἔθυσεν.
ε 3192 Ἐσπεῖσθαι: σπονδὰς πεποιῆσθαι. ἄν τινα δ’ ἄρα αἰτίαν ἐπὶ ταῖς σπονδαῖς σχῇ, πρὸς τὸ μὴ αὐτὸς ἐσπεῖσθαι δοκεῖν.
ε 3193 Ἐσπόδει κἀπέτριβεν: κονιορτοῦ ἐπλήρου, ἐσπόδου, συν‐ έτριβεν.
ε 3194 Ἑσπόμενος: ἐπακολουθῶν.
ε 3195 Ἐσπούδαζον: ἐσεμνολογοῦντο, ἐπεμελοῦντο. Πολύβιος· ἐσπού‐ δαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆτας διαφερόντως, καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμὸς ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν· ὅπλων δὲ ἠμέλουν.
ε 3196 Ἐς πῦρ ξαίνεις: ἐπὶ τῶν ἀδυνάτων.
ε 3197 Ἐσταθευμέναις: ἐξ ἐπιπολῆς ὀπτηθείσαις· σταθεύειν γὰρ τὸ μὴ λίαν ὀπτῆσαι· ἢ χλιανθείσαις πυρί. ὥσπερ εἴ τις σηπίαις πώγωνα περιδήσειεν ἐσταθευμέναις.
ε 3198 Ἐστάθμισεν: ἐμέτρησεν.
ε 3199 Ἔσταλκεν: ἐμείωσεν.
ε 3200 Ἐσταλμένοι: ἐσκευασμένοι. νεανίαι χωρητικῶς ἐσταλμένοι. καὶ αὖθις· πάντας δὲ ὡς ἁβρότατά τε καὶ ἅμα ἐς ἔκπληξιν κατὰ πλοῦτον, τῷ γε δὴ πλοῦτον θαυμάζοντι, ἐσταλμένους.
ε 3201 Ἐς τάχος γράφει: οὕτω λέγεται Ἀττικῶς· καὶ ἐς κάλλος γράφει καὶ ἐς τάχος παίει, ἀλλ’ οὐ καλλιγραφεῖ.
ε 3202 Ἔσται: τετραχῶς τούτῳ χρᾶται Ὅμηρος· ἔσσεται, ἐσσεῖται, ἔσται.
ε 3203 Ἔστε: ἀντὶ τοῦ ἕως οὗ. οἱ δὲ τῆς Ἀσίας ἦρχον, ἔστε ὑπὸ τῶν Μακεδόνων τὴν ἀρχὴν ἀφῃρέθησαν.
ε 3204 Ἔστε: μέχρις οὗ. Ἀππιανός· ἐλίθουν αὐτήν, ἔστε τιτρωσκο‐ μένη κατεχώσθη. καὶ ἐστὲ ὑμεῖς.
ε 3205 Ἐστερήθην: ἐζημιώθην.
ε 3206 Ἐστεφάνουν: οἱ Ἀθηναῖοι τοὺς εὐαγγελιζομένους καὶ τοὺς συναγορεύοντας αὐτοῖς στεφάνοις ἐτίμων.
ε 3207 Ἐς τέφραν γράφεις: ἐπὶ τῶν μάτην πονούντων, καὶ ἀδυνάτων.
ε 3208 Ἔστειλα: ἀπέστειλα.
ε 3209 Ἑστήκει: ἀντὶ τοῦ ἵσταται.
ε 3210 Ἐστηλιτευμένον: ἀναγεγραμμένον.
ε 3211 Ἔστι: ὑπάρχει.
ε 3212 Ἑστία: δίαιτα, οἴκησις, βωμός, χυτρόπους, ἐσχάρα. γυναῖκα πλάττουσι τὴν ἑστίαν, οἱονεὶ τὴν γῆν, τύμπανον βαστάζουσαν· ἐπειδὴ τοὺς ἀνέμους ἡ γῆ ὑφ’ ἑαυτὴν συγκλείει.
ε 3213 Ἑστιάδες: αἱ ἱέρειαι, ἃς Ἑλένη ἡ μήτηρ Κωνσταντίνου τοῦ μεγάλου μετὰ τὸ ἀνευρεῖν τὰ ἅγια καὶ τίμια ξύλα, καὶ ναὸν ἀνεγεί‐ ρασα ἐν τῷ τάφῳ τοῦ κυρίου, τὰς παρθένους ἐν τοῖς εὐκτηρίοις ἀναγράψασα σηκοῖς σιτήσεις τε αὐταῖς ἐκ τοῦ δημοσίου ἐπιχορηγεῖσθαι παρεκελεύσατο. ταῦτα διαπραξαμένη καὶ ὀγδοήκοντά που βιώσασα χρόνους τὸν βίον μεταλλάττει. ὁ δὲ υἱὸς αὐτῆς ἐν τοῖς κατὰ τὴν Ῥώμην βασιλείοις τὸ σῶμα αὐτῆς ἐκήδευσεν. οὐδὲν ἀεὶ φαίην ἀπόρρητόν τι κρύπτειν αὐτούς, ὥσπερ τὰς Ἑστιάδας τὸ πῦρ.
ε 3214 Ἑστίᾳ θύομεν: ἐφ’ ὧν οὐκ ἀποφέρονται ἀπὸ τῆς θυσίας.
ε 3215 Ἑστιᾶν· αἰτιατικῇ. τρέφειν. καὶ Ἑστιᾶσθαι, τρέφεσθαι, εὐωχεῖσθαι. οὐχὶ δὲ τὸ παρά τινι ἔλεγον. δοτικῇ δὲ συντάσσεται τὸ ἑστιῶ. Ἀριστοφάνης· τοῖς κόραξιν ἑστιῶν.
ε 3216 Ἑστιατορεῖον: τὸ τραπέζιον.
ε 3217 Ἑστιατορία: ἑστίασις.
ε 3218 Ἑστιατόρια· ἦν δὲ ἑστιατόρια πολλὰ καὶ καταλύσεις.
ε 3219 Ἑστιάτωρ: ὁ εἰς εὐωχίαν καὶ εὐφροσύνην καλῶν. δαιτυμόνες δὲ οἱ ἀριστηταί.
ε 3220 Ἑστιαιεύς: ὄνομα κύριον. καὶ Ἑστιαῖος, ὄνομα κύριον.
ε 3221 Ἐς τί ἔτι: μέχρι τίνος.
ε 3222 Ἑστιεῖς: ὄνομα ἔθνους.
ε 3223 Ἐστιμμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς: ἐκαλλωπίσατο.
ε 3224 Ἐστίν· ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός.
ε 3225 Ἔστιξαν: τῷ μετώπῳ ὑπέγραψαν.
ε 3226 Ἑστιώμενος: τρώγων.
ε 3227 Ἑστιῶν: ἀριστοποιῶν. ὁ δὲ ἑστιᾷ τὸν ἄνδρα ἡμερῶν ϛʹ ἐς πανθοινίαν.
ε 3228 Ἔστι τις δίκης ὀφθαλμός, ἧς μηδέποτε καταφρονεῖν ἀνθρώπους ὑπάρχοντας.
ε 3229 Ἐστομώθη: ἀντὶ τοῦ ἠνοίχθη. οἱ δὲ ὤρυττον, καὶ ταχέως τὸ χῶμα ἐστομώθη.
ε 3230 Ἐστόρεσεν: ἔστρωσεν. οἱ ἄνεμοι παραχρῆμα ἐκόπασαν, καὶ τὸ κῦμα ἐστορέσθη· πνεῦμα δὲ κεκριμένον κατὰ πρύμναν ἐπέρρει καὶ τὰ ἱστία ἐπλήρου.
ε 3231 Ἐστορέσθη: ἐστρώθη, ὡμαλίσθη.
ε 3232 Ἔστω: ὑπαρχέτω.
ε 3233 Ἐστωμυλάμην: ἀντὶ τοῦ ἐφλυάρησα, περισσόν τι τοῦ δέοντος ἐλάλησα ἢ πανούργως ἐφθεγξάμην. Ἀριστοφάνης· συγγνώμην ἔχε, εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην.
ε 3234 Ἐστρατήγησε μετ’ Ἐρασινάδου: ἐπὶ τῶν δυστυχῶν. ἐκ τῶν περὶ Ἀργίννουσαν στρατηγησάντων δυστυχῶς. ἀπέθανε δὲ δημο‐ σίᾳ οὗτός τε καὶ οἱ ὑπομείναντες Θράσυλλος, Περικλῆς καὶ οἱ λοιποί. ἐγένετο δέ τι καὶ περιττότερον τῷ Ἐρασινάδῃ, τὸ καὶ κλοπῆς κατη‐ γορηθῆναι τῶν περὶ Ἑλλήσποντον χρημάτων.
ε 3235 Ἐστρέβλου: ἐκάκου, ἠνάγκαζε. τοῦτον οὖν πλευρῖτις νόσος περιλαβοῦσα ἐστρέβλου δεινῶς.
ε 3236 Ἔστυγεν: ἐστύγνασεν. ἀπὸ τῆς τοῦ προσώπου στυγνότητος. Ὅμηρος· κατὰ δ’ ἔστυγε μῦθον ἀκούσας.
ε 3237 Ἐστυκώς· οὐδὲν μέγα φρονεῖ ἐστυκὼς ἀνήρ.
ε 3238 Ἐς ὕδωρ γράφειν: ἐπὶ τῶν μάτην πονούντων.
ε 3239 Ἐσφαλκέναι· ὥστε καὶ τὸν ἴδιον οἶκον ἐσφαλκέναι τὸ καθ’ αὑτόν, διὰ τὴν πρὸς τοῦτο τὸ μέρος ὁρμὴν καὶ προστασίαν.
ε 3240 Ἐσφηκόωντο. καὶ Ἐσφηκῶσθαι, δεδέσθαι. καὶ Ἐσφή‐ κωτο, ἐδέδετο.
ε 3241 Ἔσφηλε: κατέβαλεν. ἄλλον δὲ οὐχ ὥσπερ Κράσσον τε καὶ τοὺς ξὺν ἐκείνῳ ἔσφηλεν. ἀντὶ τοῦ σφαλῆναι ἐποίησεν.
ε 3242 Ἐσχάρα· ἐσχάραν φησὶ καλεῖσθαι Λυκοῦργος καὶ Ἀμμώνιος τὴν μὴ ἔχουσαν ὕψος, ἀλλ’ ἐπὶ γῆς ἱδρυμένην, ἢ κοίλην. παρ’ ὃ καὶ τοὺς ἰατροὺς τὰ ἐν σώματι κοῖλα ἕλκη ἐσχάρας καλοῦσιν.
ε 3243 Ἐσχάρα: μαγειρικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· ἠθμόν τε πουλύτρητον ἠδὲ τετράπουν πυρὸς γέφυραν, ἐσχάρην κρεηδόκον.
ε 3244 Ἐσχάραι: τὰ χείλη τοῦ γυναικείου αἰδοίου.
ε 3245 Ἐσχάραι πυρός: ἐπὶ ἐδάφους ἀνθρακιαί.
ε 3246 Ἐσχαρίου πυρός: τοῦ ἐπὶ τῆς ἐσχάρας. ἤριπεν ἐσχαρίου λάβρον ἐπ’ ἆσθμα πυρός.
ε 3247 Ἐσχαρίτην: ψωμίον ἀπὸ κλιβάνου.
ε 3248 Ἔσχατα ἐσχάτων κακὰ διαπέπρακται: ὁμοία ἐστὶ τῇ δεινότερα Δεινίου καὶ κύντερα Κύντωνος. ἡ παροιμία ἐπὶ τῶν ἄκρων κακῶν.
ε 3249 Ἔσχατα κακά: τὰ μεγάλα. παθεῖν τὰ ἔσχατα κακὰ ἐκ τῶν ὁμοφύλων ἢ ἀνδράσιν ἀπίστοις σφᾶς ἐπιτρέψαι. καὶ αὖθις· ὁ δὲ οὐ παύεται πολιορκίᾳ τὴν πόλιν ἐς τὸ ἔσχατον ὑπάγων κινδύ‐ νου. καὶ αὖθις· λιπαροῦντος οἰκτρῶς καὶ ξὺν ἱκεσίᾳ, μὴ τὰ ἔσχατα αὐτὸν περιϊδεῖν παθόντα. ἀντὶ τοῦ τέλεια, μεγάλα.
ε 3250 Ἐσχάτη ἀδικία: ἄκρα τε καὶ τελεία.
ε 3251 Ἐσχάτη ἀμαθία· τὸ δέ ἐστι τῆς ἐσχάτης ἀμαθίας· ὑπὲρ οὗ πολλὰ λέγειν ἔχων νῦν ἀφίημι.
ε 3252 Ἐσχατιά: τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ἔλεγον, οἷς γειτνιᾷ εἴτε ὄρος εἴτε θάλασσα. καὶ ἡ εὐτέλεια λέγεται ἐσχατιά. καὶ αὖθις· ὁ Διοκλητιανὸς λόγον ποιούμενος τῶν πραγμά‐ των ᾠήθη δεῖν καὶ δυνάμεσιν ἀρκούσαις ἑκάστην ἐσχατιὰν ὀχυρῶσαι καὶ φρούρια ποιῆσαι.
ε 3253 Ἐσχατιάν: ἔσχατον τόπον γῆς. ἢ τὰ νομὰς ἔχοντα χωρία· ὡς καὶ Ἀριστοτέλης ἐν τῷ ηʹ τῆς Πολιτείας. ὅτι τὰ ἀθροίσματος σημαντικὰ καὶ οὐσίας πάντα ὀξύνεται· ἀχυρμιά, φυταλιά, πυρκαϊά, ἀνθρακιά, ἐσχατιά. οὕτω καὶ τρασιά· ἔστι δὲ τόπος, ὅπου ἐστὶ πλῆθος σύκων ξηραινομένων ἢ τυρῶν ἢ ὁτουδήποτε. καὶ τὸ αἱμασιὰ οὕτως ἔχει ἀπὸ τοῦ συμβεβηκότος τὸ ὄνομα. τὸ ἐξεσία, ὁσία, οὐκ ἀντίκειται ἐπὶ πράγματος.
ε 3254 Ἔσχατος Μυσῶν πλεῖν: Ἕλλησι λοιμῷ κρατουμένοις ὁ θεὸς ἔχρησεν, ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν. οἱ δὲ τὸ μὲν πρῶτον ἠπό‐ ρουν· αὖθις δὲ τὴν Αἰολίδα παρὰ τοῖς ἐσχάτοις τῆς Μυσίας εὗρον. ἔνιοι τὴν παροιμίαν τοῦ χρησμοῦ λέγουσι Τηλέφῳ μαντευομένῳ γεγονέναι περὶ γονέων, ἐπὶ τίνας τόπους ἐλθὼν εὕροι τοὺς γονεῖς, τὸν δὲ θεὸν προστάξαι, πλεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν. ἀφικόμενον δ’ εἰς Τευθρανίαν, νέμεσθαι γὰρ ταῦτα τὰ χωρία Μυσούς, ἐπιτυχεῖν τῇ μητρὶ αὑτοῦ. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν δυσχερῆ ἐπιτασσο‐ μένων. Ἔσχατος δὲ παρὰ τὴν σχέσιν καὶ κώλυσιν, ὁ τελευταῖος. καὶ ὕστατος, καὶ ὅτι ὑπ’ αὐτόν ἐστιν ἡ στάσις, καὶ οὐκέτι προβῆναι δύναται, ἀλλ’ ὕστερος εἱστήκει, τοῦ πρώτου μὴ ἐῶντος. καὶ τὸ πύμα‐ τος, ἀπὸ τοῦ πεπαῦσθαι, καὶ τέρμιον, τὸ ἔσχατον, ἀπὸ τοῦ τέρματος, ὅ ἐστι τέλους.
ε 3255 Ἐσχατόωσαν: κειμένην ἐσχάτην.
ε 3256 Ἐσχάτως: ἄκρως. Μένανδρος· φοβοῦμαί σε ἐσχάτως.
ε 3257 Ἔσχε: κατέπαυσε. Θουκυδίδης· αἱ δὲ τριήρεις πλέουσαι εἰς Αἴγυπτον ἔσχον κατὰ τὸ Μενδήσιον κέρας. καὶ Αἰλιανός· οὐ γὰρ ἔσχον ἀνήνασθαι τὸ πρόσταγμα. ἀντὶ τοῦ ἠδυνήθησαν.
ε 3258 Ἐσχεδίαζον: ἡτοίμαζον. ἢ ἐκ τοῦ παρατυχόντος ἔλε‐ γον. Ἰώσηπος· τοῖς δὲ τὸν πόλεμον ἐξάψασιν ἐσχεδιάζοντο πρὸς ἡδονήν. καὶ Πολύβιος· ἁπλῶς δὲ πάντα κατὰ τὸ συνεχὲς ἐκ τῆς ἀρχῆς ἄχρι τέλους ἐσχεδιάσθαι καὶ διημαρτῆσθαι.
ε 3259 Ἔσχετο: ἐπεσχέθη.
ε 3260 Ἐσχηματισμένος: ὁ προσποιητὸν τρόπον ἔχων καὶ δοκῶν εἶναι κόσμιος· ὡς παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Τίμωνα· οἱ δ’ ἀλαζονεύον‐ ται μὲν Τίμωνι παραπλησίως καὶ ἐσχηματισμένοι περιέρχονται, ὥσπερ οὗτος.
ε 3261 Ἐσχολάρχησε: σχολῆς ἦρξεν, ἐδίδαξεν.
ε 3262 Ἐτάζω· αἰτιατικῇ.
ε 3263 Ἔται: οἱ πολῖται. πηοὶ δὲ οἱ κατ’ ἐπιγαμίαν συγγενεῖς.
ε 3264 Ἐταινίωσε: περιείλησε, συνέσφιγξεν. ὁ δὲ κατεταινίωσε τὸ τραῦμα τῇ ζώνῃ.
ε 3265 Ἑταίρα: φίλη, πόρνη. ὅτι Σκιπίων ἑταίρας καὶ θύτας καὶ μάντεις ἐξήλαυνε τοῦ στρατοπέδου, οἷς διὰ τὰς δυσπραξίας οἱ στρατιῶ‐ ται περιδεεῖς γεγονότες ἐχρῶντο.
ε 3266 Ἑταῖραι Κορίνθιαι: Λαΐς, Κυρήνη, Λέαινα, Σινώπη, Πυρρίνη, Σκιώνη, Ῥοδῶπις Θρᾳκική, σύνδουλος Αἰσώπου τοῦ λογο‐ ποιοῦ· ἥτις ἐλευθερωθεῖσα κατέμεινεν ἐν Αἰγύπτῳ. φησὶ δὲ Ἀριστο‐ φάνης ἐν Πλούτῳ· καὶ τάς γ’ ἑταίρας φασὶ τὰς Κορινθίας, ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν· ἂν δὲ πλού‐ σιος, τὸν πρωκτὸν αὐτὰς εὐθὺς εἰς τοῦτον τρέπειν.
ε 3267 Ἑταῖρε: ὁ Πλάτων καὶ οἱ ἄλλοι φιλόσοφοι τοὺς γνησίους ἐραστὰς τῶν λόγων ἑταίρους ἐκάλουν· οὓς ἐμιμεῖτο Ἰουλιανὸς ἑταί‐ ρους πάντας καλῶν ἐν ταῖς συνουσίαις, οὐκ ἀπαυθαδιζόμενος τῇ βασιλεία.
ε 3268 Ἑταιρεία: ἡ συνήθης ὁμόνοια, καὶ φιλία. Βάβριος· θέντο μετ’ ἀλλήλοισιν ἑταιρείην μύε δοιώ, οὐ καθ’ ὁμὰ ζώοντες· ὁ μὲν κατὰ νειὸν ἐρήμην ἐτρέφετ’, ὃς δὲ δόμοισιν ἐν ἀφνειῶν τρέφετ’ ἀνδρῶν. Ἑταιρεία καὶ τὸ τάγμα. καὶ Ἑταιρειάρχης, ὁ τῆς ἑταιρείας ἄρχων.
ε 3269 Ἑταιρεῖος: ὁ Ζεὺς παρὰ Κρησί. σημαίνει δὲ καὶ τὸν φίλον.
ε 3270 Ἑταιρία: ἡ φιλία. ἰδίως ἐπὶ τῆς ἑταιρίσεως τοὔνομα τέ‐ ταχεν Ἀνδοκίδης.
ε 3271 Ἑταιριζομένη: ἐρεθιζομένη, προσκνωμένη. Ἑταιρίζω γὰρ τὸ φίλον προσλαμβάνομαι.
ε 3272 Ἑταιρισάμενος: συνεργήσας. καὶ Ἑταιρίσας, πορνεύ‐ σας. καὶ Ἑταιρήσεις, τὰς πορνείας.
ε 3273 Ἑταιρίστριαι: αἱ καλούμεναι τριβάδες.
ε 3274 Ἑταῖρος: ὁ ἴδιος.
ε 3275 Ἑταιρῶ: ἐπὶ τῆς πόρνης.
ε 3276 Ἑταιρῶν ἀνθινῶν: νόμος Ἀθήνησι τὰς ἑταίρας ἄνθινα φορεῖν.
ε 3277 Ἔτεα: ἔτη παρ’ Ὁμήρῳ.
ε 3278 Ἐτέθησαν: ὑπέκυψαν, ἐπείσθησαν. οἱ δὲ τῇ τοῦ βασιλέως μᾶλλον καὶ τοῦ ἐπισκοποῦντος ἐτέθησαν βουλῇ.
ε 3279 Ἐτέκταινον: κατεσκεύαζον.
ε 3280 Ἐτέαρχος· ζήτει ἐν τῷ Βάττος.
ε 3281 Ἐτελέσθησαν: ἐμιάνθησαν, μετέσχον τῆς μιαρᾶς συνου‐ σίας. ἐκοινώνησαν.
ε 3282 Ἐτέλει: ἐτέτακτο.
ε 3283 Ἐτεοβουτάδαι: γένος Ἀθηναίοις πολὺ λαμπρόν, ἀπὸ Βούτου· ἀφ’ οὗ οἱ ἱερεῖς καθίσταντο Ἀθήνησιν. ὅτι οἱ Ἐτεοβουτάδαι ἀπόγονοι τοῦ Βούτου τοῦ ἱερέως. τὸ γὰρ ἐτεὸν ἀληθὲς δηλοῖ.
ε 3284 Ἐτεοκλῆς: ὄνομα κύριον. καὶ Ἐτεοκλείης.
ε 3285 Ἐτεόν: ἀληθῶς. ἐτεὸν ἡγῇ γὰρ θεούς; ἀληθῶς πεπίστευκας εἶναι θεούς;
ε 3286 Ἐτεόνικος: ὄνομα κύριον.
ε 3287 Ἐτεωνεύς: ὄνομα κύριον.
ε 3288 Ἑτεραλκέα: ἑτεροκλινῆ. Ἑτεραλκὴς νίκη, ἐπὶ ἵππου ὅταν οἱ ἡττηθέντες νικήσωσιν.
ε 3289 Ἑτερόγναθος: ἀπειθής, ἢ ἄπληστος, καὶ ἀμφοτέραις ταῖς γνάθοις ἐσθίων.
ε 3290 Ἑτερομάσχαλος χιτών: ἣν ἐξωμίδα λέγουσιν.
ε 3291 Ἑτερομόλιος δίκη: εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον.
ε 3292 Ἕτερον· Ὅμηρος· ὅς χ’ ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. ἐνταῦθα δοκεῖ συγκεχύσθαι τὸ δυϊκόν. ἔδει γὰρ ἕτερον δὲ εἴπῃ, ἑτέρου πρὸς ἕτερον ἀντιδιαστελλομένου. τὸ γὰρ ἄλλος ἐπὶ πλειόνων τίθεται. πιθανεύονται δέ, ὅτι ἐπὶ τῶν ὁμοειδῶν τὸ ἕτερον.
ε 3293 Ἕτερος: ἐπιμεριζόμενον. τετραχῇ δὲ ἐπιμερίζονται· εἷς ἐκ δύο, ὡς ἕτερος τῶν ὀφθαλμῶν· δύο καθ’ ἕνα, ὡς ἑκάτερος· εἷς ἐκ πολλῶν, ὡς ἄλλος· πολλοὶ καθ’ ἕνα, ὡς ἕκαστος.
ε 3294 Ἑτερόστομος φάλαγξ καλεῖται, ἥτις πορεύεται, τὸ μὲν ἡγούμενον ἥμισυ ἔχουσα ἐν εὐωνύμῳ παραγωγῇ· τουτέστι τοὺς ἡγε‐ μόνας ἐξ εὐωνύμου, τοῦ δὲ λοιποῦ ἡμίσεως τοὺς ἡγεμόνας ἐν δεξιᾷ παραγωγῇ.
ε 3295 Ἑτερόφθαλμος: ὁ ἐν Λοκροῖς νομοθετήσας. Δημοσθένης ἐν τῇ κατὰ Τιμοκράτους.
ε 3296 Ἑτερόχροιος: ὁ ἀλλοῖος κατὰ τὴν χροιάν.
ε 3297 Ἑτέρωθεν καὶ Ἑτέρωθι καὶ Ἑτέρωσε: εἰς ἕτερον μέ‐ ρος. ἀλλαχόσε.
ε 3298 Ἑτεροῖος: ὁ ἄλλος.
ε 3299 Ἑτεροιουμένη: ἀλλοιουμένη.
ε 3300 Ἑτεροιῶ: τὸ μεταβάλλω.
ε 3301 Ἑτεροίως: ἀλλοίως.
ε 3302 Ἐτετρήχει: ἐτετράχυτο.
ε 3303 Ἐτεχνίτευε: μετὰ τέχνης καὶ δόλου ἠρεύνα. Ἰώσηπος· ἐτεχνί‐ τευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον προέχει κατ’ ἀρετήν.
ε 3304 Ἔτειον: ἐνιαύσιον. ἐπέτειον δέ, τὸ μὴ μόνον, ἀλλὰ πρὸς ἐνιαυτὸν ἀκμάζον. καὶ Ἔτειος καρπὸς καὶ καιρός.
ε 3305 Ἔτειρεν: κατεπόνησεν.
ε 3306 Ἐτειχηροῦντο: τοῖς τείχεσι περιεστοιχίζοντο, περιεκλείοντο. ἐντὸς δὲ τῆς τάφρου καὶ τοῦ ἐρύματος ἐτειχηροῦντο.
ε 3307 Ἐτήρει: ἐταμίευε. τοὺς δὲ νεωτέρους ἐτήρει τῷ θριάμβῳ.
ε 3308 Ἔτης: ὁ πολίτης· ἀπὸ τοῦ ἔθους. ὡς ξένος, ὁ ἔξω τῆς ἑνότητος ὤν, ἢ παρὰ τὸ ἔξω εἶναι.
ε 3309 Ἐτησίαι: οἱ ἄνεμοι οἱ κατ’ ἔτος πνέοντες. πνέουσι δὲ ἐν ἀκμῇ τοῦ θέρους, διότι ὁ ἥλιος μετεωρότερος καὶ ἀπὸ τῶν μεσημβρι‐ νῶν τόπων ἀρκτικώτερος γινόμενος λύει τὰ ὑγρὰ τὰ ἐν ταῖς ἄρκτοις. λυόμενα δὲ ταῦτα ἐξαεροῦται καὶ πνευματοῦται, καὶ ἐκ τούτων γίνονται οἱ Ἐτησίαι καὶ ἀπὸ τῶν ἀρκτῴων τόπων φέρονται ἐπὶ τοὺς μεσημβρινούς. ἃ προσπίπτει τοῖς ὑψηλοτέροις ὄρεσι τῆς Αἰθιοπίας, καὶ πολλὰ καὶ ἀθρόα γινόμενα ἀπεργάζονται ὑετούς, καὶ ἐκ τῶν ὑετῶν τούτων πληθωρεῖται ὁ Νεῖλος τοῦ θέρους, ἀπὸ τῶν μεσημβρινῶν καὶ ξηρῶν τόπων ῥέων.
ε 3310 Ἐτήσιος: ὁ κατ’ ἔτος.
ε 3311 Ἐτήτυμος: ὁ ἀληθής.
ε 3312 Ἔτι: ἐπίρρημα. παρέλκει ἀεὶ παρὰ τοῖς Ἀττικοῖς. Ἀριστο‐ φάνης· ἦν οὖν ἐμοὶ πέπεισθε, σωθήσεσθ’ ἔτι.
ε 3313 Ἐτίθετο· οὐδὲ τῇ ὄψει τῶν ὀνείρων ἐτίθετο. ἀντὶ τοῦ προσέκειτο, προσεῖχεν.
ε 3314 Ἐτιθηνήσατο: ἐγαλούχησε.
ε 3315 Ἐτίθει σκάνδαλον.
ε 3316 Ἔτι μήν: χρονικὸν ἐπίρρημα.
ε 3317 Ἐτιμησάμην· ὡς ἔγωγ’ ἐτιμησάμην ἂν τοῦ παντός, Ἀντώνιον τὸν ἀποκτείναντα Κικέρωνα περιεῖναι.
ε 3318 Ἐτιμήσατο: ἐξηριθμήσατο. ὁ δὲ συλληφθεὶς ἐκ τῶν βαρβάρων, καὶ τοῦ βασιλέως περὶ ἀφέσεως ἀντιπρεσβευσάμενος, ἐτιμήσατο τὴν ζωὴν αὐτοῦ ὁ βάρβαρος λιτρῶν τʹ.
ε 3319 Ἐτιμήσαντο: ἐζημίωσαν, κατεδίκασαν. οἱ δὲ τὸν Σωκράτην θανάτου ἐτίμησαν. Τίμημα γὰρ ἡ ζημία καὶ ἡ καταδίκη.
ε 3320 Ἐτιμήσασθε: ἀντὶ τοῦ ἠγοράσατε. Θουκυδίδης· ἣν ὑμεῖς πολλῶν χρημάτων ἐτιμήσασθε.
ε 3321 Ἐτισάμην: ἐτιμωρησάμην.
ε 3322 Ἔτισαν: ἔδωκαν. Αἰλιανός· ἀνθ’ ὧν οἱ Φωκεῖς ἔτισαν δίκας βαρυτάτας.
ε 3323 Ἔτισε: δέδωκεν. ὁ δὲ ἔτισε δίκας, ὧν ἔπραξεν. οὐ γάρ τι που ταχεῖ καὶ ὠκυμόρῳ τέλει τὸν βίον κατέστρεψεν, ἀλλ’ ἐκολάζετο χρόνῳ.
ε 3324 Ἔτλη: ὑπέμεινεν.
ε 3325 Ἐτνήρυσις: ἀθάρα μετὰ γάλακτος. καὶ ἐτνήρυσις, ἡ ζωμά‐ ρυστρος, ἐν ᾗ τὸ ἔτνος ἀρύονται· ὥσπερ οἰνήρυσις πᾶν τὸ ταράσσον. ἔτνος δὲ ἔλεγον τὴν ἀθάραν καὶ τὸ πίσσηνον ἀπέψημα. καὶ κνῆ‐ στιν καὶ τὰν ἐτνοδόνον τορύναν.
ε 3326 Ἔτνος: τὸ ὄσπριον.
ε 3327 Ἐτόπασεν: ὑπενόησεν, ἐνόμισεν.
ε 3328 Ἔτορεν: ἔτρησεν, ἐτρύπησεν.
ε 3329 Ἐτός: παρέργως. Ἔτος δὲ ὁ χρόνος. καὶ δοτικὴ τῷ ἔτει· καὶ πληθυντικῶς τὰ ἔτη.
ε 3330 Ἐτυρώθη: ἐσκληρύνθη. Δαβίδ· ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν.
ε 3331 Ἐτώθαζον: ἔσκωπτον, ἐχλεύαζον, ἐλοιδόρουν. οἱ δὲ ἐς τὸν Χοσρόην ὕβριζον ἀπὸ τῶν ἐπάλξεων καὶ ξὺν γέλωτι ἀκόσμῳ ἐτώθα‐ ζον. ἢ Ἐτώθασαν, ἐκαυχήσαντο.
ε 3332 Ἐτώσιον: τὸ μάταιον.
ε 3333 Ἐτραχηλίασε: κατισχυρεύσατο· ἢ ἐγαυρίασεν. ἀπὸ τῶν βοῶν τῶν ἀποβαλλόντων τοῦ τραχήλου τὸν ζυγόν. Ἰώβ· ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν.
ε 3334 Ἔτρησεν: ἐτρύπησεν.
ε 3335 Ἐτρίβετο: ὑπερετίθετο, ἀνεβάλλετο. μέχρι πολλοῦ διαφερο‐ μένων, ἐτρίβετο ἡ προσβολή.
ε 3336 Ἐτρύχωσεν: ἐξέτριψεν. ἡ δὲ γῆ ἀγονίαις κατειλημμένη ἔτρυχεν αὐτοὺς ἀλγεινότατα.
ε 3337 Ἑτοιμάζω. αἰτιατικῇ.
ε 3338 Ἕτοιμος: ὁ εὐχερής.
ε 3339 Ἑτοίμως: ἐμπαρασκεύως. Ἐτύμως δὲ ἀληθῶς. διὰ τοῦ υ ψιλοῦ καὶ ψιλοῦται.
ε 3340 Ἔτυμος: ὁ ἀληθής.
ε 3341 Ἐτύγχανεν.
ε 3342 Ἐτύθη: ἐσφαγιάσθη.
ε 3343 Ἐτυμοκλῆς: ὄνομα κύριον.
ε 3344 Ἔτυχον· γενικῇ.
ε 3345 Ἐτυμολογία.
ε 3346 Ἔοιγμεν: ἐοίκαμεν.
ε 3347 Ἔοικα βοῦς ἐπὶ σφαγὴν μολεῖν.
ε 3348 Ἐοίκασι τοῖς ἐκ Πύλου ληφθεῖσι τοῖς Λακωνικοῖς: παροιμία ἐπὶ τῶν ὠχριώντων καὶ ἰσχνῶν. Πύλος δὲ χωρίον τῆς Λακωνικῆς, ἔνθα Κλέων στρατηγήσας τοὺς αἰχμαλώτους ἀπὸ Σφακτη‐ ρίας ἔλαβεν. εἰκὸς οὖν τούτους διὰ τὸν τοῦ αἰχμαλωτισμοῦ φόβον καὶ διὰ τὸ πολλαῖς μὲν ἡμέραις πεπολιορκῆσθαι ἐν ἐρήμῳ νήσῳ, καὶ ἀφ’ ἧς οὐδὲν τῶν ἐπιτηδείων ἦν λαβεῖν, πολλῷ δὲ μετὰ τὴν ἅλωσιν συγκεκλεῖσθαι χρόνῳ δεδεμένους ἐν ξύλῳ, ὠχρούς τε καὶ ἰσχνοὺς καὶ δυσειδεῖς γεγονέναι.
ε 3349 Ἔοικεν: ἔπρεπεν.
ε 3350 Ἐοικότα: πρόσφορα.
ε 3351 Εὖ: καλῶς. ἐρᾷ αὐτῆς ἀνὴρ Ῥωμαῖος, Ἄππιος ὄνομα, τῶν εὖ γεγονότων.
ε 3352 Εὔα: ἡ πρώτη γυνὴ καὶ πρώτη τοῦ κόσμου παράβασις· εἰ καὶ ὁ Ἀδὰμ ὁ ἀνὴρ αὐτῆς Ζωὴν ταύτην κέκληκεν, ὡς ἐσομένην μητέρα τῶν ζώντων.
ε 3353 Εὐά: τράγου φωνῆς μίμημα. ὁ δὲ τράγος ἐκ τοῦ φρέατος ἀπεπήδησε τὸ αὐτὸ φωνήσας εὐά.
ε 3354 Εὐαγελάων: ὄνομα κύριον.
ε 3355 Εὐαγγέλιον: τὰ κάλλιστα ἀπαγγέλλον.
ε 3356 Εὐαγγελίζομαί σε· αἰτιατικῇ. εὐαγγελίζομαι δέ σοι χαράν.
ε 3357 Εὐάγγελος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἀνακαλυπτό‐ μενος· ὡς Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς.
ε 3358 Εὐαγές: ἁγνόν, εὐσεβές, ὅσιον, θειότατον. γένους δὲ ἦν εὐαγοῦς, οὐκ ἐπὶ δυνάμει τρυφώσῃ λαμπρυνομένου, οὐδὲ ἐπὶ χρημά‐ των περιουσίᾳ κολακικῇ.
ε 3359 Εὐαγές: καλῶς κεκλασμένον.
ε 3360 Εὐαγής: καλῶς περιηγμένος. μεταφορικὸς κύκλος. καὶ ἐν Ἐπιγράμμασι· Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων χαλ‐ κευτὰν κατέχει Πίνδαρον ἥδε κόνις.
ε 3361 Εὐάγητον: καθαράν, λαμπράν. Ἀριστοφάνης Νεφέλαις· δροσε‐ ρὰν εὐάγητον φύσιν.
ε 3362 Εὐάγκαλον: ἐλαφρόν, εὐμαρῆ. ὁ δὲ Αἰνείας τὸν πατέρα ἐπι‐ θέμενος τοῖς ὤμοις ἐξῆγε, φόρτον ὡς υἱεῖ φιλοπάτορι καὶ τοῦτον εὐάγκαλον. οὕτω φησὶν Αἰλιανός.
ε 3363 Εὐαγόρας, Λίνδιος, ἱστορικός. ἔγραψε Βίον Τιμαγένους καὶ ἑτέρων λογίων, Ζητήσεις κατὰ στοιχεῖον Θουκυδίδου, Τέχνην ῥητορι‐ κὴν ἐν βιβλίοις εʹ, τῶν παρὰ Θουκυδίδῃ ζητουμένων κατὰ λέξιν, ἱστορίαν τε περιέχουσαν τὰς Αἰγυπτίων βασιλείας.
ε 3364 Εὐάγωγον: εὐχερές. καλῶς ἀναγόμενον. ἢ Εὐάγω‐ γον, εὐθήρατον, εὔληπτον.
ε 3365 Εὐάγριος· οὗτος ἔγραψε διάφορα καὶ ὑπόμνημα εἰς τὰς παροιμίας Σολομῶντος.
ε 3366 Εὔαδεν: ἤρεσεν.
ε 3367 Εὐάθλους δέκα: Εὔαθλος ῥήτωρ ἦν πονηρός. Ἀριστοφάνης Ὁλκάσιν· ἔστι τις πονηρὸς ἡμῖν τοξότης συνήγορος, ὥσπερ Εὔαθλος παρ’ ἡμῖν τοῖς νέοις. ἦν δὲ καὶ εὐρύπρωκτος καὶ λάλος καὶ ἀγεννής. διὸ καὶ τοξότην αὐτὸν καλεῖ, οἷον ὑπηρέτην.
ε 3368 Εὐάλωτον: εὐκόλως χειρούμενον.
ε 3369 Εὐανακλήτως: συμπαθῶς. καὶ πρὸς τοὺς χαλεπήναντας καὶ πλημμελήσαντας εὐανακλήτως ἔχειν, εὐαναδιδάκτως, ἐπειδὰν αὐτοὶ ἐπανελθεῖν θέλωσιν.
ε 3370 Εὐανδρία· Δείναρχος· εὐανδρίας ἀγὼν ἤγετο.
ε 3371 Εὐανθὴς γλῶσσα. ἡ ἄκρως ἠττικισμένη ὁμιλία καὶ πολλῶν γέμουσα χαρίτων καὶ μουσικῶν ἀπηχημάτων ἀπόζουσα.
ε 3372 Εὐάντητος: εὐαπάντητος. ἔστι δὲ καὶ ὄνομα κύριον.
ε 3373 Εὐάντυγα: εὐάξονα.
ε 3374 Εὐάρεος.
ε 3375 Εὐαρεστῶ· δοτικῇ.
ε 3376 Εὐαρίθμητοι: ὀλίγοι. ἐν εὐαριθμήτοις ἡμέραις τῷ Καίσαρι συνόντες. ἀντὶ τοῦ ἐν ὀλίγαις.
ε 3377 Εὐαρμοστότερος: τοῦ συμφέροντος στοχαζόμενος. ὁ δὲ ἐδόκει πρὸς πάντας τοὺς καιροὺς εὐαρμοστότερος εἶναι Πασιστράτου, διὰ τὸ βαθύτερος τῇ φύσει καὶ στασιμώτερος μᾶλλον ἢ τολμηρότερος ὑπάρχειν.
ε 3378 Εὐαστήρ: ἐπίθετον Διονύσου. παρὰ τὸ εὐοῖ ἐνθουσιαστι‐ κόν. ἐν Ἐπιγράμμασι· ἀγρονόμων τάδε Πανὶ καὶ εὐαστῆρι Λυαίῳ, τουτέστι Λυαίῳ, πρέσβυς καὶ Νύμφαις Ἀρκὰς ἔθηκε Βίτων.
ε 3379 Εὐαφές: εὐμάλακτον, εὐψηλάφητον.
ε 3380 Εὐάφορα: εὔσκοπα, εὐθεώρητα. κολωνὸν ἐπιλεξάμενος, ὑφ’ οὗ τά τε ἔμπροσθεν καὶ τὰ κατόπιν εὐάφορα ἦν, λόχον ἐπ’ αὐτοῦ ἐπέστησεν.
ε 3381 Εὖ βεβηκότα: εὐσταθῆ.
ε 3382 Εὐβοεῖς: ἐθνικόν.
ε 3383 Εὔβοτον: καλὰ βοσκήματα ἔχουσαν.
ε 3384 Εὐβουλία: ἐπιστήμη τοῦ σκοπεῖσθαι, ποῖα καὶ πῶς πράττοντες πράξομεν συμφερόντως.
ε 3385 Εὔβουλος: δημαγωγὸς ἦν ἐπιφανέστατος.
ε 3386 Εὔβουλος, Κήττιος, Ἀθηναῖος, υἱὸς Εὐφράνορος, κωμικός. ἐδίδαξε δράματα ρδʹ. ἦν δὲ κατὰ τὴν ραʹ Ὀλυμπιάδα, μεθόριος τῆς μέσης κωμῳδίας καὶ τῆς παλαιᾶς.
ε 3387 Εὔβοια: ἡ νῆσος.
ε 3388 Εὐγαίων: ὄνομα κύριον.
ε 3389 Εὖγε: καλῶς, ὁσίως. λέγεται δὲ καὶ ἐπὶ εἰρωνείας πολλάκις.
ε 3390 Εὐγενάτορος: σοφιστοῦ τινος.
ε 3391 Εὐγενέστερος Κόδρου: τοῦ υἱοῦ Μελάνθου τοῦ Μεσσηνίου, πατρὸς δὲ Μέδοντος καὶ Νηλέως. οὗτος ὁ Κόδρος Δωριέων ἐπιστρα‐ τευσάντων Ἀθηναίοις, ἐπεὶ τοὺς ἐκ Πελοποννήσου φυγάδας προσεδέ‐ ξαντο, ἐν οἷς καὶ Μέλανθον, χρησμοῦ δὲ αὐτοῖς δοθέντος, αἱρήσειν τὴν πόλιν, ἐὰν ἀπόσχωνται τοῦ τῶν πολεμίων βασιλέως, νοήσας τὸν χρησμόν, ἀναλαβὼν ὑλοτόμου ἐσθῆτα καὶ ἐντυχὼν τοῖς φύλαξι τῶν Δωριέων ἕνα ἐξ αὐτῶν ἀνεῖλε. διοργισθέντες δὲ οἱ λοιποί, συλλαβόν‐ τες αὐτὸν ἀνεῖλον, ὡς Εὔδημος. οἱ δὲ περὶ Κόδρου φασίν, ὅτι βασιλεύοντος αὐτοῦ Ἀθηναίων, τοῖς Λακεδαιμονίοις γενομένης ἀφορίας κατὰ τὴν χώραν πᾶσαν, ἔδοξε στρατεύειν ἐπὶ τὰς Ἀθήνας, ὅπως ἐξαναστήσαντες τῆς Ἀττικῆς τοὺς ἐνοικοῦντας αὐτοὶ κατανείμωνται τὴν χώραν· καὶ πυνθάνονται τῆς Πυθίας, εἰ λήψονται τὰς Ἀθήνας. ἀνελόντος δὲ αὐτοῖς τοῦ θεοῦ, διότι τὴν πόλιν οὐχ αἱρήσουσιν, ἐὰν τὸν βασιλέα τῶν Ἀθηναίων Κόδρον ἀποκτείνωσι· καὶ ἐστράτευσαν ἐπὶ τὰς Ἀθήνας. Κλεόμαντις δὲ τῶν Δελφῶν τις πυθέσθαι τὸν χρησμὸν καὶ ἀποστεῖλαι Ἀθηναίοις. τοῦτο μαθὼν Κόδρος, πρὸ τῆς πόλεως ἐξελθὼν φρύγανα συνέλεγε. δύο δέ τινων ἐλθόντων πρὸς αὐτὸν πυνθάνεσθαι τίς εἴη· ὁ δὲ Κόδρος τῷ δρεπάνῳ πλήξας ἀπέκτεινεν αὐτόν, ὁ δὲ ἕτερος ἀνεῖλε τὸν Κόδρον. οἱ δὲ ῥήτορες τὸ Κόδρος ἐπὶ τοῦ ἐντίμου ἐχρήσαντο, ὥς φησιν Εὔδημος ἐν τῷ περὶ λέξεων ῥητορικῶν.
ε 3392 Εὐγένεια: ἡ καλὴ γενεά. Εὐγενία δὲ ὄνομα κύριον, διὰ τοῦ ι.
ε 3393 Εὐγενής: ὑπὲρ γένους ἤπερ πατρίδος. ἐπὶ δὲ τῆς τελευτῆς, ἐπεὶ ἔδει τὴν τῶν ὅπλων παράδοσιν ποιήσασθαι, ὀδυρμός τις εὐγενὴς ἦν, καὶ παράστασις ψυχῆς πρὸς ἐλευθερίαν ἐνέπεσε τοῖς πλήθεσι. Σοφοκλῆς· ἀλλ’ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι τὸν εὐγενῆ χρή. πάντ’ ἀκήκοας λόγον.
ε 3394 Εὐγένιος, Τροφίμου, Αὐγουστοπόλεως τῆς ἐν Φρυγίᾳ, γραμ‐ ματικός. οὗτος ἐδίδαξεν ἐν Κωνσταντίνου πόλει καὶ τὰ μάλιστα δια‐ φανὴς ἦν, πρεσβύτης ἤδη ὤν, ἐπὶ Ἀναστασίου βασιλέως. ἔγραψε κωλομετρίαν τῶν μελικῶν Αἰσχύλου, Σοφοκλέους, Εὐριπίδου, ἀπὸ δραμάτων ιεʹ. Περὶ τοῦ τί τὸ παιωνικὸν παλιμβάκχειον· Περὶ τῶν τεμενικῶν, ὅπως προφέρεται· οἷον Διονύσιον, Ἀσκληπίειον· Παμμιγῆ λέξιν κατὰ στοιχεῖον· ἔχει δὲ καὶ τὰ παράδοξα ἢ περὶ τόνον ἢ πνεῦμα ἢ γραφὴν ἢ μῦθον ἢ παροιμίαν ἑπόμενα αὐτῇ· Περὶ τῶν εἰς ια λη‐ γόντων ὀνομάτων, οἷον ἔνδεια ἢ ἐνδία· καὶ πότε διφορεῖται· καὶ ἄλλα τινὰ τρίμετρα ἰαμβικά.
ε 3395 Εὔγειος: τόπος καλὴν ἔχων γῆν. καὶ οὐδέτερον τὸ εὔγειον, τὸ πρὸς τὴν δύσιν κείμενον.
ε 3396 Εὐγηρότατος, καλὸς γέρων, ἀξιότιμος.
ε 3397 Εὐγνωμοσύνη: εὔνοια, γνησιότης.
ε 3398 Εὔγνωτος: φανερός.
ε 3399 Εὐγράμματον ὄνομα: τὸ εὔφημον. οὐκ εὐγράμματον δὲ τὸ δύσφημον· ὡς τὸ Νεφέρσωφρις Αἰγύπτου βασιλεύς.
ε 3400 Εὐδαμίδας: ὄνομα κύριον.
ε 3401 Εὐδαῖμον· καὶ γηρῶντι γῆρας εὐδαῖμόν τε καὶ μακαριστόν. καὶ Εὐδαιμονέστατος, εὐτυχής, πλουσιώτατος, μακαριστότατος. Εὐδαιμονία δέ ἐστιν εὔροια βίου. καὶ Εὐδαίμων, ὁ κατ’ ἀρετὴν ἐνεργῶν.
ε 3402 Εὐδαιμονέστερος τῶν Καρκίνου στροβίλων: ἀντὶ τοῦ κακοδαιμονέστατος. ἐν εἰρωνείᾳ. στροβίλους φησὶν Ἀριστοφάνης τοὺς υἱοὺς Καρκίνου τοῦ ποιητοῦ, οὓς ἀνωτέρω ὄρτυγας καὶ γυλιοτραχή‐ λους εἴρηκε διὰ τὸ τραχὺ τοῦ σώματος. ἢ πρὸς τὸ τοῦ καρκίνου ὄνομα παίζων· ὀστρακόδερμοι γὰρ οἱ καρκίνοι καθάπερ καὶ οἱ στρό‐ βιλοι. ἢ διὰ τὸ ἐν τῇ ὀρχήσει στροβεῖσθαι· ἐπεὶ καὶ οἱ στρόβιλοι κώνων ἔχουσι δίκην. ἢ ὅτι στρόβιλός ἐστιν ἡ συστροφή. στροβίλους οὖν εἶπε, καθὸ καὶ ἀλλαχοῦ γυλιαύχενας. καὶ Σοφοκλῆς· οὐ πάνυ μοίρας εὐδαιμονῆσαι πρώτης. ἀντὶ τοῦ, οὐκ ἀγαθῆς, ἀλλὰ κακῆς. οὐ πάνυ τῆς πρώτης κατ’ εὐδαιμονίαν μοίρας· τοὐναντίον δέ, κατὰ δυσδαιμονίαν ἐσχάτην.
ε 3403 Εὐδαιμονία: εὐτυχία, εὐπραγία.
ε 3404 Εὐδαιμονία καὶ Εὐδαίμων: εἰσί τινα τῶν ἐναντίων ἄμεσα· οἷον τῷ ἀνθρώπῳ νόσον ἢ ὑγίειαν· καὶ λευκὸν καὶ μέλαν. εὐδαίμων δὲ καὶ κακοδαίμων τῶν ἐμμέσων. εἰ γάρ τις εὐδαίμων, οὗτος οὐ κακοδαίμων. οὐ μὴν εἰ οὐκ εὐδαίμων, κακοδαίμων ἐξ ἀνάγκης. οὐ γὰρ ἀμέσως ἀντίκειται εὐδαιμονία τε καὶ κακοδαιμονία, ἐπεὶ ἐνδέχεταί τινα σπουδαῖον ὄντα μὴ εἶναι εὐδαίμονα. καὶ εἰ μὲν σπουδαῖος, οὐκ ἐξ ἀνάγκης κακός· οὐ γὰρ ἄμεσα ἀρετὴ καὶ κακία. καὶ ὁ μὲν σώφρων οὐ μαίνεται· οὐ μὴν ὁ μὴ σώφρων μαίνεται. ὥστε οὐκέτι πρὸς κατασκευὴν καὶ ἀνασκευὴν τὰ οὕτως ἐναντία χρήσιμα. μεταφέροντες δὲ τὸν λόγον κατὰ τὴν ἐτυμολογίαν λέγομεν, ὅτι ὁ σπουδαῖος εὐδαί‐ μων ἐστί, τὸν εὐδαίμονα μεταλαμβάνομεν εἰς τὸν κατὰ τὴν ἐτυμολο‐ γίαν λόγον· ὁ γὰρ εὖ τὸν δαίμονα ἔχων σημαίνεσθαι δοκεῖ τὸ τοῦ εὐδαίμονος ὄνομα. εἰ δὴ δαίμων ἑκάστου ἡ ψυχή, καθὰ Ξενοκράτει δοκεῖ, εἴη ἂν εὐδαίμων ὁ εὖ τὴν ψυχὴν ἔχων· εὖ δὲ τὴν ψυχὴν ἔχει ὁ σπουδαῖος· σπουδαῖος δὲ ἄρα ὁ εὐδαίμων.
ε 3405 Εὐδαίμων. πολλὰ μὲν οὖν χρήματα εὑρίσκεται καὶ ἄλλα, ὅσα ἐπὶ προσλήψει τοῦ εὐδαίμονος ὠφελεῖ τοῖς ἔχουσιν.
ε 3406 Εὐδαίμων: ὁ πλούσιος, ὁ ἐνάρετος. πᾶσα ἀνάγκη τοῖς μὲν ἀγαθοῖς ἐν ᾅδου ἔσεσθαι ἄμεινον, τοῖς δὲ κακοῖς κάκιον. οἶμαι δὲ ὅτι καὶ ἐνθάδε ἔτι διατρίβουσι, τοῖς μὲν δικαίοις ἀκολουθήσειν εὐδαί‐ μονα χάριν, τοῖς δὲ ἀδίκοις κακοδαίμονα τίσιν.
ε 3407 Εὐδαίμων, Πηλουσιώτης, γραμματικός, σύγχρονος Λιβανίου τοῦ σοφιστοῦ· πρὸς ὃν καὶ διαφόρως φαίνεται γράφων. οὗτος ἔγραψε ποιήματα διάφορα, Τέχνην γραμματικήν, Ὀνοματικὴν ὀρθογραφίαν.
ε 3408 Εὐδαίμων ὁ Κορίνθιος, ἐγὼ δ’ εἴην Τενεάτης: Τένεα κώμη πλησίον Κορινθίων κατάφυτος. ὡς τῶν Κορινθίων, ἅτε ἐν μεγάλῃ πόλει, φθονουμένων καὶ πράγματα ἐχόντων, τῶν δὲ Τενεα‐ τῶν ἀπραγμονέστερον διὰ τὸ εὐτελὲς ζώντων ἐλέχθη ἡ παροιμία.
ε 3409 Εὔδαιος: ὄνομα κύριον.
ε 3410 Εὐδείελον: εὐπεριόριστον.
ε 3411 Εὔδημος, ῥήτωρ. ἔγραψε διάφορα, καὶ κατὰ στοιχεῖον περὶ λέξεων, αἷς κέχρηνται ῥήτορές τε καὶ τῶν συγγραφέων οἱ λογιώτατοι· πάνυ ὠφέλιμον.
ε 3412 Εὐδία: ἢ ἄνευ ἀνέμων ἡμέρα.
ε 3413 Εὖ διάγειν· οὕτως ἐπέγραφεν Ἐπίκουρος, εὖ διάγειν· χαίρειν δὲ ὁ Κλέων καὶ εὖ πράττειν ὁ Πλάτων.
ε 3414 Εὐδιάλογος: εὐόμιλος.
ε 3415 Εὐδίαιος: χειμάρρους, καὶ τρῆμα τῆς νεώς, δι’ οὗ ἡ ἀντλία ἐκρεῖ.
ε 3416 Εὐδιεινός: ὁ καιρός, καὶ ὁ ἄνεμος. καὶ Εὐδινὸς ὁμοίως.
ε 3417 Εὐδικία: δικαιοσύνη. τὸ δὲ κλέος, ὅπερ ἐπὶ ταῖς νίκαις τῶν πολεμίων καὶ ἐπὶ τῇ κατ’ εἰρήνην εὐδικίᾳ ἦν πεπορισμένος, ἔτι ἀξιοθεατώτερον αὐτὸν πᾶσιν ἐποίει.
ε 3418 Εὔδικος: εἷς ἐστιν οὗτος τῶν κατασταθέντων ὑπὸ Φιλίππου κυρίων Θετταλίας ἁπάσης.
ε 3419 Εὐδίνητα: εὔστροφα, εὐκίνητα. τρύπανά τ’ εὐδίνητα καὶ ὠκήεντα τέρετρα. ἐν Ἐπιγράμμασιν.
ε 3420 Εὐδίοδον: εὐπόρευτον, βάσιμον. ἐσώρευον δὲ τὰ τεμνό‐ μενα ξύλα ἐπὶ τῆς μεταξὺ χώρας, ὡς εὐδίοδα ᾖ.
ε 3421 Εὔδμητον: καλῶς ᾠκοδομημένον.
ε 3422 Εὐδοκεῖν: συγκατατίθεσθαι. ὁ δὲ ἔφη εὐδοκεῖν τοῖς λεγο‐ μένοις, εἰ λάβῃ πίστεις. ἀντὶ τοῦ ἀρέσκεσθαι.
ε 3423 Εὐδόκησας: τῆς σῆς ἠξίωσας οἰκειότητος. ὅτι εὐδόκησας ἐν αὐτοῖς.
ε 3424 Εὐδοκία: τὸ ἀγαθὸν θέλημα τοῦ θεοῦ. ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς. καὶ ὁ Ἀπόστολος· κατὰ τὴν εὐδοκίαν τοῦ θελή‐ ματος αὐτοῦ.
ε 3425 Εὐδοκιμώτερος: ὁ γενναῖος. καί, γυναῖκες εὐδοκιμώταται.
ε 3426 Εὐδοκουμένην: καλῶς προσδοκωμένην, ἀρέσκουσαν. Πολύβιος· τοῦ δὲ λέγειν ἀληθινῶς ταῦτα, πίστιν ἔφη ποιήσειν εὐδοκουμένην.
ε 3427 Εὗδον: ἐκάθευδον.
ε 3428 Εὐδόξιος, ἐπίσκοπος Ἀντιοχείας, ἐξ Ἀραβισσοῦ τῆς μικρᾶς Ἀρμενίας. ὁ δὲ πατὴρ αὐτοῦ Καισάριος ἐπὶ Μαξιμιανοῦ τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο, καίτοι πρότερον ἡδονῶν ἥττων φανείς. ἀλλ’ ἐβουλήθη τὰς πρώτας κηλῖδας διὰ τοῦ μαρτυρικοῦ αἵματος ἀπορρύψασθαι. ἥλους γὰρ μεγάλους ἑκατέρου τῶν ποδῶν ἓξ τὸν ἀριθμὸν αὐτῷ διαπερονήσαντες πυρὶ παρέδοσαν. καὶ ἐπειδὴ αὐτίκα πρὸς τὴν φλόγα χανὼν ἀπέθανεν, ἡμίφλεκτον ἔτι καὶ σῷν οἱ προσ‐ ήκοντες τὸν νεκρὸν ἀνελόμενοι ἔν τινι ἀγρῷ Σουβὶλ λεγομένῳ κατ‐ έθεσαν.
ε 3429 Εὔδοξος, Αἰσχίνου, Κνίδιος, φιλόσοφος, Πλάτωνος ἡλικιώτης· ᾧ τρεῖς ἐγένοντο θυγατέρες, Ἀκτίς, Δελφίς, Φιλτίς. καὶ ἔσχε πρὸς ἀστρολογίαν ὑπερφυῶς ἔγραψέ τε πλεῖστα τοῦ εἴδους τούτου· καὶ Ὀκταετηρίδα, ἔτι δὲ δι’ ἐπῶν Ἀστρονομίαν.
ε 3430 Εὔδρα.
ε 3431 Εὖ δρῶσι: καλῶς ποιοῦσιν.
ε 3432 Εὐαίων: ὄνομα κύριον.
ε 3433 Εὐαίτητος.
ε 3434 Εὔεδρον: ἀσφαλῆ, βεβαίαν. ὁ δὲ ἐπὶ τῶν νώτων ἐκάθισε καθέδραν εὔεδρον καὶ ἐχυράν.
ε 3435 Εὐέκτης: ὁ ἐν ὑγείᾳ διαζῶν. ἐπεμελεῖτο καὶ σωμασκίας καὶ ἦν εὐέκτης.
ε 3436 Εὐεκτικῶς: σχετικῶς.
ε 3437 Εὐεξία: εὐρωστία σώματος. Εὐεξία δέ ἐστιν ἐπιτεταμένη ὑγεία. ἀκρότης ὑγείας εὐεξία. ὅτι τὸ τῷ μείζονι ἀγαθῷ ἐναντίον μεῖζόν ἐστι κακόν, ἐπ’ ὀλίγον ἄν τις εὕροι τοῦτο μὴ ἔχον οὕτως. ὡς δοκεῖ ἐπὶ τῆς εὐεξίας ἔχειν καὶ τῆς ὑγείας. τὸ γὰρ τῷ μείζονι ἀγαθῷ ἐναντίον (τοῦτο δέ ἐστιν ἡ καχεξία) ἔλαττον εἶναι δοκεῖ κακὸν τῆς νόσου, ἥτις ἐναντία ἐστὶ τῇ ὑγείᾳ, τῷ ἐλάττονι ἀγαθῷ, τῷ τοὺς μὲν νοσοῦντας πάντας καχεκτεῖν, οὐ πάντας δὲ τοὺς καχ‐ εκτοῦντας ἤδη καὶ νοσεῖν. τὸ δὲ αἴτιον τοῦτό ἐστιν, ὅτι ἡ μὲν εὐεξία περιείληφεν ἐν αὑτῇ καὶ τὴν ὑγείαν· ἔστι γὰρ ἡ ὑγεία εὐεξία. διὸ περιέχουσα ἐν αὑτῇ καὶ τὴν ὑγείαν ἡ μεῖζον αὐτῆς ἀγαθόν· πρόσεστι γὰρ αὐτῇ τὸ εἶναι αὐτὴν τῶν δι’ αὐτὴν αἱρετῶν. ἡ δὲ καχεξία οὐκέτι ἐν αὑτῇ περιέχει τὴν νόσον, ἀλλ’ ἔστι μόνῳ ἐκείνῳ, ἐν ᾧ ὑπῆρχεν ἡ εὐεξία τῆς ὑγείας· ἡ δὲ νόσος ἐν αὐτῇ πάλιν περιέχει τὴν καχεξίαν· ἐπὶ γὰρ καχεξίᾳ γίνεται νόσος, ὡς καὶ ἡ εὐεξία ἐπὶ τῇ ὑγείᾳ.
ε 3438 Εὐέπεια: ἡ καλὴ φράσις.
ε 3439 Εὐεπήβολος: ὁ καλῶς ἐπιβάλλων. καὶ Εὐεπηβόλως, σαφῶς, καὶ ὀρθῶς.
ε 3440 Εὐεργετῶ· αἰτιατικῇ. καὶ Εὐεργέτησέ σε.
ε 3441 Εὐερκεῖ: καλῶς ἠσφαλισμένῳ. ὄφρα μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη.
ε 3442 Εὐερμία: ἐπιτυχία, εὐτυχία. ὡς δυσερμία, ἡ ἀτυχία. ἐντεῦθεν καὶ τὰ ἀπὸ τῆς τύχης εὑρήματα κοινὸν Ἑρμῆν ἔλεγον. Αἰλιανός· Μιθριδάτης δὲ τὴν ἀποδημίαν Λευκούλλου ἑαυτῷ κατέγραψεν εὐερμίαν εἶναι. καὶ αὖθις· ἀσπαζόμενος εὐερμίαν καιροῦ καὶ ἀνάγκης καλούσης μὴ εἴκων κάκῃ.
ε 3443 Εὐερνής: εὐθαλὴς βλαστός.
ε 3444 Εὔερον: εὐάερον πόλιν· ἢ μαλακήν, ὥσπερ σισύραν εὐέριον. Πλάτων Ὑπερβόλῳ· λέγει δὲ περὶ τῶν προβάτων. καὶ τοσοῦτον τῆς εὐερίας ἀπολέλαυκεν ὥστε ἀθλιωτάτη ἐστί. Κρατῖνος Πυλαιάν· γλῶσσαν εὐέραν βροτῶν.
ε 3445 Εὐεστοῖ: εὐθηνίᾳ, καταστάσει.
ε 3446 Εὐεστώ· ὅτι Δημόκριτος ὁ Ἀβδηρίτης τέλος τὴν εὐθυμίαν εἶναι λέγει, οὐ τὴν αὐτὴν οὖσαν τῇ ἡδονῇ, ὡς ἔνιοι παρακούσαντες ἐξ‐ εδέξαντο, ἀλλὰ καθ’ ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς τυραννουμένη φόβου ἢ δεισιδαιμονίας ἢ ἄλλου τινὸς πάθους. καλεῖ δὲ αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις ὀνόμασιν. ὅτι τὸ εὐεστὼ εὐδαιμονία καλεῖται· ὥσπερ καὶ τὸ αἰειεστὼ ἐπὶ τῆς ἀϊδιότητος.
ε 3447 Εὐετηρία: εὐθηνία, εὐνομία, εἰρήνη, τὸ καλῶς διακεῖσθαι.
ε 3448 Εὐετήριος· οὗτος ἦν ἐπὶ Ἰοβιανοῦ βασιλέως· ὃς διὰ μὲν παιδείαν καὶ φύσεως ὑπερβολὴν οὐδέν τι τῶν ἀρχαίων ἀποδέων, διὰ δὲ μαλακίαν ψυχῆς καὶ ἁπλότητα πολλοὺς τῶν οὐκ αἰτίων ἐς κρίσιν κατέδησεν.
ε 3449 Εὖ ἔχειν στόμα: τὸ εὐφημεῖν. οὕτως Εὔπολις.
ε 3450 Εὐζώϊος: ὄνομα κύριον.
ε 3451 Εὐζωΐτου: καλῆς ζωῆς.
ε 3452 Εὔζωνος: ἡ εὐτόκος κάλλει. ἢ καλή.
ε 3453 Εὔζωνοι: ἔνοπλοι, ἢ οἱ μὴ ἔχοντες φορτία. Ἀππιανός· ποιμὴν ὑπέσχετο στρατὸν εὔζωνον ἄξειν ὁδὸν ἀτριβῆ τρισὶν ἡμέραις.
ε 3454 Εὔζωρον: εὐκέραστον. Ζωρόν, ἄκρατον. καὶ Εὔζωρον, καλόν. ἄκρατον.
ε 3455 Εὐειδής: ὁ κατὰ θεωρίαν καλός.
ε 3456 Εὖ εἰδότες: καλῶς γινώσκοντες.
ε 3457 Εὔεικτον: εὐπειθῆ, καλῶς εἴκοντα.
ε 3458 Εὔειλος: τόπος ὁ θερμός.
ε 3459 Εὐηγορία: ἡ καλλιέπεια.
ε 3460 Εὔηθες: ἐπὶ τοῦ βελτίονος καὶ Θουκυδίδης ἐν γʹ καὶ ὁ φιλό‐ σοφος.
ε 3461 Εὐηθείας: μωρίας, ἀνοίας. ἔτι τε ἀπολαύων τοῦ καιροῦ καὶ τῆς εὐηθείας τῶν ἐπιχωρίων. οὐ γὰρ ἦν πρᾶγμα φενακίζειν τοὺς ἐπιχωρίους.
ε 3462 Εὐήθειαν αὐτῶν κατεγνωκὼς καὶ Εὐηθείας αὐτῶν κατεγνω‐ κώς· τὸ αὐτό.
ε 3463 Εὐήθης: βλάξ, ἀνόητος· ἢ ἄχρηστος τὸ ἦθος. Πολύβιος· εὐήθως ἐκλογιζόμενοι τὰ παρόντα καὶ παιδικῶς.
ε 3464 Εὐηθίζω: τὸ μωραίνω.
ε 3465 Εὐηκής: ὁ καλῶς ἠκονημένος. καὶ Εὐηκέος.
ε 3466 Εὐήλατον: τὸ καλῶς ἐληλασμένον. τὸ δὲ πεδίον ἦν ὕπτιον καὶ εὐήλατον καὶ ἐπιτήδειον ἵππῳ ἐμμάχεσθαι. ἀντὶ τοῦ εὐχερῶς ἐλαυνόμενον.
ε 3467 Εὐήλιος: ὁ καθαρός.
ε 3468 Εὐημερήσαντος· Ὑπερίδης. τῷ τε σφῶν αὐτῶν βασιλεῖ ἐγκαλεῖν, οἷς εὐημέρησεν ἐν ταῖς ἡλίου δυσμαῖς, καὶ τὰ ἐγκλήματα ἐπιφέρειν.
ε 3469 Εὐημερία: ὡς ἐν τῇ συνηθείᾳ. Ἄλεξις Ὀλυνθίᾳ· Εὐημερία δέσποινα καὶ Μοῦσαι φίλαι.
ε 3470 Εὐημεροῦσαν: ἑκάστῃ ἡμέρᾳ εὖ διάγουσαν. φίλοισί τε ξυν‐ οῦσαν, οἷς ξύνειμι νῦν, εὐημεροῦσαν. δὸς πᾶσιν ἡμῖν, ὥσπερ ἐξαιτού‐ μεθα.
ε 3471 Εὐηνέμους: εὐδιεινούς, καλούς, ἀχειμάστους.
ε 3472 Εὐήνιον: εὐπειθές, καλῶς ἡνιοχούμενον. ἡνία γὰρ τὰ λῶρα.
ε 3473 Εὐηνιώτατα· εὔηνος, ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης. ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων.
ε 3474 Εὐηνίνη: ἡ τοῦ Εὐήνου θυγάτηρ.
ε 3475 Εὐήνορα: τὸν ἀνδρείαν ποιοῦντα· ἐπὶ τοῦ οἴνου. ἐπὶ δὲ τοῦ χαλκοῦ τὸν εὖ τὸν ἄνδρα τιθέντα.
ε 3476 Εὔηνος: δύο ἀναγράφουσι γεγράφθαι ἐλεγείων ποιητάς, καὶ ἀμφοτέρους Παρίους.
ε 3477 Εὐῆρες: εὐάγωγον. ἀπὸ τῆς εἰρεσίας.
ε 3478 Εὐηρέστησα: ἤρεσα.
ε 3479 Εὐηρότατον: τὸ καλὴν ἔχον γῆν, τὸ κάλλιμον τῆς γῆς.
ε 3480 Εὐήροτον: καλῶς ἠροτριωμένον.
ε 3481 Εὐήτριον: ἱμάτιον εὐυφές.
ε 3482 Εὔϊε: Διονύσῳ ὕμνος ἐνθουσιαστικός.
ε 3483 Εὐϊλατεύειν: εὐμενῆ εἶναι. καὶ Εὐΐλατος, ὁ εὐμενής.
ε 3484 Εὖ ἴσθι: καλῶς γνῶθι.
ε 3485 Εὐθαρσῶς ἔπνει· Δέξιππος· ὁ δὲ πάντα τὸν ἀνθιστάμενον τιθεὶς ἐν δευτέρῳ ἐκ τῆς πείρας εὐθαρσῶς ἔπνει.
ε 3486 Εὐθένεια: ἡ εὐθηνία.
ε 3487 Εὐθέος: φανεροῦ, εὐθοῦς. καὶ ὁ Δαβίδ· τοῖς εὐθέσι πρέπει αἴνεσις. τουτέστι τοῖς τὸν θεὸν ἐπεγνωκόσι καὶ πλάνης ἀπηλλαγμένοις. Εὐθέως δὲ τὸ ἐπιρρηματικόν.
ε 3488 Εὖ θέσθαι: καλῶς διοικῆσαι.
ε 3489 Εὐθετῆσαι: κοσμῆσαι, συνθεῖναι. οὕτως Ἀριστοφάνης.
ε 3490 Εὐθεῖαν: ἀτρέπτως. εὐθεῖαν ἐδόκει ἐλαύνειν ὡς ἐπὶ Σελεύ‐ κειαν. καὶ αὖθις· ὁ δὲ κτεῖναι μὲν αὐτὸν ἐκ τῆς εὐθείας ἔδεισεν.
ε 3491 Εὐθεῖαν· τῆς δὲ τριβῆς τὰ αἴτια οὐ δυνατὸς γενέσθαι, εὐθεῖαν παρὰ βασιλέα ἐλάσαι, τῷ δεῖσαι τὰς φυλακὰς τὰς Ἀξιδάρου καὶ περι‐ ελθεῖν ἐν κύκλῳ καὶ οὕτω διὰ μακροῦ ἀφικέσθαι.
ε 3492 Εὐθηλήμονα· ἄρτι καταβρύκοντα τὸν εὐθηλήμονα μόσχον.
ε 3493 Εὐθημοσύνη: τάξις. ἱερὸν καὶ πολιτικὸν διήγημα τῆς τῶν Ἀλεξανδρέων εὐθημοσύνης ἐλέγετο. Ξενοφῶν· καλὸν μὲν οὖν ἡγεῖτο ὁ Κῦρος καὶ ἐν οἰκίᾳ εἶναι ἐπιτήδευμα τὴν εὐθημοσύνην. ὅταν γὰρ τίς του δέηται, δῆλόν ἐστιν, ὅπου δεῖ ἐλθόντα λαβεῖν.
ε 3494 Εὐθηνία: εὐθηλία τις οὖσα.
ε 3495 Εὐθηνούμενοι: ἐπὶ τὸ βέλτιον προκόπτοντες. καὶ κατ’ ὀλίγον εὐθηνούμενοι δυνατώτεροι γίνονται τῶν δεξαμένων αὐτούς.
ε 3496 Εὐθηνῶ: πλουτῶ.
ε 3497 Εὐθίας: ὄνομα κύριον. τῶν ἐπὶ συκοφαντίᾳ διαβεβλη‐ μένων ἦν.
ε 3498 Εὔθικτον: εὐαφές, εὐψηλάφητον. καὶ Εὐθίκτως, τὸ ἐπιρ‐ ρηματικόν.
ε 3499 Εὐθιξίᾳ· ἔχων τὸν νοῦν εὐθιξίᾳ πρὸς τὴν θεραπείαν εὐθυβο‐ λοῦντα. τουτέστιν ἀκριβείᾳ, εὐφυΐᾳ.
ε 3500 Εὐθύ: κατευθύ, καὶ κατ’ ἐναντίον. ἐπ’ εὐθείας.
ε 3501 Εὐθυβόλῳ: ἐξ εὐθείας βάλλοντι.
ε 3502 Εὐθυγενής: ἴσα καὶ πρὸς τὸ εὐθὲς τεταγμένος.
ε 3503 Εὐθύγλωττος· ἦν δὲ καὶ εὐθύγλωττος πέρα τοῦ δέοντος. ἀντὶ τοῦ ἀληθής.
ε 3504 Εὐθύδημος, διδάσκαλος Ἀπολλωνίου τοῦ Τυανέως, ἐκ Ταρσῶν τῆς Κιλικίας. ὁ γὰρ Ἀπολλώνιος προϊὼν εἰς ἡλικίαν, ἐν ᾗ συγγράμ‐ ματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ ἡ γλῶττα Ἀττικῶς εἶχεν, οὐδὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους, ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο· καὶ γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ ἔτη ιδʹ παρ’ Εὐθύδημον ἄγει ἐς Ταρσοὺς τῆς Κιλικίας, ὃς τοῦτον ἐπαίδευεν· ὁ δὲ τοῦ μὲν διδασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι· τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι. ποταμός τε αὐτοὺς διαρρεῖ Κύδνος, ᾧ παρακάθηνται καθάπερ τῶν ὀρνίθων οἱ ὑγρότατοι μεθύοντες τῷ ὕδατι. μεθίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν Ἀσκληπιῷ ἐπίδηλον τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ Περιπάτου· οὐδὲ τῶν Ἐπικούρου λόγων ἀπεσπούδαζε. διδάσκαλος δὲ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων Εὔξενος.
ε 3505 Εὐθυδικία· ὅταν εἰσάγηταί τις κριθησόμενος, περὶ ὧν μηδέπω γνῶσις ἐγένετο δικαστηρίου, τοῦτο εὐθυδικία καλεῖται. περὶ ὧν γὰρ κεκρίσθαι τίς φησι, περὶ τούτων παραγράφεσθαι ἐφεῖται. οὐκ ἀκού‐ σαντες τῆς εὐθυδικίας, καὶ εἰκότως· οὐ γὰρ ἐπὶ τῷ δικάζειν ἐκάθηντο, ἀλλ’ ἐπὶ προσχήματι καὶ προσώπῳ δικαστῶν.
ε 3506 Εὐθυεπείαις: ὀρθολογίαις.
ε 3507 Εὐθυκλῆς· τῶν δραμάτων αὐτοῦ ἐστιν Ἄσωτοι ἢ Ἐπιστολή· ὥς φησιν Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς.
ε 3508 Εὐθυλήπτων: εὐχερῶς κρατουμένων, εὐκόλων. τοῦτο γὰρ δρᾶν εἰώθασιν αἱ σφοδραὶ ἐπιθυμίαι, οὐκ εὐθυλήπτων ὄντων τῶν ἐπι‐ θυμουμένων.
ε 3509 Εὐθυμένης: ὄνομα κύριον. ἄρχων Ἀθηναῖος· ἐφ’ οὗ κατ‐ ελύθη τὸ ψήφισμα τὸ περὶ τοῦ μὴ κωμῳδεῖν, γραφὲν ἐπὶ Μορυχίδου.
ε 3510 Εὔθυμος, Λοκρὸς τῶν Ἐπιζεφυρίων, ὃς ἠγωνίσατο πὺξ πρὸς Θεαγένην τὸν Θάσιον. καὶ ὑπερεβάλετο μὲν ὁ Θεαγένης, ἐπηρεάσας τὸν Εὔθυμον, οὐ μέντοι ἐν παγκρατίῳ λαβεῖν ἠδυνήθη τὸν κότινον, προκατειργασμένος ὑπὸ Εὐθύμου. ἐνίκησε δὲ Εὔθυμος τὰς ἐφεξῆς Ὀλυμπιάδας τρεῖς καὶ ἐστεφανώθη, τοῦ Θασίου μὴ καταστάντος οἱ ἐς πυγμήν, ἀλλ’ ἑτέρων. οὗτος ὁ Εὔθυμος ἠγωνίσατο καὶ πρὸς τὸν ἐν Τεμέσῃ ἥρωα Ἀλύβαντα. ἡ δὲ Τέμεσα τῆς Ἰταλίας ἐστίν, ἐς ἣν Ὀδυσσεὺς πλανώμενος περὶ Σικελίαν ἦλθεν. ἔνθα εἷς τῶν ναυτῶν μεθύσας καὶ παρθένον βιασάμενος κατελεύσθη ὑπὸ τῶν ἐγχωρίων. καὶ Ὀδυσσεὺς μὲν ἐν οὐδενὶ τὴν ἀπώλειαν θέμενος ἔπλει, τοῦ δὲ τε‐ λευτήσαντος ὁ δαίμων οὐκ ἀνίει τοὺς ἐν Τεμέσῃ ἀνθρώπους ἐπεξερχό‐ μενος καὶ φονεύων, ὥστε καὶ ὥρμησαν φυγεῖν καταλιπόντες τὴν πόλιν, εἰ μὴ ἡ Πυθία σφᾶς ἐπέσχε, τὸν ἥρωα ἱλάσκεσθαι τέμενος ἐργασαμένους καὶ κατ’ ἐνιαυτὸν τὴν καλλίστην οὖσαν παρθένον ἐς γυναῖκα ἐπιδι‐ δόντας. ταῦτα πολλοῖς ἔτεσι τελούμενα πυθόμενος ὁ Εὔθυμος ἐσῆλθεν εἰς τὸ τέμενος καὶ τὴν παρθένον ἰδὼν καὶ οἰκτείρας, πρὸς δὲ καὶ ἐς ἔρωτα ἐλθὼν ἐνεσκευάσατο ὡς πολεμήσων τῷ δαίμονι, καὶ αὐτὸν μὲν νύκτωρ ἐπελθόντα ἐνίκησε καὶ ἐξήλασεν, ὡς μηκέτι αὐτόθι φανῆναι, τὴν δὲ παρθένον γαμετὴν ἠγάγετο.
ε 3511 Εὔθυνα: ἡ εὐθύνη. κυρίως ἣν εἰσάγουσιν οἱ λογισταὶ πρὸς τοὺς δόξαντας μὴ ὀρθῶς ἄρξαι τῆς πόλεως ἢ πρεσβεῦσαι κακῶς. καὶ τὰ δικαστήρια μὲν οἱ λογισταὶ κληροῦσι, κατηγορεῖ δὲ ὁ βουλόμενος· καὶ τοῖς δικασταῖς ἐφεῖται τιμᾶσθαι τοῖς ἁλοῦσιν. ὅτι τῆς ἐλε‐ φαντίνης Ἀθηνᾶς, ἣν Φειδίας ἐποίησεν, ἐπὶ τοῖς ἀναλώμασι ταχθεὶς ὁ Περικλῆς καὶ νοσφισάμενος νʹ τάλαντα, ἵνα μὴ δῷ τὰς εὐθύνας, τὸν πόλεμον ἐκίνησεν.
ε 3512 Εὐθύνας: δίκας, τιμωρίας.
ε 3513 Εὐθῦναι: ἐξετάσαι, ὀρθῶσαι.
ε 3514 Εὐθῦναι: ὄνομα ἀρχῆς παρὰ Ἀθηναίοις. δέκα δὲ τὸν ἀριθμὸν ἄνδρες ἦσαν, παρ’ οἷς ἐδίδοσαν οἱ πρεσβεύσαντες ἢ ἄρξαντες ἢ διοι‐ κήσαντές τι τῶν δημοσίων τὰς εὐθύνας.
ε 3515 Εὐθύνοντας: ὁρμῶντας.
ε 3516 Εὔθυνος: εὐθυντής.
ε 3517 Εὐθύνουσιν: ἐρωτῶσι, δίκας εἰσπράττουσιν.
ε 3518 Εὐθύνω· αἰτιατικῇ.
ε 3519 Εὐθυωρία.
ε 3520 Εὐθυωρόν: ἀντὶ τοῦ κατ’ εὐθεῖαν. οὕτως Ἀντιφῶν καὶ Ξενο‐ φῶν. Εὐθυωρόν, αὐτῇ τῇ ὥρᾳ. τὸ δὲ βέλος ἀνεῳγμένον προφθάσαν τὸ στόμα, ἐκεῖσε ἐμπεσὸν κατέπαυσε τὴν πτῆσιν. καὶ δὴ ὁ Κὼχ εὐθυωρὸν ἀπεβίω.
ε 3521 Εὐθυρρήμων: ἐτυμολόγος. καὶ ῥῆμα Εὐθυρημονῶ. ὅτε λέγει Ἀριστοφάνης τὸ δεῖνα, τὸ ῥηθησόμενον ἀηδὲς ἐκφεύγει εὐθέως λέγειν, ἵνα μὴ εὐθυρημονήσῃ.
ε 3522 Εὐθύς: ἀντὶ τοῦ ἐν ἀρχῇ, παραυτίκα. Ἀριστοφάνης· ἐπίσχες. εὐθὺς γάρ ς’ ἔχω μέσον λαβὼν ἄφυκτον. τὸ ἑξῆς, λαβών σε ἄφυκτον ἔχω, εὐθὺς μέσον λαβών. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν παλαιστῶν, τῶν λαμβανομένων εἰς τὸ μέσον καὶ ἡττωμένων. καὶ αὖθις Ἀριστοφάνης Νεφέλαις· σὺ δὲ τοὺς νῦν εὐθὺς ἐν ἱματίοις διδάσκεις ἐντετυλίχθαι.
ε 3523 Εὐθὺς καὶ Εὐθέως: ἀμφότερα Ἑλληνικά. τὸ δ’ εὐθὺ διαφέρει τούτων. οὐ γὰρ τὸ παραχρῆμα σημαίνει, ἀλλὰ τὸ ἕως καὶ εἰς. οἷον ... παρὰ Θουκυδίδῃ τὸ παραχρῆμα καὶ τὸ ἐξ εὐθείας καὶ ἀσκόπως.
ε 3524 Εὐθὺ σκοποῦ: ἀκριβές, κατ’ εὐθεῖαν. καὶ οἱ μὲν ἐκ τοῦ λιμένος ἀπῆραν, εὐθὺ δὲ τοῦ Παχύνου ἐφέροντο.
ε 3525 Εὐθὺ τοῦ Διός: ἀντὶ τοῦ πρὸς τὸν Δία.
ε 3526 Εὐκαρδίως: προαιρετικῶς. ἡ δὲ κόρη ὑπακούει προθύμως τε καὶ εὐκαρδίως.
ε 3527 Εὐκατάπρηστος: εὐκατάκαυστος.
ε 3528 Εὐκατεργάστου: εὐχειρώτου, εὐδιαλύτου. τῆς οἰκοδομίας οὔσης εὐκατεργάστου.
ε 3529 Εὐκαιρία. ὅτι Ἀντίοχος ὁ βασιλεὺς πάνυ ὠρέγετο τῆς Ἐφέσου διὰ τὴν εὐκαιρίαν, τῷ δοκεῖν μὲν κατὰ τῆς Ἰωνίας καὶ τῶν ἐφ’ Ἑλλησπόντου πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἀκροπόλεως ἔχειν θέσιν, κατὰ δὲ τῆς Εὐρώπης ἀμυντήριον ὑπάρχειν ἀεὶ τῆς Ἀσίας βασιλεῦσιν εὐκαιρότατον.
ε 3530 Εὐκέατον: τὸ εὔσχιστον.
ε 3531 Εὔκερως: βοῦς, ὁ καλὰ κέρατα ἔχων. Εὔκαιρος δὲ ὁ καλὸς καιρός. καὶ Εὐκαίρως, ἐπιρρηματικὸν ἀντὶ τοῦ ἁρμοζόντως, εἰς καιρὸν δέοντα. εὐκαίρως δὲ παριόντος Κράτητος, ὁ βιβλιοπώλης δείξας αὐτὸν φησί, τούτῳ παρακολούθησον.
ε 3532 Εὐκαιρεῖν: πλουτεῖν. ὁ δὲ ἐκάλει τῶν πολιτῶν τοὺς δο‐ κοῦντας εὐκαιρεῖν τοῖς βίοις.
ε 3533 Εὐκαιρίαν· ὁ δὲ θαυμάσας τὴν τῆς πόλεως θέσιν καὶ τὴν τῆς ἀκροπόλεως εὐκαιρίαν πρός τε τοὺς ἐκτὸς Ἰσθμοῦ καὶ πρὸς τοὺς ἐντὸς ἀπολαμβανομένους τόπους. καὶ αὖθις· οἱ δὲ ἐθαύμαζον τὴν ἀρετὴν τῆς χώρας καὶ τὰς κατὰ τὸν Νεῖλον εὐκαιρίας.
ε 3534 Εὐκεί.
ε 3535 Εὐκηλήτειρα: ἡ ἡσυχάστρια.
ε 3536 Εὔκηλος: ὁ ἥσυχος.
ε 3537 Εὐκλεές: ἔνδοξον.
ε 3538 Εὔκλεια: ἡ δόξα. ἡγεῖσθαι μὲν ἀγαθὸν οὐδὲν εἶναι τὴν εὔκλειαν, ἀντιποιεῖσθαι μὴν αὐτῆς ἱκανῶς, ὠφελείας ἕνεκα τῶν ἄλλων ἀνθρώπων, ὡς τῶνγε φιλοσόφων δοξάντων ἀσχημονεῖν, οἴχεσθαι ἐκ τοῦ βίου πᾶσαν αἰδῶ καὶ ζήλωσιν τοῦ ἀμείνονος ἤθους. καὶ αὖθις Ἰώσηπος· θέμενος εὐκλείας ἐν δευτέρῳ τὸ ζῇν.
ε 3539 Εὐκλείδης, Μεγαρεύς (Μεγάρων δὲ τῶν ἐν τῷ Ἰσθμῷ), φιλό‐ σοφος, καὶ τὴν ἐξ αὐτοῦ κληθεῖσαν Μεγαρικὴν αἵρεσιν εἰσήγαγεν, ἣν δὴ καὶ Διαλεκτικὴν καὶ Ἐριστικὴν προσαγορευθεῖσαν. γέγονε δὲ μαθη‐ τὴς Σωκράτους· μεθ’ ὃν Ἰχθύας, εἶτα Στίλπων ἔσχον τὴν σχολήν. συνέγραψε διαλόγους Ἀλκιβιάδην, Αἰσχίνην, Κρίτωνα, Φοίνικα, Λαμ‐ πρίαν, Ἐρωτικόν· καὶ ἄλλα τινά.
ε 3540 Εὐκλέϊσον: ἀντὶ τοῦ δόξης καὶ εὐκλείας ἀξίωσον. πρόφρων ἁμετέραν εὐκλέϊσον γενεάν.
ε 3541 Εὐκληρία: εὐτυχία.
ε 3542 Εὐκολίνη: ἡ εὔκολος πόλις.
ε 3543 Εὔκολος: ἁπλοϊκὸς τὸν τρόπον, καὶ ἐλευθέριος. ἢ ὁ ἐναντι‐ ούμενος τῷ δυσκόλῳ. ὁ δὲ ἁπλοῦς ἦν καὶ μάλα εὔκολος, συμπει‐ θόμενος καὶ παρελκόμενος ἀγωνιᾶν τὸ ἀνδράποδον, καθάπερ Ὀδύσ‐ σειόν τινα καὶ Θεμιστόκλειον παρεληλυθότα δεινότητα καὶ πανουργίαν.
ε 3544 Εὐκράς: ἀντὶ τοῦ εὔκρατος.
ε 3545 Εὐκρινές: εὐχερές.
ε 3546 Εὐκρίνεια: ἡ καθαρότης.
ε 3547 Εὐκρινής: συνήθως μὲν ὁ ἐξ ἀρρωστίας ὑγιάνας λέγεται, διὰ τὸ εὖ κεκρίσθαι. οὗτοι δὲ καὶ ἐπὶ τοῦ νεκροῦ τιθέασι κατὰ ἀντί‐ φρασιν.
ε 3548 Εὔκριτος: ὄνομα κύριον.
ε 3549a Εὐκταῖον: εὐχῆς ἄξιον, πολύτιμον, ὑγιές. παρ’ ἐμοὶ δει‐ πνήσατε πρότερον ἀμφότεροι· θύων γὰρ τυγχάνω ἱερὰ εὐκταῖα, καὶ τοὺς παῖδας ἄγων ἴθι, καὶ τῶν φίλων οὓς χρῄζεις. καὶ Εὐκταῖος.
ε 3549b Εὐκτήμονος: πλουσίου.
ε 3550 Εὐκτόν: ἐπιθυμητικόν. Ἀγαθίας· οἱ δὲ Φράγκοι ἀφειδῶς ἐνέκειντο, ὡς τὸν Ναρσῆν ζωγρήσαντες καὶ πόνῳ ξὺν βραχεῖ πέρας εὐκτὸν ἐπιθήσοντες ἅπαντι τῷ πολέμῳ.
ε 3551 Εὐλάβεια: παρὰ Σοφοκλεῖ ἔννοια καὶ σκέψις. ἐν γὰρ τῷ μαθεῖν ἔνεστιν εὐλάβεια τῶν ποιουμένων. οὐ γὰρ τὸν φόβον φησὶ νῦν.
ε 3552 Εὐλάβεια: ἡ καθαρότης, καὶ ὁ φόβος. Εὐλαβία δὲ ὄνομα κύριον.
ε 3553 Εὐλαβεῖτο.
ε 3554 Εὐλαβηθείς· τῶν Ῥωμαίων τὸ πρόθυμον εὐλαβηθεὶς ὁ Γε‐ ζέριχος τοῖς ἑαυτῷ ἑπομένοις ἐσήμαινε διὰ τάχους ἐπικουρεῖν. καὶ Πισίδης· οὐκ ηὐλαβήθης τὰς ἐνοχλούσας νόσους.
ε 3555 Εὐλαβής: ὁ εὖ τῶν πραγμάτων ἐπιλαμβανόμενος, ὁ μὴ προ‐ χείρως τι ποιῶν, ἢ καὶ ὁ εἰς λαβὴν ἐπιτήδειος· οἷον, εὐλαβὴς μάχαιρα. ἢ ὁ εὖ προσλαμβάνων τὸ μέλλον. δύσληπτος δὲ ὁ δυσχερής. ἀπὸ τῶν χειρῶν.
ε 3556 Εὐλαβοῦ: φυλάσσου. εὐλαβοῦ δέ, μὴ ἐκφύγῃ σε. καὶ γὰρ οἶδε τὰς ὁδούς, ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων. ἐπὶ τῶν φευγόντων. Ἀριστοφάνης. καὶ Εὐλαβοῦμαι· αἰτιατικῇ. γενικῇ δέ· ἀψύχων εὐλαβοῦμαι. εἰ γὰρ βαπτίσω σε.
ε 3557 Εὐλαβῶς· ὁ δὲ Φίλιππος ὁρῶν τοὺς Ἀχαιοὺς εὐλαβῶς δια‐ κειμένους πρὸς τὸν κατὰ Ῥωμαίων πόλεμον ἐσπούδαζε κατὰ πάντα τρόπον ἐμβιβάσαι αὐτοὺς εἰς ἀπέχθειαν.
ε 3558 Εὔλαχα: τὸ ἄροτρον, παρὰ Θουκυδίδῃ ἐν χρησμῷ τινι. Δώριος δὲ ἡ λέξις.
ε 3559 Εὐλαί: σκώληκες. καὶ Εὐλαίων, τῶν σκωλήκων. ἡ δὲ Φερετίμα, ἡ Κυρήνης βασίλισσα, ἀνθ’ ὧν ἔδρασε δίκας ἔδωκε· ζῶσα γὰρ ἐξέζεσεν εὐλέων. ὅ ἐστι σκωλήκων. ὥς φησι Βάβριος ἐν μυ‐ θικοῖς. καὶ αὖθις: ἐξέζεσε ζῶν κακοῖς θηρίοις, οἱ μὲν εὐλαῖς, οἱ δὲ ὅτι οὐ ταύταις, φθειρσὶ δὲ μᾶλλον. ἢ οὕτως· φθειρσί γε μήν.
ε 3560 Εὔληπτος: ὁ ταχέως καταλαμβανόμενος.
ε 3561 Εὐλόγησα, καὶ οὐκ ηὐλόγησα. ὡς Ἀττικώτερον γὰρ τὸ εὐλόγησα. εὐλο‐ γημένος γὰρ λέγεις καὶ οὐκ ηὐλογημένος.
ε 3562 Εὐλογείτω.
ε 3563 Εὐλογείτωσαν: ἐπαινείτωσαν.
ε 3564 Εὐλόγηκεν: ἐβλασφήμησεν. ἐπὶ τοῦ Ἰώβ. εὐλογῶν εὐλο‐ γήσει.
ε 3565 Εὐλογῆσαι: ἐπαινέσαι, ὑμνῆσαι, ἐγκωμιάσαι. ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται.
ε 3566 Εὐλογήσαι ἡμᾶς ὁ θεός· αἰτιατικῇ. εἰδέναι προσήκει, ὡς εὐλογοῦντες μὲν οἱ ἄνθρωποι τὸν θεὸν λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται. ὁ δὲ θεὸς εὐλογῶν βεβαιοῖ τοὺς λόγους τῷ ἔργῳ καὶ παντοδαπὴν παρέχει φορὰν ἀγαθῶν τοῖς εὐλογουμένοις.
ε 3567 Εὐλογιστής.
ε 3568 Εὐλογιστίας: εὐλογίας, εὐβουλίας.
ε 3569 Εὔλογον ἀξίωμα: τὸ πλείονας ἀφορμὰς ἔχον εἰς τὸ ἀληθὲς εἶναι· οἷον, βιώσομαι αὔριον. λόγου ποτὲ γενομένου πρὸς Κλεάνθην τὸν φιλόσοφον καὶ Πτολεμαῖον τὸν βασιλέα περὶ τοῦ δοξάσειν τὸν σοφόν, καί τινος εἰπόντος ὡς οὐ δοξάσει, βουλόμενος ὁ βασιλεὺς ἐλέγξαι αὐτόν, κηρίνας ῥοὰς ἐκέλευσε παρατεθῆναι. τοῦ δὲ σοφοῦ ἀπατηθέντος ἀνε‐ βόησεν ὁ βασιλεὺς ψευδεῖ συγκατατεθεῖσθαι αὐτὸν φαντασίᾳ. πρὸς ὃν ὁ σοφὸς εὐστόχως ἀπεκρίνατο, εἰπὼν οὕτω συγκατατεθεῖσθαι, οὐχ ὅτι ῥοαί εἰσιν, ἀλλ’ ὅτι εὔλογόν ἐστι ῥοὰς αὐτὰς εἶναι· διαφέρειν δὲ τὴν καταληπτικὴν φαντασίαν τοῦ εὐλόγου.
ε 3570 Εὐλόφως: γενναίως. ὁ δὲ πρὸς τοὺς ἐπαναστάντας εὐλόφως ἀγωνισάμενος ἐπέδειξεν ἀληθῆ ὄντα τὸν λόγον, ὃν ἔφη Σωκράτην εἰπεῖν ὁ Ξενοφῶν πρὸς Ἰσχόμαχον, ὡς ἔστιν ἄρα τὸν ἀγαθὸν ὠφε‐ λεῖσθαι καὶ ὑπὸ τῶν βλάπτειν αὐτὸν πειρωμένων. καὶ αὖθις· εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπομένων ἐφαίνετο, οὔτε τὸ σῶμα κεκακωμένος οὔτε τὴν ψυχὴν τεταλαιπωρημένος.
ε 3571 Εὔλυτος· Μάρκος Ἀντωνῖνός φησιν· ἔσο ἀναμένων τὸ ἀνακλητικὸν ἐκ τοῦ βίου εὔλυτος μήτε ὅρκου δεόμενος μήτε ἀνθρώπου τινὸς μάρτυρος.
ε 3572 Εὐμάθεια: τὸ καλῶς μανθάνειν.
ε 3573 Εὐμαρέη: ἀπόπατος παρὰ Ἡροδότῳ.
ε 3574 Εὐμάρεια: ἡ εὐκολία. λέγεται δὲ καὶ ἡ εὐκοσμία παρὰ Μάρκῳ Ἀντωνίνῳ. καὶ ἐν Ἐπιγράμμασι· οὐ βαθύπεπλος εὔμαρις.
ε 3575 Εὐμάρεια: ἡσυχία Ἡρόδοτος. τοῦτο φυγῆς τῷ Ἀννίβᾳ πλείονα εὐμάρειαν παρέσχε· διώκειν γὰρ οἱ τετρωμένοι ἦσαν ἥκιστοι.
ε 3576 Εὐμάρειαι: εὐχέρειαι. τὸν πλοῦτον κτήσασθαι μὲν εὐμαρές, φυλάξασθαι δὲ οὐ ῥᾴδιον.
ε 3577 Εὐμαρής: εὔκολος, εὐχερής. Εὔμαρις δὲ θηλυκόν.
ε 3578 Εὔμαιος: ὄνομα κύριον.
ε 3579 Εὐμένης, βασιλεὺς Μακεδόνων· ὃς τῇ μὲν σωματικῇ δυνάμει παραλελυμένος ἦν, τῇ δὲ τῆς ψυχῆς λαμπρότητι προσαντεῖχεν, ἀνὴρ ἐν μὲν τοῖς πλείστοις οὐδενὸς δεύτερος τῶν καθ’ αὑτὸν βασιλέων γενόμενος, περὶ δὲ τὰ σπουδαιότατα καὶ κάλλιστα μείζων καὶ λαμ‐ πρότερος. ὅς γε πρῶτον μὲν παραλαβὼν παρὰ τοῦ πατρὸς τὴν βα‐ σιλείαν συνεσταλμένην τελέως εἰς ὀλίγα καὶ λιτὰ πολισμάτια ταῖς μεγίσταις τῶν καθ’ αὑτὸν δυναστειῶν ἐφάμιλλον ἐποίησε τὴν ἰδίαν ἀρχήν, οὐ τύχῃ τὸ πλεῖον συνεργῷ χρώμενος, οὐδ’ ἐκ περιπετείας, ἀλλὰ διὰ τῆς ἀγχινοίας καὶ φιλοπονίας, ἔτι δὲ πράξεως τῆς αὑτοῦ. δεύτερον φιλοδοξότατος ἐγενήθη καὶ πλείστας μὲν τῶν καθ’ αὑτὸν βασιλέων πόλεις Ἑλληνίδας εὐηργέτησε, πλείστους δὲ κατ’ ἰδίαν ἀν‐ θρώπους ἐσωματοποίησεν. τρίτον ἀδελφοὺς ἔχων τρεῖς, καὶ κατὰ τὴν ἡλικίαν καὶ πρᾶξιν πάντας τούτους συνέσχε πειθαρχοῦντας αὑτῷ καὶ δορυφοροῦντας καὶ σῴζοντας τὸ τῆς βασιλείας ἀξίωμα. τοῦτο δὲ σπανίως εὕροι τις ἂν γεγονός. ὁ δὲ Εὐμένης οὗτος ὑπὸ Ἀντιγόνου ἀναιρεῖται, ἀνὴρ σοφώτερος ἢ κατὰ τοὺς λοιποὺς τῶν Μακεδόνων δόξας εἶναι καὶ ἀνεπίληπτος ἐν στρατηγίαις, ὡς καὶ τῷ ἔπειτα χρόνῳ παρασχεῖν ὄνομα.
ε 3580 Εὐμενίδες: αἱ Ἐριννύες, αἵ εἰσι καταχθόνιοι δαίμονες. μετα‐ βαλεῖν δέ φασιν αὐτὰς τὸ ὄνομα ἐπὶ Ὀρέστῃ. τότε γὰρ πρῶτον Εὐμενίδας κληθῆναι, εὐμενεῖς αὐτῷ γενομένας, κριθέντι νικᾶν παρ’ Ἀθηναίοις, καὶ ὁλοκαυτώσαντι αὐταῖς ὄϊν μέλαιναν. Φιλήμων δὲ ὁ κωμικὸς ἑτέρας φησὶ τὰς Σεμνὰς θεὰς τῶν Εὐμενίδων. Σοφοκλῆς· αἱ γὰρ ἔμφοβοι θεαί σφ’ ἔχουσι, γῆς τε καὶ σκότους κόραι. καὶ παρ‐ οιμία· ἄλλα δ’ ἀλλαχοῦ καλά. παρ’ ὅσον τὰς Εὐμενίδας ἄλλοι ἄλλως καλοῦσιν. ἄλλα οὖν ὀνόματα παρ’ ἄλλοις καλὰ νομίζονται, παρ’ ἡμῖν δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰς Εὐμενίδας κατ’ εὐφημισμὸν τὰς Ἐριννύας.
ε 3581 Εὐμενίδες: Αἰσχύλος Εὐμενίσιν, εἰπὼν τὰ περὶ τὴν κρίσιν τὴν Ὀρέστου φησίν, ὡς ἡ Ἀθηνᾶ ἐπράϋνε τὰς Ἐριννύας, ὥστε μὴ χαλεπῶς ἔχειν πρὸς τὸν Ὀρέστην, Εὐμενίδας αὐτὰς ὠνόμασεν. εἰσὶ δὲ τρεῖς, Ἀληκτώ, Μέγαρα, Τισιφόνη.
ε 3582 Εὐμεταβολώτερος κοθόρνου: κόθορνος εἶδος ὑποδήματος, ἑκατέροις ποσὶν ἁρμόζον. ὅθεν καὶ Θηραμένην, τὸν ἐπὶ τῶν Τριάκοντα, Κόθορνον ἐκάλουν οἱ Ἀθηναῖοι. ἐπὶ τῶν οὖν συνεχῶς μεταβαλλομένων ἡ παροιμία.
ε 3583 Εὐμολπία πολλάκις τῆς ἡμέρας τρεπόμενος, ἢ εὐφωνία ἢ εὐημερία.
ε 3584 Εὐμολπίδαι: γένος ἀπὸ τοῦ Θρᾳκός, ὃς καὶ τὴν μύησιν εὗρεν· ἢ ἀπὸ τοῦ Μουσαίου υἱοῦ, ὃς ἦν ἀπὸ τοῦ δευτέρου πέμπτος. ἐπηράσαντο δὲ αὐτῷ Εὐμολπίδαι καὶ Κήρυκες. καὶ αὖθις· εἶτα μέντοι παρ’ οὐδὲν θέμενος τὰ σεμνὰ Εὐμολπιδῶν καὶ Κηρύκων καὶ τῶν ἄλλων γενῶν ἱερῶν τε ὄντων καὶ θεοφιλῶν, ἐπίρρητον δὲ καὶ θῆλυν σοφίαν προελόμενος.
ε 3585 Εὔμολπος, Ἐλευσίνιος ἤτοι Ἀθηναῖος, υἱὸς Μουσαίου τοῦ ποιητοῦ, ὡς δέ τινες μαθητὴς Ὀρφέως, ἐποποιὸς τῶν πρὸ Ὁμήρου. γέγονε δὲ καὶ Πυθιονίκης· πρὸς λύραν γὰρ ἐπεδείκνυντο οἱ ποιηταί. οὗτος ἔγραψε τελετὰς Δήμητρος καὶ τὴν εἰς Κελεὸν ἄφιξιν καὶ τὴν τῶν μυστηρίων παράδοσιν, τὴν ταῖς θυγατράσιν αὐτοῦ γενομένην, ἔπη τὰ πάντα τρισχίλια. Χειροσκοπικὰ πεζῶς, βιβλίον αʹ.
ε 3586 Εὐμοιρία: εὐκληρία. καὶ Εὐμοιρότερον, εὐτυχέστερον. οἱ δὲ τοὺς ἀχρείους σφῶν ὑπὸ τοῦ λιμοῦ πιεζόμενοι ἐξέβαλον εἰς τὸ μεσοτείχιον, καὶ ἐκτείνοντο εὐμοιρότερον ὑπὸ τῶν πολεμίων. εἰς θέαν καὶ νόησιν τοῦ ἀληθοῦς καὶ ψευδοῦς, εὐμοιρίαν. Δαμάσκιος.
ε 3587 Εὐμοιρῶ σου.
ε 3588 Εὐνάς: κοίτας· ἢ ἀγκύρας. καὶ Εὐνίων, τῶν στρωμάτων. οἱ μὲν ἐκ τῶν εὐνίων ἀνεπήδων, οἱ δὲ ὡπλίζοντο ἀμελῶς.
ε 3589 Εὐνείκα, Σαλαμινία.
ε 3590 Εὐνηθέντας: κατακοιτασθέντας.
ε 3591 Εὔνηος: ὄνομα κύριον.
ε 3592 Εὐνῖδαι: γένος ἐστὶ παρ’ Ἀθηναίοις οὕτως ὀνομαζόμενον. ἦσαν δὲ κιθαρῳδοί, πρὸς τὰς ἱερουργίας παρέχοντες τὴν χρείαν.
ε 3593 Εὖνις: ἡ γαμετή. Εὖνις, ἐστερημένη τῶν ἐπιτηδείων.
ε 3594 Εὐνοϊκῶς: φιλικῶς, πιστῶς.
ε 3595 Εὐνομία: εἰρήνη.
ε 3596 Εὐνομιανός: ὄνομα κύριον. τὸν δὲ Εὐνομιανὸν ἔλουσε Βελισάριος τὸ θεῖον λουτρόν (ἀντὶ τοῦ ἐβάπτισε), χερσὶ δὲ οἰκείαις ἀνελόμενος εἰσποιητὸν ἐποι‐ ήσατο παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος.
ε 3597 Εὐνομουμένη: εἰρηνεύουσα, εὐθηνουμένη, καλῶς διακειμένη.
ε 3598 Εὐνόμιος· οὗτος εἰς Κύζικον προβάλλεται ἐπίσκοπος ἐπὶ Οὐάλεντος τοῦ βασιλέως. ὑπογραφεὺς δὲ οὗτος γέγονεν Ἀετίου, τοῦ ἐπικληθέντος Ἀθέου. συνὼν δὲ αὐτῷ τὸν ἐκείνου σοφιστικὸν τρόπον ἐζήλωσε, λεξειδίοις τε σχολάζων καὶ ποιῶν ἑαυτῷ σοφίσματα οὐκ ᾐσθάνετο. ἐκ τούτων τυφωθεὶς εἰς βλασφημίαν ἐξέπεσε τὸ Ἀρείου δόγμα ζηλῶν, κατὰ πολλὰ δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμῶν, ὀλιγομαθῶς μὲν ἔχων πρὸς τὰ ἱερὰ γράμματα καὶ μηδὲ συνιέναι αὐτὰ δυνάμενος, πολύχους δὲ τὴν λέξιν καὶ τὰ αὐτὰ περιστρέφων ἀεὶ καὶ μὴ δυνάμενος περιγενέσθαι τοῦ προτεθέντος σκοποῦ· ὡς δεικνύουσιν οἱ ζʹ τόμοι, οὓς ἐματαιοπόνησεν εἰς τὰς πρὸς Ῥωμαίους ἐπιστολάς. πολλοὺς γὰρ λόγους ἐς αὐτὰς ἀναλώσας τῆς ἐπιστολῆς τὸν σκοπὸν ἑλεῖν οὐ δεδύνηται. ἐφάμιλλοι δὲ αὐτοῦ καὶ οἱ ἄλλοι λόγοι τυγχάνουσιν, ἐν πολυλεξίᾳ ἔχοντες νοημάτων εὐτέλειαν.
ε 3599 Εὐνοίας: φιλίας. τὸν γὰρ στρατόν, ᾧ καταρασσόμενον ἐλθεῖν αὐτὸν παρακαλοῦσι, δι’ εὐνοίας εἶναι τῷ θεῷ.
ε 3600 Εὐνοῶ σοι.
ε 3601 Εὔνους· Ἀριστοτέλης λέγει ἐν τοῖς Τόποις· δεῖξαι θέλοντες, τὸν φίλον μὴ εἶναι εὔνουν εἶναι, εἰ εὔνους μὲν ὁ ὀρθῶς νοῶν καὶ τὰ ἀληθῆ καὶ τὰ ἀγαθὰ νοῶν, οὐ πάντως δὲ ὀρθῶς ὁ φίλος νοεῖ. ὁ δὲ τόπος οὗτος τὸ μὲν πιθανὸν καὶ ἔνδοξον καὶ διαλεκτικὸν ἔχει, οὐ μὴν ὑγιὲς τὸ λεγόμενον ἐπὶ πάντων· οὔτε γὰρ εὐθάλασσος λέγεται ὁ ἔχων ἀγαθὴν θάλασσαν, οὔτε εὔχειρ ὁ καλὰς ἔχων χεῖρας, ἀλλ’ ὁ πυκτικός, οὔτε μεγαλόψυχος ὁ ἔχων ψυχὴν μεγάλην. διὸ οὐδὲ εὐδαίμων ὁ σπουδαῖος, ὡς ἤδη καὶ τὸν δαίμονα ἔχων τὸν ἐν αὑτῷ. καὶ τὸ τοῦ φίλου ἔργον αἱρετώτερον ἢ τὸ τοῦ εὔνου, καὶ φιλία εὐνοίας· ἔστι δὲ τοῦ μὲν φίλου ἔργον ἡ μετὰ βουλήσεως πρᾶξις τῶν ἀγαθῶν εἰς τὸν φίλον, τοῦ δὲ εὔνου ἡ βούλησις μόνον· καὶ ἐπεὶ φιλία εὐνοίας αἱρετώτερον, καὶ τὸ τῆς φιλίας ἔργον τοῦ τῆς εὐνοίας αἱρετώτερον· καὶ τὸ εὖ ποιεῖν τοὺς φίλους τοῦ κακῶς ποιεῖν τοὺς πολεμίους· καὶ ἔστι τὸ μὲν εὖ ποιεῖν τοὺς φίλους ἔργον τοῦ ἐλευθερίου, τὸ δὲ κακῶς τοὺς ἐχθροὺς τοῦ ἀνδρείου.
ε 3602 Εὔνους ὁ σφάκτης: τοῦτο κυρίως δύναται λέγεσθαι ἐπὶ τοῦ Ὀρέστου.
ε 3603 Εὐνούστατα: φιλίως.
ε 3604 Εὐνοῦχος· ἀνήρ τις ἦν (εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι) διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος, ὁ χλούνης τε καὶ γύννις, ὥσπερ ἐπιλαθόμενος ὤθησεν ἑαυτὸν ἐς τὸ μέγαρον φέρων, ἔνθα δήπου τῷ ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν. ὅτι Ἀριστόνικος ὁ τοῦ Πτολεμαίου τοῦ βασιλέως Αἰγύπτου εὐνοῦχος ἦν, ἀλλ’ ἀνδρώδης τὴν προαίρεσιν. ζήτει καὶ ἄλλα φερώνυμα ἐν τῷ ἄρρεν. ὅτι ὁ βασιλεὺς Θεοδόσιος ὁ μικρὸς ὀργῇ τῇ πρὸς Ἀντίοχον τὸν Πραιπόσιτον ἐξεφώνησε διάταξιν, εὐνοῦχον ἐν τοῖς πατρικίοις μὴ τελεῖν. καθῃρέθη δὲ εὐθὺς καὶ ὁ Πραι‐ πόσιτος Ἀντίοχος τῆς τιμῆς καὶ ἐδημοσιεύθη καὶ τοῖς ἱερεῦσι κατετάγη, διαβληθεὶς εἰς καθοσίωσιν.
ε 3605 Εὔξενος, οὐ πάνυ σπουδαῖος οὐδὲ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώ‐ μενος. γαστρός τε γὰρ ἥττων ἦν καὶ ἀφροδισίων, καὶ κατὰ τὸν Ἐπί‐ κουρον ἐσχημάτιστο· τὰς δὲ Πυθαγόρου δόξας ἐγίνωσκεν, ὥσπερ οἱ ὄρνιθες, ἃ μανθάνουσι παρὰ τῶν ἀνθρώπων. τὸ γὰρ χαῖρε, καὶ τό, εὖ πράττε, καὶ τό, Ζεὺς ἵλεως, καὶ τὰ τοιαῦτα οἱ ὄρνιθες εὔχονται οὔτε εἰδότες ὅ τι λέγουσιν, οὔτε διακείμενοι πρὸς τοὺς ἀνθρώπους, ἀλλὰ ἐρρυθμισμένοι τὴν γλῶτταν. ὁ δὲ ὥσπερ οἱ νέοι τῶν ἀετῶν ἐν ἁπαλῷ μὲν τῷ πτερῷ παραπέτονται τοῖς γειναμένοις αὐτούς, μελετώ‐ μενοι ὑπ’ αὐτῶν τὴν πτῆσιν, ἐπειδὰν δὲ αἴρεσθαι δύνανται, ὑπερπέ‐ τονται τοὺς γονέας, ἄλλως τε κἂν λίχνους αἴσθωνται καὶ κνίσης ἕνεκα πρὸς τῇ γῇ πετομένους· οὕτω καὶ ὁ Ἀπολλώνιος προσεῖχε τῷ Εὐξένῳ παῖς ἔτι καὶ ἤγετο ὑπ’ αὐτοῦ βαίνων ἐπὶ τοῦ λόγου, προελθὼν δὲ ἐς ἔτος ϛʹ καὶ ιʹ ὥρμησεν ἐπὶ τὸν Πυθαγόρου βίον πτερωθεὶς ἐπ’ αὐτὸν ὑπό τινος κρείττονος. οὐ μὴν τὸν Εὔξενον ἐπαύσατο ἀγαπῶν, ἀλλ’ ἐς προάστειον, ἐν ᾧ κῆποί τε ἁπαλοὶ ἦσαν καὶ πηγαί, τοῦτον ἀγαγών, σὺ μὲν ζῆθι, ἔφη, τὸν σαυτοῦ τρόπον· ἐγὼ δὲ τὸν Πυθα‐ γόρου ζήσομαι.
ε 3606 Εὔξεινος: ὄνομα πελάγους, ὁ πόντος. λέγει Ἡρόδοτος· πελαγέων γὰρ ἁπάντων ἐστὶ θαυμασιώτατος.
ε 3607 Εὐξίθεος: προδότης Ἠλείων.
ε 3608 Εὔξοον: καλῶς ἐξεσμένον.
ε 3609 Εὐοδία: ἡ καλὴ ὁδός. σημαίνει δὲ καὶ κύριον ὄνομα. Εὐωδία δὲ ἡ εὐοσμία, διὰ τοῦ ω μεγάλου.
ε 3610 Εὐοδιανός: ὄνομα κύριον.
ε 3611 Εὐοδίας: ὄνομα κύριον.
ε 3612 Εὔοδος, Ῥόδιος, ἐποποιός, γεγονὼς ἐπὶ Νέρωνος, ὁ θαυμαζό‐ μενος εἰς Ῥωμαϊκὴν ποίησιν. τούτου τὰ βιβλία οὐ φαίνεται.
ε 3613 Εὐοδῶ· αἰτιατικῇ.
ε 3614 Εὐομιλότατος.
ε 3615 Εὐόργητος: πρᾶος.
ε 3616 Εὐοργήτως: ἀντὶ τοῦ εὐτρόπως. ὀργὴ ὁ τρόπος παρὰ Θου‐ κυδίδῃ.
ε 3617 Εὐορκία: τὸ καλῶς ὀμνύειν.
ε 3618 Εὐόρκου: εὐσεβοῦς. Ἡσίοδος· ἀνδρὸς δ’ εὐόρκου γενεὴ μετό‐ πισθεν ἀμείβη. καὶ Ἀριστοφάνης· ἀλλ’ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις.
ε 3619 Εὔοπτος ἀνήρ.
ε 3620 Εὐόφθαλμον: τὸ εὔοπτον. καὶ Εὐοφθάλμως, Ἀντιφῶν ἀντὶ τοῦ εὐπρεπῶς.
ε 3621 Εὐοχεῖται: ἐπὶ τοῦ ἐλέφαντος. ἀντὶ τοῦ καλῶς ἡνιοχεῖται. Εὐωχεῖται δὲ ἀντὶ τοῦ εὐφραίνεται ἐν τραπέζῃ.
ε 3622 Εὐοψίαν: ἀντὶ τοῦ εὐπροσωπίαν.
ε 3623 Εὐωδία: ἡ εὐοσμία.
ε 3624 Εὐωδοῦτο: κατευωδοῦτο. καὶ Εὐωδώθη, κατευωδώθη.
ε 3625 Εὐωείκη: ὄνομα κύριον.
ε 3626 Εὔωνον: εὐτελές. καὶ Εὔωνος, ὄνομα κύριον.
ε 3627 Εὐώνυμον: τὸ ἀριστερόν.
ε 3628 Εὐωρία: ψιλῶς, τὸ μὴ πάνυ φροντίζειν, ἀλλὰ ῥᾳθυμότερόν πως ἔχειν.
ε 3629 Εὔωπος: ὁ εὐόφθαλμος.
ε 3630 Εὐωρῶ: τὸ παίζω.
ε 3631 Εὐωχία: ἡ τράπεζα.
ε 3632 Εὐωχοῦμαι· γενικῇ.
ε 3633 Εὐπάθεια: διάχυσις καὶ ἄνεσις τῆς ψυχῆς, καὶ τρυφή. ἡ εὐπάθεια διαιρεῖται εἰς χαράν, εὐλάβειαν, βούλησιν. καὶ ἡ μὲν χαρὰ ἐναντία ἐστι τῇ λύπῃ καὶ τῇ ἡδονῇ οὖσαν εὔλογον ἔπαρσιν· τὴν δὲ εὐλάβειαν τῷ φόβῳ, οὖσαν εὔλογον ἔκκλισιν. φοβηθήσεσθαι μὲν γὰρ τὸν σοφὸν οὐδαμῶς, εὐλαβηθήσεσθαι δέ. τῇ δὲ ἐπιθυμίᾳ ἐναντίαν εἶναι τὴν βούλησιν, οὖσαν εὔλογον ὄρεξιν. καθάπερ οὖν ὑπὸ τὰ πρῶτα πάθη πίπτει τινά, τὸν αὐτὸν τρόπον ὑπὸ τὰς πρώτας εὐπαθείας. καὶ ὑπὸ μὲν τὴν βούλησιν εὔνοιαν, εὐμένειαν, ἀσπασμόν, ἀγάπησιν· ὑπὸ δὲ τὴν εὐλάβειαν αἰδῶ, ἁγνείαν· ὑπὸ δὲ τὴν χαρὰν τέρψιν, εὐφροσύνην, εὐθυμίαν.
ε 3634 Εὐπαθεῖσθαι: ἀντὶ τοῦ τρυφᾶν, καὶ διαχεῖσθαι. τοῖς δὲ λοιποῖς ἐν τοῖς καπηλείοις εὐπαθεῖσθαι διεκελεύετο. καὶ Εὐπαθοῦντες, ὑγιαίνοντες, τρυφῶντες.
ε 3635 Εὐπαλάμων ὕμνων: ἀντὶ τοῦ εὖ διακεχειρισμένων, ἢ συντε‐ ταγμένων. τέκτονες εὐπαλάμων ὕμνων.
ε 3636 Εὐπαράγωγος: εὐπειθής. Ἀριστοφάνης· ἀλλ’ εὐπαράγωγος εἶ θωπευόμενός τε χαίρεις κἀξαπατώμενος, πρὸς τόν τε λέγοντα ἀεὶ κέχηνας· ὁ νοῦς δέ σου παρὼν ἀποδημεῖ. καὶ αὖθις· ὁ δὲ εὐκο‐ λώτερος ἦν καὶ διὰ μελέτην μέθης εὐπαράγωγος.
ε 3637 Εὖ παρασχόν: ἀντὶ τοῦ παρασχόντος· δῆλον δὲ τοῦ δαίμονος· ὅ ἐστι δωρησαμένου τὴν νίκην.
ε 3638 Εὐπάρεδρον: καλῶς παραμένον, καὶ διηνεκῶς. Εὖ παρῆστο.
ε 3639 Εὐπάροιστον: εὐπαράγωγον.
ε 3640 Εὐπάρυφα: εὐκατέργαστα, ἢ πλούσια. ἰδὼν Διογένης ὁ Κύων εὐπάρυφόν τινα ἐν Κορίνθῳ ἔφη· τούτῳ με πώλει. ἔπειτα ἐς τὰ ἱμάτια ἠξίουν ἅπαντες εὐπάρυφοι εἶναι, κομπωδεστέραν ἢ κατὰ τὴν ἑκάστου ἀξίαν ἐνδιδυσκόμενοι τὴν ἐσθῆτα· κτᾶσθαι γὰρ αὐτοῖς τὰ τοιαῦτα ἐξ οὐ προσηκόντων παρῆν. τοῦ δὲ χιτῶνος τὸ ἀμφὶ τὼ χεῖρε μέρος αὐτοῖς τὰ μὲν ἐς τὸν καρπὸν ξυνίει σφίσιν ἐν στενῷ μάλιστα, τὰ δὲ ἐνθένδε ἄχρι ἐς ὦμον ἑκάτερον ἐς ἄφατόν τι εὖρος διεκέχυτο. ὁσάκις αὐτοῖς ἡ χεὶρ σείοιτο ἀναβοῶσιν ἐν τοῖς θεάτροις τε καὶ ἱππο‐ δρομίαις ἢ ἐγκελευομένοις, ᾗπερ εἰώθει, ἐς ὕψος αὐτοῖς τοῦτο δὴ τὸ μέρος ἀτεχνῶς ᾔρετο, αἴσθησιν παρεχόμενον τοῖς ἀνοήτοις, ὅτι δὴ αὐτοῖς οὕτω καλόν τε τὸ σῶμα καὶ ἁδρὸν ἂν εἴη, ὥστε δεῖν γε αὐτοῖς πρὸς τῶν τοιούτων ἱματίων καλύπτεσθαι, καὶ οὐκ ἐνενόουν, ὅτι δὴ αὐτοῖς τῷ τῆς ἐσθῆτος ἠραιωμένῳ τε καὶ κενῷ πολλῷ ἔτι μᾶλλον τὸ τοῦ σώματος ἐξίτηλον διελεγχθείη.
ε 3641 Εὐπατέρεια: ἡ καλὸν πατέρα ἔχουσα. καὶ Εὐπάτορος, ὄνομα κύριον.
ε 3642 Εὐπατρίδαι: εὐγενεῖς.
ε 3643 Εὐπερίκοπτος· ὁ δὲ πρὸς τὰς ἐντεύξεις εὐπερίκοπτος ἦν καὶ ἀνεπίφθονος.
ε 3644 Εὐπερίοπτον: εὐκαταφρόνητον. ᾐσθάνετο γὰρ τὴν τῶν Μακε‐ δόνων ἀρχὴν εὐπερίοπτον ἐσομένην, εἰ δὴ τῆς πρώτης πείρας οἱ ἐπαναστάντες κρατήσειαν.
ε 3645 Εὐπερίστατον: μωρόν, ταχέως περιτρεπόμενον. καὶ ὁ Ἀπόστολος· καὶ τὴν εὐπερίστατον ἁμαρτίαν.
ε 3646 Εὐπέτεια. οἱ δὲ Ῥωμαῖοι διὰ πολλὴν εὐπέτειαν τῆς ὑπαί‐ θρου ἐκράτησαν. εἴτε κατ’ εὐπέτειαν ἀπανισταμένους μετὰ τέκνων καὶ γυναικῶν εἴτε ἄλλο τι γινώσκοντας. ὁ οὖν Γανυμήδης κατ’ εὐπέτειαν ἑαυτὸν ξίφει διειργάσατο. τουτέστιν εὐχερῶς. φύσει γὰρ πάντες ἐς τὸ εὐπετὲς τρέπονται.
ε 3647 Εὐπετής: εὐχερής. καὶ Εὐπετῶς, ῥᾳδίως, εὐχερῶς, εὐκό‐ λως, καὶ εὐσταλῶς.
ε 3648 Εὖ πεφυκώς: ἀρμόδιος. παρεκελεύετο ἐμβαίνειν τοὺς στρατιώτας. καὶ γὰρ ἦν εὖ πεφυκώς, εἰ καὶ πρὸς ἄλλο τι, πρὸς τὸ θάρσος ἐμβαλεῖν καὶ συμπαθεῖς ποιῆσαι τοὺς παρακαλουμένους.
ε 3649 Εὐπείθεια.
ε 3650 Εὐπείθιος καὶ Ἀρχιάδας, δύο υἱοὶ Ἡγίου. καὶ ὁ μὲν Εὐπείθιος εὐφυέστερος ἐγένετο, τὰ δὲ ἤθη ἐπισεσυρμένος ἐς ἰδιωτισμόν, ἤδη δέ τι καὶ ἀτοπώτερον ἔχων ἢ κατὰ ἰδιώτην, ὡς δὲ συλλήβδην εἰπεῖν, πολλῷ τοῦ πατρὸς ἀπολειπόμενος· ὁ δὲ Ἀρχιάδας τὸ μὲν ὅλον τοῦ πατρὸς οὐκ ὀλίγῳ διαφέρων εἰς ἀρετὴν καὶ τῶν πολλῶν, τὰ δὲ ἐς φιλοσοφίαν ἄγοντα παρειμένος, ἅτε πρὸς ταῦτα ἀνάγωγος ὤν, διὰ τὴν οὐκ ἀκολάκευτον πατρῴαν οὐσίαν, ἱερὰν δὲ ζωὴν προβεβλημένος, εἴπερ τις ἕτερος, καὶ πολυπειρίαν ἀσκήσας ἱερῶν ἔργων τε καὶ λόγων οὐδέν τι μεῖον τοῦ πατρός· ἔχω γὰρ τοῦτο καὶ τῷ Ἡγίᾳ μαρτυρεῖν. ὁ δὲ Ἀρχιάδας καὶ τοῦ καθαροῦ συνειδότος ἐπεμελεῖτο διαφερόντως οὐδὲν ἧττον τῶν φιλοσοφούντων. ἦν οὖν αἰσθάνεσθαι πάντων, ᾐσθανόμην δὲ καὶ αὐτὸς ἑκάστοτε τῶν ἀμφ’ αὐτῷ κενοῦ φυσήματος ἄνευ νοῦ ἐμπιπλαμένων. παθῶν δὲ παντοίων κατάμεστοι ὄντες οὐδὲ ἐν μέσοις αὐτοῖς τοῖς δρωμένοις οἷοί τε ἦσαν ἤθεσι μετρίοις ἐγκαρτερεῖν. ἐπεὶ τά γε ἔξω μισγάγκεια κακῶν ἐφαίνετο μηδὲν διαφέρουσα τῆς τῶν ἀγελαίων ἀνθρώπων. ὁ δ’ οὖν Διομήδης διέφθαρτο καὶ αὐτὸς ὑπὸ τῆς συνουσίας καὶ οὐδὲν ἔχων ἔξαρμα φύσεως ἔτι ταπεινότερος ἐγεγόνει πρὸς τὰ ἐπιταττόμενα. καίτοι ὑπὸ κολάκων διεφθάρη τὴν διάνοιαν, εὐφυής τε γεγονὼς ἀνὴρ πρὸς φιλοσοφίαν, ἣ οὐδὲν ἀλλοτρίῳ κακῷ βλάπτεται οὐδὲ φθείρεται, οἰκείῳ δὲ μόνῳ, ὡς ἔφη Σωκράτης. διὸ καὶ φιλοσοφίαν ἐλυμήνατο τοῦτο αὐτὸ τὸ οἴκοθεν ὄνειδος. ὃν γὰρ ἔδει μάλιστα διασῴζειν καὶ θερα‐ πεύειν πρὸς τὸ βέλτιστον, τοῦτον πρὸς ἡδονὰς ἀνατρέφοντες καὶ μετεωρίζοντες ἐς αὔχημα μεῖζον ἢ καθ’ ἑαυτόν, ἔλαθον ἑαυτοὺς ἐς πᾶσαν ἀτιμίαν καταβάλοντες.
ε 3651 Εὐπήδαξ χῶρος: ὁ καλὴν πηγὴν ἔχων.
ε 3652 Εὐπήληκος: καλὴν περικεφαλαίαν ἐχούσης. ἀλλὰ καὶ εὐπή‐ ληκος Ἀθηναίης ἐπὶ δουρὶ τὸν τέττιγ’ ὄψει μ’, ὦ ’νερ, ἐφεζόμενον.
ε 3653 Εὐπλοῆσαι: τὸ καλῶς πλεῦσαι.
ε 3654 Εὐπλοίην: εὔπλοιαν.
ε 3655 Εὐπλοκαμῖδες: καλλιπλόκαμοι.
ε 3656 Εὐπολείδιος: ὄνομα κύριον.
ε 3657 Εὔπολις, Σωσίπολις, Ἀθηναῖος, κωμικός. ὃς ἑπτακαίδεκα ἔτη γεγονὼς ἤρξατο ἐπιδείκνυσθαι· καὶ ἐδίδαξε μὲν δράματα ιζʹ, ἐνίκησε δὲ ζʹ. καὶ ἀπέθανε ναυαγήσας κατὰ τὸν Ἑλλήσποντον ἐν τῷ πρὸς Λακεδαιμονίους πολέμῳ· καὶ ἐκ τούτου ἐκωλύθη στρατεύεσθαι ποιη‐ τήν. τὰ δὲ δράματα αὐτοῦ Αἶγες, Ἀστράτευτος ἢ Ἀνδρόγυνοι, καὶ ἄλλα.
ε 3658 Εὐπόριστον: εὐχερῶς ποριζόμενον. λέγεται γάρ, ὡς παρὰ Τούρκοις οὐκ εὐπόριστον χρῆμα ὁ σίδηρος.
ε 3659 Εὐπορῶ· γενικῇ.
ε 3660 Εὐποτμία: εὐτυχία. ζηλῶ τοῦτον τῆς εὐποτμίας. καὶ αὖθις· εὐποτμίας δὲ ἀπολαύουσι πάσης ἐξ οὐρίων φερόμενοι. καὶ πάλιν· ἐν εὐποτμίᾳ τε καὶ εὐδαιμονίᾳ διῆγον πολλῇ.
ε 3661 Εὐπότμως: εὐτυχῶς. ἡ τοῦ στρατηγοῦ φρόνησις ἔχουσά τι καὶ τύχης εὐπότμου δι’ αὐτήν.
ε 3662 Εὐπραγότερος: εὐτυχέστερος.
ε 3663 Εὐπραξία: εὐημερία, εὐτυχία. ὁ δὲ Ὀζίας ὤλισθεν ὑπ’ εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ τοῦ πατρὸς ἁμαρτήματα, πρὸς ἃ κἀκεῖνον τῶν ἀγαθῶν ἡ λαμπρότης καὶ τὸ μέγεθος τῶν πραγμάτων, οὐ δυνηθέντα προστῆναι καλῶς αὐτῶν, ἤγαγεν.
ε 3664 Εὖ πράττειν: οὕτως ἡ ἐπιγραφὴ τῶν ἐπιστολῶν Πλάτωνος. ἔγραψε δὲ ἐπιστολὰς ιγʹ. εἰσὶ δὲ τοῦ ἠθικοῦ εἴδους. εὖ διάγειν· οὕτως Ἐπίκουρος ἐπέγραφε· χαίρειν δὲ ἐπέγραφε Κλέων.
ε 3665 Εὔπρηστον: εὐφύσητον.
ε 3666 Εὐπροσοδώτατος: τόπος εὔδρομος.
ε 3667 Εὐπροσιτότατος: ὁ ἥμερος.
ε 3668 Εὐπρόσωπος: εὐπροσήγορος. Σοφοκλῆς· ἦπου Τελαμὼν δέξαιτ’ ἂν εὐπρόσωπος.
ε 3669 Εὐπρόσωπος: εὔμορφος. ὁ δ’ ἐπισυράμενος εὐπρόσωπον λίθον στήλην ἔστησεν.
ε 3670 Εὐπτέρων· Ἀριστοφάνης· κἄστ’ ἐκ γυναικῶν εὐπτέρων, τῶν Κοισύρας. ἀντὶ τοῦ εὐγενῶν, ἢ κούφων, ἢ ὧν ὁ λογισμὸς ἵπταται. ἡ μεταφορὰ ἀπὸ τῶν ὀρνέων τῶν μετεώρων καὶ ὑπερηφάνων· ἢ τιμίων καὶ εὐγενῶν.
ε 3671 Εὐποιία. ὅτι ἀποστέρησίς ἐστι τὸ τὰ ἀλλοτρία λαβόντας κατέχειν, καὶ ὅταν ἐλεημοσύνην μὴ παρασχῶμεν, ἐν ἴσῳ τοῖς ἀποστεροῦσι κολαζόμεθα.
ε 3672 Εὔπτορθον: εὔκλαδον.
ε 3673 Εὐποιῶ· αἰτιατικῇ.
ε 3674 Εὐράξ: ἐκ πλαγίου.
ε 3675 Εὗρες· Ἀριστοφάνης· εἴθε φαύλως, ὥσπερ εὗρες, ἐκβάλοις τὴν ἔνθεσιν. ἐπὶ τῶν παρὰ προσδοκίαν εὐδοκιμησάντων. τὸ δὲ εὗρες δηλοῖ τὸ καμάτῳ καὶ πόνῳ περιγενέσθαι τινός· καὶ ἔστι τῆς τοῦ κάμνοντος γνώμης καὶ προαιρέσεως ἔλεγχος. τὸ δὲ εὑρεῖν ἁπλῶς τῆς παρασχούσης τύχης, καὶ οὐ τῆς τοῦ εὑρόντος γνώμης καὶ προ‐ αιρέσεως.
ε 3676 Εὑρεσιέπεια: εὑρεσιλογία.
ε 3677 Εὑρεσιλόγος: φλύαρος, ἑτοιμολόγος. Πολύβιος· ἔχων δὲ καὶ πλείω λέγειν ἀγωνιῶ, μὴ δόξω τισὶν ὑμῶν οὐκ ἀναγκαίως εὑρε‐ σιλογεῖν.
ε 3678 Εὑρεσιεπής: καινολόγος.
ε 3679 Εὑρετής· ἦν δὲ καὶ εὑρετὴς ἑτοιμότατος ὧν τε αὐτὸς ἠπόρει πρὸς ἑτέρους καὶ ὧν ἕτεροι πρὸς αὐτόν, οὐ πολυμαθείᾳ καὶ ἀλλοτρίων δοξασμάτων ἱστορίᾳ καταχωννὺς μὲν τὴν ἀλήθειαν καὶ ἀποκρύπτων, ἐπιστομίζων δὲ τοὺς ἀποροῦντας. Εὑρέτις δὲ θηλυκόν, διὰ τοῦ ι, ἡ ἐφευρετική.
ε 3680 Εὐρεῖα· Ὅμηρος· τότε μοι χάνοι εὐρεῖα χθών. οὐ καθολικὸν ἐπίθετον ἡ εὐρεῖα, ἀλλ’ ἐν ἴσῳ τῷ εὐρεῖα γενομένη· οἷον εὐρύ μοι χάσμα γένοιτο.
ε 3681 Εὐρείτης: ἐπίθετον. ὁ καλῶς ῥέων ποταμός.
ε 3682 Εὕρημα: ἐπίτευγμα, βούλευμα. δῆλον δέ, ὡς τῷ πολλὰ πεπαιδευμένῳ καὶ πολλὰ εἰδέναι γλιχομένῳ, καὶ ταῦτα εὕρημά ἐστι. τουτέστι βούλευμα, ἐπιτήδευμα. καὶ Εὑρήματα ὁμοίως, ἐπιτεύγ‐ ματα, βουλεύματα. Ξενοφῶν· ἐπεὶ εἶδον ὑμᾶς εἰς πολλὰ κἀμήχανα ἐμπεπτωκότας, εὕρημα ἐποιησάμην, εἴ πως δυναίμην παρὰ βασιλέως αἰτήσασθαι, δοῦναί μοι ἀποσῶσαι ὑμᾶς εἰς τὴν Ἑλλάδα. εὕρημα δὲ καὶ τοὺς Μάγους ἐποιεῖτο, οἳ Βαβυλῶνα καὶ Σοῦσα οἰκοῦσιν.
ε 3683 Εὕρῃς: αὐθυπότακτον.
ε 3684 Εὑρήσεται: ἀντὶ τοῦ εὑρεθήσεται.
ε 3685 Εὑρῆσθαι.
ε 3686 Εὑρησιλογίας.
ε 3687 Εὐρίζῳ· Δαβίδ· εὐρίζῳ ἀγαλλιάματι πάσης τῆς γῆς. ἀντὶ τοῦ ἐπιμόνῳ, καλῶς ἐρριζωμένῳ.
ε 3688 Εὐρίζων: πλατύνων, ἢ καλὰς ῥίζας χαροποιοὺς ἔχων. κα‐ λῶς θεμελιῶν καὶ παγίως, ὥστε ἀσάλευτον αὐτὴν καὶ ἀτρεμῆ διαμένειν.
ε 3689 Εὔρινος: εὐόσφρητος. Σοφοκλῆς· κυνὸς εὔρινος βάσις. τουτ‐ έστιν ἡ βάδισις.
ε 3690 Εὐρινότατος: καλόρρινος, ἢ καλῶς ὀσφρώμενος.
ε 3691 Εὐριπίδειον ἔπος: τοῦ Εὐριπίδου. καὶ Εὐριπίδειος λόγος ὁμοίως. ὅτι ἔφη Εὐριπίδης, ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων. καὶ αὖθις· στῦλοι γὰρ οἴκων εἰσὶ παῖδες ἄρσενες.
ε 3692 Εὐριπίδη Εὐριπίδιον· Ἀριστοφάνης. ἐρωτικὴν μιμεῖται φωνήν. οἱ γὰρ ἐρῶντες εἰώθασι τοὺς ἐρωμένους ἐρωτικῶς δι’ ὑπο‐ κορισμῶν καλεῖν.
ε 3693 Εὐριπίδης, Ἀθηναῖος, τραγικός, πρεσβύτερος τοῦ ἐνδόξου γενομένου. ἐδίδαξε δράματα ιβʹ, εἷλε δὲ νίκας βʹ.
ε 3694 Εὐριπίδης, τραγικός, τοῦ προτέρου ἀδελφιδοῦς, ὡς Διονύσιος ἐν τοῖς χρονικοῖς. ἔγραψε δὲ Ὁμηρικὴν ἔκδοσιν, εἰ μὴ ἄρα ἑτέρου ἐστί. δράματα αὐτοῦ ταῦτα· Ὀρέστης, Μήδεια, Πολυξένη.
ε 3695 Εὐριπίδης, Μνησάρχου ἢ Μνησαρχίδου καὶ Κλειτοῦς, οἳ φεύ‐ γοντες εἰς Βοιωτίαν μετῴκησαν, εἶτα ἐν τῇ Ἀττικῇ. οὐκ ἀληθὲς δέ, ὡς λαχανόπωλις ἦν ἡ μήτηρ αὐτοῦ· καὶ γὰρ τῶν σφόδρα εὐγενῶν ἐτύγχανεν, ὡς ἀποδείκνυσι Φιλόχορος. ἐν δὲ τῇ διαβάσει Ξέρξου ἐκυοφορεῖτο ὑπὸ τῆς μητρὸς καὶ ἐτέχθη καθ’ ἣν ἡμέραν Ἕλληνες ἐτρέψαντο τοὺς Πέρσας. γέγονε δὲ τὰ πρῶτα ζωγράφος, εἶτα μαθη‐ τὴς Προδίκου μὲν ἐν τοῖς ῥητορικοῖς, Σωκράτους δὲ ἐν τοῖς ἠθικοῖς καὶ φιλοσόφοις. διήκουσε δὲ καὶ Ἀναξαγόρου τοῦ Κλαζομενίου. ἐπὶ τραγῳδίαν δὲ ἐτράπη τὸν Ἀναξαγόραν ἰδὼν ὑποστάντα κινδύνους δι’ ἅπερ εἰσῆξε δόγματα. σκυθρωπὸς δὲ ἦν τὸ ἦθος καὶ ἀμειδὴς καὶ φεύγων τὰς συνουσίας· ὅθεν καὶ μισογύνης ἐδοξάσθη. ἔγημε δὲ ὅμως πρώτην μὲν Χοιρίνην, θυγατέρα Μνησιλόχου· ἐξ ἧς ἔσχε Μνησίλοχον καὶ Μνησαρχίδην καὶ Εὐριπίδην. ἀπωσάμενος δὲ ταύτην ἔσχε καὶ δευτέραν, καὶ ταύτης ὁμοίως ἀκολάστου πειραθείς. ἀπάρας δὲ ἀπ’ Ἀθηνῶν ἦλθε πρὸς Ἀρχέλαον τὸν βασιλέα τῶν Μακεδόνων, παρ’ ᾧ διῆγε τῆς ἄκρας ἀπολαύων τιμῆς. ἐτελεύτησε δὲ ὑπὸ ἐπιβουλῆς Ἀρριβαίου τοῦ Μακεδόνος καὶ Κρατεύα τοῦ Θετταλοῦ, ποιητῶν ὄντων καὶ φθονησάντων αὐτῷ πεισάντων τε τὸν βασιλέως οἰκέτην τοὔνομα Λυσίμαχον, δέκα μνῶν ἀγορασθέντα, τοὺς βασιλέως, οὓς αὐτὸς ἔτρεφε, κύνας ἐπαφεῖναι αὐτῷ. οἱ δὲ ἱστόρησαν οὐχ ὑπὸ κυνῶν, ἀλλ’ ὑπὸ γυναικῶν νύκτωρ διασπασθῆναι, πορευόμενον ἀωρὶ πρὸς Κρατερὸν τὸν ἐρώμενον Ἀρχελάου (καὶ γὰρ σχεῖν αὐτὸν καὶ περὶ τοὺς τοιούτους ἔρωτας), οἱ δέ, πρὸς τὴν γαμετὴν Νικοδίκου τοῦ Ἀρεθουσίου. ἔτη δὲ βιῶναι αὐτὸν οεʹ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐν Πέλλῃ μετακομίσαι τὸν βασιλέα. δράματα δὲ αὐτοῦ κατὰ μέν τινας οεʹ, κατὰ δὲ ἄλλους Ϟβʹ· σῴζονται δὲ οζʹ. νίκας δὲ ἀνείλετο εʹ, τὰς μὲν δʹ περιών, τὴν δὲ μίαν μετὰ τὴν τελευτήν, ἐπιδειξαμένου τὸ δρᾶμα τοῦ ἀδελφιδοῦ αὐτοῦ Εὐριπίδου. ἐπεδείξατο δὲ ὅλους ἐνιαυτοὺς κβʹ, καὶ τελευτᾷ ἐπὶ τῆς Ϟγʹ Ὀλυμπιάδος.
ε 3696 Εὔριπος: πέλαγος στενόν, ἢ τόπος ὑδατώδης μεταξὺ δύο γαιῶν. τουτέστι Βοιωτίας καὶ Ἀττικῆς. ἑπτάκις δὲ τῆς ἡμέρας τὸ ἐκεῖσε ὕδωρ τρέπεται.
ε 3697 Εὑρίσκω· αἰτιατικῇ.
ε 3698 Εὕρομεν: παρατατικός. καὶ Εὕροσαν.
ε 3699 Εὐροναΐτοις: καλῶς ῥέουσιν.
ε 3700 Εὐροώτερος: ὁ πλατύτερος.
ε 3701 Εὔρρους· ἐμοὶ δὲ ἐξηγεῖτο λόγους Ἰσοκρατείους, ὅτε καὶ εἶδον ἄνθρωπον εὔρρουν τε ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸς τὰς πολιτικὰς ἐξηγήσεις.
ε 3702 Εὐρυόδεια: ἡ πλατυάμφοδος.
ε 3703 Εὐρώεντα: σκοτεινά, ζοφώδη.
ε 3704 Εὐρώεις: ὁ σκοτεινός, ἢ ὁ πλατύς. καὶ κλίνεται εὐρώεντος.
ε 3705 Εὕρωμαι: ἀντὶ τοῦ εὑρήσω. καὶ Εὕρωμεν, ἀντὶ τοῦ εὑρή‐ σομεν.
ε 3706 Εὐρώπη: ὄνομα κύριον. καὶ ὁ τόπος. καὶ Εὐρώπιον κλῖμα, τῆς Εὐρώπης. καὶ πρέσβεις Εὐρωπαίων.
ε 3707 Εὐρώς: ὑγρότης σεσηπυῖα. Καλλίμαχος· πέδιλα τὰ μὴ πύσε νήχυτος εὐρώς.
ε 3708 Εὐρώς: ἡ νοτία. παρὰ τὸ αὖρα, αὐρώς, καὶ τροπῇ εὐρώς. καὶ εὐρωτιῶ. Θεόκριτος· ἁ σύριγξ εὐρῶτι παλύνεται.
ε 3709 Εὐρώταν· ἐν Ἐπιγράμμασι· τὸν δ’ ὑπεροιδαίνοντα κατέσκεπε πταμένη χείρ, οὐχ ὅλον Εὐρώταν, ἀλλ’ ὅσον ἠδύνατο. περὶ αἰδοίου ἀνδρὸς ὁ λόγος. καὶ αὖθίς φησι Λάκαινα πρὸς τὸν ἴδιον υἱόν· λεῖπε τὸν Εὐρώταν, ἴθι Τάρταρον, ἡνίκα δειλὴν οἶσθα φυγὴν τελέθειν, οὔτ’ ἐμὸς οὔτε Λάκων.
ε 3710 Εὐρώτας: ποταμὸς Λακωνικῆς.
ε 3711 Εὐρῶτι: σηπεδόνι.
ε 3712 Εὐρωτιῶν: σαπείς, ἠφανισμένος. ἢ Εὐρωτιῶν, σκωλη‐ κοβρώτων.
ε 3713 Εὐρωτιῶν· τοῦ εὐρωτιῶν ἐξήγησις τὸ εἰκῆ κείμενος· τοῖς γὰρ εἰκῆ καὶ ἀμελῶς κειμένοις ἱδρὼς προσίζει καὶ νοτίς. τοιοῦτος δὲ ὁ τῶν ἀγροίκων βίος, ὥσπερ αὖ ἐπιμελὴς καὶ καθάριος ὁ τῶν ἀστικῶν. διόπερ καὶ εἰς πενίαν συνεχῶς ὑπὸ τῶν ποιητῶν τύπτεται καὶ ὀνειδί‐ ζεται· ὥς φησι Μένανδρος· εἰς τὰ καθαρὰ λιμὸς εἰσοικίζεται.
ε 3714 Εὐρυάγυια: πλατυάμφοδος.
ε 3715 Εὐρυβατεύεσθαι: πονηρεύεσθαι. τὸν γὰρ Εὐρύβατον, τὸν ἕνα τῶν Κερκώπων, γενέσθαι τοιχωρύχον φασίν, οἱ δὲ προδότην περὶ τοὺς χρόνους πρὸ Κροίσου.
ε 3716 Εὐρυβάτης: ὄνομα κύριον.
ε 3717 Εὐρύβατον ἄνδρα: φασὶ τοῦτον Ἐφέσιον εἶναι καὶ λαβόντα χρήματα παρὰ Κροίσου, ὥστε στρατιὰν συναγαγεῖν εἰς τὸν πόλεμον τὸν εἰς τοὺς Πέρσας, προδότην γενόμενον ἐγχειρίσαι τῷ Κύρῳ τὰ χρήματα τοῦ Κροίσου· καὶ ἐντεῦθεν τοὺς πονηροὺς Εὐρυβάτας καλεῖσθαι.
ε 3718 Εὐρύβατος: πονηρός. ἀπὸ τοῦ πεμφθέντος ὑπὸ Κροίσου ἐπὶ ξενολογίαν μετὰ χρημάτων, ὥς φησιν Ἔφορος, εἶτα μεταβαλλομένου πρὸς Κῦρον. ἦν δὲ οὗτος Ἐφέσιος. οἱ δὲ τὸν Κέρκωπα τὸν ἕτερον. Διότιμος Ἡρακλέους ἄθλοις· Κέρκωπές τοι πολλὰ κατὰ τριόδους πατέοντες Βοιωτῶν σίνοντο. γένος δ’ ἔσαν Οἰχαλῆες, Ὦλός τ’ Εὐρύ‐ βατός τε, δύω βαρυδαίμονες ἄνδρες. Νίκανδρος· Αἰγίνεον Εὐρύβατον πανουργότατον· οὗ μνημονεύει Ἀριστοτέλης ἐν αʹ περὶ δικαιοσύνης. Δοῦρις δὲ ἐν δʹ τῶν περὶ Ἀγαθοκλέα, ἀπὸ τοῦ Ὀδυσσέως ἑταίρου. καὶ Ἀριστοφάνης Δαιδάλῳ, ὑποθέμενος τὸν Δία εἰς πολλὰ ἑαυτὸν μεταβάλλοντα καὶ πλουτοῦντα καὶ πανουργοῦντα· εἰ δή τις ὑμῶν εἶδεν Εὐρύβατον Δία. λέγεται τὸν Εὐρύβατον κλέπτην ὄντα, εἰρχθέντα καὶ παραφυλαττόμενον, ἐπειδὴ συμπίνοντες ἔλυσαν αὐτὸν οἱ φυλάσσοντες, ἐκέλευσαν ἐπιδείξασθαι τὴν ἐπὶ τοὺς οἴκους ἀναρρίχησιν, τὸ μὲν πρῶ‐ τον διωθεῖσθαι· δεομένων δὲ ὡς οὐ βουλόμενον, ἐπεὶ μόλις ἀνέπεισαν, περιθέμενος τοὺς σπόγγους καὶ τὰς ἐγκεντρίδας, ἀναδραμεῖν εἰς τοὺς τοίχους. ἀναβλέποντες δὲ ἐκεῖνοι καὶ θαυμάζοντες τὰς τέχνας, λαβεῖν αὐτὸν τὸν ὄροφον καὶ ὑπερβάλλοντα, πρὶν ἐκεῖνοι κύκλῳ περιέλθωσι, διὰ τοῦ τέγους καταπηδῆσαι.
ε 3719 Εὐρυδίκη: ὄνομα κύριον.
ε 3720 Εὔρυθμον: εὖ τεταγμένον.
ε 3721 Εὐρυκλῆς: πᾶς ὁ ἐγγαστρίμυθος. ἀπὸ Εὐρυκλέους τοιούτου τινὸς μάντεως.
ε 3722 Εὐρυκρείων: μεγάλως βασιλεύων.
ε 3723 Εὐρυμέδων: ποταμὸς Παμφυλίας.
ε 3724 Εὐρύνεται: πλατύνεται.
ε 3725 Εὐρυόδεια: ἡ πλατεῖα ὁδός. καὶ κλίνεται εὐρυοδείας.
ε 3726 Εὐρύοπα: μεγαλόφθαλμον, ἢ μεγαλόφωνον. ἡ εὐθεῖα εὐρύωψ.
ε 3727 Εὐρυπυλής: πλατείας πύλης.
ε 3728 Εὐρύς: ὁ πλατύς.
ε 3729 Εὐρύσακες: ὁ μεγάλην ἔχων ἀσπίδα. Σοφοκλῆς· ἀλλ’ αὐτό μοι σὺ λαβών, ὦ παῖ, ἐπώνυμον Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων πόρπακος ἑπταβόειον ἄρρηκτον σάκος.
ε 3730 Εὐρυσάκης: ὄνομα κύριον. καὶ Εὐρυσάκειον· τέμενός ἐστιν Εὐρυσάκου τοῦ Αἴαντος ἐν Ἀθήναις οὕτως ὀνομαζόμενον.
ε 3731 Εὐρυσθενής: μεγαλοδύναμος.
ε 3732 Εὐρυσθεύς: ὄνομα κύριον. καὶ Εὐρυσθείδης.
ε 3733 Εὐρυχωρία: πλάτος. Εὐρύχορος δὲ ἡ καλλίχορος.
ε 3734 Ἐΰς: ὁ ἀγαθός. παιδὸς ἐῆος. ἀντὶ τοῦ ἀγαθοῦ. καί, θεοὶ δοτῆρες ἐάων. ἀντὶ τοῦ ἀγαθῶν.
ε 3735 Εὐσέβεια: ἐπιστήμη θεοῦ θεραπείας. σπουδαῖοι τοιγαροῦν θύειν θεῷ ἁρμόδιοι, ἁγνοὶ τυγχάνοντες· ἐκνεύειν γὰρ τὰ περὶ θεοῦ ἁμαρτήματα, καὶ τὸν θεὸν ἄγασθαι αὐτούς· ὁσίους τε γὰρ εἶναι καὶ δικαίους. καὶ μὲν τούτους ἱερέας εἶναι· ἐπεσκέφθαι γὰρ καὶ περὶ θυσιῶν, ἱδρύσεων καὶ καθαρμῶν καὶ τῶν ἄλλων τῶν πρὸς τὸ θεῖον οἰκείων. ὅτι ἡ εὐσέβεια κοῦφόν ἐστι καὶ σωφροσύνης ἀνάπλεων καὶ ἥκιστα ἀχθεινόν. ἡ γὰρ εὐσέβεια συνθνήσκει βροτοῖς· κἂν ζῶσι, κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
ε 3736 Εὐσεβεῖν δεῖ τὰ πρὸς θεόν, ὡς τἆλλα πάντα δεύτερ’ ἡγεῖται πατὴρ Ζεύς. καὶ αὖθις ἕτερος λέγει· ὁδὸς ἀνθρώποις εἰς εὐδαι‐ μονίαν ὑπὸ θεοῦ κατεδείχθη μία διὰ τῆς ἀρετῆς. τιμιώτατον δὲ ἐν αὐτῇ καὶ ὥσπερ κεφάλαιον ἀρετῆς ἁπάσης εὐσέβεια· μόνη γὰρ αὕτη τῶν ἀνθρωπίνων πραγμάτων ἱκανῶς ἐπιμελεῖται καὶ πρὸς τὰ θεῖα γίνεται ἡγεμὼν ἀνθρώποις ἀγαθή.
ε 3737 Εὐσέβιος, ὁ Παμφίλου, προσκείμενος τῇ Ἀρειανικῇ αἱρέσει, ἐπίσκοπος Καισαρείας τῆς Παλαιστίνης, σπουδαῖος ἐν ταῖς θείαις γραφαῖς καὶ τῆς θείας βιβλιοθήκης ἅμα Παμφίλῳ τῷ μάρτυρι ἐπιμε‐ λέστατος ἀνιχνευτής. ἐξέδωκε πολλὰ τεύχη, ὧν εἰσι τάδε· Εὐαγγελι‐ κῆς ἀποδείξεως λόγοι κʹ, Εὐαγγελικῆς προπαρασκευῆς λόγοι ιεʹ, Θεο‐ φανείας λόγοι εʹ, Ἐκκλησιαστικῆς ἱστορίας λόγοι ιʹ, Χρονικῶν κανόνων παντοδαπῆς ἱστορίας, καὶ τούτων ἐπιτομή. καὶ Περὶ τῆς τῶν Εὐαγ‐ γελίων διαφωνίας, Εἰς τὸν προφήτην Ἠσαΐαν λόγοι ιʹ. Κατὰ Πορ‐ φυρίου τοῦ τότε συγγράφοντος ἐν Σικελίᾳ, ὥς τινες οἴονται, λόγοι λʹ. Τοπικῶν λόγος εἷς, Ἀπολογίας ὑπὲρ Ὠριγένους λόγοι ϛʹ, Περὶ τοῦ βίου Παμφίλου λόγοι γʹ. περὶ μαρτύρων ἕτερα συγγράμματα· καὶ εἰς τοὺς ρνʹ ψαλμοὺς δεδοκιμασμένα ὑπομνήματα, καὶ ἕτερα πολλά. ἤνθησε μάλιστα ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως καὶ Κωνσταντίου, καὶ διὰ τὴν φιλίαν τὴν πρὸς Πάμφιλον μάρτυρα τῆς ἐπωνυμίας αὐτοῦ ἠξιώθη. Εὐσέβιος ὁ Παμφίλου· οὗτος ὁ Εὐσέβιος ἔγραψε καὶ πρὸς Μαρῖνον, ἐν ᾧ λέγει, ὅτι ἡ Χριστοῦ ἐκκλησία δύο βίους νομο‐ θετεῖ καὶ τρόπους· τὸν μὲν ὑπερφυᾶ καὶ τῆς ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οἷος ἐστὶν ὁ μοναδικός· τὸν δὲ ὑποβεβηκότα καὶ ἀνθρωπι‐ νώτερον, ὃς καὶ γάμοις ὑποτίθεται συγκοινωνεῖν.
ε 3738 Εὐσέβιος, Ἀράβιος, σοφιστής, ἀντισοφιστεύσας καὶ αὐτὸς Οὐλπιανῷ.
ε 3739 Εὔσημος: ὁ περιφανής.
ε 3740 Εὐσθένεια: ἡ ἰσχύς.
ε 3741 Εὔσκαρφος: εὐκίνητος, ταχύς.
ε 3742 Εὐσκευοῦμεν: καλῶς παρεσκευάσμεθα, καὶ ἔχομεν πάντα, ὧν δεῖ πρὸς θάνατον. οὕτω μὲν εὐσκευοῦμεν. Σοφοκλῆς.
ε 3743 Εὐσπειρῆ: καλῶς συνεσπειραμένον. τὸν εὐσπειρῆ δὲ δράκοντα, χρύσειον ῥαδινῶν κόσμον ἐπισφυρίων.
ε 3744 Εὐστάθεια: ἡ καρτερία.
ε 3745 Εὐσταθής. αὐτὸς δὲ λαβὼν ἄνεμον εὐσταθῆ παρεκομίζετο παρὰ τὴν χώραν, ἀκινδύνως πλέων.
ε 3746 Εὐστάθιος, Ἐπιφανεύς. Χρονικὴν ἐπιτομὴν τῶν ἀπὸ Αἰνείου μέχρι Ἀναστασίου βασιλέως, ἐν τόμοις θʹ, καὶ ἄλλα τινά. ὅτι Εὐστάθιος Σεβαστιανὸς Μακεδονιακῆς θρησκείας ἦρξεν ἅμα Βασιλείῳ Ἀγκυρανῷ, ἐπισκόπῳ τῆς αὐτῆς πόλεως.
ε 3747 Εὐσταθῶς· Ἀππιανός· ὁ δὲ ἐστρατοπέδευσεν εὐσταθῶς, ᾗπερ ἐβούλετο. ἀντὶ τοῦ ἀσφαλῶς, βεβαίως.
ε 3748 Εὐσταλής: καλῶς ἐστολισμένος. ἢ κοῦφος. ἀπεδίδρασκον εὐσταλεῖς, ὑποζύγια καὶ σκηνὰς καταλιπόντες. ἦν δὲ τὸ ἑπόμενον στράτευμα Μαρκελλίνῳ ἐπιφανέστερον τῷ εὐσταλεῖ τῆς ὁπλίσεως.
ε 3749 Εὐστέφανον: εὐτείχιστον.
ε 3750 Εὐστέφιος, Ἀφροδισιεύς, σοφιστής. ἐπιφανίων τῶν ἐν Ἀδρότ‐ τοις τῷ εὐκτηρίῳ, ὃ κεῖται ἐν Λυδίᾳ. ἔγραψε μελέτας.
ε 3751 Εὐστιβής: τετριμμένη.
ε 3752 Εὔστολον: εὔκοσμον. ὁ δὲ προῆγε ποιήσας εὔστολον τὴν ἀκολουθίαν.
ε 3753 Εὐστομεῖν: τὸ εὐφημεῖν. καὶ οἱ Ἴωνες εὔστομα κείσθω φασί.
ε 3754 Εὔστομον: εὐπρόσωπον. ἀπὸ μέρους.
ε 3755 Εὐστόχιος, Καππαδόκης, σοφιστής. ἔγραψε τὰ κατὰ Κών‐ σταντα τὸν βασιλέα καὶ ἀρχαιολογίαν Καππαδοκίας καὶ λοιπῶν ἐθνῶν.
ε 3756 Εὖστρα: τὸ μαδιστήριον, ἢ ἡ φλογίστρα. Ἀριστοφάνης· ἐν ταῖσιν εὔστραις κονδύλοις ἡρμοττόμην. ἀντὶ τοῦ ἐπαιδευόμην. ἀπὸ τῆς μουσικῆς.
ε 3757 Εὔσοια: εὐσθένεια. ζῶντά τ’ εὐσοίας χάριν.
ε 3758 Εὐσύμβουλος: ἀντὶ τοῦ ῥᾳδίως καὶ εὖ συμβάλων· τουτέστιν ἀγαθὸς συμβάλλειν. Ἀντιφῶν ἐν τῷ Πολιτικῷ.
ε 3759 Εὐσυνείδητος: καλῷ ζῶν συνειδότι.
ε 3760 Εὐσυνθετεῖν: εὐνοϊκῶς ἔχειν. Μασσαγέται ἐβουλεύσαντο εὐσυνθετεῖν πρός τε Γελίμερα καὶ Βελισάριον.
ε 3761 Εὐσύνοπτον: εὐεπίγνωστον, εὐθεώρητον.
ε 3762 Εὔσχημος, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Ἐμπολή· ὡς Ἀθήναιος λέγει.
ε 3763 Εὐσχήμων: οὐχ ὁ πολλὰ κεκτημένος καὶ πλούσιος, ἀλλ’ ὁ κόσμιος καὶ πειθόμενος τοῖς νόμοις. καὶ συστέλλει.
ε 3764 Εὐταίων: ὄνομα κύριον.
ε 3765 Εὖτε: ἔστι καὶ χρονικόν, ἀντὶ τοῦ ἡνίκα, καὶ ὁμοιωματικόν, ἀναλογοῦν τῷ 〈ἠΰτε〉. ἠΰτε βοῦς ἀγέληφι ταῦρος. βοῦς μὲν γενικῶς, ταῦρος δὲ ἰδικῶς.
ε 3766 Εὐτέλεια· Εὐτελία δὲ ἡ εὐδαιμονία. παρὰ τὸ εὖ τελεῖν. Ἀριστοφάνης· σοὶ γὰρ διδόαμεν ἐπ’ εὐτελείᾳ τὸν σανδαλίσκον.
ε 3767 Εὐτελής: ἐπ’ ἀρετῆς ὁ φειδωλός, καὶ ὀλιγοδάπανος. οὕτω Μένανδρος· ἐγὼ δὲ ἀνόητος, εὐτελὴς ὑπερβολῇ. καί, ὁ ἄσωτος ἐστὶ πολυτελής, θρασὺς σφόδρα.
ε 3768 Εὐτειχεῖ πάγῳ: καλῶς τετειχισμένῃ.
ε 3769 Εὐτοκία: πολύγονος.
ε 3770 Εὐτόκιος, ἀπὸ Θρᾴκης ἐλθὼν οὔτε γνώμην ἐπιεικής τις ἦν οὔτε γένους εὖ ἥκων, ἀλλὰ στρατιώτης μὲν ὁ τυχών, πολλὰ δὲ χρή‐ ματα κοινὰ τοῦ ἰδίου τάγματος ὑποκλέψας ᾤχετο φεύγων εἰς τὴν Παλαιστίνην. ἐπεχείρησε μὲν οὖν Ἐλευθεροπολίταις ἑαυτὸν ἐγκατα‐ λέξαι, τῆς βουλῆς μετασχὼν ἐπὶ χρήμασι μεγάλοις. καὶ γὰρ ἐγλίχετο τὴν τύχην μεταβαλεῖν ἐς τὸ εὐγενέστερον. καίτοι ἔδει πρότερον μετατίθεσθαι τὴν προαίρεσιν εἰς τὸ κρεῖττον, ἀλλ’ ὅμως οἱ Ἐλευθερο‐ πολῖται τὸ πλῆθος ὑπειδόμενοι τῶν χρημάτων οὐ προσεδέξαντο τὸν Εὐτόκιον. ὁ δὲ μετεχώρησεν ἐς τὴν Ἀσκάλωνα. καὶ ὁ τότε πρω‐ τεύων Κρατερὸς εὐμενῶς αὐτὸν ὑπεδέξατο μετὰ τῶν χρημάτων πολι‐ τικῆς τε μετέδωκεν ἐλευθερίας. οἱ δὲ Θρᾷκες ὑστέρῳ χρόνῳ κατὰ πύστιν ἥκοντες ἐπὶ τὸν Εὐτόκιον ἀπῄτουν τὸν Κρατερὸν αὐτόν τε καὶ τὰ χρήματα. ὁ δὲ οὐ μεθίει τὸν ἄνδρα. τῶν δὲ στρατιωτῶν ἐπὶ δίκην τὸ πρᾶγμα φερόντων, ὁ Κρατερὸς ὑπεραγωνίζεται τοῦ Εὐτοκίου καὶ περιγίνεται τῶν Θρᾳκῶν· ἐφ’ ᾧ καὶ χρησμὸς ἐξέπεσεν, ἔχων ὧδε.
ε 3771 Εὐτραπελία: μωρολογία, κουφότης, ἀπαιδευσία. ὁ δὲ Πτο‐ λεμαῖος πάντας ἐκέλευσεν ἀνακροτῆσαι, τῆς εὐτραπελίας ἀποδεχόμενος αὐτόν.
ε 3772 Εὐτράπελον· οὔτε τιν’ ἔχων πρόφασιν οὔτε λόγον εὐτρά‐ πελον, εὔστροφον, αὐτὸς ἄρχων μόνος. οὕτω δ’ ἦν εὐτράπελος τὴν φύσιν, ὥστε παρ’ Ἀθηναίοις Ἀθηναῖος ἦν ἄκρος καὶ Λάκων Λακεδαιμονίοις καὶ Θηβαίοις Θηβαῖος. ὅτι τὸν εὐτράπελον ἡ κωμῳδία ἐπιδέξιον καλεῖ. καὶ ζήτει ἐν τῷ ἀνασεσυρμένην. Εὐτράπελος οὖν κυρίως ὁ μιμολόγος, ὁ γελωτοποιός.
ε 3773 Εὐτρεπῆ: τὰ ἕτοιμα, καὶ τέλος ἔχοντα.
ε 3774 Εὐτρεπισμός: ἡ ἑτοιμασία.
ε 3775 Εὐτρόπιος, Ἰταλός, σοφιστής. τὴν Ῥωμαϊκὴν ἱστορίαν ἐπι‐ τομικῶς τῇ Ἰταλῶν φωνῇ. ἔγραψε καὶ ἄλλα.
ε 3776 Εὐτρόπιος, ὁ εὐνοῦχος, ἐπίτροπος Θεοδοσίου τοῦ βασιλέως. καί φησιν Εὐνάπιος· ὁ μὲν γὰρ Ῥουφῖνος ἀνήρ τε ὢν ἢ δοκῶν καὶ ἐν ἀξιώμασι γεγονὼς καὶ ποικίλαις ὁμιλήσας τύχαις, οὐ παρὰ λόγον οὐδὲ τοῦ πρέποντος ἐκτὸς ἐδόκει κατεξανίστασθαι τῆς νεωτεριζούσης ἅπαντα τύχης. ὁ δὲ θαλαμηπόλος εὐνοῦχος παραλαβὼν τὸ ἐκείνου κράτος ἐς τοσόνδε κατέσεισεν ἅπαντα καὶ κατεβρόντησεν, ὥστε οὐ μόνον Ῥουφῖνος ἦν αὐτός, ἀλλ’ ὁ τοῦ μύθου Σαλμωνεὺς μικρόν τι χρῆμα πρὸς αὐτὸν ἦν, ὅσγε ὢν εὐνοῦχος ἀνὴρ εἶναι κατεβιάζετο. καὶ οἱ μὲν μῦθοί φασι τὴν Γοργόνα φανεῖσαν ἅμα τε φαίνεσθαι καὶ τοὺς ἰδόντας μεταβάλλειν εἰς λίθον· ὁ δὲ καθ’ ἡμᾶς βίος ληρόν τινα περιττὸν καὶ φλήναφον τὸν μῦθον ἀπέδειξε. καὶ πολὺν καταχέει διασυρμὸν ὁ ἱστορικὸς τουτουῒ τοῦ εὐνούχου, τοῦ βίου αὐτοῦ ἐπάξιον.
ε 3777 Εὐτρόπιος, ὁ τοῦ Ἀρκαδίου τοῦ βασιλέως πρόκοιτος· ὃς οὐδὲν τῶν δεινῶν ἀπελίμπανεν, τάς τε ἀρχὰς δημοσίᾳ πιπράσκων καὶ τοὺς τῆς δυνάμεως συκοφαντῶν ἐξορίαις τε τοὺς μεγιστᾶνας ὑποβάλλων καὶ πᾶσαν ὕβριν τοῖς τῆς συγκλήτου βουλῆς ἐπάγων. ἀλλ’ οὐδὲ τῆς τῶν βαρβάρων ἀπείχετο συμμαχίας, ὡς ἂν αὐτὸς ἐλπίζων ἐς τὴν τοῦ βασιλέως μεταβαίνειν ἀξίαν. καί ποτε καὶ τοὺς ἐν ταῖς ἐκκλησίαις πεφευ‐ γότας συλλαμβάνειν βουλόμενος προὔθηκεν ἐπιτρέπων τούτους ἐκ τῶν θυσιαστηρίων ἀφέλκεσθαι. καὶ ὁ μὲν νόμος ἐγέγραπτο, δίκη δὲ εὐθέως τῆς ὠμότητος ἠκολούθει. μετ’ οὐ πολὺ γὰρ προσκρούσας τῷ βασιλεῖ Εὐτρόπιος ἐν τοῖς πρόσφυξιν ἐγένετο καὶ ὑπὸ τὸ θυσιαστήριον ἔκειτο, Ἰωάννου ἐπισκοποῦντος τοῦ Χρυσοστόμου, ἐκεῖθέν τε ἀφαιρεθεὶς νυκτὸς τῆς κεφαλῆς ἀποτέμνεται. οὕτω μὲν ὁ Εὐτρόπιος δίκας τῆς ἁμαρτάδος ὑποστὰς καὶ ἐξ αὐτοῦ τοῦ καταλόγου τῶν ὑπάτων ἠμείφθη, μόνου τοῦ συνυπατεύσαντος Θεοδώρου γεγραμμένου. ὅτι ἐπὶ τούτου τοῦ Εὐτροπίου τὸ τῶν εὐνούχων ἔθνος διὰ τὴν ἐκείνου βαρύτητα καὶ δυναστείαν ἐς τοσοῦτον ἐπέδωκε καὶ παρετάθη πλήθους, ὥστε τινὲς ἤδη καὶ τῶν γενειάδας ἐχόντων εὐνοῦχοι βουληθέντες γενέσθαι, σὺν τοῖς ὄρχεσιν καὶ τῆς ψυχῆς ἀφῃρέθησαν.
ε 3778 Εὐτρόχαλον· εἶναι δὲ τὴν ἀσπίδα μικρὰν καὶ εὐτρόχαλον. περιφερῆ.
ε 3779 Εὔτροχον· οἵ τε ὀφθαλμοὶ τὸ τῆς διανοίας εὔτροχον ἀπο‐ σαφοῦντες.
ε 3780 Εὔτυκτα: παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ῥᾴδια, ἕτοιμα εἰργασμένα· καλῶς κατεσκευασμένα.
ε 3781 Εὐτυχεῖ: ἐπιτυγχάνεται. πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ.
ε 3782 Εὐτυχής· οὗτος ἡγούμενος γέγονεν ἐν Κωνσταντινουπόλει μοναστηρίου, τῆς κατὰ Μάνεντα καὶ Ἀπολινάριον ἀντιθέου μοίρας τρίτος ὑπασπιστής, ἄλλον εἶναι παρ’ ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεὸν λόγον, μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ ὁμοφυῆ τὴν σάρκα τοῦ κυρίου ὁμολογεῖν· καὶ ἀπηρνεῖτο σῴζεσθαι λέγειν ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τῆς τούτων ἑνώσεώς τε καὶ συμφυΐας. οὐ μὴν δὲ ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα παρέπλαττεν, ἐξ οὐρανοῦ λέγων κατενεχθῆναι τὸ σῶμα τοῦ κυρίου, καὶ ὡς διὰ σωλῆνος τῆς παρθένου παραδραμεῖν τὸν θεὸν λόγον, οὐρανόθεν τοῦτο ἐνδεδυμένον, ἵνα δόξῃ γεγενῆσθαι ἐκ γυναικὸς καίπερ μὴ γεγεννημένος. Μανιχαῖος οὗτος ὁ λόγος καὶ πεφαντασμένος πολλῷ μᾶλλον ἐκείνου. μίαν φύσιν καὶ οὗτος διεστραμμένῃ καρδίᾳ τὸν Χριστὸν ἐπρέσβευεν.
ε 3783 Εὐτυχίδης: πατρωνυμικόν.
ε 3784 Εὐτυχῶ· γενικῇ.
ε 3785 Εὐοῖ: σχετλιαστικόν.
ε 3786 Εὐοιώνιστον: εὔφημον, καλὰ προσημαίνουσαν. Νίκης ἄγαλμα χρυσοῦν ποιήσας ἀπέστειλε τῷ δήμῳ, ἅμα μὲν διὰ τὸ λυσιτελές, ἅμα δὲ διὰ τὸ εὐοιώνιστον εἶναι προσδέξασθαι τὴν νίκην.
ε 3787 Εὐοῖ, σαβοῖ· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Βακχικόν τι ἐπίφθεγμά ἐστιν. Εὐοῖ, σαβοῖ, μυστικὰ μέν ἐστιν ἐπιφθέγματα. φασὶ δὲ τῇ Φρυγῶν φωνῇ τοὺς μύστας δηλοῦν· ἀφ’ οὗ καὶ ὁ Σαβά‐ ζιος Διόνυσος.
ε 3788 Εὖ οἶ ᾆσαι: ἔστι τοῦτο ὕμνος εἰς Διόνυσον. καὶ ἀνευάσαι.
ε 3789 Εὐΰφαντον.
ε 3790 Εὐφεγγίας· ἀπὸ τῶν δύο τοίχων εὐφεγγίας ποιούντων.
ε 3791 Ἐφείλιξαν· σχοινίον τε ἐφείλιξαν μίλτῳ.
ε 3792 Εὐφήμει: καλὰ λάλει, ἢ ἐπαίνει. Ἀριστοφάνης· εὔφημος πᾶς ἔστω λεὼς στόμα συγκλείσας. ἐνδημεῖ γὰρ θίασος Μουσῶν ἔνδον μελάθρων. Εὐφήμει οὖν σιώπα, μὴ ἀκαιρολόγει.
ε 3793 Εὐφημησμός. Εὐφήμου στόμα φροντίδος, ἡ φωνή. στόμα γὰρ ἡ φωνή. Ὅμηρος· πολέμου στόμα. καὶ Σοφοκλῆς· χαλκο‐ στόμου κώδωνος. ὁ δὲ νοῦς, τὴν φωνὴν τῆς εὐφήμου φροντίδος ἱέντες. ὅ ἐστι μετὰ φροντίδος πολλῆς εὐφήμως τὴν φωνὴν ἀφιέντες. εὔφημον οὖν τὴν σιωπηλήν· τὸ γὰρ εὐφημεῖν ἐπὶ τοῦ σιωπᾶν τίθεται.
ε 3794 Εὐφήτης: ὄνομα κύριον.
ε 3795 Εὐφημία. εὐφημίας χάριν προτιμᾷ τὴν Λακεδαίμονα τὸ θεῖον ἤπερ τῶν Ἀθηναίων βωμοὺς σύμπαντας καὶ νεὼς καὶ ἀγάλ‐ ματα καὶ ἑκατόμβας καὶ τὸν λοιπὸν φλήναφον τῶν ῥᾳθυμούντων τε καὶ θοινάζειν γλιχομένων. οὐκοῦν διδάσκει ὁ λόγος, ὡς ἡ ὄντως εὐσέβεια κοῦφόν ἐστι καὶ σωφροσύνης ἀνάπλεων, καὶ ἥκιστα ἀχθει‐ νόν. εὐφημία γὰρ εὐκολώτατος πόνων. ἤκουσάς που, ὦ παῖ Ἀρίστωνος. καὶ Εὐριπίδης· εὐφημία γὰρ παρὰ σπονδαῖσι κάλλιστον.
ε 3796 Εὐφημία. ὅτι Εὐφημίας τῆς γυναικὸς Ἰουστίνου τοῦ Θρᾳκὸς στήλη ἵστατο ἐν τῇ ἁγίᾳ Εὐφημίᾳ, ὑφ’ αὑτῆς κτισθείσῃ.
ε 3797 Εὐφημία ἔστω: εὐφημίᾳ χρῶνται οἱ κωμικοί, ἐπειδὰν εὐχὴν ἢ ψήφισμα εἰσάγωσιν.
ε 3798 Εὐφήμιος, πατριάρχης Κωνσταντινουπόλεως. ζήτει ἐν τῷ φατρία.
ε 3799 Εὐφορία: ἡ εὐθηνία.
ε 3800 Εὐφορίων, υἱὸς Αἰσχύλου τοῦ τραγικοῦ, Ἀθηναῖος, τραγικὸς καὶ αὐτός· ὃς καὶ τοῖς Αἰσχύλου τοῦ πατρός, οἷς μήπω ἦν ἐπιδειξάμενος, τετράκις ἐνίκησεν. ἔγραψε δὲ καὶ οἰκεῖα.
ε 3801 Εὐφορίων, Πολυμνήστου, Χαλκιδεύς, ἀπὸ Εὐβοίας, μαθητὴς ἐν τοῖς φιλοσόφοις Λακύδου καὶ Πρυτάνιδος καὶ ἐν τοῖς ποιητικοῖς Ἀρχε‐ βούλου τοῦ Θηραίου ποιητοῦ, οὗ καὶ ἐρώμενος λέγεται γενέσθαι. ἐγεννήθη δὲ ἐν τῇ ρκϛʹ ὀλυμπιάδι, ὅτε καὶ Πύρρος ἡττήθη ὑπὸ Ῥω‐ μαίων· καὶ ἐγένετο τὴν ἰδέαν μελίχρους, πολύσαρκος, κακοσκελής. τῆς Ἀλεξάνδρου, τοῦ βασιλεύσαντος Εὐβοίας, υἱοῦ δὲ Κρατεροῦ, γυναικὸς Νικίας στερξάσης αὐτόν, εὔπορος σφόδρα γεγονὼς ἦλθε πρὸς Ἀντίοχον τὸν μέγαν ἐν Συρίᾳ βασιλεύοντα καὶ προέστη ὑπ’ αὐτοῦ τῆς ἐκεῖσε δημοσίας βιβλιοθήκης· καὶ τελευτήσας ἐκεῖσε τέθαπται ἐν Ἀπαμείᾳ, ὡς δέ τινες ἐν Ἀντιοχείᾳ. βιβλία δὲ αὐτοῦ ἐπικὰ ταῦτα· Ἡσίοδος· Μοψοπία ἢ Ἄτακτα· ἔχει γὰρ συμμιγεῖς ἱστορίας, Μοψοπία δέ, ὅτι ἡ Ἀττικὴ τὸ πρὶν Μοψοπία ἐκαλεῖτο ἀπὸ τῆς Ὠκεανοῦ θυγατρὸς Μοψοπίας, καὶ ὁ λόγος τοῦ ποιήματος ἀποτείνεται εἰς τὴν Ἀττικήν· Χιλιάδες· ἔχει δὲ ὑπόθεσιν εἰς τοὺς ἀποστερήσαντας αὐτὸν χρήματα, ἃ παρέθετο, ὡς δίκην δοῖεν κἂν εἰς μακράν· εἶτα συνάγει διὰ χιλίων ἐτῶν χρησμοὺς ἀποτελεσθέντας· εἰσὶ δὲ βιβλία εʹ, ἐπιγράφεται δὲ ἡ πέμπτη χιλιάς. περὶ χρησμῶν, ὡς διὰ χιλίων ἐτῶν ἀποτελοῦνται.
ε 3802 Εὔφορος: κοῦφος, ἐλαφρός. ὁ δὲ θυρεὸς τῶν Ἰβήρων εὔφορος.
ε 3803 Εὐφωνία· ζήτει ἐν τῷ γλῶττα.
ε 3804 Εὔφωνον κήρυκα: δυνάμενον μέγα βοῆσαι.
ε 3805 Εὐφώρατον: φανερόν.
ε 3806 Εὐφραδής: σαφής, ὁ καλῶς λέγων.
ε 3807 Εὐφραίνομαί σοι· Εὐφραίνω σε δέ.
ε 3808 Εὐφραῖος: ὄνομα κύριον. Ὀρείτης ἦν τὸ γένος· μετέσχε δὲ τῆς τοῦ Πλάτωνος διατριβῆς.
ε 3809 Εὐφραίων: ὄνομα κύριον.
ε 3810 Εὐφρήτης: ὁ Εὐφράτης ποταμός.
ε 3811 Εὐφρόνη: ἐπίθετον τῆς νυκτός. ταύτην μὲν τὴν εὐφρόνην οὕτως ἔμειναν.
ε 3812 Εὐφρόνη: ἡ νύξ. τίς τὸν μεγιστόφωνον ἔνδον τῆς στέγης ἔπεισεν ὄρνιν ὡρολογεῖν τὴν εὐφρόνην;
ε 3813 Εὐφρονῶ τὰ σά: ἀντὶ τοῦ εὔνους σοί εἰμι.
ε 3814 Εὔφρος: εὔθυμος.
ε 3815 Εὔφρων, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστιν Αἰσχρά, Μοῦσαι, Συνέφηβοι, Θεωροί· ὡς Ἀθήναιος γράφει ἐν τοῖς Δειπνοσοφισταῖς.
ε 3816 Εὐφυᾶ: καλὴν φύσιν ἔχοντα. ὡς εὐφυὴς καὶ εὐεπιχείρητος ἀπεληλυθὼς τῆς διατριβῆς εἴη νεανίσκος. Πολύβιος· ὁ δὲ ἦν ὑπ‐ ηρετικὸν σκεῦος εὐφυὲς καὶ πολλὰς ἔχων ἀφορμὰς εἰς πραγμάτων οἰκονομίαν.
ε 3817 Εὐφυΐα. εὐφυοῦς ἐστι τὸ ᾠκειῶσθαι μὲν πρὸς τὸ ἀληθές, ἀποστρέφεσθαι δὲ τὸ ψεῦδος. ὁ δὲ τοῦτο ἔχων ἔχει καὶ τὸ κρίνειν τἀληθὲς δύνασθαι καλῶς. οἱ δὲ ῥᾳδίως μέν τισι παρακολουθοῦντες καὶ μανθάνοντες, ὁμοίως δὲ ἔχοντες πρὸς πάντα τὰ μαθήματα, οὐκ ἂν κυρίως εὐφυεῖς λέγοιντο τῷ μὴ ἔχειν τὸ κριτικὸν ἐν αὑτοῖς, ὅ ἐστιν ἡ πρώτη καὶ κυρίως εὐφυΐα. καὶ τῶν προσφερομένων, εἴτε μαθήματα ταῦτα εἴη εἴτε καὶ ἄλλα τινά, τὰ μὲν ἄξια εὐπορεῖσθαι καὶ φιλεῖν αἱρούμενοι, τὰ δὲ μὴ τοιαῦτα ἀποστρεφόμενοι καὶ μισοῦντες, εὖ τε τοῦτο ποιοῦσι καί εἰσιν ἀγαθοὶ κριταί.
ε 3818 Εὐχαριστῶ· δοτικῇ.
ε 3819 Εὐχά. Εὐχαί: αἱ ὑποσχέσεις. τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω. Εὐχὴ γὰρ ἐπαγγελία θεῷ τῶν κατ’ εὐσέβειαν ἀφιερου‐ μένων, προσευχὴ δὲ δέησις μετὰ ἱκετηρίας τῷ θεῷ προσαγομένη.
ε 3820 Εὐχαίτης: ἵππος καλόθριξ.
ε 3821 Εὔχεμος: ὄνομα κύριον. ὁ Αἰγεάτης.
ε 3822 Εὐχέρεια: εὐκολία.
ε 3823 Εὔχεται: καυχᾶται.
ε 3824 Εὐχείμονος: τοῦ καλὰ ἱμάτια ἔχοντος.
ε 3825 Εὐχειρία: ἡ διὰ χειρῶν εὐκινησία. οἱ δὲ Μακεδόνες ταῖς εὐχειρίαις πολὺ περιῆσαν.
ε 3826 Εὐχολόγιον: τὸ βιβλίδιον.
ε 3827 Εὐχίδης καὶ Ἄσσαπος καὶ Χρυσόμαζος καὶ Ἐχίων, ὀνόματα κύρια. ὠκύτατοι οὗτοι τοῖς ποσὶν ὑπῆρχον.
ε 3828 Εὔχομαι δέ σοι τάδε: ἀντὶ τοῦ καταρῶμαι, παρὰ Ἀριστο‐ φάνει.
ε 3829 Εὖχος: καύχημα.
ε 3830 Εὐχωλή: εὐχή, ἢ καύχημα.
ε 3831 Εὐχρηστία: ἡ καλὴ χρῆσις.
ε 3832 Εὐχροεῖς: εὐσωματεῖς.
ε 3833 Εὐχυλότερος: ὁ ταχέως πεττόμενος.
ε 3834 Εὐψυχία: ἀνδρεία. καθάπερ γὰρ ἐπὶ τῆς Ἐπαμινώνδου καὶ Πελοπίδου καὶ Βρασίδου καὶ Κλεομβρότου τελευτῆς καὶ διὰ τὴν ἐν τῷ ζῆν ἀρετὴν καὶ διὰ τὴν ἐν τῷ τελευτᾶν εὐψυχίαν ἀδυνατοῦσιν οἱ συγγραφεῖς ἀξίους εὑρίσκειν λόγους τῆς προκαθηγουμένης τῶν ἀνδρῶν ἐννοίας. καὶ αὖθις· μὴ εἶναι φοβερόν, ὅτι πλήθει προ‐ έχουσιν οἱ πολέμιοι· τὴν γὰρ εὐψυχίαν ἀεὶ τοῦ πλείονος ἐπικρατεῖν.
ε 3835 Εὔψυχος· Ἀριστοτέλης ἐν τοῖς Τόποις λέγει τὴν ἐν τῷ ζῆν ἀρετὴν καὶ τὴν ἐν τῷ τελευτᾶν εὐψυχίαν. οὐχ ὁ ἀνδρεῖος μόνος, εἰ μεταληψόμεθα τὸ εὔψυχος εἰς τὸν λόγον κατὰ τὴν ἐτυμολογίαν· ἔστι δὲ οὗτος ὁ εὖ τὴν ψυχὴν ἔχων. ἀλλὰ μὴν εἰ εὔψυχός ἐστιν ὁ εὖ τὴν ψυχὴν ἔχων, ἀγαθὴν δὲ τὴν ψυχὴν ἔχει καὶ ὁ δίκαιος καὶ ὁ σώφρων καὶ ὁ φρόνιμος, οὐδ’ ἂν ὁ ἀνδρεῖος μόνος εὔψυχος εἴη, οὐδ’ ἂν ἡ εὐψυχία ἀνδρεία εἴη. ὅτι δὲ εὔψυχος ὁ εὖ τὴν ψυχὴν ἔχων, δείξομεν τῇ τῶν ὀνομάτων παραθέσει. καὶ γὰρ εὔελπις ὁ εὖ ἐλπίζων, τουτέστιν ὁ ἀγαθὰ ἐλπίζων· καὶ εὐδαίμων ὁ εὖ τὸν δαίμονα ἔχων. Ἀρριανός· τῶν μάλιστα εὐψυχίαν τινὰ ἐν τοῖς δεινοῖς ἐπιδεικνυμένων. ἀντὶ τοῦ εὐτολμίαν. Μένανδρος· μὴ εἶναι φοβερὸν τοῦτο, ὅτι πλήθει προέχουσιν οἱ πολέμιοι· τὴν γὰρ εὐψυχίαν ἀεὶ τοῦ πλείονος ἐπι‐ κρατεῖν.
ε 3836 Εὐψύχους: ἀντὶ τοῦ τολμηρούς. ἐπιλεξάμενος ἄνδρας εὐψύχους τε καὶ γενναίους.
ε 3837 Εὐψυχότερος.
ε 3838a Εὔψυχοι.
ε 3838b Ἐφ’ ἅ: ἐφ’ ἅτινα.
ε 3839 Ἐφάλια: παραθαλάσσια.
ε 3840 Ἔφαμμα: τὸ περίβλημα. Πολύβιος· οἱ μὲν γὰρ τὰς ἀναξυ‐ ρίδας καὶ τοὺς εὐπετεῖς τῶν σάγων ἔχοντες περὶ αὑτοὺς ἐξέταζον· οἱ δὲ διὰ φιλοδοξίαν ταῦτ’ ἀπορρίψαντες γυμνοὶ μετὰ τῶν ὅπλων ἔστησαν, ὑπολαβόντες οὕτως ἔσεσθαι πρακτικώτατοι διὰ τό τινας τῶν τόπων βατώδεις ὄντας ἐμπλέκεσθαι τοῖς ἐφάμμασιν.
ε 3841 Ἐφάμιλλον: ὅμοιον, ἴσον.
ε 3842 Ἐφαπλώματα· Ἀριστοφάνης πεπλώματα λέγει. καὶ ζήτει ἐν τῷ δυσπινῆ καὶ ἐν τῷ πέπλος.
ε 3843 Ἐφαπτίδας· οἱ δὲ ψιλοὶ Ῥωμαίων ἕκαστος αὐτῶν εἶχον ἐφαπτίδα καὶ κνημῖδά τε καὶ λογχάσθην καὶ ἀκόντιον, διόλου σιδήρου πεποιημένον.
ε 3844 Ἐφαρμόζω· δοτικῇ.
ε 3845 Ἐφαύλιζον: εὐτέλιζον. οἱ δὲ ἐφαύλιζον αὐτόν, οὐδαμῆ σπουδαῖον ὄντα· μικρὸς γὰρ ἦν τὸ σῶμα.
ε 3846 Ἐφάψασθαι: ἄρξασθαι, ψηλαφῆσαι.
ε 3847 Ἐφεδρεύει· δοτικῇ. ἐπικάθηται. ἐφεδρεύειν δὲ ἐκείνοις φίλους καὶ συγγενεῖς τῶν ἀπολωλότων. ἀντὶ τοῦ εἰσί τινες ἐξ ὑστέρου τιμωροὶ τῶν ἀπολωλότων.
ε 3848 Ἐφεδρεία: ἡ ἐπίκληρος παραμονή.
ε 3849 Ἐφεδρεία: τὸ πρᾶγμα. παρὰ Ῥωμαίοις θάνατος πρόστιμον τῷ λιπόντι τὴν ἐφεδρείαν. τουτέστι τὴν παρατήρησιν.
ε 3850 Ἔφεδρος: ταυλιστὴς τρίτος, καὶ ἐνεδρεύων. Ἀριστοφάνης Βατράχοις· νυνὶ δ’ ἔμελλε Κλειδημίδης ἔφεδρος καθεδεῖσθαι· κἂν μὲν Αἰσχύλος κρατῇ, ἕξειν κατὰ χώραν· εἰ δὲ μή, περὶ τῆς τέχνης δια‐ γωνιεῖσθαι. Ἔφεδρός ἐστιν ἐν τοῖς ἀγῶσιν ὁ μὴ πλανώμενος εἰς τὸ ἀγωνίζεσθαι τοῖς νικῶσιν. ἔφεδρον δὲ λέγει ὁ Σοφοκλῆς τὸν Αἴαντα, ὅτι ἔσχατος καὶ ὡς ἔφεδρος ἐλείφθη μοι ὁ Αἴας εἰς κακόν. οἷον πρὸς τοῖς πρώτοις κακοῖς ὥσπερ δεύτερόν ἐστι μοι κακὸν τὸ τοῦ Αἴαντος ξυνεστηκός. τοῦτο γὰρ δηλοῖ τὸ ἔφεδρος. λέγει γάρ, καί μοι δυσθεράπευτος Αἴας ξύνεστιν ἔφεδρος.
ε 3851 Ἔφεδρος: ἐλπίζων, παραμένων. ἔφεδροι γίνονται τοῖς καιροῖς καὶ ἑτοίμως διάκεινται πρὸς τὸ πάλιν ἀντοφθαλμεῖν τούτοις. μεσολαβηθεὶς δ’ ὁ νέος ἐξ ἐχθρῶν ὑπερκειμένων καὶ ἐφέδρων, εἰς τὸ ἄντρον εἰσκριθεὶς ἐπίπονον βίον συνεστήσατο καὶ θηριώδη.
ε 3852 Ἐφεθέν: παρασχεθέν, ὁρισθέν, συγχωρηθέν. ὁ δὲ βασιλεὺς Ἀντίγονος, ἐφεθέν οἱ δικάσαι, προσέταξε κλήρῳ διακριθῆναι.
ε 3853 Ἐφεκτικοί: φιλόσοφοί τινες. παρὰ τὸ ἐπέχειν περὶ τῶν πραγμάτων καὶ δογματίζειν αὐτὰ ἀκατάληπτα.
ε 3854 Ἔφεκτος τόκος: ὁ ἐπὶ τὸ ἕκτον τοῦ κεφαλαίου.
ε 3855 Ἐφελκυστής: βοηθός.
ε 3856 Ἐφενάκιζον: ἠπάτων.
ε 3857 Ἐφ’ ἕνδεκα κώπαις: κέλευσμά ἐστι ναυτικὸν οὕτω λεγόμενον. αἴρεσθ’ αὐτῶν πολὺ τὸ ῥόθιον. ἀπὸ τῶν ἐρεσσόντων μετήνεγκεν ἐφ’ ἕνδεκα κώπαις.
ε 3858 Ἐφέντες: ἐνδόντες, ὑποχαλάσαντες. οἱ δὲ ἄνδρες, ἐπειδὴ τὸ σύμμετρον ἀπ’ ἀλλήλων διέστησαν, ἐφέντες τοῖς ἵπποις τὰς ἡνίας. Ἐφέντας σημαίνει καὶ τὸ ἀπὸ δικαστηρίου εἰς δικαστήριον ἐλθόντας.
ε 3859 Ἐφέξεται: ἐπικάθηται.
ε 3860 Ἐφέξει: σταθῇ, ἐφελκύσει.
ε 3861 Ἐφεξῆς: ἐπίρρημα. ἐπίσης, κατὰ τάξιν.
ε 3862 Ἔφες: ἐπίπεμψον.
ε 3863 Ἐφέσεις: ὁρμάς. ἀπὸ δὲ τῆς τῶν στρατιωτῶν γνώμης λαβὼν ἔφεσιν παρὰ τοῦ στρατηγοῦ ξένην καὶ παράδοξον βοήθειαν ἐπορίσατο πρὸς τὴν ὑποκειμένην παράστασιν.
ε 3864 Ἐφέσια γράμματα: ἐπῳδαί τινες δυσπαρακολούθητοι· ἃς καὶ Κροῖσον ἐπὶ τῆς πυρᾶς εἰπεῖν. καὶ ἐν Ὀλυμπίᾳ Μιλησίου καὶ Ἐφεσίου παλαιόντων, τὸν Μιλήσιον μὴ δύνασθαι παλαίειν, διὰ τὸ τὸν ἕτερον περὶ τῷ ἀστραγάλῳ ἔχειν τὰ Ἐφέσια γράμματα. φανεροῦ δὲ γενο‐ μένου καὶ λυθέντων αὐτῷ, τριάκοντα τὸ ἑξῆς πεσεῖν τὸν Ἐφέσιον.
ε 3865 Ἔφεσις: ἐπιθυμία, ὁρμή, ἔκκλητος, αἵρεσις ἄλλου δικαστηρίου καὶ μεταγωγή. ἡ ἔφεσις λέγεται καὶ ἔκκλητος παρὰ τὸ ἐκκαλεῖσθαι καὶ παραιτεῖσθαι καὶ φεύγειν τὸ πρῶτον καὶ ἔλαττον δικαστήριον.
ε 3866 Ἔφεσις: ἡ ἐξ ἑτέρου δικαστηρίου εἰς ἕτερον μεταγωγή. τὸ δὲ αὐτὸ καὶ ἔκκλητος καλεῖται. τὸ οὖν ἔφεσις ἀπὸ τοῦ ἐφεῖναι ῥήματος.
ε 3867 Ἐφεσπερεία: ἡ τῆς ἑσπέρας.
ε 3868 Ἐφεσπόμενα: ἐπακολουθοῦντα.
ε 3869 Ἐφ’ ἑστίας: ἀντὶ τοῦ κατ’ οἶκον. καὶ Ἐφέστιον, ἀντὶ τοῦ ἐπὶ τὴν οἰκίαν γενόμενον, τουτέστιν ἔποικον. Σοφοκλῆς· εἶτα τόνδ’ ἐφέστιον πῆξαι λαβόντα σκῆπτρον.
ε 3870 Ἐφεστιασάμενος: εὐωχηθείς.
ε 3871 Ἐφέστιοι: αὐτόχθονες, σύνοικοι, ἔποικοι.
ε 3872 Ἐφεστὼς πόρρωθεν τῆς παρατάξεως.
ε 3873 Ἐφεστρίς: ἱμάτιον Ῥωμαϊκόν. λέγεται δὲ καὶ μανδύης καὶ βίρρον· ἅτινα ἐν ὀνείρῳ βλεπόμενα θλίψεις σημαίνουσιν.
ε 3874 Ἐφεστρίς. ἐξ ὧν οἱ τοξόται ταῖς ἐφεστρίσι καλυπτόμενοι βάλλουσι τοὺς ἐπὶ τῶν τειχῶν. ὕφασμα ἐξ αἰγείων τριχῶν. ἀρτῶντες κύκλῳ ἐφεστρίδας καὶ νάκη, ὡς ἂν τὰ τοιαῦτα προβλήματα μὴ εὔφλεκτα εἴη.
ε 3875 Ἐφεστρίς: χλανίς. Ἀγαθίας· γύναια δὲ πολλὰ διαπληκτι‐ ζόμενα καὶ τὰς ἐφεστρίδας περιρρηγνύντα ἀνὰ τοὺς προμαχεῶνας ἐφοίτα. καὶ αὖθις· οὐκ ἐπιφερόμεθα χρημάτων περιουσίαν, πλήν γε δὴ στρατιωτικὴν ἐφεστρίδα, ἥν γε δὴ καὶ περιβεβλήμεθα.
ε 3876 Ἐφέται: ἄνδρες, οἵτινες πʹ ὄντες ἐδίκαζον. ἐφέται δὲ ἐκλή‐ θησαν, ἤτοι ὅτι ἐπὶ αἵματι δικάζουσιν, ἢ ὅτι ἔφεσις παρ’ αὐτῶν οὐ δύναται εἰς ἄλλο δικαστήριον γενέσθαι, τουτέστιν ἔκκλητος.
ε 3877 Ἐφέται: ἄνδρες ὑπὲρ νʹ ἔτη γεγονότες καὶ ἄριστα βεβιωκέναι ὑπόληψιν ἔχοντες· οἳ καὶ τὰς φονικὰς δίκας ἔκρινον. ἐκαλεῖτο δ’ αὐτῶν τὰ δικαστήρια ἐφετῶν.
ε 3878 Ἐφέται: οἱ δικάζοντες τὰς ἐφ’ αἵματος κρίσεις ἐπὶ Παλλαδίῳ καὶ ἐπὶ Πρυτανίῳ καὶ ἐπὶ Δελφινίῳ καὶ ἐν Φρέατι ἐφέται καλοῦνται. καὶ Ἐφέτης, ὁ δικαστής.
ε 3879 Ἐφετικός: ἐπιθυμητικός.
ε 3880 Ἐφετόν· εἶδον ἐγὼ δικαστὴν ἐφετόν, μετροῦντα τοῖς ἀγορεύουσι τὸν χρόνον.
ε 3881 Ἐφευρετὰς κακῶν: τοὺς ἐπὶ τοῖς παλαιοῖς κακοῖς ἕτερα καινοτομοῦντας κακά.
ε 3882 Ἐφείλιξαν· σχοινίον τε ἐφείλιξαν μίλτῳ. ἀντὶ τοῦ ἔφυραν καὶ περιείλιξαν.
ε 3883 Ἐφειμένον: συγκεχωρημένον. ὡς δὲ ἐφειμένον αὐτῷ παρα‐ γίνεσθαι, ἐς ὄψιν ἐλθὼν εἶπεν.
ε 3884 Ἐφεῖναι: συγχωρῆσαι, κελεῦσαι. ἡ δὲ οὐκ ἐπείσθη, πρὶν ἢ τοὺς προσήκοντας ἐφεῖναι λαβεῖν.
ε 3885 Ἐφείσθω τούτοις ἐξονυχίζειν: ἀντὶ τοῦ συγκεχωρήσθω ἀκριβολογεῖσθαι.
ε 3886 Ἐφεῖτο: συνεχωρεῖτο. καὶ οὐδενὶ ἐφεῖτο μὴ κελευσθὲν ἐξ‐ ωτέρω προϊέναι.
ε 3887 Ἐφεῖτο: ἐνετέλλετο. Ἀριστοφάνης· χθὲς οὖν Κλέων ἡμῖν ἐφεῖτ’ ἐν ὥρᾳ ἥκειν.
ε 3888 Ἐφηβεία: νεότης. ἡ ἀκμὴ τῆς ἡλικίας.
ε 3889 Ἔφηβος: παῖς, νέος, ἐν αὐτῇ τῇ ἀκμῇ. ὅθεν ἐφηβεύω. Τιμασίων, μειράκιον Αἰγύπτιον, ἐφήβου δὲ ἄρτι ὑπαπῄει καὶ τὴν ὥραν ἄρτι ἔρρωτο. σωφρονοῦντι δὲ αὐτῷ ἡ μητρυιὰ ἐρῶσα ἐπέκειτο καὶ χαλεπὸν τὸν πατέρα ἐποίει.
ε 3890 Ἔφηβος. Κιλίκιος λόγος· ποῖ τρέχεις; ἢ ἐπὶ τὸν ἔφηβον; ἐπὶ Ἀπολλωνίῳ ἐλέγετο καὶ παροιμιώδη τιμὴν ἔσχεν. μόνοις δὲ ἐλευθέροις ἐφίησιν ὁ νόμος ἐφηβεύειν. ἐχρῆν δὲ τὸν ἔφηβον ἐν τῇ χλανίδι τὴν δεξιὰν ἔχειν ἐνειλημμένην διὰ τὸ ἀργὴν εἶναι εἰς ἔργα καὶ λόγους εἰς ἐνιαυτὸν καὶ μὴ προϊέναι τὴν χεῖρα. ἔνδημον δὲ ἐχρῆν εἶναι τὸν ἐφηβεύοντα. ἡ δὲ ἐφηβεία κανὼν ἦν ὀρθοῦ βίου καὶ ὑγιοῦς.
ε 3891 Ἐφήγησις· ἐφήγησίς ἐστι δίκη εἰσαγομένη ἀπὸ τοὺς ὑποδεξα‐ μένους τὸν εἰργόμενον ὑπὸ τῶν νόμων ἐπιβαίνειν τῆς χώρας, οἷον φυγάδα ἢ ἀνδροφόνον· ἢ ὅταν τῶν δημοσίων τι κατέχειν δοκῇ τις κρύφα.
ε 3892 Ἐφήδεσθαι: εὐφραίνεσθαι.
ε 3893 Ἐφήδῃ: εὐφραίνῃ σύ.
ε 3894 Ἐφήδοιτο: τέρποιτο. καὶ Ἐφήδοντο· δοτικῇ. ἐπέχαιρον. Αἰλιανός· καὶ αὐτῷ τῶν συγγενῶν τινες ἐφήδοντο ὡς τὰ αὐτοῦ δια‐ δεξόμενοι. ἐκείνῳ γὰρ μὴ εἶναι παῖδας, ἅτε ῥᾴθυμον βίον καὶ λάγνον, τὸν εἰς ἑταίρας καὶ πότους, προῃρημένῳ. καὶ αὖθις· ὁ δὲ ἔσπευδε θέλων ἐφησθῆναι αὐτοῖς.
ε 3895 Ἐφῆκα: ἔπεμψα.
ε 3896 Ἐφήλαντο: ἐπεπήδησαν.
ε 3897 Ἔφηλος: ἐφηλίδας ἔχων εἰς τὴν ὄψιν.
ε 3898 Ἔφηλος: ὁ ἀπατηλός. ἐκ τοῦ φηλῶ, τὸ ἀπατῶ.
ε 3899 Ἔφηλος: ὁ ἥλιος. καὶ Ἔφηλος, ὁ ἡλωμένος.
ε 3900 Ἐφ’ ἡμᾶς ξυμβοηθήσειν οἴει: ἀντὶ τοῦ καθ’ ἡμῶν.
ε 3901 Ἐφημερία: ἡ πατρία. λέγεται δὲ καὶ ἡ τῆς ἡμέρας λειτουργία.
ε 3902 Ἐφημέριοι βροτοί: καθημερινὰ εἰδότες, οὐ προορώμενοι τὸ μέλλον.
ε 3903 Ἐφημερίς: τῶν ἐφ’ ἑκάστης ἡμέρας συμπιπτόντων ἀπογραφή.
ε 3904 Ἐφήμερος: πρόσκαιρος. Ἐφήμερον δηλητήριον, τὸ ἐν μιᾷ ἡμέρᾳ ἀναιροῦν. λέγεται δὲ καὶ ἀμφήμερος, καὶ ἀμφημερινὸς πυρετός.
ε 3905 Ἔφηνεν: ἔδειξεν.
ε 3906 Ἐφῆπτο: ἐπεκρέματο, ἐπέκειτο.
ε 3907 Ἐφησθέντες: ἐπιχαρέντες. καὶ Ἐφησθεῖεν, ἐπιχαρεῖεν.
ε 3908 Ἐφήσθη: ἐχάρη. οἱ δὲ τοῖς τῶν πολεμίων σώμασιν ἐφήσθη‐ σαν. καὶ αὖθις· ἐφησθῆναι θέλων ἐκείνοις ἔσπευδεν. ἤγουν ἐπι‐ γελάσαι.
ε 3909 Ἐφιάλτης: ὁ λεγόμενος παρὰ πολλοῖς βαβουτζικάριος. ἡ εἰς τὴν κεφαλὴν ἀνατρέχουσα ἀναθυμίασις ἐξ ἀδηφαγίας καὶ ἀπεψίας παρὰ ἰατροῖς ἐφιάλτης λέγεται.
ε 3910 Ἐφιᾶσι: συγχωροῦσιν, ἐπιτρέπουσιν. ἐφιᾶσιν ὅπη τις ἐθέλοι ἀπιέναι.
ε 3911 Ἐφιέμενοι: ἐπιθυμοῦντες.
ε 3912 Ἐφιέναι· ὑποκριτοῦ τραγῳδίας ἐφιέναι φήσαντος, ἐξελαθῆναι γὰρ παρὰ Πολέμωνος κατ’ ἀρχὰς τοῦ δράματος. ὁ δὲ Ἀντωνῖνος ἤρετο, πηνίκα εἴη, ὅτε τῆς σκηνῆς ἠλάθη. τοῦ δ’ εἰπόντος, ὡς μεσημβρία τυγχάνοι οὖσα, μάλα ἀστείως ὁ αὐτοκράτωρ, ἐμὲ δέ, εἶπεν, ἀμφὶ μέσας νύκτας ἐξήλασε τῆς οἰκίας καὶ οὐκ ἐφῆκα. ἐχέτω ταῦτα δήλωσιν βασιλέως πρᾴου καὶ ἀνδρὸς ὑπέρφρονος.
ε 3913 Ἐφίερον· Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. ἱερόν ἐστι τῶν ιβʹ θεῶν ἐν Βοσπόρῳ.
ε 3914 Ἐφίεται· γενικῇ. ἐπιθυμεῖ.
ε 3915 Ἐφιέτω: ἀνείτω.
ε 3916 Ἐφιζάνει: ἐπικάθηται.
ε 3917 Ἐφίζεται: ἐπικαθέζεται.
ε 3918 Ἐφίει: ἐπέτρεπεν. ὁ δὲ Καῖσαρ δῃοῦν τὰ πρὸ τῆς πόλεως ἐφίει.
ε 3919 Ἐφίει: πέμπει. καὶ Ἐφιείς, ἐπιπέμπων, ἐπιβάλλων.
ε 3920 Ἐφίῃ: ἐπιθυμεῖς. τί μοι τῶν δυσφόρων ἐφίῃ. γλίχῃ. τί μοι, φησί, τούτων γλίχῃ, ἅπερ ἐστὶν οὐκ εὐκόλως φέρειν, θρήνου καὶ πένθους;
ε 3921 Ἐφίησιν: ἐπιτρέπει. ἐπιπέμπει.
ε 3922 Ἐφικέσθαι· γενικῇ. καταλαβέσθαι.
ε 3923 Ἐφικνούμενος· γενικῇ. καταλαμβανόμενος. μέγα ἀνεβόησε καὶ ἀνθρώπου ἐφικνούμενον.
ε 3924 Ἐφίκοντο: ἐφήψαντο.
ε 3925 Ἐφικτόν: δυνατὸν καταληφθῆναι. ὁ δὲ ᾔτει αὐτῷ παρὰ τῶν θεῶν πολλὰ καὶ ἀγαθά, τά τε ἄλλα καὶ τῆς ἀρχῆς τὸ κράτος, ἐς ὅσον μήκιστον ἀνθρώπῳ ἐφικτόν.
ε 3926 Ἐφίλατο: ἠγάπησε. διπλοῦς ἐς λυκάβαντας ἐφίλατο τὴν καλαμῖτιν.
ε 3927 Ἐφίππειον. ἐκλῦσαι δὲ τὸν ἵππον τοῦ χαλινοῦ καὶ τοῦ ἐφιππείου. οἱ δὲ Σκύθαι ᾔτουν ἀποδοθῆναι σφίσι τὸ ἐφίππειον, τʹ αἰχμαλώτους Ῥωμαίων ἀντιδωρούμενοι. ἐμοὶ μὲν ἔξω λόγου δοκεῖ. ὅτι τοσούτοις τὸ ἐφίππειον ἐτιμήσαντο. οἱ δὲ Ῥωμαῖοι τῶν αἰχμαλώ‐ των οὐκ ἠλλάξαντο. Προκόπιός φησιν.
ε 3928 Ἐφίππιον: ἀγώνισμα ἐφ’ ἵππων τρεχόντων.
ε 3929 Ἔφιππος, Ἀθηναῖος, κωμικὸς τῆς μέσης κωμῳδίας.
ε 3930 Ἔφιππος, Κυμαῖος, υἱὸς Δημοφίλου, οἱ δὲ Ἀντιόχου, Ἰσοκρά‐ τους ἀκουστὴς τοῦ ῥήτορος, ἱστορικός· ἔσχε δὲ υἱὸν Δημόφιλον τὸν ἱστορικόν. ἦν δὲ ἐπὶ τῆς Ϟγʹ ὀλυμπιάδος, ὡς καὶ πρὸ τῆς Φιλίππου βασιλείας εἶναι τοῦ Μακεδόνος. ἔγραψεν ἀπὸ τῆς Ἰλίου πορθήσεως καὶ τῶν Τρωϊκῶν μέχρι τῶν αὑτοῦ χρόνων βιβλία λʹ, Περὶ ἀγαθῶν καὶ κακῶν βιβλία κδʹ, Παραδόξων τῶν ἑκασταχοῦ βιβλία ιεʹ, Εὑρε‐ μάτων, ὧν ἕκαστος εὗρε, βιβλία βʹ. καὶ λοιπά.
ε 3931 Ἐφίππων ὀνόματα: ἴλη ἱππέων, ἄνδρες ξδʹ. ἐπιλαρχία, βʹ ἶλαι ἱππέων, ἀνδρῶν ρκηʹ. ταραντιναρχία, βʹ ἶλαι ἱππέων, ἀνδρῶν σνϛʹ. ἱππαρχία, βʹ ταραντινοὶ ἱππέων, ἀνδρῶν ιβʹ. ἐφιππαρχία, βʹ ἱππαρχίαι ἱππέων, ἀνδρῶν ͵ακδʹ. τέλος, βʹ ἐφιππαρχίαι ἱππέων ͵βμηʹ. ἐπίταγμα, βʹ τέλη ἱππέων, ἀνδρῶν ͵θϞϛʹ.
ε 3932 Ἐφίπταται· αἰτιατικῇ.
ε 3933 Ἐφιστάμενος: ἀναμένων, σχολαίως βαδίζων. ὁ δὲ ἐπορεύετο ἄλλοτε καὶ ἄλλοτε ἐφιστάμενος. ὅσον δ’ ἂν χρόνον τὸ ἡγούμενον τοῦ στρατεύματος ἐπιστῇ, τοσοῦτον ἀνάγκη χρόνον δι’ ὅλου τοῦ στρατεύ‐ ματος γίνεσθαι τὴν ἐπίστασιν.
ε 3934 Ἐφίστη: ἔταττεν, ὥριζεν. ἄρχοντάς τε ἐφίστη τούτοις ἅπασι τοὺς ἀδωροτάτους, ὅπως μὴ διὰ φιλοπλουτίαν βλακεύοιεν.
ε 3935 Ἑφθαλέου: ἑφθοῦ. καὶ Ἑφθοῦν, τὸ ὀπτᾶν. ἢ τὸ δι’ ὕδατος ἕψειν.
ε 3936 Ἑφθοὶ πυροὶ διεγερτικοί εἰσι πρὸς συνουσίαν. καὶ πυροὺς τῇ Ἀφροδίτῃ ἔθυον.
ε 3937 Ἔφλα με: ἔτυπτέ με.
ε 3938 Ἐφλέγετο: ἐν ἐπιθυμίᾳ ἦν. Αἰλιανός· ὁ δὲ Ἰάσων ὁ Θετταλὸς ἐπὶ τοῖς ἀναθήμασιν ἐν Δελφοῖς ἐφλέγετο.
ε 3939 Ἐφοδεύεται: διοδεύεται.
ε 3940 Ἐφοδευσάτωσαν: κατασκοπησάτωσαν.
ε 3941 Ἐφόδια: τὰ πρὸς τὴν ὁδὸν ἐπιτήδεια ἀναλώματα. ἐφόδιον παιδείας ὁ πλοῦτος.
ε 3942 Ἐφόδιον. εὔχεται τῷ θεῷ τοὺς κακοὺς μὴ δυναστεύειν καὶ ἔχειν πλοῦτον εἰς ἐφόδιον ἀδικίας.
ε 3943 Ἔφοδος: ὁρμή.
ε 3944 Ἐφόλκια: καράβια μικρά. παρὰ τὸ ἕλκεσθαι ὑπὸ τῶν κωπηλα‐ τῶν ἢ τῶν μεγάλων πλοίων. καλοῦνται δὲ καὶ οἱ τῶν πόλεων τὰ ὤνια ἐπισκοπούμενοι. τῶν δὲ στειλάντων ἐν ἐφολκίῳ τινὰς καὶ μαθόντων Ῥωμαϊκὴν εἶναι τὴν πεῦσιν. καὶ τὰ ἔπιπλα τὰ ἀγώ‐ γιμα. ὄλπη μοι καὶ πλήρη ἐφόλκια. καὶ Ἀριστοφάνης Σφηξίν· οὐ μὴν πρὸ τοῦ γ’ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτ’ ἀναΐδων Φρυνίχου. ἀντὶ τοῦ ὕστερος. καὶ αὖθις· ἐθάρρει γὰρ τὸν χῶρον ἐφολκὸν εἶναι τῇ ὄψει καὶ πολλοὺς Ῥωμαίων ἐπάξεσθαι. ἀντὶ τοῦ ἐφελκυστικόν.
ε 3945 Ἐφολκίδα· ὁ τοίνυν Βλαῖσος ἐπὶ τὴν θοίνην κληθεὶς οἷον ἐφολκίδα ἄκλη‐ τον ἐπάγεται Ἀσκώνιον Παιδιάν· ἐξῆν γὰρ καὶ ἐπικλήτους οἱονεὶ σκιὰς ἑαυτοῖς παρακαλεῖν τινας. ζήτει ἐν τῷ Ἀπίκιος Μάρκος.
ε 3946 Ἐφορεύειν: ἐποπτεύειν.
ε 3947 Ἐφορεία: ἡ ἐποψία, ἡ ἐπίσκεψις.
ε 3948 Ἐφορεία: ἡ ἐπὶ τῶν ὅρων γιγνομένη προαγόρευσις· ὡς Δη‐ μοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους.
ε 3949 Ἐφορμεῖν: ἐν τῷ ἐφεδρεύειν. οὕτω Δημοσθένης ἐν Φιλιππι‐ κοῖς. ἐνεδρεύειν δὲ ἐν πλοίοις.
ε 3950 Ἐφόρμους· Θουκυδίδης· οἱ Ἀθηναῖοι τοὺς ἐφόρμους ἐπ’ ἀμφοτέροις τοῖς λιμέσιν ἐποιοῦντο. τὰς ἐφορμίσεις.
ε 3951 Ἔφορος: ὁ πάντων ἐπόπτης καὶ θεωρὸς θεός.
ε 3952 Ἔφορος, Κυμαῖος, ἱστορικός, ὁ νεώτερος. ἔγραψε τὰς Γα‐ ληνοῦ ἱστορίας ἐν βιβλίοις κζʹ, Κορινθιακά, Περὶ τῶν Ἀλευαδῶν· καὶ ἄλλα.
ε 3953 Ἔφορος Κυμαῖος καὶ Θεόπομπος Δαμασιστράτου, Χῖος, ἄμφω Ἰσοκράτους μαθηταί, ἀπ’ ἐναντίων τό τε ἦθος καὶ τοὺς λόγους ὁρμώ‐ μενοι. ὁ μὲν γὰρ Ἔφορος ἦν τὸ ἦθος ἁπλοῦς, τὴν δὲ ἑρμηνείαν τῆς ἱστορίας ὕπτιος καὶ νωθρὸς καὶ μηδεμίαν ἔχων ἐπίτασιν· ὁ δὲ Θεό‐ πομπος τὸ ἦθος πικρὸς καὶ κακοήθης, τῇ δὲ φράσει πολὺς καὶ συνεχὴς καὶ φορᾶς μεστός, φιλαλήθης ἐν οἷς ἔγραψεν. ὁ γοῦν Ἰσοκράτης τὸν μὲν ἔφη χαλινοῦ δεῖσθαι, τὸν δὲ Ἔφορον κέντρου. φυγὰς δὲ γενό‐ μενος ὁ Θεόπομπος ἱκέτης ἐγένετο τῆς Ἐφεσίας Ἀρτέμιδος, ἐπέστελλέ τε πολλὰ κατὰ Χίων Ἀλεξάνδρῳ, καὶ μέντοι καὶ αὐτὸν Ἀλέξανδρον ἐγκωμιάσας πολλά. λέγεται δὲ καὶ ψόγον αὐτοῦ γεγραφέναι, ὃς οὐ φέρεται.
ε 3954 Ἐφόρουν: ἐκόμιζον. Θουκυδίδης· ἐφόρουν δὲ τὴν ὕλην εἰς αὐτὸ καὶ λίθους καὶ γῆν καὶ εἴ τι ἄλλο ἀνύτειν μέλλοι ἐπιβαλ‐ λόμενον.
ε 3955 Ἔφοροι· Περικλέης τοὺς Ἐφόρους τῶν Σπαρτιατῶν συμπείσας ἐπὶ τῷ τῆς πόλεως συμφέροντι χρήμασι τοῦτο μὲν τοῖς λόγοις οὐκ ἀνέγραψεν, ὡς ἂν ἀπόρρητον ὑπάρχον καὶ πολλὴν αἰσχύνην τοῖς δωροδοκήσασι φέρον· ἐς μέντοι τὸ δέον ἀναγέγραφεν αὐτὰ ἀνηλῶ‐ σθαι. καὶ αὖθις· οἱ δὲ Ἡρακλεῶται ἐμπίπτουσιν ἐς στάσιν βαρεῖαν. εἶτα ἐπανελθεῖν ἐς φιλίαν καὶ συμβιβάσεις βουλόμενοι προαιροῦνται ἔφορον τῆς αὖθις ὁμονοίας τὸν Κλέαρχον. καὶ αὖθις· ὁ δὲ πρὸς τοὺς ἐφόρους ἔγραψεν, ὡς ἐκείνους κήρυγμα ποιήσασθαι δημοσίᾳ τήν τε πίτταν τῶν βαλανείων ἐξαιροῦντας καὶ τὰς παρατιλτρίας ἐξελαύ‐ νοντας ἐς τὸ ἀρχαῖον ἀποκαθίστασθαι.
ε 3956 Ἔφοροι· παρὰ Λακεδαιμονίοις τὸν ἀριθμὸν εʹ, οὓς ἐφόρους ἐκάλουν διὰ τὸ ἐφορᾶν τὰ τῆς πόλεως πράγματα. ἐν διαδοχῇ δὲ ἦσαν.
ε 3957 Ἐφόσον: ἓν μέρος λόγου.
ε 3958 Ἐφ’ ὅτῳ: ἐφ’ ᾧ τινι.
ε 3959 Ἐφούδ.
ε 3960 Ἐφ’ ᾧ: ἐπὶ τούτῳ. Πολύβιος· ὁ δὲ Μάρκος δοὺς πίστεις ὑπὲρ ἀσφαλείας ἔπεισεν αὐτοὺς ἐκχωρεῖν ἐς Ἰταλίαν, ἐφ’ ᾧ λαμβάνον‐ τας μέτρημα παρὰ τῶν Ῥηγίνων πορθεῖν τε Βρεττιανὴν κυρίους ὄντας, ὧν ἂν ἐκ τῆς πολεμίας ὠφεληθῶσι. καὶ αὖθις· καὶ συνέθεντο μεθέξειν τῆς κοινῆς συμμαχίας, ἐφ’ ᾧ λαμβάνειν κʹ τάλαντα κατ’ ἐνιαυτόν.
ε 3961 Ἐφώδευσαν: ἐπέτρεχον.
ε 3962 Ἐφ’ ᾧ πάρει· καὶ Χριστὸς πρὸς τὸν Ἰούδαν· ἑταῖρε, ἐφ’ ᾧ πάρει; ἀντὶ τοῦ ἐπὶ τίνι παραγέγονας;
ε 3963 Ἐφωδήγει, Ἐποδήγει δέ.
ε 3964 Ἐφραθᾶ: τόπος.
ε 3965 Ἐφραΐμ: ὄνομα κύριον.
ε 3966 Ἐφραῖος: ὄνομα κύριον.
ε 3967 Ἔφριξα: τὰς τρίχας ὠρθώθην, ἐπυκνώθην. Ὅμηρος· ἔφριξε δὲ μάχη. καὶ Σοφοκλῆς· ἔφριξ’ ἔρωτι, περιχαρὴς δ’ ἀνεπτόμην. ἀντὶ τοῦ ὠρθώθην τῇ ἡδονῇ, ἀνεπτερώθην.
ε 3968 Ἐφρύαξαν: ἐταράχθησαν.
ε 3969 Ἐφοινίττετο: ἠρυθραίνετο. αὐτίκα ὅγε τῷ πληκτικῷ τοῦ λόγου συγχέας τὸ πρόσωπον ἐφοινίττετο.
ε 3970 Ἔφυ: ἐγένετο.
ε 3971 Ἔφυγον κακόν, εὗρον ἄμεινον: τάττεται ἐπὶ τῶν ἀπὸ κακοῦ εἰς κρεῖττον ἐλθόντων. ἔθος γὰρ Ἀθήνησιν ἐν γάμοις στρέφεσθαι ἀμφιθαλῆ παῖδα, ἀκάνθας μετὰ δρυΐνων καρπῶν φέροντα καὶ λίκνον πλῆρες ἄρτων, λέγειν τὸ προκείμενον, αἰνισσόμενον τὴν ἐπὶ τὸ κρεῖτ‐ τον μεταβολήν. τὸ γὰρ ἐκ τῶν δρυῶν καὶ ἀκανθῶν στέμμα κακὸν ἔλεγον.
ε 3972 Ἔφυδρος: ὕδωρ ἐπάγων. κολυμβηταῖς ἐφύδροις. ὑφύδρους δὲ ἁλύσεις διατείνας διὰ τοῦ στόματος τοῦ λιμένος.
ε 3973 Ἐφ’ ὕδωρ: ἐν ταῖς πρὸς ὕδωρ δίκαις ἐλάγχανεν ὁ ἐπιμελησό‐ μενος τούτου.
ε 3974 Ἐφυλάξατο: ἐξέκλινεν, εἴασεν. τὰ μαλακὰ καὶ γεώδη ἢ ψαμμώδη ἐφυλάξατο διὰ τὰς ἐσομένας ὑφιζήσεις.
ε 3975 Ἐφύμνιον: τὸ ἐπὶ τῷ ὕμνῳ ᾆσμα.
ε 3976 Ἔφυντο: ἐνέφυσαν. σφόδρα ἐπεβάλλοντο, ὥστε δοκεῖν συμ‐ πεφυκέναι.
ε 3977 Ἐφύπερθεν: ὑπεράνω.
ε 3978 Ἔφυρον: ἔβρεχον, ἢ ἔπλυνον.
ε 3979 Ἐχάτιζεν: ἔχρῃζεν.
ε 3980 Ἐχέγγυον: ἀσφαλῆ. ἀλλ’ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον, ῥύου με καὶ φύλασσε.
ε 3981 Ἐχέγγυος: ὁ ἀσφαλὴς ἐγγυητής· ὁ διὰ πίστεως ἄξιος. παρὰ δὲ Θουκυδίδῃ ἰσχυρόν, ἐγγυῆσαι δυνάμενον.
ε 3982 Ἔχε δή: ἀντὶ τοῦ ἄγε δή, ἢ ἄρα δή, πρόσεχε, ἤ τι τοιοῦτο.
ε 3983 Ἐχέδημος: ὄνομα κύριον.
ε 3984 Ἔχεεν: ἔχωσεν.
ε 3985 Ἐχεκρατίδας· καὶ Ἐχεκρατίδης, ὁ τοῦ Ἐχεκράτου παῖς.
ε 3986 Ἐχεμυθεῖ: ἔχει ἐν ἑαυτῷ τὸν λόγον.
ε 3987 Ἐχεμυθία: σιωπή, μυστήρια.
ε 3988 Ἐχέμυθον: μυστήριον κρυπτόν, ἢ φρόνιμον. ἦν δὲ ἐχέμυθος ἐς τὰ μάλιστα καὶ κρυψίνους, ἀλλ’ εἴς γε συναύξησιν ἀρετῆς καὶ κακίας μείωσιν ὅλην ἐξεκέχυτο τὴν ψυχήν.
ε 3989 Ἐχεμυθότατος: ὁ φρονιμώτατος.
ε 3990 Ἐχενηΐς: ἡ κρατοῦσα τὴν ναῦν ἄγκυρα. ἐν Ἐπιγράμμασι· ἄγκυράν τ’ ἐπὶ τοῖς ἐχενηΐδα, δεσμὸν ἀέλλης.
ε 3991 Ἐχενηΐς: γένος ἰχθυδίου, ὅ ἐστιν ἄβρωτον· μέγεθος δ’ ἔχει κωβιοῦ καὶ πτέρυγας δʹ. χρῶνται δέ τινες αὐτῷ πρὸς φίλητρα καὶ δίκας. εἴληφε δὲ τὸ ὄνομα ἀπὸ τοῦ ἔχεσθαι τῶν θεουσῶν νηῶν· ὃ καὶ ναυκράτης καλεῖται. ὁ ἅγιος Βασίλειος περὶ τούτου φησίν. Ναυ‐ κρατίτης ἰχθύς.
ε 3992 Ἐχέπωλος: ὁ ἔχων ἵππους.
ε 3993 Ἔχεσθαι· γενικῇ.
ε 3994 Ἐχέτλη: τοῦ ἀρότρου τὸ κράτημα.
ε 3995 Ἔχετον: ἀντὶ τοῦ ἐχέτωσαν. δυϊκῶς. λέγετον τοῦτο Τίμαιος καὶ Ἀναξιμένης, ἔχετον δὲ καὶ Κλείταρχον αὐτοῖς νοοῦντας ἐς μίαν καὶ τὴν αὐτήν. καὶ Ἐχέτην, δυϊκῶς ἀντὶ τοῦ εἶχον.
ε 3996 Ἔχετος: τύραννος ἀπηνὴς καὶ σκληρός. Ὅμηρος· πέμψω ς’ εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, ὅς κ’ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ. καὶ ἕτερος· ἐκπέμπει δὲ ὁ Φῆστος τὸν ποιητικὸν καὶ μυθώδη Ἔχετον καὶ εἰ δή τις ἄλλος ἐκ Σικελίας ἢ Θετταλίας, χρυσὸν ἀποδείξων καὶ πανήγυριν.
ε 3997 Ἐχέτω: κρατείτω. Ἀριστοφάνης· ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ· κῦμα δὲ πόντου μὴ κελαδείτω γλαυκόν.
ε 3998 Ἐχέφρων: συνετός.
ε 3999 Ἔχει αὐτὸν ὁ τοῦ θανάτου ζόφος χαλινώσας: ἀντὶ τοῦ τέθνηκεν.
ε 4000 Ἔχει ὁ ἀνὴρ γυναῖκα, ἔχεται δὲ ἡ γυνὴ ὑπὸ τοῦ ἀνδρός.
ε 4001 Ἐχειρώθη: ἐκρατήθη.
ε 4002 Ἔχεις τι: ἐπὶ τῶν ἀγρευόντων ἤτοι ὄφιν ἢ ἰχθύν. λέγεται δὲ τὸ ἔχεις τι, ἀντὶ τοῦ εἴληφάς τι. συνεβούλευε γὰρ αὐτῷ ὁ Σω‐ κράτης ὥσπερ ἀναπτῆναι τὴν διάνοιαν, ἐάσαντι τὴν φροντίδα, τῇ τῶν ἀγρευόντων χρησάμενος λέξει. τοῖς γὰρ ἁλιεῦσιν ἢ τοῖς ὀρνιθοθήραις οὕτω φασίν, ἔχεις τι; ὁ δὲ γέρων φησί, μὰ τὸν Δί’, οὐδὲν ἔγωγε. οὐδὲν πάνυ; οὐδέν, πλὴν τὸ πέος ἐν τῇ δεξιᾷ. τουτέστι τὸ αἰδοῖον. καὶ μιμεῖσθαι τὸν δερμύλλοντα ἑαυτόν.
ε 4003 Ἐχεῖτο: ἐξεκέχυτο.
ε 4004 Ἐχηρώθησαν: ἀνδρῶν ἐστερήθησαν, ἐχήρευσαν.
ε 4005 Ἐχήρωσεν: ἐστέρησεν. ὁ δὲ τῶν ἀγαθῶν τὴν βασιλείαν ἐχήρω‐ σεν ἁπάντων.
ε 4006 Ἐχείδιον: τὸ ὀφείδιον.
ε 4007 Ἔχιδνα: ὄφις.
ε 4008 Ἐχινάς, Ἐχινάδος: ὄνομα νήσου.
ε 4009 Ἐχῖνος τὸν τόκον ἀναβάλλῃ: λέγεται ἐφ’ ὧν τὸ ἀναβάλ‐ λεσθαι πρὸς χείρονος γίνεται. καὶ γὰρ οἱ χερσαῖοι ἐχῖνοι δοκοῦσι κεντούμενοι ἀνέχειν τὸν τόκον, εἶθ’ ὕστερον ὑπὸ τραχυτέρων τῶν ἐμβρύων κάκιον ἀπαλλάσσειν ἐν τῷ τόκῳ. Ἐχῖνος δὲ καὶ τὸ ζῷον, καὶ ἡ γαστὴρ τοῦ βοός. ἐν Ἐπιγράμμασι· ὀξέσι λαχνήεντα δέμας κέντροισιν ἐχῖνον. καὶ αὖθις· κώμαυλος τὸν ἐχῖνον ἰδὼν ἐπὶ νῶτα φέροντα ῥᾶγας ἀπέκτεινε τῷδ’ ἐπὶ θειλοπέδῳ.
ε 4010 Ἐχῖνος. ποῖος δὲ Νηρεὺς τῶν ἐχίνων τοῖς σάλοις προβλεπτι‐ κὰς δίδωσιν ἐν βυθῷ κόρας, ὅπως φύγωσι πρὸ ζάλης τὰ τῆς ζά‐ λης. καὶ παροιμία· πρίν κε δύο ἐχῖνοι ἐς φιλίαν ἔλθοιεν, ὁ μὲν ἐκ πελάγους, ὁ δὲ ἐκ χέρσου· ἐπὶ τῶν ἀνομοίων.
ε 4011 Ἐχίνους: τοὺς χοιρογρυλλίους.
ε 4012 Ἐχῖνος: ἄγγος τι, εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο. μνημονεύει δὲ Δημοσθένης τοῦ ἄγγους τούτου, ἀλλὰ καὶ Ἀριστοτέλης καὶ Ἀριστοφάνης. ἦν δὲ καὶ πόλις, ἧς μνημονεύει Δημο‐ σθένης ἐν εʹ Φιλιππικῶν. ἔστι δέ τι καὶ ζῷον χερσαῖον, καὶ θαλάσσιον ὄστρεον.
ε 4013 Ἐχῖνοι: οἱ μὲν χαλκοῖ, οἱ δὲ ἐκ κεράμου· εἰς ἃ καθιᾶσιν οἱ διαιτηταὶ τὰ γραμματεῖα τῶν μαρτυριῶν, ἅ τινες ἐμαρτύρησαν, καὶ κατασημηνάμενοι μετὰ ταῦτα, εἰ ἐγκληθείη ἡ δίαιτα, τοῖς δικασταῖς ἐπεδίδουν.
ε 4014 Ἐχίων: ὄνομα κύριον. καὶ συστέλλει. ἦν δὲ ὠκύτατος ποσίν.
ε 4015 Ἔχις: εἶδος ὄφεως. ἀπὸ τοῦ κατέχειν· διότι μόνον τῶν ὄφεων οὐκ ᾠοτοκεῖ, ἀλλὰ ζῳοτοκεῖ. ἡ δοτικὴ τῷ ἔχει. καὶ Ἐχείδιον. λέγεται καὶ αἱμόρρους γένος ἔχεος, ἐν τοῖς πετρώδεσι χηραμοῖς ἔχον τὰς διατριβάς.
ε 4016 Ἐχθραντέος· Σοφοκλῆς· ὅ τ’ ἐχθρὸς ἡμῖν ἐς τοσόνδ’ ἐχθραντέος, ὡς καὶ φιλήσων αὖθις· ἔς τε τὸν φίλον τοιαῦθ’ ὑπουργῶν ὠφελεῖν βουλήσομαι, ὡς αἰὲν οὐ μενοῦντα. δεῖ, φησί, προσέχειν τοῖς ἐχθροῖς, ὡς αὖθις φίλοις ἐσομένοις· καὶ τοῖς φίλοις, ὡς ἐχθροῖς. συμμέτρως οὖν φησι χρῆσθαι τοῖς πράγμασιν.
ε 4017 Ἐχθραντέος τοῦ ἐχθραντέου κλίνεται. καὶ ζήτει παράνω ἐν τῷ ἔχις.
ε 4018 Ἐχθαίρει· αἰτιατικῇ. μισεῖ.
ε 4019 Ἔχθημα: μίσημα.
ε 4020 Ἔχθιον: ἐχθρότατον. Σοφοκλῆς· βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς. τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.
ε 4021 Ἔχθιστος: ἐχθρότατος.
ε 4022 Ἐχθοδοπόν: ἐχθροποιόν.
ε 4023 Ἐχθόμενος: ἐχθρός, ἢ μισούμενος.
ε 4024 Ἔχθος: ἔχθρα, μῖσος.
ε 4025 Ἐχθραίνει· δοτικῇ. ἐχθρὸν ποιεῖ. καὶ Ἐχθρεῦσαι, ἐχ‐ θροὺς γενέσθαι. ἐχθρεῦσαί φασιν αἰετὸν καὶ κάνθαρον ἐκ τοῦ ἑκάτερον αὐτῶν θατέρου τὰ ᾠὰ διασπᾶν.
ε 4026 Ἐχθρὸς καὶ ἐκδικητής: παρὰ τῷ Δαβὶδ ὁ διάβολος.
ε 4027 Ἐχθρωδῶς: ἀπεχθῶς, καὶ κακῶς.
ε 4028 Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα· ὁ Αἴας φησίν· ἀλλ’ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους λειμῶνας, ὡς ἂν λύμαθ’ ἁγνίσας ἐμὰ μῆνιν βαρεῖαν ἐξαλεύσωμαι θεᾶς. μολών τε χῶρον, ἔνθ’ ἂν ἀστιβῆ κίχω, κρύψω τόδ’ ἔγχος τοὐμὸν ἔχθιστον βελῶν γαίας ὀρύξας, ἔνθα μή τις ὄψεται, ἀλλ’ αὐτὸ νὺξ ᾅδης τε σῳζόντων κάτω. ἐγὼ γάρ, ἐξ οὗ χειρὶ τοῦτ’ ἐδεξάμην παρ’ Ἕκτορος δώρημα δυσμενεστάτου, οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα. ἀλλ’ ἔστ’ ἀληθὴς ἡ βροτῶν παροιμία· ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα. τοιγὰρ τὸ λοιπὸν εἰ‐ σόμεσθα μὲν θεοῖς εἴκειν· μαθησόμεθα δ’ Ἀτρείδας σέβειν. ἄρχοντές εἰσιν ὥσθ’ ὑπεικτέον· τί μή; καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα τιμαῖς ὑπείκει. λύσις ὀνείρου· ἐχθροῖς συνέσθειν εἰς καταλλαγὴν φέρει.
ε 4029 Ἔχμα: τὸ στήριγμα.
ε 4030 Ἐχολώθησαν: ὠργίσθησαν.
ε 4031 Ἔχομαι· γενικῇ.
ε 4032 Ἐχόμενα· ὁ δὲ Πέρσης πολλὰ μὲν καὶ ἄλλα ἔδρασεν ἀσεβείας τε καὶ ὕβρεως ἐχόμενα καὶ βάρβαρον ἀμαθίαν τε καὶ ἀπαιδευσίαν ὁμο‐ λογοῦντα. καὶ ἀντὶ τοῦ ἀκολουθοῦντα, ἀντεχόμενα.
ε 4033 Ἐχόμενος: ἐγγύς, ἢ κατέχων.
ε 4034 Ἔχοντας σιτί’ ἡμερῶν τριῶν: Ἀριστοφάνης. ἀντὶ τοῦ πολεμεῖν μέλλοντας. οἱ γὰρ πολεμοῦντες πρὸς γʹ ἡμέρας ὡρίζοντο παρὰ τῶν στρατηγῶν ἔχειν σιτία εἰς τὸν πόλεμον. ἐχορηγοῦντο δὲ αὐτὰ ἐκ τῶν δημοσίων.
ε 4035 Ἔχοντες: οἰκοῦντες.
ε 4036 Ἐχόντων: ἀντὶ τοῦ ἐχέτωσαν. ἐχόντων μὲν οὖν ὡς ἔχουσιν ἕκαστοι, καὶ ὥς πῃ ἑκάστῳ φίλον, κρινέτω.
ε 4037 Ἔχουν: ἐχώννυον. κἀκ τούτου οἱ μὲν ἔχουν, οἱ δὲ τοῖς βάλ‐ λουσιν ἀντεμάχοντο. καὶ αὖθις· καὶ χώματα βʹ ἑκατέρωθεν ἔχουν, ὡς πρὸς τὸ τεῖχος. ξύνδεσμος δὲ τοῦ χώματος αἱ πλίνθοι ἐγίνοντο αἱ ἐκ τῶν οἰκιῶν.
ε 4038 Ἔχω· αἰτιατικῇ.
ε 4039 Ἐχώλαναν.
ε 4040 Ἔχραον: μετὰ βλάβης ἐπῆλθον.
ε 4041 Ἐχρηματίσθη: χρησμὸν ἐδέξατο. καὶ Ἐχρήσθη, ὁμοίως.
ε 4042 Ἐχρῆν: ἔπρεπεν, ἥρμοζεν.
ε 4043 Ἔχρησεν: ἐμαντεύσατο, ἢ ἐδανείσατο.
ε 4044 Ἔχριμπτ’ ἀεί: ἀεὶ ἐπλησίαζεν. καὶ Ἔχριμψαν.
ε 4045 Ἔχρισεν: ἤλειψεν.
ε 4046 Ἐχρωματίσθη. χρῶμα ἐδέξατο.
ε 4047 Ἐχρῶντο.
ε 4048 Ἔχοι.
ε 4049 Ἐχύμισαν: ἀντὶ τοῦ ἔγχυμον ἐποίησαν. Ἀριστοφάνης Θεσμο‐ φοριαζούσαις· Ἀνακρέων, Ἀλκαῖος, οἵπερ ἁρμονίαν ἐχύμισαν.
ε 4050 Ἐχύρωμα: ἀσφάλεια. ὁ δὲ σκόλοπας ὀξεῖς ἐπιφερόμενος ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ.
ε 4051 Ἐχυρῶς: ἰσχυρῶς. ἢ ἀσφαλῶς.
ε 4052 Ἐχύρωσεν: ἰσχυροποίησεν.
ε 4053 Ἐχυρώτατον.
ε 4054 Ἕψα.
ε 4055 Ἑψανόν: ἁπαλόν. καὶ ἀτέραμνον, τὸ δυσέψανον. οὕτως Πλάτων.
ε 4056 Ἕψεαι: ἀκολουθήσεις.
ε 4057 Ἕψεμα: ὅπερ ἐστίν ...
ε 4058 Ἕψεται: ἀκολουθήσει. ἢ ἀκολουθεῖ.
ε 4059 Ἑψήσας. καὶ Ἑψημένος.
ε 4060 Ἑψητήριον: ἡ λοπάς.
ε 4061 Ἑψητόν· καὶ Ἑψητός, ὁ ἑψημένος.
ε 4062 Ἔψηχον: κατέμασσον, ἔτριβον, ἔξεον. οἱ μὲν τοὺς ἵππους ἔψηχον.
ε 4063 Ἑψία: ἡ ὁμιλία.
ε 4064 Ἕψια: τὰ ἀπὸ λόγων παίγνια· καὶ φιλέψιος, ὁ φιλοπαίγμων· ψιλούμενον δὲ φιλολόγος ἐστὶν ὁ φιλέψιος.
ε 4065 Ἑψιάσθων: παιζέτωσαν. καὶ Ἑψιᾶται, παίζει.
ε 4066 Ἑψιατέον: παικτέον, δεῖ παίζειν.
ε 4067 Ἑψιάτιμον: γνωστικὸν παίγνιον.
ε 4068 Ἐψιλωμένοι: γεγυμνωμένοι.
ε 4069 Ἕψιμον: τὸ παίγνιον.
ε 4070 Ἔψισαν: ἐψώμισαν.
ε 4071 Ἑψόμενος: ἀκολουθήσων, ἕψων.
ε 4072 Ἕψοντα κυάμους.
ε 4073 Ἔψον καὶ ἀπέψον, τὸ ἔψιον, διὰ τοῦ ο μικροῦ. ἀπέψων δὲ τὸ ἀπεσπόγγιζον, διὰ τοῦ ω μεγάλου. Ἑψῶν δὲ ἀντὶ τοῦ κνηθόμενος.
ε 4074 Ἑψῶν· τοῦτο καὶ βαρύνεται καὶ περισπᾶται. ὁ ἐνεστὼς ἑψῶ, ἑψήσω. ὥσπερ οἱ τὴν χρυσῖτιν γῆν ἑψῶντες.
ε 4075 Ἐψώμισεν: ἔθρεψεν.
ε 4076 Ἔψυρεν: ἀπεδίωξεν.
ε 4077 Ἐψυχαγώγησεν: ἐπήλπισε, παρεμυθήσατο· ἢ ψυχὰς διὰ μαγ‐ γανείας τῶν τελευτησάντων ἀνήγαγεν.
ε 4078 Ἐψύχθη: ἀπεπαύθη, ἠρέμησεν. ἄγρια δ’ αὐτοῦ ἐψύχθη χαλεπῆς πνεύματα θευφορίης.
ει 1 Εἶ, εἶ, εἶ, εἶ, εἶ, εἶ· ἡ ἐπέκτασις τοῦ ει εἰλίσσεται. κατὰ μίμησιν εἴρηται τῆς μελοποιΐας παρὰ Ἀριστοφάνει ἐν Βατράχοις.
ει 2 Εἴ: εὐκτικόν. καὶ κατ’ ἐπέκτασιν εἴθε. Πισίδης· εἲ γὰρ ἂν τὸ Περσίδος ἔσβεστο θράσος.
ει 3 Εἶα: παρακελεύσεως ἐπίρρημα.
ει 4 Εἰ ἐπιστολή· εἰ μὲν εἰσακούσαις πρώτη, εἰ δ’, ἀλλ’ ἀπείη τὸ ἀπευκταῖον, μόνη μοι ἔστω πρὸς σὲ ἡ ἐπιστολή.
ει 5 Εἴα: συνεχώρει.
ει 6 Εἴα: χόρτος. Ἤϊα δὲ βρώματα.
ει 7 Εἰαδότα: ἀρέσκοντα.
ει 8 Εἱαμενή: ὁ κάθυγρος τόπος.
ει 9 Εἱανόν: τὸ λεπτόν.
ει 10 Εἶαρ: τὸ ἔαρ.
ει 11 Εἰαρινὸν ἄνθος: τὸ κατὰ τὸν καιρὸν τοῦ ἔαρος.
ει 12 Εἴασεν: ἀφῆκεν.
ει 13 Εἵατο: ἐκάθητο. ἥμην ὁ παρατατικός· ἧντο, Ἰωνικῶς ἕατο, ποι‐ ητικῶς εἵατο. ἄλλως. ἑῶ, ἕημι, ἕεμαι, ἧμαι, κάθημαι, ἧνται, ἔαται Ἰωνικῶς καὶ πλεονασμῷ εἵαται, ὡς μέμνηται, μεμνέαται.
ει 14 Εἴβεσθαι; δακρύειν, στάζειν. καὶ Εἴβει, στάζει. σπήλυγγες Νυμφῶν εὐπίδακες, αἱ τόσον ὕδωρ εἴβουσαι σκολιοῦ τοῦδε κατὰ φρέατος.
ει 15 Εἲ γάρ: εἴθε γάρ.
ει 16 Εἴ γ’ ἐθέλεις: εἰ γνώμην ἔχεις, εἰ φρόνιμος εἶ καὶ συνετός.
ει 17 Εἰ δ’ ἄγε νῦν: διὸ δή.
ει 18 Εἰδαλίμας: συνετάς.
ει 19 Εἰδάλιμον: τὸ εὐειδές.
ει 20 Εἶδαρ: ἔδεσμα. καὶ Εἴδατα, τὰ βρώματα.
ει 21 Εἴδαυλος: συνετὸς λογισμός.
ει 22 Εἰδέα· ὅτι Πλάτων διαφόροις ὀνόμασιν ἐπὶ τοῦ αὐτοῦ σημαινο‐ μένου χρῆται. τὴν γοῦν εἰδέαν εἶδος ὀνομάζει καὶ γένος καὶ παρά‐ δειγμα καὶ ἀρχὴν καὶ αἴτιον καὶ οὔτε κινούμενον οὔτε μένον καὶ ταὐτὸ καὶ ἓν καὶ πολλά. καὶ πάλιν ἓν ὄνομα ἐν διαφόροις σημαινό‐ μενον. οἷον τὸ φαῦλον, ὃ σημαίνει τὸ ἁπλοῦν καὶ εὐχερές, ὡς Εὐριπίδης ἐν τῷ Λικυμνίῳ· φαῦλον, ἄκομψον, τὰ μέγιστ’ ἀγαθόν. ἁπλοῦν καὶ ἀπόνηρον λέγων. ἔστι δ’ ὅτε τίθεται καὶ ἐπὶ κακοῦ, καὶ τοῦ τυχόντος. Πλάτων ἐν τῷ περὶ ψυχῆς· φαῦλον πρᾶγμα, ἔφη, Κέβης ζητεῖς. τεθείη δ’ ἂν καὶ ἐπὶ τοῦ τυχόντος, οἷον, φαῦλον πρᾶγμα ἔσται. τὸ τυχὸν πρᾶγμα. καὶ ἐπὶ τοῦ ἁπλῶς τεθείη ἂν πρὸς τὸ οὕτω τυχόν. Πλάτων· πρᾶγμα δ’ ἔσται, ὡς ἔοικεν, οὐ φαῦλον, οὐδὲ μικρᾶς δεόμενον ἀρετῆς.
ει 23 Εἰδέα: ἡ μορφή. καλὸς τὴν εἰδέαν εἴ τις καὶ ἄλλος. τὸ Ἰδέα οἱ νῦν διὰ τοῦ ι γράφουσιν.
ει 24 Εἰ δέ τῳ: εἰ δέ τινι.
ει 25 Εἰδεχθές: ἄμορφον, ἀπρεπές, μυσαρόν, σεσαπριασμένον, σικχαν‐ τόν. καὶ θηλυκὸν Εἰδέχθεια.
ει 26 Εἰδεῖεν: γινώσκοιεν. καὶ Εἰδείη, γινώσκοι, ἐπίσταιτο. Ἀρι‐ στοφάνης· ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.
ει 27 Εἰδείην: εὐκτικῶς· ἀντὶ τοῦ γνοίην. ἔστιν εἰδώς, εἰδότος· καὶ τὸ εὐκτικὸν ὤφειλεν εἶναι εἴδοιμι, ἀλλ’ οὐκ εἰδείην, ἐπειδὴ τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς ὀξύτονον, διὰ τοῦ ντ κλινομένην, εἰς ην ἔχουσι τὸ εὐκτικόν, οἷον τυφθείς, τυφθείην. αὐτὸ δὲ οὐ κλίνεται διὰ τοῦ ντ, καὶ οὐκ ὤφειλεν εἶναι εἰδείην. ἀλλ’ ὥσπερ τροπῇ τῆς μι εἰς ην καὶ τοῦ ο εἰς ε, εἰδείην. καὶ ἐπειδὴ εἰς ην καθαρόν ἐστι τὸ εὐκτικόν, ἡνίκα ὦσι μετὰ περισπωμένου ἐνεστῶτος, οἷον ποιῶ, ἐὰν ποιῶ, ἢ ἐὰν ἔχωσι τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας διὰ τοῦ ντ κλινομένην δαρείς, δαρῶ. ἐν οἷς οὖν τοῦτο οὔτε μετὰ περισπωμένου τόνου ἐστι τοῦ ἐν‐ εστῶτος οὔτε ἔχει τὴν μετοχὴν εἰς ς ὀξύτονον διὰ τοῦ ντ κλινομένην, εἰδὼς γὰρ εἰδότος, οὐκ ὤφειλε περισπᾶσθαι· ἀλλὰ περιεσπάσθη ὡς εἴρηται· ἐπειδὴ ἐγένετο τὸ εὐκτικὸν εἰς ην καθαρόν.
ει 28 Εἰ δεῖ: ἐὰν χρῆ.
ει 29 Εἴδη· ὅτι ἀρχὰς τῶν εἰδῶν ἔλεγον οἱ Πυθαγόρειοι τὴν μονάδα καὶ δυάδα καὶ τριάδα, διότι οἱ ἀπὸ μονάδος συντιθέμενοι μέχρι τῆς τετράδος ποιοῦσι τὸν δέκα, ὃς αὐτοῖς καὶ τέλειος ἐνομίζετο, καὶ δεχὰς ἐπωνομάζετο. εἶναι οὖν ἔλεγον τὰς τετραδικὰς ταύτας ἀρχὰς καὶ κοινῶς ἐν πᾶσι καὶ ἰδίᾳ ἔν τε τοῖς νοητοῖς καὶ ἐν τοῖς φυσικοῖς καὶ ἐν τοῖς αἰσθητοῖς. κοινῶς μὲν οὖν ἐπὶ πάντων μονὰς μὲν τὰ νοητὰ (ἀμερὴς γὰρ ἐκείνων οὐ μόνον ἡ οὐσία, ἀλλὰ καὶ ἡ ἐνέργεια ἐν στάσει καὶ ἀκινησίᾳ θεωρουμένη), δυὰς δὲ καὶ ἡ ἐπιστήμη ἢ τὰ ἐπιστημονικά· ὡρισμένως γὰρ τὸ ἀπό του ἐπί τι ἔρχεται. ἡ γὰρ ἐπιστήμη μετάβασίς ἐστιν ἐξ ὡρισμένων εἰς ὡρισμένα· οὐκ ἔστι γὰρ ἐπιστήμη ἀόριστος· ἔνθεν γὰρ καὶ ἐπιστήμη ἐκλήθη, παρὰ τὸ ἐπὶ στάσιν ἡμᾶς ἄγειν. τριὰς δὲ τὰ δοξαστὰ καὶ φυσικά· φυσικὰ δέ φημι τὰ καθόλου, τὰ ἐν τοῖς φυσικοῖς, ἀλλ’ οὐ τὰ καθ’ ἕκαστα. τῶν γὰρ καθόλου φυσικῶν ἡ δόξα. τριὰς οὖν ἡ δόξα, διὰ τὸ ὁρμᾶν μὲν ἀπό του, μὴ ὡρισμένως δὲ ἐπί τι φέρεσθαι, ἀλλ’ ἢ ὧδε ἢ ὧδε.
ει 30 Εἰδημονικῶς: ἐμπείρως.
ει 31 Εἰδήμονος: ἐπιστήμονος.
ει 32 Εἰ εἰδῇς: εἰ γνῷς.
ει 33 Εἰδήσεις: μάθοις, ἐπιγνῷς. εἰδήσεις Ἀλκμᾶνα λύρης ἐλατῆρα Λακαίνης ἔξοχον, ὃν Μουσῶν ἔννε’ ἀριθμὸς ἔχει. καὶ Εἰδῇς, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου· ἐπιγνῷς, μάθοις. Ὅμηρος· ὄφρ’ εὖ εἰδῇς ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
ει 34 Εἰδῇς: γνῷς.
ει 35 Εἴδησις: ἡ γνῶσις. ὅτι ἡ εἴδησις τριττή. ἡ γὰρ ἐπιστήμη λέγεται εἴδησις, ὥς φησιν ὁ Πλάτων ἐν τῷ Φαίδωνι· τὸ γὰρ εἰδέναι τοῦτό ἐστι, τὸ λαβόντα του ἐπιστήμην ἔχειν καὶ μὴ ἀποβεβλῆσθαι. ἢ ἡ ὁλοσχερεστέρα γνῶσις, ἢ ἁπλῶς ἢ κοινοτέρα, καὶ τοῦτο ἑκάτερον περιέχουσα, ὥς φησιν Ἀριστοτέλης ἐν τοῖς Φυσικοῖς· ἐπειδὴ καὶ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι περὶ πάσας τὰς ἐπιστήμας. διὰ μὲν γὰρ τοῦ εἰδέναι τὴν ὁλοσχερῆ γνῶσιν σημαίνει, διὰ δὲ τοῦ ἐπίστασθαι τὴν ἀκριβῆ. ἢ τὴν κοινῶς ἐπὶ πάσης γνώσεως λεγομένην· ἣν ἐν τοῖς Μετὰ τὰ φυσικὰ παρέλαβεν.
ει 36 Εἰδοθέα: ὄνομα κύριον.
ει 37 Εἴδομεν: ἐθεασάμεθα.
ει 38 Εἰδομένη: ὁμοιωθεῖσα.
ει 39 Εἰδοποιῶ· αἰτιατικῇ.
ει 40 Εἶδος: μορφή. καὶ τὸ ὑπὸ τὸ γένος· οἷον ὑπὸ τὸ ζῷον ὁ ἄνθρωπος παρὰ φιλοσόφοις. ὁ δὲ Πρόκλος ἐθαύμαζε τοῦ Ἰσιδώρου τὸ εἶδος, ὡς ἔνθεον καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς.
ει 41 Εἴδω: τὸ κτίζω, εἴσω ὁ μέλλων. Εἴδω δὲ τὸ γινώσκω· αἰτιατικῇ.
ει 42 Εἰδωλεῖον: ὁ ναὸς τῶν εἰδώλων. Εἰδώλιον δὲ τὸ ὁμοίωμα τοῦ εἰδώλου. σημαίνει δὲ καὶ τὸν ζυγὸν τῆς νεώς.
ει 43 Εἰδωλολατρία: ἡ τῶν εἰδώλων σπονδή.
ει 44 Εἰδωλολάτρης: ὁ τῶν εἰδώλων θεραπευτής.
ει 45 Εἴδωλον: σκιῶδες ὁμοίωμα· ἢ φαντασία σώματος, σκιά τις ἀερο‐ ειδής. ὡς καὶ Βακχυλίδης· μελαμβαφὲς εἴδωλον ἀνδρὸς Ἰθακησίου. καὶ ὁ Ποιητὴς ἐπὶ τῆς Ἀντικλείας· τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον. αὐτὸς δὲ ἡ ὑπόστασις ἡ ἀληθής. δεῖ οὖν νοεῖν, ὡς φαντασίας σωμά‐ των παρέχουσι τοῖς ὁρῶσιν, οὐ μὴν καὶ ὑπόστασιν ἀληθῆ. κελεύει ἡ Πυθία εἴδωλόν τι πεπλασμένον εἰς ὄψιν γυναικὸς μετέωρον ἐξ‐ αρτᾶν· καὶ ἀνερρώσθη ἡ πόλις. καὶ αὖθις· ἦν δὲ ἄρα εἴδωλα ταῦτα ὧνπερ οὐ μετὰ μακρὸν ἔμελλε πείσεσθαι ὁ δυστυχὴς νεκρὸς ἐκείνου. ἀντὶ τοῦ ὁμοιώματα. καὶ ἡ Γραφὴ λέγει, οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν ὁμοίωμα, ὡς διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος. εἴδωλα μὲν γὰρ τὰ τῶν οὐχ ὑφεστώτων μιμήματα, οἷον Τρίτωνες καὶ Σφίγγες καὶ Κένταυροι· ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώ‐ των εἰκάσματα, οἷον θηρίων ἢ ἀνθρώπων. διαφέρει δὲ προσκυνῆσαι τοῦ λατρεῦσαι· συμβαίνει μὲν γὰρ διὰ φόβον προσκυνῆσαι, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχήν. ἑκάτερον δὲ ἀσεβὲς καὶ θεοστυγές. Σοφο‐ κλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα. ἀντὶ τοῦ ἀπει‐ κάσματα ἀνυπάρκτων ἀνυπαρκτότερα. καὶ Δαμάσκιός φησιν· ὅταν ἀντὶ πραγμάτων γεγενημένων εἴδωλα ἄττα ἀναγραφώμεθα, σκιὰν ὀνειράτων κατὰ Πίνδαρον. καὶ τοῦ Ἐφραὶμ υἱοὶ εἰδώλων θερα‐ πευταὶ ἐτύγχανον ὄντες.
ει 46 Εἴδωλον: ὁμοίωμα εἴδους. Σοφοκλῆς· ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν εἴδωλα, ὅσοιπερ ζῶμεν, ἢ κούφην σκιάν. τοιαῦτα τοίνυν ἐσορῶν ὑπέρκοπον μηδέν ποτ’ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος, μηδ’ ὄγκον αἴρῃ μηδέν’, εἴ τινος πλέον ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει. ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν ἅπαντα τἀνθρώπεια. τοὺς δὲ σώφρονας θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς.
ει 47 Εἰδώς: μαθών.
ει 48 Εἰδοί: τοῦ μηνός.
ει 49 Εἰδυλίσα: ἡ ἐπιστήμων.
ει 50 Εἶεν: ἄγε δή. ἡ συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα.
ει 51 Εἶεν: τοῦτο καλεῖται ἀπόθεσις λόγου. ἀντὶ τοῦ ταῦτα μὲν δὴ οὕτως.
ει 52 Εἰ εἰδῇς: εἰ γνῷς.
ει 53 Εἴη: ὑπάρχοι.
ει 54 Εἶθαρ: χρονικόν. ἀντὶ τοῦ εὐθέως, ἢ εὐθύς. τὸ δὲ Ἰθύς, ὡς ἐπὶ τὸ πολύ. ἐπ’ εὐθείας.
ει 55 Εἴθε: σχετλιαστικὸν ἐπίρρημα. καὶ εἰ ὁμοίως.
ει 56 Εἰκάδιος: ὄνομα κύριον.
ει 57 Εἰκάζων: οἰόμενος, ἢ ὁμοιῶν. εἶχε δὲ προκάλυμμα τοῦ προσ‐ ώπου φάσματα μικρὸν ὡς εἰκάζεσθαι μᾶλλόν τι ἢ ἀτρεκέως καθορᾶσθαι τὴν μορφὴν αὐτῆς. καὶ αὖθις· δεινότατος ἔδοξε τῶν καθ’ αὑτὸν οἷα δὴ ἱκανώτατος τὸ ἀφανὲς εἰκάσαι.
ει 58 Εἴκαθεν: ὑπεχώρει. οἷς εἴκαθε πῦρ ἄσπετον.
ει 59 Εἰκάθειν: εἴκειν, κατὰ παραγωγήν.
ει 60 Εἰκάθειν: ὑποχωρεῖν, ὑπείκειν. Σοφοκλῆς· ἀλλὰ τῷ χρόνῳ στένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκάθειν.
ει 61 Εἰκάκεισαν: ὑπερσυντελικὸς ἐκ τοῦ εἰκάζω.
ει 62 Εἴκασεν: ὡμοίωσεν.
ει 63 Εἰκασία: ὁ εἰκασμός.
ει 64 Εἰκάσμεθα: παρὰ Ἀριστοφάνει, ἀντὶ τοῦ ἐσκώμμεθα. ταυτὶ γὰρ εἰκάσμεθα κατὰ τὸν Αἰσχύλον.
ει 65 Εἰκασμένος: ὅμοιος.
ει 66 Εἰκαία: ὀλίγη, ὡς ἔτυχεν. Καλλίμαχος· εἰκαίην, τῆς οὐδὲν ἀπ‐ έβρασε φαῦλον ἀλετρίς. τουτέστιν ἧς τὰ ἀποβράσματα, ἤγουν τὰ πίτυρα, οὐκ ἀπέκρινεν, οὐδὲ ἀπεκάθηρεν ἡ μυλωθρός. ἀντὶ τοῦ ἄσειστον τὸ ἄλευρον.
ει 67 Εἰ καὶ λύκου ἐμνήσθης: τοῦτο λέγεται ἐπὶ τῶν ἂν μνησθῇ τίς, καὶ εὐθὺς παραγινομένων.
ει 68 Εἰ καὶ νῦν ἐγὼ τὸν πατέρ’ ὅτι βούλομαι, τούτων ἀπαλλαχθέντα τῶν ὀρθοφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων, ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά. Ἀριστοφάνης.
ει 69 Εἰκαιοβουλία: ματαιοφροσύνη.
ει 70 Εἰκαιομυθεῖ: φλυαρεῖ. καὶ Εἰκαιομυθία· ἡ φλυαρία.
ει 71 Εἰκαῖον: μάταιον, ἀνωφελές. θεραπεία δὲ τοῦ ἐν ἑκάστῳ ἡμῖν δαίμονος, τοῦτον καθαρὸν πάθους διατηρεῖν καὶ εἰκαιότητος καὶ δυσ‐ αρεστήσεως τῆς πρὸς τὰ ἐκ θεοῦ καὶ ἀνθρώπων γινόμενα. καὶ αὖθις· μηδὲν γὰρ εἰκαῖον Πλάτων λέγειν φησίν.
ει 72 Εἰκαιορημονῶ: ματαίως λέγω.
ει 73 Εἰκαιορημοσύνη: ματαιολογία.
ει 74 Εἰκαῖος: μάταιος. καὶ Εἰκαιότης.
ει 75 Εἴκελος: ὅμοιος. διφορεῖται κατὰ τὴν γραφήν.
ει 76 Εἰκῇ: ματαίως. ἀντὶ τοῦ ψευδές. τοῦτο τῶν εἰκῇ πεπιστευ‐ μένων ἐστί.
ει 77 Εἰκῇ: μάτην. παροιμία· Μὴ εἰκῇ τὴν Ἄβυδον. λείπει παρα‐ πλεῖν ἢ διαφοιτᾶν. λέγεται δὲ ἐπὶ τῶν διακινδυνευόντων.
ει 78 Εἰκῆ ῥαψῳδεῖ: ἀντὶ τοῦ φλυαρεῖ. ὁ δὲ σκήπτεται μανίαν, καὶ εἰκῇ καὶ ὡς ἔτυχεν ἄλλα ἔπ’ ἄλλοις ἐλάλει, καὶ ἀκόλουθον τῷ προτέρῳ δεύτερον οὐδέν.
ει 79 Εἰκῇ τῷ Ἡρακλεῖ: ἐπὶ τῶν ἀλήπτως τὰ πράγματα ἐπιτε‐ λούντων.
ει 80 Εἰκοβολεῖν: εἰκάζειν. ἢ εἰκῆ καὶ μάτην βάλλειν. φῶς ἑαυτοῖς παρεσκεύαζον εἰς τὸ μήτε σφάλλεσθαι μήτ’ εἰκοβολεῖν. Πολύβιός φησιν.
ει 81 Εἴκομεν: ὑποχωροῦμεν. καὶ Εἴκοντες ὁμοίως.
ει 82 Εἰκονίζειν· αἰτιατικῇ· καὶ χαρακτηρίζειν ταυτόν ἐστιν. ἀπὸ γὰρ τοῦ σχήματος κυρίως ἄμφω λαμβάνεται.
ει 83 Εἰκός: πρέπον, ἢ ἀκόλουθον, εὔλογον. λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ τάχα. τῶν τοῦ Καίσαρος κρατησάντων, οὐκ ἐπεδίωξάν τινα· ὡς μὲν ἐμοὶ δοκεῖ καὶ τὸ εἰκὸς συμβάλλεται, ὅτι μὴ καταλαβεῖν αὐτοὺς ἐδύναντο ἢ ἐφοβήθησαν ἐξοκεῖλαι εἰς τὰ βράχη. καὶ αὖθις· ταῦτά τε ἐπὶ τοῖς πρόσθεν ἐξηγγέλθη αὐτῷ καὶ ἄμφω τῷ εἰκότι ξυμβαίνειν ἐδόκει. καὶ αὖθις· καὶ ἦν τῇ τε ἄλλῃ ἀγαστὸς ἀρετῇ, καὶ ταύτῃ, διότι κἀν ταῖς εὐπραγίαις τῷ τῆς φύσεως θεσμῷ τὸ εἰκὸς ἀποδιδούς, οὐ πέρα τοῦ νενομισμένου τῇ εὐτυχίᾳ ἐπεξῄει. εἰκὸς γὰρ ἐγχειροῦντα πράσσειν κακῶς· παρὰ τὸ Πινδαρικόν, ῥέζοντά τι καὶ παθεῖν κακόν. καὶ Ἡρόδοτος· ὡς μὲν ἐγὼ δοκέω καὶ τὸ εἰκὸς ἐμοὶ συμμάχεται, οὐκ ἦν εὔνοος Λακεδαιμονίοισι. τῶν μηχανημάτων δ’ αἱ πληγαὶ φερό‐ μεναι πρὸς τὸ εἰκὸς ἐξελύοντο.
ει 84 Εἴκοσιν: ὁ ἀριθμός. καὶ Εἰκοσάκωπον πλοῖον καὶ Εἰκο‐ σινήριτον καὶ Εἰκοσάριθμον.
ει 85 Εἰκότα: τὰ ἐστοχασμένα. συλλογιζόμενος ἐκ τῶν εἰκότων τὸ συμβησόμενον. δόξα γάρ τις ὑπῆλθεν ἐκ τῶν εἰκότων λογισμῶν γενομένη, διεφθάρθαι τὴν στρατιὰν ἅπασαν.
ει 86 Εἰκότα. τοῦτο δὲ πρότερον αὐτοὶ κατεδόξαζον ἐκ τῶν εἰκότων.
ει 87 Εἰκοτολογῆσαι: ἐστοχασμένως εἰπεῖν.
ει 88 Εἰκότος: μετοχή.
ει 89 Εἰκότων: ὁμοίων. ὁ δέ, εἴ τι τύχοι, πρὸς ἕκαστον τῶν προσιόν‐ των ἠλαζονεύετο, συμπλάττων ἀπὸ τῶν εἰκότων. τουτέστιν ἐψεύ‐ δετο. καὶ παροιμία· Εἰκῇ τῷ Ἡρακλεῖ, ἐπὶ τῶν ἀσυκοφαντήτως πάντα τελούντων.
ει 90 Εἰκότως: δικαίως, πρεπόντως.
ει 91 Εἴκω· δοτικῇ. τὸ ὑποτάττομαι. καὶ ὁμοιῶ.
ει 92 Εἰκῶ: τὴν εἰκόνα κατὰ ἀποκοπήν. Εἰκὼν δὲ τὸ ὁμοίωμα, παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. ἰστέον δέ, ὅτι φασὶν οἱ ἀκριβέστατοι τῶν ἱστορικῶν, ὡς τὸ οὖλον καὶ ὀλιγότριχον οἰκειότερόν ἐστι γράφειν ἐπὶ τῆς εἰκόνος τοῦ Χριστοῦ. καὶ Εἰκῶ, τὴν εἰκόνα. καὶ Εἰκοῦς, τὰς εἰκόνας. Ἀριστοφάνης Νεφέλαις· τὰς εἰκοῦς τῶν ἐγχέλεων τὰς ἐμὰς μιμούμενοι.
ει 93 Εἰκών, εἰκόνος: ὁμοίωμα. Δαβίδ· κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. ἡ γὰρ εἰκὼν πρόσκαιρον ἔχει τὸ ἄνθος. εἰκόνας δύο κειμένας τῆς πόλεως ἐν πάνυ καλῷ.
ει 94 Εἴκων: ὑποχωρῶν. καὶ Εἴκοι, ὑποχωροίη.
ει 95 Εἰλαδόν: κατὰ συστροφήν.
ει 96 Εἰλαπινάζων: εὐωχούμενος. καὶ Εἰλαπιναστής, συμπότης.
ει 97 Εἰλαπίνη: ἑορτή, εὐωχία. ἀπὸ τοῦ δαψιλῶς δαπανᾶν. λάπτειν γὰρ τὸ ἐκκενοῦν.
ει 98 Εἶλαρ: ἀσφάλεια.
ει 99 Εἰλάρχας: ταξιάρχας.
ει 100 Εἴλας: ἀγέλας.
ει 101 Εἰλατίνοις: τοῖς ὄζοις.
ει 102 Εἰλεδανός: ὁ δεσμός.
ει 103 Εἷλεν: ἔλαβεν, ἀνεῖλεν, ἐνίκησεν, ἐκράτησεν.
ει 104 Εἰλενία: πόλις.
ει 105 Εἰλεός: ἡ μαγειρικὴ τράπεζα. σημαίνει δὲ καὶ τὴν νόσον.
ει 106 Εἰλέσιον: τόπος.
ει 107 Εἵλετο: ἠθέλησεν.
ει 108 Εἰλείθυιαι: αἱ ἐπὶ τῶν τικτουσῶν θεαί.
ει 109 Εἴλλειν: εἴργειν, κωλύειν. παλαιὰ ἡ λέξις. Ἀριστοφάνης Νεφέλαις· μὴ νῦν περὶ σαυτὸν εἶλλε τὴν γνώμην ἀεί. ἀντὶ τοῦ ἀπό‐ κλειε, ἔφελκε. ἔνθεν καὶ τὸ ἰλλάσιν. καὶ ἐν συνθέσει Ἐνείλλειν παρὰ Θουκυδίδῃ· οἱ δὲ Πελοποννήσιοι ἐν ταρσοῖς καλάμου πηλὸν ἐν‐ είλλοντες ἐπέβαλλον ἐς τὸ διῃρημένον τοῦ τείχους. ἀλλ’ ἀποχάλα τὴν φροντίδ’ ἐς τὸν ἀέρα λινόδετον ὥσπερ μηλολόνθην.
ει 110 Εἴλη: ἐπὶ τοῦ τάγματος. καὶ τοῦ πλήθους συστροφή. Ξενο‐ φῶν. καὶ Εἴλη ἡ ὀπή. ἐξ οὗ καὶ εἰλεός, ἡ κατάδυσις.
ει 111 Εἴλη: ἡλίου ἀλέα, αὐγή.
ει 112 Εἰληδόν: συνεστραμμένως.
ει 113 Εἰληθερούμενος: θερμαινόμενος. τὸ ῥῆμα εἰληθερῶ.
ει 114 Εἴληθρα, Εἴληθρον: τὸ ....
ει 115 Εἰλήλουθα καὶ Εἰληλούθειν.
ει 116 Εἰλήσας: συστρέψας.
ει 117 Εἴλησις: ἔκκαυσις.
ει 118 Εἴληφεν ἡ παγὶς τὸν μῦν: ἐπὶ τῶν ἀξίως ἑαλωκότων.
ει 119 Εἴληχεν: ἔλαχεν, εἴληφεν.
ει 120 Εἰλιγγιῶ: τὸ μὲν ῥῆμα διὰ διφθόγγου· ἀντὶ τοῦ σκοτοδινιῶ. τοῦτο δὲ οἱ Συρακούσιοι σίελον λέγουσι. τὸ δὲ ὄνομα ἴλιγγος διὰ τοῦ ι. ὑπὸ τοῦ δέους γὰρ εἰλιγγιῶ.
ει 121 Εἴλιγγον: σκότωσιν.
ει 122 Εἰλικνοειδές: τὸ κυκλοειδές, καὶ ὁμαλόν.
ει 123 Εἰλικρινές: τὸ καθαρόν, καὶ ἀμιγὲς ἑτέρου.
ει 124 Εἰλικρινής· καὶ Εἰλικρίνεια, ἡ καθαρότης. καὶ οὐδέτερον Εἰλικρινοειδές.
ει 125 Εἱλίπους: βοῦς, ὁ τοὺς πόδας ἑλίσσων ἐν τῇ πορείᾳ.
ει 126 Εἷλκον: ἔσυρον. καὶ Εἱλκύσθη.
ει 127 Εἵλομεν: ἐπορθήσαμεν.
ει 128 Εἰλόμενον: συνελαυνόμενον, συγκλειόμενον.
ει 129 Εἰλομένων: συνεσταλμένων, συγκεκλεισμένων.
ει 130 Εἱλόμην: προέκρινα, ἠθέλησα.
ει 131 Εἱλούμενος: συστρεφόμενος.
ει 132 Εἵλως, εἵλωτος: ὁ δοῦλος. καὶ τὸ ἐθνικὸν Εἵλωτες παρὰ Λακεδαιμονίοις οἱ νόθοι καὶ οἱ ἐξ αἰχμαλώτων δοῦλοι γενόμενοι· ἀπὸ τοῦ Ἕλους· Ἕλος δὲ πόλις ἐν Πελοποννήσῳ. οἱ οὖν Λακεδαι‐ μόνιοι διὰ τὸ ἀεὶ διαφόρους εἶναι ἀλλήλοις τοὺς δούλους αὐτῶν ἐκάλουν εἵλωτας κατὰ ἀτιμίαν καὶ ὕβριν. τὸ δὲ κατειλωτισμένος σεση‐ μείωται εἰς τὴν συναλιφήν.
ει 133 Εἱλωτεύειν: δουλεύειν. εἵλωτες γὰρ οἱ μὴ γόνῳ δοῦλοι Λακεδαιμονίων, ἀλλ’ οἱ πρῶτοι χειρωθέντες τῶν Ἕλος τὴν πόλιν οἰκούντων.
ει 134 Εἱλωτεία: ἡ δουλεία.
ει 135 Εἱλωτίς: ἡ δούλη.
ει 136 Εἰλυθμός: ἡ κατάδυσις.
ει 137 Εἴλυμα: τὸ ἱμάτιον.
ει 138 Εἰλυμένος: ὁ κεκαλυμμένος. καὶ Εἰλύω ὁ ἐνεστώς, καλύπτω.
ει 139 Εἰλυφάζω: τὴν φλόγα συστρέφω.
ει 140 Εἰλυφόωσιν: εἰλοῦσι, συνάγουσιν.
ει 141 Εἷμα: ἱμάτιον, ἔνδυμα. καὶ διὰ τί. ἐν Ἐπιγράμμασι· Πραξι‐ δίκη μὲν ἔρεξεν, ἐβούλευσε δὲ Δύσηρις εἷμα τόδε· ξυνὴ δ’ ἀμφοτέρων σοφίη. καὶ αὖθις· δέξαι βύσσινον εἷμα ἕν. καὶ Λευχείμων.
ει 142 Εἱμαρμένη: γένεσις. ὅτι εἰρηκὼς Σοφοκλῆς περὶ Αἴαντος, εἷρξαι κατ’ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε Αἴανθ’ ὑπὸ σκηναῖσιν, ἀνα‐ τρέπει τὴν εἱμαρμένην. οἱ φιλοσόφοι ἕνα φασὶν εἶναι θεὸν καὶ νοῦν καὶ εἱμαρμένην καὶ ἄλλαις ὀνομασίαις ὀνομάζεσθαι. ἔστι δὲ εἱμαρμένη αἰτία τῶν ὅλων εἰρομένη, ἢ λόγος καθ’ ὃν ὁ κόσμος δι‐ εξάγεται. ἢ εἱρμός τις καὶ ἐπισύνδεσις ἀπαράβατος, δι’ αἰτίαν ἀνα‐ πόδραστον· ἢ δύναμις κινητικὴ τῆς ὕλης. οἱ δὲ Χριστὸν θεὸν ὁμο‐ λογοῦμεν διοικεῖν τὰ πάντα.
ει 143 Εἱμαρμένη· τὰ μετὰ τὴν σελήνην τέσσαρσιν αἰτίαις διάκεινται, κατὰ θεόν, καθ’ εἱμαρμένην, κατὰ προαίρεσιν ἡμετέραν, κατὰ τύχην. οἷον τὸ μὲν εἰσελθεῖν εἰς τὴν ναῦν ἐφ’ ἡμῖν ἐστι τὸ μέντοι ἐν εὐδίᾳ καὶ χειμῶνι καὶ ζάλην ἐξαίφνης ἐπιγίνεσθαι, κατὰ τύχην ἐστί· τὸ μέντοι βαπτιζομένην τὴν ναῦν παρ’ ἐλπίδα σωθῆναι, προνοίας θεοῦ. τῆς δὲ εἱμαρμένης πολλοί εἰσι τρόποι.
ει 144 Εἱμαρμένη· ὅτι εἱμαρμένην ἀναγκαστικὴν δύναμιν εἶπον εἶναι καὶ τῆς ὕλης κινητικήν. τὴν δὲ τύχην ὁ Πλάτων αἰτίαν λέγει κατὰ συμβεβηκὸς γινομένην ἢ σύμπτωμα φύσεως ἢ προαιρέσεως. καὶ Δη‐ μόκριτος εἶπε· τὰ μὲν ἐκ θεοῦ πάντες ἔχομεν, τὰ δὲ ἐκ τῆς εἱμαρμένης τύχης καὶ τῶν σμικροτάτων ἐκείνων σωμάτων καὶ προδήλως φερο‐ μένων ἄνω καὶ κάτω παλλομένων τε καὶ περιπλεκομένων καὶ διϊστα‐ μένων καὶ περιφερομένων ἐξ ἀνάγκης· ἀφ’ ὧν οὐ μόνον πλοῦτον καὶ πενίαν καὶ νόσον καὶ ὑγείαν καὶ δουλείαν καὶ ἐλευθερίαν καὶ πόλεμον καὶ εἰρήνην διανέμειν ἀλλὰ καὶ ἀρετὴν καὶ κακίαν ἀποκληροῦν ἔφησεν. καὶ ἄλλοι ἄλλα εἰπόντες ἀντεπαρετάξαντο ἀλλήλοις.
ει 145 Εἱμένος: ἐνδεδυμένος.
ει 146 Εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλ’ ἀκοῦσαι καὶ κακά, αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἐμνήσθην φίλου· νῦν δ’ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται, ὅς τις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον. παρὰ τὸ λεγόμενον, εἴ τις οἶδε τὸ λευκὸν ἢ τὸ μέλαν. οἱ δὲ λέγουσιν Ἀρίγνωτον κιθαρῳδόν, ὃς ᾖδε τὸν ὀρθὸν καλούμενον νόμον καὶ τὸν λευκόν, οἵ τινες ἐθαυμάζοντο κατ’ ἐκεῖνον τὸν χρόνον. ὁ δὲ Ἀρι‐ φράδης παρὰ φύσιν ἠσέλγαινε ταῖς γυναιξίν.
ει 147 Εἰ μὴ δύναιο βοῦν, ἔλαυνε ὄνον: παροιμία ἐπὶ τῶν ὃ κατὰ δύναμιν ἔχουσι πράττειν παραινούντων.
ει 148 Εἰ μὴ κατένιψε τὴν Θρᾴκην χιόνι πολλῇ καὶ τοὺς ποταμοὺς ἔπηξ’ ὑπ’ αὐτὸν τὸν χρόνον, ἡνίκα Θέογνις ἠγωνίζετο. οὗτος τρα‐ γῳδίας ἦν ποιητὴς ψυχρός. κωμῳδῶν οὖν αὐτὸν παρίστησιν ἡμῖν τὴν πολλὴν χιόνα, διὰ τῆς τούτου περὶ τὰ ποιήματα ψυχρότητος.
ει 149 Εἰ μὴ πατὴρ ἦσθα: κατὰ ἀποκοπήν. τὸ δὲ πλῆρες, εἶπον ἄν σε οὐκ εὖ φρονεῖν.
ει 150 Εἰ μὴ ταχέως ἀπολώμεθα, οὐκ ἂν ἐσώθημεν· ἅπαντες δὲ τότε τὴν παροιμίαν διὰ στόματος εἶχον. οἱ κρημνιζόμενοι.
ει 151 Εἶμι: πορεύομαι.
ει 152 Εἰμί: ὑπάρχω. τοῦτο μέλλοντα οὐκ ἔχει· τοῦ δὲ εἶμι, τὸ πορεύομαι, τὰ πληθυντικὰ διὰ τοῦ ι καὶ τὰ δυϊκά· ἴμεν, ἴτε. Ὅμηρος· εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης. Αἴας φησίν· ἀλλ’ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους λειμῶνας, ὡς ἂν λύμαθ’ ἁγνίσας ἐμά, μῆνιν βαρεῖαν ἐξαλεύσωμαι θεᾶς.
ει 153 Εἰνάλιος: δαίμων θαλάσσιος.
ει 154 Εἰνάνυχες: ἐπὶ θʹ νύκτας.
ει 155 Εἰν Ἀρίμοις.
ει 156 Εἰνάτηρ: ἡ νύμφη.
ει 157 Εἷναι, τόθ’ εἷναι καὶ σὺ σαυτόν: ἀντὶ τοῦ ἀφεῖναι τοὺς δρόμους. τινὲς δὲ γράφουσιν εἵητε, ἀντὶ τοῦ ἀφίετε· οἱ δρομεῖς δη‐ λονότι. τοῦτο γνωριμώτερον ἔχει τὸν νοῦν. ἐπειδὰν οἱ θεώμενοι εἴπωσιν ἀφίετε, δηλονότι οἱ τρέχοντες, καὶ σὺ σαυτὸν ῥῖψον κάτω. γράφεται δὲ ἐν πολλοῖς ἕναι, ἀντὶ τοῦ ἵητε. μήποτε δὲ τὸ δεύτερον εἷναι τὸ ἓς καὶ σαυτόν, ἁμαρτανομένου τοῦ προτέρου. λέγοι δ’ ἄν τις καὶ τοῦτο λόγον ἔχειν, ὡς τῶν θεωμένων ἐπικελευόντων τῷ τὸ σημεῖον ἀφιέντι κατὰ τὸ ἀρχαῖον σχῆμα, οὕτως εἷναι.
ει 158 Εἶναι: ὑπάρχειν. εἶναι μέν, ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή. τουτέστι μὴ ἀλλάξαι τὴν φύσιν, ἀλλὰ τὴν μορφήν.
ει 159 Εἵνεκα καὶ Ἕνεκεν· Οὕνεκα δέ.
ει 160 Εἰν ἑλεοῖσι: τοῖς μαγειρικοῖς τραπεζίοις.
ει 161 Εἰνοδίους: κώμας τὰς ἐν τῇ ὁδῷ.
ει 162 Εἰνοσίφυλλον: ἔνθα κινοῦνται τὰ φύλλα. ἥτε κατ’ εἰνοσί‐ φυλλον ὄρος ποσὶ πότνια βαίνει. ἔνοσις γὰρ ἡ κίνησις. καὶ Ἐν‐ οσίχθων, ὁ σεισίχθων.
ει 163 Εἴνυον: ἔφερον.
ει 164 Εἴξασαν: ὑποχωρήσασαν.
ει 165 Εἴξασι καὶ εἴκασι λέγει Πλάτων ἀντὶ τοῦ ἐοίκασι. καὶ Ἀρι‐ στοφάνης Νεφέλαις· εἴξασι δ’ οὖν ἐρίοισι πεπταμένοισι. περὶ τῶν νεφελῶν λέγει.
ει 166 Εἶξεν: ὑπετάγη.
ει 167 Εἷο: ἑαυτοῦ.
ει 168 Εἴωθεν καὶ Εἰώθειν καὶ Εἰώθησαν.
ει 169 Εἴπατε: λέξατε. καὶ Εἰπέ.
ει 170 Εἴπῃς: αὐθυπότακτον.
ει 171 Εἴπερ· ὑπάκουσον, εἴπερ ποτ’ ἀνθρώπων τινί. λείπει τὸ ὑπ‐ ήκουσας.
ει 172 Εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην· Ἀρι‐ στοφάνης. ὡσανεὶ ἔλεγεν· εἴπερ ἐξ ἀνθρώπων εἰμὶ κἀγώ. σωματο‐ ποιεῖ γὰρ τὰς ναῦς, καὶ τὰς μὲν παλαιὰς καλεῖ γραίας, τὰς δὲ μὴ πλευσάσας παρθένους. τῷ ψυχρῷ οὖν τὸ ψυχρὸν παρέβαλε πάνυ χαριέντως.
ει 173 Εἶπον: ἀντὶ τοῦ εἰπέ. προστακτικόν.
ει 174 Εἵποντο: ἠκολούθουν.
ει 175 Εἴποις τὰ τρία παρὰ τῇ αὐλῇ: τοῖς ἐπὶ θάνατον ἀγομένοις παρρησία ἐξῆν σίτου καὶ οἴνου πληρωθεῖσιν τρία λέγειν, ἃ βούλοιντο· μεθ’ ἃ φιμωθέντες ἀπήγοντο τὴν πρὸς θάνατον. τὸ δὲ νῦν ἀρχεῖον καλούμενον αὐλὴ ἐκαλεῖτο.
ει 176 Εἴρ: λαίλαψ, ἢ λαμπηδών.
ει 177 Εἰραφιώτης: ὁ Διόνυσος, παρὰ τὸ ἐρράφθαι ἐν τῷ μηρῷ τοῦ Διός.
ει 178 Εἰργασμένος πλοῦτος· πολλοὺς ὄψει πλοῦτον εἰργασμένον αἰσχυνομένους.
ει 179 Εἴργεσθαι: κωλύεσθαι. τὸ Εἴργομαι γενικῇ. ἐπείσθη γὰρ ὁ θεός, εἰ καὶ βασκαίνεται τοῦ τῆς γνώσεως ξύλου τέως εἴργοντος. ἐπὶ δὲ τῶν ἐνεργητικῶν αἰτιατικῇ. ὁ δὲ ζῆλος διωθήσατο τοὺς εἴργοντας αὐτὸν Βιθυνῶν.
ει 180 Εἴργου: φυλάττου, χωρίζου.
ει 181 Εἴρερος: ἡ δουλεία.
ει 182 Εἰρεσίας: κωπηλασίας.
ει 183 Εἰρέσιον: πόλις Βοιωτίας.
ει 184 Εἰρεσιώνη: θαλλὸς ἐλαίας, ἐστεμμένος ἐρίοις καὶ προσκρεμα‐ μένους ἔχων παντοδαποὺς τῶν ἐκ γῆς καρπῶν. τοῦτον δὲ ἐκφέρει παῖς ἀμφιθαλὴς καὶ τίθησι πρὸ τῆς θύρας τοῦ Ἀπόλλωνος ἱεροῦ τοῖς Πυανεψίοις. λέγεται γὰρ Θησέα, καθ’ ὃν καιρὸν εἰς Κρήτην ἔπλει, προσσχόντα Δήλῳ διὰ χειμῶνα εὔξασθαι τῷ Ἀπόλλωνι καταστέψασθαι κλάδοις ἐλαίας, ὅταν σωθῇ τὸν Μινώταυρον ἀποκτείνας, καὶ θυσιάσειν· καὶ τὴν ἱκετηρίαν ταύτην καταστέψας ἑψῆσαι χύτρας αἰθάλης καὶ ἔτνος καὶ βωμὸν ἱδρύσασθαι. διὸ καὶ Πυανέψια δοκεῖ λέγεσθαι, οἷον Κυα‐ μέψια. τὸ γὰρ πρότερον τοὺς κυάμους πυάνους ἐκάλουν. ἦγον δὲ ἔσθ’ ὅτε ἐπὶ τῇ ἀποτροπῇ λοιμῶν. ᾖδον δὲ παῖδες οὕτως· εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους καὶ μέλι ἐν κοτύλῃ καὶ ἔλαιον ἀπο‐ ψήσασθαι καὶ κύλικ’ εὔζωρον, ὅπως μεθύουσα καθεύδῃς. μετὰ δὲ τὴν ἑορτὴν ἔξω τῶν ἀγρῶν τιθέασι παρ’ αὐτὰς τὰς θύρας. Κράτης δὲ ὁ Ἀθηναῖος ἐν τῷ περὶ τῶν Ἀθήνησι θυσιῶν, ἀφορίας ποτὲ κατασχούσης τὴν πόλιν, θαλλὸν καταστέψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι τῷ Ἀπόλ‐ λωνι. καὶ παροιμία· ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ, εἰρε‐ σιώνην καύσεται. ἀντὶ τοῦ καύσει. εἰρεσιώνη δὲ θαλλὸς ἐλαίας ἢ δάφνης ἐξ ἐρίων πεπλεγμένος, ἔχων ἄρτον ἐξηρτημένον καὶ κοτύλην, ὅ ἐστιν ἡμίξεστον, καὶ σῦκα καὶ πάντα τὰ ἀγαθά. ταύτην δὲ πρὸ τῶν οἰκημάτων ἐτίθεσαν καὶ κατ’ ἔτος αὐτὴν ἤλλαττον. ἄλλως. Εἰρεσιώνη, κλάδος ἦν ἐλαίας ἐρίοις πεπλεγμένος· ἐξήρτητο δὲ αὐτοῦ τὰ ὡραῖα πάντα· ἵστασαν δὲ αὐτὴν πρὸ τῶν θυρῶν κατὰ παλαιὸν χρησμόν. οἱ μὲν γάρ φασιν, ὡς λοιμοῦ πᾶσαν τὴν γῆν κατασχόντος ὁ θεὸς εἶπε προηρόσια τῇ Δηοῖ ὑπὲρ πάντων θῦσαι θυσίαν Ἀθηναίους· οὗ ἕνεκεν χαριστήρια πανταχόθεν ἐκπέμπουσιν Ἀθήναζε τῶν καρπῶν τὰς ἀπαρχάς. ἄλλως. Πυανεψίοις καὶ Θαργηλίοις Ἡλίῳ καὶ Ὥραις θύουσιν Ἀθηναῖοι· φέρουσι δὲ οἱ παῖδες τὰ προκατειλεγμένα ἀκρό‐ δρυα καὶ ταῦτα πρὸ τῶν θυρῶν κρεμῶσι. κατά τι δὲ χρηστήριον πρὸς ἀποτροπὴν λοιμοῦ ταύτην ἐποίουν τὴν ἀνάρτησιν. Εἰρεσιώνη δὲ λέγεται διὰ τὰ ἔρια.
ει 185 Εἴρετο: ἠρώτα, ἔλεγεν.
ει 186 Εἴρει: λέγει.
ει 187 Εἰρηκώς: εἰπών.
ει 188 Εἰρημένον: λελεγμένον. εἰρημένον αὐτοῖς ἀπαντᾶν ἐνθάδε. Ἀττικῶς ἀντὶ τοῦ εἰρημένου ἔρχεσθαι. οὐ περὶ φαύλου πράγματος. ἀντὶ τοῦ εὐτελοῦς.
ει 189 Εἴρην, εἴρενος.
ει 190 Εἰρηναῖος, ὁ καὶ Πάκατος κληθεὶς τῇ Ῥωμαίων διαλέκτῳ, μα‐ θητὴς Ἡλιοδώρου τοῦ μετρικοῦ, γραμματικός, Ἀλεξανδρεύς. Περὶ τῆς Ἀθηναίων προπομπίας, Περὶ τῆς Ἀλεξανδρέων διαλέκτου, ὅτι ἔστιν ἐκ τῆς Ἀτθίδος, βιβλία ζʹ, Ἀττικῶν ὀνομάτων βιβλία γʹ, Ἀττικῆς συνηθείας τῆς ἐν λέξει καὶ προσῳδίᾳ κατὰ στοιχεῖον βιβλία γʹ, Κανόνας Ἑλληνισμοῦ βιβλίον αʹ, Περὶ Ἀττικισμοῦ βιβλίον αʹ, καὶ ἄλλα πολλά.
ει 191 Εἰρηνεύω· αἰτιατικῇ.
ει 192 Εἰρηναίως: φιλικῶς. ἦσαν γὰρ εἰρηναίως ἐσταλμένοι ἄνευ δο‐ ρυφόρων ἄγοντες τὴν ἱερουργίαν.
ει 193 Εἰρήνη: ὄνομα κύριον.
ει 194 Εἰρηνήσειν: πρώτης συζυγίας τῶν περισπωμένων. ἐλπίδα τε γὰρ μεγάλην εἶχον εἰρηνήσειν. ὁ δὲ Καῖσαρ ἐξὸν αὐτῷ εἰρηνεῖν πόλεμον εἵλετο.
ει 195 Εἰρηνόδικος: ὄνομα κύριον.
ει 196 Εἰρήσθω: λεγέσθω.
ει 197 Εἴρια: μαλλία. εἴριά τε ῥοδόεντα δέχευ. τουτέστιν ἔρια.
ει 198 Εἱρκτή: φυλακή.
ει 199 Εἱρμολόγιον: βιβλίον τί. καὶ Εἱρμός. καὶ Καθ’ εἱρμόν.
ει 200 Εἴρξας: ἀποκλείσας. δασέως δὲ τὸ εἵρξας Ἀττικοί· τὸ μέντοι παρ’ Ὁμήρῳ, ἐρχθέντ’ ἐν μεγάλῳ ποταμῷ, ψιλῶς. τὸ δὲ ἕρξας, τὸ πράξας, δασέως ἀναγινώσκομεν. ἡ μὲν ἄρ’ ὣς ἕρξας’ ἀπεβήσατο δῖα θεάων. τὸ δὲ ἐπὶ τῆς εἰρκτῆς ψιλῶς Ἀττικοί.
ει 201 Εἰροκόμῳ: ἐριουργῷ, ἐπιμελεῖ.
ει 202 Εἰρόμενος: ἀντὶ τοῦ ἐρωτῶν.
ει 203 Εἰροπόκοις: ἐρίων πόκοις ἔχουσι. πόκοι δὲ εἴρηνται παρὰ τὸ πέκειν, ὅ ἐστι ξαίνειν.
ει 204 Εἰροπόνος: ὁ περὶ τὰ ἔρια πονῶν.
ει 205 Εἵρω: συνάπτω· ὅθεν εἱρμός.
ει 206 Εἴρων: ὁ πάντα παίζων καὶ διαχλευάζων. καὶ εἰρωνευόμενος διὰ λόγων· παρὰ τὸ εἴρω τὸ λέγω. ἀπατεὼν καὶ ὑποκριτής.
ει 207 Εἴρων: ὁ δυνάμενος μὲν ποιῆσαί τι, λέγων δὲ μὴ δύνασθαι· ἀλαζὼν δὲ ὁ τούτῳ ἐναντίος, ὁ ὑπερήφανος· διαφορά. οὐκ εἶδεν αὐτὸν παρεκβαίνοντα τὸ ἀληθὲς ἔργῳ ἢ λόγῳ, ἤτοι πρὸς τὸ εἰρωνι‐ κώτερον ἢ ἀλαζονέστερον.
ει 208 Εἰρωνευόμενοι: χλευάζοντες. πάντα τὰ ἔθνη ῥημάτων τε ποικιλίᾳ καὶ τῷ δολερῷ τῆς διανοίας εἰρωνευόμενοι. καὶ Εἰρω‐ νεύεται, καθυποκρίνεται, προσποιεῖται.
ει 209 Εἰρωνεύσεται: καθυποκρινεῖται. λέγεται γὰρ ἐπὶ τοῦ διάπει‐ ραν λαμβάνοντος ὑπούλως καὶ καθυποκρινομένου τὸν μὴ γινώσκοντα περὶ ὅτου ποτὲ τὸν λόγον ποιῆσαι.
ει 210 Εἰρωνεία: χλεύη, ἢ ὑπόκρισις. διαιρεῖται εἰς εʹ· εἰς χλεύην, μυκτηρισμόν, σαρκασμόν, ἀστεϊσμόν.
ει 211 Εἷρπον: μετὰ σχολῆς ἐβάδιζον.
ει 212 Εἴρυντο: ἐφύλασσον.
ει 213 Εἰρύοντο: εἵλκυον.
ει 214 Εἰρύσασθαι: φυλάξαι.
ει 215 Εἰρύσατο: εἵλκυσεν, ἔλαβεν. ὃς ἔχαιρεν ἐπὶ ταῖς Ἐπικούρου φλυαρίαις καὶ ἐξ ἐκείνων κακὰ εἰρύσατο δύο, ἄθεός τε καὶ ἀκόλαστος εἶναι.
ει 216 Εἰρυσμένους: εἱλκυσμένους. ἡ δὲ θεράπαινα ἑώρα τὰ ξίφη εἰρυσμένους, ὡς αὑτοὺς διαχρήσαιντο.
ει 217 Εἱρχθέντες: πνιγέντες.
ει 218 Εἷς: ὁ ἀριθμός.
ει 219 Εἰσαγγελεύς: ὁ τῶν δημοσίων καὶ μεγάλων μηνυτής.
ει 220 Εἰσαγγελία: δηλατορία. εἰσαγγελία δὲ καὶ γραφὴ διαφέρει. εἰσαγγελία μὲν γὰρ ἐπὶ τῶν μεγάλων καὶ δημοσίων ἀδικημάτων γίνεται, γραφὴ δὲ καὶ ἐπὶ μικρῶν. καὶ κυρίως γραφὴ ἐπὶ τῶν τὰ παράνομα γραφόντων.
ει 221 Εἰσαγγελία: κυρίως ἡ περὶ κοινῶν καὶ δημοσίων ἀδικημάτων εἰσαγομένη δίκη ὑπὸ τῶν πρυτάνεων, περὶ ὧν διαρρήδην μὲν οὐδὲν λέγουσιν οἱ νόμοι, συγχωροῦσι δὲ κρίσεις γενέσθαι. καὶ τοῦτό ἐστιν, οἷον τὸ ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς μελετώμενον τὸ τῶν ἀγρά‐ φων ἀδικημάτων.
ει 222 Εἰσαγγελία: δημοσίου δίκης ὄνομα. τρία δέ ἐστιν εἴδη εἰσαγ‐ γελιῶν. ἡ μὲν ἐπὶ δημοσίοις ἀδικήμασι μεγίστοις καὶ ἀναβολὴν μὴ καταδεχομένοις, καὶ ἐφ’ οἷς μήτε ἀρχὴ καθέστηκε, μήτε νόμοι κεῖνται τοῖς ἄρχουσι, καθ’ οὓς εἰσάξουσιν, ἀλλὰ πρὸς τὴν βουλὴν ἢ τὸν δῆμον ἡ πρώτη κατάστασις γίνεται· καὶ ἐφ’ οἷς τῷ μὲν φεύγοντι, ἐὰν ἁλῶ, μέγισται ζημίαι ἐπίκεινται, ὁ δὲ διώκων, ἐὰν μὴ ἕλῃ, οὐδὲν ζημιοῦται, πλὴν ἐὰν τὸ εʹ μέρος τῶν ψήφων μὴ μεταλάβῃ· τότε γὰρ χιλίας ἐκτίνει, τὸ δὲ παλαιὸν καὶ οὗτοι μειζόνως ἐκολάζοντο. ἑτέρα δὲ εἰσαγγελία λέγεται ἐπὶ ταῖς κακώσεσιν. αὗται δέ εἰσι πρὸς τὸν ἄρ‐ χοντα καὶ τῷ διώκοντι ἀζήμιοι, κἂν μὴ μεταλάβῃ τὸ εʹ μέρος τῶν ψήφων. ἄλλη δὲ εἰσαγγελία ἐστὶ κατὰ τῶν διαιτητῶν. εἰ γάρ τις ὑπὸ διαιτητοῦ ἀδικηθῇ, ἐξῆν τοῦτον εἰσαγγέλλειν πρὸς τοὺς δικαστάς· καὶ ἁλοὺς ἠτιμοῦτο. Ἰσαῖος μέντοι περὶ τοῦ αὐτοῦ κλήρου τὸ αὐτὸ πρᾶγμα εἰσαγγελίαν καὶ γραφὴν ὠνόμασεν. τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννώνου σαφῶς ψήφισμα, βινεῖν με δεῖ διαλελημμένον. οὗτος γὰρ ψήφισμα ἐγεγράφει κατεχόμενον ἑκατέρωθεν ἀπολογεῖσθαι τὸν κατ’ εἰσαγγελίαν κρινόμενον. καὶ αὖθις· τίμημα τῆς εἰσαγγελίας ἐχούσης χρηματικὸν εʹ μυριάδας ἀργυρίου.
ει 223 Εἰς ἀγορὰν ὑφαίνειν: τὸ εἰς τὴν ἀγορὰν ἐκφέρειν τὰ ὑφαι‐ νόμενα. οὕτω Μένανδρος.
ει 224 Εἰσάγω· αἰτιατικῇ.
ει 225 Εἰσαγωγεύς: ὁ εἰσάγων πρός τινα ἄνθρωπον. εὐνοῦχον μὲν οὖν τὸν εἰσαγωγέα καὶ τοὺς τῇδε παρόντας πολλὰ τὸν ἄνθρωπον λιπαρεῖν ἐπίπροσθεν βαίνειν.
ει 226 Εἰσακούω· γενικῇ.
ει 227 Εἰσάμενος: ὁμοιωθείς.
ει 228 Εἶσαν: ὑπετάγησαν. ἢ συνῆκαν.
ει 229 Εἷς ἀνήρ, οὐδεὶς ἀνήρ: παρ’ ὅσον ὑφ’ ἑνὸς οὐδὲν καθορ‐ θοῦται.
ει 230 Εἰς ἀρχαίας φάτνας: ἐπὶ τῶν ἀπολαύσεώς τινος ἐκπεσόντων, πάλιν δὲ εἰς αὐτὴν ἐπανελθόντων.
ει 231 Εἰς ἀσθενοῦντας ἀσθενῶν ἐλήλυθα: ἐπὶ τῶν ὅμοια καὶ παραπλήσια πασχόντων.
ει 232 Εἰσᾴττειν: εἰσελθεῖν. Ἀριστοφάνης· μηδ’ ἐς ὀρχηστρίδος εἰσᾴτ‐ τειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς μήλῳ βληθῇς.
ει 233 Εἵσατο: ἀνέθηκε. τοῦτό τοι, Ἄρτεμι δῖα, Κλεώνυμος εἵσατ’ ἄγαλμα.
ει 234 Εἵσατο: κατέθετο. ἐν Ἐπιγράμμασι· ὃς τάδε καλὰ εἵσαθ’ ὑπαὶ πιτύων ὔμμι, θεαί, ξόανα. καὶ ἀντὶ τοῦ περιέθηκε, περιέβαλεν.
ει 235 Εἴσατο: ἐφάνη, καὶ ὡμοιώθη. Ὅμηρος.
ει 236 Εἰσβαλεῖτε: εἰσβαλεῖν ἐστι τὸ τινὰς ἐν ἀγρῷ εἰσελθόντας ἐκκόψαι πάντα τὰ ἐν αὐτῷ. Ἀριστοφάνης· οὐκ εἰσβαλεῖτε. κυρίως δὲ εἰσβαλεῖν ἐστι τὸ πολεμίους τινὰς εἰσελθεῖν εἰς τὴν πόλιν.
ει 237 Εἰσβολάς· εἰσβολὰς λέγουσι χώρας τοὺς τόπους, δι’ ὧν εἰσβάλ‐ λουσιν εἰς τὸν πόλεμον.
ει 238 Εἰσβολὰς δὲ ἀλφίτων: τὰ σιτοφυλάκια, τὰς ἀποθήκας.
ει 239 Εἰσβολάς: τὰς ἐπὶ τὴν τῶν πολεμίων χώραν ἐφόδους ἐκάλουν εἰσβολάς.
ει 240 Εἰσβολή: ἐπὶ τοῦ νοὸς τρία θεωρεῖται· εἰσβολή, παραδοχή, συγκατάθεσις. τοῦτο καὶ παρὰ τῷ Δαβὶδ εἴρηται, ἐνώτισις, σύνεσις, προσοχή. τὰ ῥήματά μου ἐνώτισαι, καὶ τὰ ἑξῆς. καὶ ἐνώτισις μέν ἐστι σύνοψις τῶν ῥημάτων, σύνεσις δὲ ἐπίληψις τῶν πραγμάτων, προσοχὴ δὲ τελείωσις τῆς ἐφέσεως.
ει 241 Εἰς δέον· πατρόθεν αὐτὸν καλέσας ὁ ἥρως, εἰς δέον σε εὗρον, φησί· βούλομαι γὰρ καλέσαι ς’ ἐς πανθοινίαν. ἀντὶ τοῦ εὐκαίρως σε εὗρον. καὶ παροιμία· Εἰς δέον· ὅταν τίς θέλῃ μὴ φανερῶς εἰπεῖν, ὅπου τι πολλάκις ἀνάλωσε, λέγει· εἰς δέον.
ει 242 Εἰσδέχομαι· αἰτιατικῇ.
ει 243 Εἰσεκώμασεν: εἰσῆλθεν.
ει 244 Εἰσελάσαι: περισπωμένως, ἀπὸ τοῦ ἐλάω, ἐλῶ.
ει 245 Εἷσε λόχον. καὶ εἷσεν ἐπὶ θρόνου.
ει 246 Εἰς ἐμφανῶν κατάστασιν: δίκης ἐστὶν ὄνομα, ὑπὸ τοῦ τὰ ἀμφισβητούμενα ἐν φανερῷ ποιῆσαι.
ει 247 Εἷσεν: ἔκτισεν.
ει 248 Εἰς ἓν ἰόντα: ὁμοῦ πορευόμενον.
ει 249 Εἰς ἓν ἦλθον: ἀντὶ τοῦ ὡμονόησαν.
ει 250 Εἰς ἕω: ἀντὶ τοῦ εἰς ἀρχομένην ἡμέραν.
ει 251 Εἰσεπόδιζον: ἀντὶ τοῦ εἰσέβαινον τοὺς πόδας τοῦ χωρίου.
ει 252 Εἰσεποιήθη: εἰσεκρίθη. ἐνιαύσιος ἦν ἡμέρα, ἐν ᾗ Τραϊανὸς ἐπὶ διαδοχῇ τῆς Ῥωμαίων ἀρχῆς ὑπὸ τοῦ πατρὸς Νερούα εἰσεποιήθη.
ει 253 Εἰσεποιεῖτο: ἀντὶ τοῦ ὑπετίθει. ὁ δὲ πόρος ἐφράττετο καὶ μεγάλας ἐλπίδας εἰσεποιεῖτο τῶν ἐπιφερομένων.
ει 254 Εἰσέφρησα: εἰσέδυσα ἑαυτόν. καὶ εἰσέφρησας, εἰσήγαγες. καὶ εἰσφρήσας, εἰσελθών. καὶ Εἰσφρησθέντα, ἀντὶ τοῦ ἐκδιωχθέντα. οἱ δὲ χαρᾶς ὑπεπλήσθησαν τῷ μὴ ἐκφρησθῆναι ἐκφαυλισθέντα καὶ ἀτι‐ μασθέντα ὑπὸ τοῦ θεοῦ αὐτόν.
ει 255 Εἰσέφρουν: εἰσεδέχοντο. οἱ δὲ τὰς πύλας ἀνοίξαντες εἰσέφρουν τὸ στράτευμα.
ει 256 Εἰσεχέοντο: εἰσήρχοντο.
ει 257 Εἴσειμι: εἰσέρχομαι.
ει 258 Εἴσῃ: ἐπιγνοίης, λογίσῃ. Εὐριπίδης· εἰ σώσαιμί σε, ἐξ Ἀνδρο‐ μέδας, ὦ παρθέν’, εἴσῃ μοι χάριν;
ει 259 Εἴσῃ: μαθήσῃ. καὶ Εἰσόμενον, μαθόντα. ἐντολὰς δοὺς κατασκέψασθαι, τί πράττουσιν οἱ πολέμιοι καὶ τί διανοοῦνται εἰσόμενον.
ει 260 Εἰσήγγειλεν: ἐσυκοφάντησεν. ὁ Δωὴκ τὸν Ἀχιμέλεχ εἰσήγγειλε παρὰ τῷ Σαοὺλ καὶ εἰς μιαιφονίαν τῶν ἱερέων ἐξέμηνεν. ἔστι δὲ διώνυμος. λέγεται γὰρ καὶ Ἀβιμέλεχ.
ει 261 Εἰσηγορία καὶ Ἐπηγορία καὶ Κατηγορία: ἀντὶ τοῦ μέμψις καὶ λοιδορία.
ει 262 Εἰσηγήσαιντο· Ἡρόδοτός φησι περὶ Περσῶν τοῦτον βουλεύε‐ σθαι τὸν τρόπον. εἰ μὲν οὖν εἰσηγήσαιντό τι νήφοντες, βουλεύεσθαι περὶ τούτου ἐν μέθῃ· εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ, τοῦτο κυροῦν νή‐ φοντας.
ει 263 Εἰσηγούμενος· δοτικῇ. διδάσκων.
ει 264 Εἰσῄεις: εἰσήρχου.
ει 265 Εἰσήλατο: εἰσεπήδησεν.
ει 266 Εἰσῄρετο: εἰσεφέρετο. Ἀριστοφάνης Βατράχοις· κ’ ἡ τράπεζ’ εἰσῄρετο.
ει 267 Εἰσήρρησεν: εἰσεφθάρη. Ἀριστοφάνης· ἀφ’ οὗ γὰρ εἰσήρρη‐ σεν εἰς τὴν οἰκίαν. ἀντὶ τοῦ εἰσῆλθεν, εἰσεπήδησεν. ὡς βίᾳ καὶ ἀναι‐ δῶς αὐτοῦ τῇ πολιτείᾳ προσελθόντος. καὶ αὖθις· ὁ δὲ προτερήσας εἰσήρρησεν αὐτόθι. γράφεται δὲ καὶ εἰσέφρησε, δηλούσης τῆς λέξεως τὸ ἐπιπηδῆσαι. σημαίνει δὲ καὶ τὸ μετὰ φθορᾶς εἰσελθεῖν. καὶ Σιμόκατος· λόγος εἰσήρρησε τοῖς τὴν γείτονα πόλιν οἰκοῦσιν, ὡς ἥλω ἡ πόλις. καὶ Εἰσεφθαρμένου, ἀντὶ τοῦ εἰσπηδήσαντος ἐπὶ λύμῃ καὶ καταφθορᾷ. εἰσεφθαρμένου δὲ αὐτοῖς οὐκ ὀλίγου συντάγματος, ᾧ τινες καὶ τοῦ πολιτικοῦ συνενόσουν.
ει 268 Εἴσεισιν: εἰσέρχεται.
ει 269 Εἶσι: πορεύεται.
ει 270 Εἴσιθι: εἴσελθε. καὶ Εἴσιμεν ὁμοίως.
ει 271 Εἰσίθμη: ῥύμη.
ει 272 Εἰσίν: ὑπάρχουσιν.
ει 273 Εἰσιτήρια: ἡμέρα ἑορτῆς, ἐν ᾗ οἱ ἐν τῇ ἀρχῇ πάντες προϊᾶσιν, οὕτως ἐκαλεῖτο. ταύτην δὲ τὴν ἡμέραν πρώτην τοῦ ἔτους Ἀθηναῖοι νενομίκασι. Δημοσθένης ἐν τῷ περὶ τῆς παραπρεσβείας· ἡ βουλὴ τὰ εἰσιτήρια ἔθυσεν. συνεστιάθησαν δὲ καὶ τῶν ἐκοινώνησαν οἱ στρατηγοὶ καὶ σχεδὸν εἰπεῖν αἱ ἀρχαὶ πᾶσαι.
ει 274 Εἰσιτήριος: ὁ εἰσόδιος λόγος.
ει 275 Εἰσιτητός: ὁ πορευτός.
ει 276 Εἰς θεῶν ὦτα ἦλθεν: ἐπὶ τῶν οὐ λανθανόντων ἐφ’ οἷς ἔπραξαν.
ει 277 Εἰσθορόντα: εἰσπηδήσαντα. ὅταν ἴδωσιν αὐτὸν εἰσθορόντα τοῖς πολεμίοις, φονῶντα καὶ πεφονευμένον θεάσωνται.
ει 278 Εἰς καλόν: εὐκαίρως.
ει 279 Εἰς καιρόν: εὐκαίρως.
ει 280 Εἰσκεκριμένον: ἐπείσακτον. καὶ Εἰσκριθείς, εἰσελθών.
ει 281 Εἰσκεκύκληκεν: εἰσήνεγκεν, εἰσήγαγεν. Ἀριστοφάνης· νὴ τὸν Διόνυσον, ἄπορά γ’ ἡμῖν πράγματα δαίμων τις εἰσκεκύκληκεν ἐς τὴν οἰκίαν. ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου ἤκουσέ τ’ αὐλοῦ, περιχαρὴς ἦν τῷ πράγματι.
ει 282 Εἰσκηρύττεται: καλεῖται ὑπὸ τοῦ κήρυκος.
ει 283 Εἰς κόλπον πτύειν: τοῦτο ἐν ἴσῳ τῷ, οὐ μεγαλορημονῶ εὐλα‐ βούμενος.
ει 284 Εἰς κόπρον θυμιᾷς. ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ὑπὸ τῶν Ἀττικῶν.
ει 285 Εἰς κόρακας: εἰς τὸ σκότος, εἰς ὄλεθρον.
ει 286 Ἐΐσκω: εἰκάζω.
ει 287 Εἰσκριθείς: ἀντὶ τοῦ εἰσελθών, ἐναρίθμιος γενόμενος. ὁ δὲ εἰς τὸ ἄντρον εἰσκριθεὶς ἐπίπονον βίον συνεστήσατο καὶ θηριώδη.
ει 288 Εἰσκρίνειν: εἰσχωρίζειν.
ει 289 Εἰσκυκλεῖ: εἰσφέρει καὶ ἐπισυνάπτει. καὶ ἐπεισκυκλεῖ. καὶ Εἰσκυκλεῖσθαι, κυκλοειδῶς τρίβεσθαι.
ει 290 Εἰς Κυνόσαργες: εἴρηται ἐπὶ ὕβρει καὶ ἀρᾷ. ἔστι δὲ τόπος ἐν τῇ Ἀττικῇ, ἐν ᾧ τοὺς νόθους τῶν παίδων ἔταττον. ὠνόμασται δὲ οὕτως ἀπὸ κυνὸς ἀργοῦ, τουτέστι λευκοῦ ἢ ταχέος. καὶ γὰρ Ἡρακλεῖ θύοντας κύνα λευκὸν ἢ ταχύν, ἀετὸν ἁρπάσαντα τοῦ θυομένου τὰ μηρία αὐτοῦ καταθεῖναι, καὶ ἐπερωτήσαντας τοὺς θεοὺς λαβεῖν χρη‐ σμόν, ἱερὸν Ἡρακλέους ἱδρῦσαι τῷ τόπῳ. ἐξ οὗ καὶ τοὺς νόθους ἐκεῖ συντελεῖν, ὅτι καὶ Ἡρακλῆς νόθος ὢν ἴσα θεοῖς ἐτιμήθη.
ει 291 Εἰς λατομίας: Φιλόξενος ὁ διθυραμβοποιὸς οὐκ ἀνεχόμενος τῶν Διονυσίου τοῦ τυράννου ποιημάτων ὡς φαύλων, ποτὲ πέμψαντος αὐτὸν εἰς λατομίας τοῦ Διονυσίου, τὸ δὲ ὕστερον αὐτὸς ἑκὼν ἐξανέστη, τοῦ δὲ ἐπερωτωμένου τὴν αἰτίαν, τοῦτο εἰπεῖν, ὡς κρεῖττον εἶναι ἐκεῖ διατρίβειν ἢ τῶν αὐτοῦ ποιημάτων ἀνέχεσθαι, τοῦτο ἐπειπόντα· ἦ οἶκος φίλος, οἶκος ἄριστος· ἅπερ ἐστὶ τῆς χελώνης.
ει 292 Εἰς λῆξιν: εἰς τελειότητα.
ει 293 Εἰς μελίττας ἐκώμασας: παροιμία ἐπὶ τῶν παρὰ δόξαν κακουμένων ἀθρόως.
ει 294 Εἰς νέωτα: εἰς τοὐπιόν. καὶ ὁ μὲν ὧδε τὰ καθ’ ἑαυτοὺς διετίθει ὡς πολεμήσων εἰς νέωτα. καὶ αὖθις· ἀνάζευξίς τε παρηγ‐ γέλλετο ὡς ἐς νέωτα παρεσομένων αὖθις ἐν τοῖς ὅπλοις.
ει 295 Εἴσοδος: εἰσφορά.
ει 296 Εἴσομαι: γνώσομαι. τοιγάρτοι λοιπὸν εἰσόμεθα μὲν θεοῖς εἴκειν, εἰσόμεθα δ’ Ἀτρείδας σέβειν. ἄρχοντές εἰσιν, ὥσθ’ ὑπεικτέον· τί μή; καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα τιμαῖς ὑπείκει. τοῦτο μὲν νιφοστιβεῖς χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει, ἐξίσταται δὲ νυκτὸς αἰανῆς κύκλος τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν.
ει 297 Εἰς ὀρθὸν ἐπιδοῦναι: τὸ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκαταστῆ‐ σαι ἄνδρα ἕκαστον. ὥστε εἰ ἐπὶ δόρυ κλίνειν ἐκ τῶν πολεμίων κελεύοιντο, εἶτα αὖθις εἰς ὀρθὸν ἀποδοῦναι, δεήσει ἐπὶ τοὺς πολεμίους πάλιν τρέπεσθαι. καλεῖται δὲ τοῦτο καὶ ἐπ’ ὀρθὸν καταστῆσαι.
ει 298 Εἰσορόων: βλέπων. καὶ Εἰσορόωντες.
ει 299 Εἰς ὅ τι δή: ἕως ἄν.
ει 300 Εἰς οὐρανὸν τοξεύειν: ἐπὶ τῶν διακενῆς κατ’ αὐθάδειαν τὶ ποιούντων.
ει 301 Εἴσω· τὸ τοῦ Ἰσιδώρου πρόσωπον καὶ εἶδος, ὡς ἔνθεον ἦν καὶ πλῆρες εἴσω φιλοσόφου ζωῆς.
ει 302 Εἴσω ἁλός: ἰσοδυναμεῖ τὸ εἴσω τῇ εἰς· οἷον εἰς ἁλός. καὶ παρὰ τοῖς ῥήτορσιν εἴρηται, εἴσω τὴν χεῖρα ἔχειν, ὅπερ ἔνιοι ἁμάρτημα ἔδοξαν εἶναι· ἀλλ’ ἐπλανήθησαν ἀγνοοῦντες, ὅτι ὥσπερ ἔνδον εἴποι‐ μεν, δηλοῖ δὲ καὶ τὸ ἔν τινι, καὶ τὸ ἔς τινα, οὕτω καὶ τὸ εἴσω ἐφ’ ἑκάτερον παραλαμβάνεται.
ει 303 Εἰσωθεῖν καὶ Εἰσωθοῦμεν.
ει 304 Εἰσωποί: ἀντιπρόσωποι.
ει 305 Εἰσωχέτευσαν: ἔνδον μετέφερον.
ει 306 Εἰς πάγας ὁ λύκος: ἐπὶ τῶν πονηρῶν, ὅταν εἰς προὖπτον ἐμπέσωσι κίνδυνον.
ει 307 Εἰς παραβολήν: εἰς γέλωτα, εἰς διήγημα.
ει 308 Εἰσπεπαίκασιν: εἰσπεπηδήκασιν.
ει 309 Εἰσπιπλάς· Ξενοφῶν· ὁ δὲ Κῦρος εἰσπιπλὰς ἁπάντων τὴν γνώμην ἀπέπεμπεν.
ει 310 Εἰσπομπή: εἰσβολή. Εὐνάπιος· περιεφέρετο δὲ ὁ ἀριστεὺς καὶ δόρατος εἰσπομπὴν ἐπὶ τοῦ εὐωνύμου βραχίονος.
ει 311 Εἴσπραξις: ἀπαίτησις. καὶ Εἰσπράττω· αἰτιατικῇ.
ει 312 Εἰσποιητόν: θετόν, οὐ γνήσιον. καὶ Εἰσεποιεῖτο, ἀντὶ τοῦ ὑπετίθει. καὶ Εἰσποιῶ, τὸ καλλωπίζω· δοτικῇ.
ει 313 Εἰς πῦρ ξαίνειν: παροιμιακόν. ἐπὶ τῶν καθ’ ἑαυτῶν τι πρατ‐ τόντων μάτην ἢ λεγόντων. ὁμοία τῇ κατὰ πετρῶν σπείρειν.
ει 314 Εἰς τέφραν γράφειν: ἐπὶ τῶν ἀδυνάτων. ἐγὼ δὲ τοὺς ὅρκους αὐτοῦ, τὸ τῆς παροιμίας, οἶμαι δεῖν εἰς τέφραν γράφειν.
ει 315 Εἰς τετρημένον πίθον ἀντλεῖν: εἴρηται ἡ παροιμία ἀπὸ τοῦ περὶ τὰς Δαναΐδας μύθου, παρ’ ὅσον ἀνιμῶσαι ἐκεῖναι ὕδωρ εἰς πίθον ἔβαλλον. πάσχουσι δὲ περὶ τοῦτον τὸν πίθον αἱ τῶν ἀμυήτων ψυχαί.
ει 316 Εἱστήκεισαν.
ει 317 Εἱστήκομεν: ἀντὶ τοῦ ἑστηκότες ἦμεν.
ει 318 Εἱστία: ἐκάλει. ὁ δὲ εἱστία τὸν στρατὸν ἡμερῶν ϛʹ εἰς παν‐ θοινίαν. καὶ Εἱστιᾶτο, ἐτρέφετο. καὶ Εἱστίων.
ει 319 Εἰς τὸ δέον, καὶ Ἐς τὸ δέον: Περικλῆς δῶρα δοὺς τοῖς πολεμίοις τοῖς περὶ Κλεανδρίδαν, ἵνα μὴ δῃώσωσι τὴν χώραν, δεκα‐ πέντε τάλαντα ἀνήνεγκε τὸ ἀνάλωμα τοῖς Ἀθηναίοις, οὕτω πως ἀπογράψας· εἰς τὸ δέον. Ἀριστοφάνης Νεφέλαις· ὥσπερ Περικλέης εἰς τὸ δέον ἀνάλωσα. καὶ Μένανδρος ἐν Ἐπαγγελλομένῳ. μέμνηται δὲ καὶ ἑτέρωθι.
ει 320 Εἰς τὸν ἀγρὸν ἀποβλέπων: Ἀριστοφάνης. οἱ γὰρ πολεμού‐ μενοι καὶ πολιορκούμενοι ἐπὶ τὸν ἀγρὸν ἀποβλέπουσιν, ἐπιθυμοῦντες ἐν αὐτῷ εἶναι.
ει 321 Εἰς τὸν τετρημένον: λείπει πίθον ἀντλεῖν. τάσσεται δὲ ἐπὶ τῶν εἰς κενὸν πονούντων. καὶ γὰρ μυθεύουσιν ἐν ᾅδου τοὺς ἀσεβεῖς εἰς πίθον τετρημένον ἀντλεῖν.
ει 322 Εἰς τοὔμπαλιν: εἰς τοὐναντίον.
ει 323 Εἰς Τροφωνίου μεμάντευται: ἐπὶ τῶν σκυθρωπῶν καὶ ἀγελάστων ἡ παροιμία τάττεται. οἱ γὰρ καταβαίνοντες εἰς Τροφώνιον λέγονται τὸν ἑξῆς χρόνον ἀγέλαστοι εἶναι. τὸν δὲ Τροφώνιόν φασιν ἔχοντα τὴν κεφαλὴν τοῦ ἀδελφοῦ αὐτοῦ Ἀγαμήδους καὶ διωκόμενον ὑπὸ Αὐγαίου, εὐξάμενον εἰς χάσμα ἐμπεσεῖν, οὗ δὴ καὶ τὸ μαντεῖόν ἐστιν.
ει 324 Εἰς Τροιζῆνα δεῖ βαδίζειν: ἐπὶ τῶν κακογενείων καὶ σπανοπωγώνων εἴρηται. Πώγων γάρ ἐστι λιμὴν εἰς Τροιζῆνα.
ει 325 Εἰστρυπᾶν: τὸ παρεισέρχεσθαι.
ει 326 Εἰς ὕδωρ σπείρειν: ἐπὶ τῶν μάτην πονούντων· ὡς τὸ καθ’ ὕδατος γράφειν.
ει 327 Εἰς ὕδωρ γράφειν: ἐπὶ τῶν μάτην πονούντων.
ει 328 Εἴ σφιν: εἰς ἑαυτούς.
ει 329 Εἰσφθαρείς: τὸ ἐπὶ κακῷ εἰσελθεῖν που. ἐκφθαρεὶς δὲ ἐξελθών. οὕτω λέγεται τὸ ἐπὶ κακῷ ἐξελθεῖν.
ει 330 Εἰσφορά: τέλεσμα.
ει 331 Εἰσφρήσασθαι: εἰσδέξασθαι. Εὐνάπιος· ἕτερος δὲ Μηδικὸς ὀϊστὸς ἐπὶ θάτερον χεῖλος ἔνερθεν εἰσφρήσας ἀντιθέτως πως ἀνετείνετο. ἀντὶ τοῦ εἰσδύς, εἰσελθών.
ει 332 Εἰσφρήσειν: εἰσάξειν, εἰσδέξασθαι. πολὺ τοὔνομα παρὰ τοῖς ῥήτορσιν.
ει 333 Εἰσφρήσωσιν: ἀντὶ τοῦ εἰσδεχθῶσιν εἴσω τῶν ἱερῶν εἰσφρή‐ σωσιν.
ει 334 Εἶτ’ ἐφ’ ὕδωρ κακός: ἐπὶ τῶν δυσκληρούντων ἡ παροιμία εἴρηται. ἐν γὰρ τοῖς δικαστηρίοις τὸ φαυλότατον ἔργον ἦν ὕδωρ διαμετρεῖν τοῖς δικαζομένοις. ἐγένετο δὲ τοιοῦτος ὁ ἀπόκληρος.
ει 335 Εἴ τι Πεισάνδρου βδελύττῃ τοὺς λόφους καὶ τὰς ὀφρῦς: οὗτος ἐπὶ δειλίας ἐσκώπτετο παρὰ τοῖς πολλοῖς. φιλοπόλεμος δὲ ἦν καὶ πολεμοποιὸς κερδῶν ἰδίων ἕνεκεν. ἦν δὲ καὶ δειλός. ἐχρῆτο δὲ τριλοφίᾳ καὶ ὅπλοις ἐπισήμοις, ὑπὲρ τοῦ δοκεῖν ἀνδρεῖος εἶναι, μὴ ὤν. καὶ ἐν ἄλλοις ἐπαχθῶς αὐτοῦ ἐπιλαμβάνεται.
ει 336 Εἴ τις ἐν Αἰγύπτῳ σῖτον ἄγοι καὶ ἐν Κιλικίᾳ κρόκον: ὅμοιόν ἐστι τὸ γλαῦκα Ἀθήναζε. ἐπὶ τῶν μάτην σωρευόντων τινὰ προϋπάρχοντα.
ει 337 Εἰ τὸ μέσον κτήσαιο Κορίνθου καὶ Σικυῶνος: Αἰσώπῳ τῷ μυθογράφῳ χρωμένῳ περὶ πλούτου ὁ θεὸς ἀνεῖλε τὸ λόγιον τοῦτο· εὔφορος γὰρ αὕτη ἡ χώρα. καὶ χρησμὸς ἐδόθη παρὰ Βάκιδος τοῦ χρησμολόγου· ἀλλ’ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος. ᾐνίξατο τοῦτο, ὅτι καὶ ἡ πόλις μεταξὺ οὐρανοῦ καὶ γῆς ἵδρυται, ἤτοι ἡ Νεφελοκοκκυγία.
ει 338 Εἴτω: πορευέτω. συγχωρείσθω. σημαίνει καὶ τὸ ἐάν τινι.
ει 339 Εἴτοι νομίζεις κτῆμα τὴν αὐθαδίαν εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. εἴτοι νομίζεις ἄνδρα συγγενῆ κακῶς δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. Σοφοκλῆς.
ει 340 Εἰ φίλου χρῄζεις ὑπουργίας: ἐπὶ τῶν γενναίαν ψυχὴν ἐχόντων. ἀρρωστοῦντι γὰρ Ἀντισθένει ξιφίδιον δέδωκε Διογένης εἰπὼν τοιοῦτον λόγιον.
ει 341 Εἶχεν: ἐγεγαμήκει.
ει 342 Εἶχον καὶ Εἰχέτην.
ει 343 Εἷψα: ἠκολούθησα.

Also published as PDF.