The Ζ section of the Suda contains 197 entries spanning proper names, poetic vocabulary, military terminology, and glosses on Hebrew and biblical material. Early entries include ζάβα (a coat of mail, with its storage room the Ζαβαρεῖον), the name Ζαβουλών glossed both as a region and as 'one who greatly desires', and Ζαγρεύς, identified as Dionysus in his chthonic aspect, born of Zeus and Persephone.
Mid-section entries reflect the lexicon's multilingual range: Ζιβύνη denotes a fully iron javelin or lance, while Ζιζάνιον glosses the biblical tare (αἶρα) found among wheat. Tail entries include Ζύθος, defined as wine made from barley, and Ζύμη (leaven), accompanied by a passage describing the Hebrews' ritual burning of leavened bread from the sixth hour on the fourteenth day of the month.
The section is useful for researchers working on Byzantine military vocabulary, Dionysiac religion, and the Suda's reception of Herodotus (Ζυγοί as 'seats') and biblical tradition.
| ζ 1 | Ζαβαρεῖον: ἐν ᾧ αἱ ζάβαι, αἵ εἰσιν ὅπλα πολεμικά, ἀπόκεινται. ζάβα γὰρ τὸ λωρίκιον. |
| ζ 2 | Ζαβουλών: χώρα. λέγεται δὲ καὶ ὁ πάνυ βουλόμενος. |
| ζ 3 | Ζαβρόν: πολυφάγον. |
| ζ 4 | Ζαγρεύς: ὁ Διόνυσος παρὰ ποιηταῖς. δοκεῖ γὰρ ὁ Ζεὺς μιχθῆναι τῇ Περσεφόνῃ, ἐξ ἧς χθόνιος Διόνυσος. |
| ζ 5 | Ζαές: μέγα, πολύ, λαμπρόν, ἢ ἰσχυρόν. |
| ζ 6 | Ζαῆν ἄνεμον: τὸν σφοδρῶς πνέοντα. |
| ζ 7 | Ζαθέη: ἄγαν θεία. καὶ Ζαθέων. |
| ζ 8 | Ζαθέρει: ἄγαν θερμῷ. ἐν Ἐπιγράμμασι· οἶδα καθίζων ἀείδειν ζαθέρει καύματι θαλπόμενος. |
| ζ 9 | Ζάκορος: νεωκόρος. Μένανδρος Δὶς ἐξαπατῶντι· οὐ Μεγάβυζος ἦν, ὅς τις γένοιτο ζάκορος. καὶ ὁ ὑπηρέτης. Λευκαδίᾳ· ἐπίθες τὸ πῦρ ἡ ζάκορος ἱερέως οὑτωσὶ καλῶς. ἢ ὁ ἱερεύς, ὁ τὸν ναὸν σαρῶν. κορεῖν γὰρ τὸ σαίρειν παρὰ Ἀττικοῖς. |
| ζ 10 | Ζάκοτον: ἄγαν ὀργίλον· κότος γὰρ ἡ ὀργή. |
| ζ 11 | Ζακχαῖος: ὄνομα κύριον. |
| ζ 12 | Ζάλευκος, Λοκρὸς ἐκ Θουρίου, Πυθαγόρειος φιλόσοφος καὶ νο‐ μοθέτης, ὃς τελευτᾷ ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενος. ἦν δὲ οὗτος πρότερον δοῦλός τε καὶ ποιμήν· καὶ ἐκπαιδευθεὶς νόμους ἔθετο τοῖς ἑαυτοῦ πολίταις· ἐν οἷς καὶ τό, προϊούσας ἐπ’ ἀγορᾶς τὰς γυναῖκας, τὴν μὲν ἐλευθέραν λευχείμονα μετὰ οἰκείων παιδίσκην μίαν ἔχουσαν, τὰς δὲ ἄλλας ἐν ἀνθινοῖς. |
| ζ 13 | Ζάλην: μεγάλην ἅλα. ἀπὸ τοῦ σφόδρα ἁλίζεσθαι. καὶ Ζάπλουτος, ὁ σφόδρα πλούσιος. Πλάτων Πολιτείᾳ· οἷον ἐν χειμῶνι ὑπὸ κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου ὑπὸ τείχει ὑποστάς. καὶ ἐν Τιμαίῳ· εἴτε ζάλη πνεύματος ὑπ’ ἀέρος φερομένη καταληφθείη. συ‐ στροφὴν γὰρ καὶ συρμὸν βούλεται δηλοῦν. τινὲς ἄνεμος λάβρος, πνεῦμα θορυβῶδες. Κλήμης. δύναται καὶ ζάλη τὶς εἶναι μεγάλη συ‐ στροφὴ ἀνέμου. τινὲς Ζάλην τὴν χάλαζαν. |
| ζ 14 | Ζαμβρῆς, Ζαμβρῆ: ὄνομα κύριον. |
| ζ 15 | Ζαμβύκη: μουσικὸν ὄργανον. |
| ζ 16 | Ζαμενής· Σοφοκλῆς· ἢ ζαμενὴς λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ. οἷον ὀργίλος καὶ λοίδορος, καὶ βίαιος. |
| ζ 17 | Ζάμολξις: Πυθαγόρᾳ δουλεύσας, ὡς Ἡρόδοτος δʹ. Σκύθης· ὃς ἐπανελθὼν ἐδίδασκε περὶ τοῦ ἀθάνατον εἶναι τὴν ψυχήν. Μνασέας δὲ παρὰ Γέταις τὸν Κρόνον τιμᾶσθαι καὶ καλεῖσθαι Ζάμολξιν. Ἑλ‐ λάνικος δὲ ἐν τοῖς Βαρβαρικοῖς νόμοις φησίν, ὅτι Ἑλληνικός τε γεγο‐ νὼς τελετὰς κατέδειξε Γέταις τοῖς ἐν Θρᾴκῃ καὶ ἔλεγεν, ὅτι οὔτ’ ἂν αὐτὸς ἀποθάνοι οὔθ’ οἱ μετὰ τούτου, ἀλλ’ ἕξουσι πάντα ἀγαθά. ἅμα δὲ ταῦτα λέγων ᾠκοδόμει οἴκημα κατάγαιον. ἔπειτα ἀφανισθεὶς αἰφνί‐ διον ἐκ Θρᾳκῶν ἐν τούτῳ διῃτᾶτο. οἱ δὲ Γέται ἐπόθουν αὐτόν. τετάρτῳ δὲ ἔτει πάλιν φαίνεται, καὶ οἱ Θρᾷκες αὐτῷ πάντα ἐπίστευ‐ σαν. λέγουσι δέ τινες, ὡς ὁ Ζάμολξις ἐδούλευσε Πυθαγόρᾳ Μνησάρχου Σαμίῳ καὶ ἐλευθερωθεὶς ταῦτα ἐσοφίζετο. ἀλλὰ πολὺ πρότερος δοκεῖ ὁ Ζάμολξις Πυθαγόρου γενέσθαι. ἀθανατίζουσι δὲ καὶ Τέριζοι καὶ Κρόβυζοι καὶ τοὺς ἀποθανοῦντας ὡς Ζάμολξίν φασιν οἴχεσθαι, ἥξειν δὲ αὖθις· καὶ ταῦτα ἀεὶ νομίζουσιν ἀληθεύειν. θύουσι δὲ καὶ εὐωχοῦνται, ὡς αὖθις ἥξοντος τοῦ ἀποθανόντος. |
| ζ 18 | Ζάμολξις: θηλυκῶς. ὄνομα θεᾶς. |
| ζ 19 | Ζανὸς ἐλαστρηθεὶς γυιοπαγεῖ νιφάδι· ἐν Ἐπιγράμμασι. ἀντὶ τοῦ βιασθείς, κινηθείς. |
| ζ 20 | Ζαπληθές: ἄπειρον, ἄμετρον. Στησίχορον ζαπληθὲς ἀμέτρητον στόμα Μούσης ἐκτέρισε Κατάνας αἰθαλόεν δάπεδον. |
| ζ 21 | Ζατρεφής: ὁ εὐτραφής. καὶ τὸ πληθυντικὸν ζατρεφέων. |
| ζ 22 | Ζαφελής: ὁ ἀφελής. καὶ Ζαφελῶς, πάνυ ἀφελῶς. |
| ζ 23 | Ζαχαρίας: ὄνομα κύριον. |
| ζ 24 | Ζαχρειής: ὁ ἄγαν χρειώδης. Ζαχρηείς δέ, ζαχρηέντος. |
| ζ 25 | Ζεβεέ: ὄνομα κύριον. |
| ζ 26 | Ζεβεδαῖος: ὄνομα κύριον. |
| ζ 27 | Ζέω· δοτικῇ. |
| ζ 28 | Ζέλεια: ὄνομα πόλεως. καὶ Ζελείτης, ἀπὸ τόπου. |
| ζ 29 | Ζέρκων, Σκύθης οὕτω καλούμενος, Μαυρούσιος τὸ γένος. διὰ δὲ κακοφυΐαν σώματος καὶ τὸ γέλωτα ἐκ τῆς τραυλότητος τῆς φωνῆς καὶ ὄψεως παρέχειν (βραχὺς γάρ τις ἦν, κυρτός, διάστροφος τοῖς ποσί, τὴν ῥῖνα τοῖς μυκτῆρσι παραφαίνων διὰ σιμότητος ὑπερβολήν), Ἄσπαρι τῷ Ἀρδαβουρίῳ ἐδεδώρητο, καθ’ ὃν ἐν Λιβύῃ διέτριβε χρόνον. ἥλω δὲ τῶν βαρβάρων ἐς τὴν Θρᾳκῶν ἐμβαλόντων καὶ παρὰ τοὺς βασι‐ λείους ἤχθη Σκύθας. καὶ Ἀττήλας μὲν οὐδὲ τὴν αὐτοῦ ἤνεγκεν ὄψιν· ὁ δὲ Βλήδας ἥσθη τε λίαν αὐτῷ φθεγγομένῳ οὐ μόνον γέλωτος ἄξια, εἰ μή γε καὶ βαδίζοντι καὶ περιττῶς κινοῦντι τὸ σῶμα. συνῆν δὲ αὐτῷ εὐωχουμένῳ καὶ ἐκστρατεύοντι, πεποιημένην πρὸς τὸ γελοιότερον ἀναλαμβάνων ἐν ταῖς ἐξόδοις πανοπλίαν. διὸ δὴ περισπούδαστον αὐτὸν ὁ Βλήδας ποιούμενος μετὰ αἰχμαλώτων ἀποδράντα Ῥωμαίων, τῶν μὲν ἄλλων κατωλιγώρησεν, αὐτὸν δὲ μετὰ πάσης φροντίδος ἀναζητεῖσθαι προσέταξεν. καὶ ἁλόντα καὶ παρ’ αὐτὸν ἀχθέντα ἐν δεσμοῖς ἰδὼν ἐγέλασεν. καὶ καθυφεὶς τῆς ὀργῆς ἐπυνθάνετο τὴν αἰτίαν τῆς φυγῆς, καὶ ὅτου χάριν νομίζοι τὰ Ῥωμαίων τῶν παρὰ σφίσιν ἀμείνονα. ὁ δὲ ἀπεκρίνατο, ἁμάρτημα μὲν τὴν φυγὴν εἶναι, ἔχειν δὲ τοῦ ἁμαρτήματος λόγον, τὸ μὴ γαμετὴν αὐτῷ δεδόσθαι. τῷ δὲ γέλωτι μᾶλλον ὁ Βλήδας ὑπαχθεὶς δίδωσιν αὐτῷ γυναῖκα τῶν μὲν εὖ γεγονό‐ των καὶ τῇ βασιλίδι διακονησαμένων, ἀτόπου δέ τινος πράξεως ἕνεκα οὐκέτι παρ’ ἐκείνην φοιτῶσαν. καὶ οὕτω διετέλει ἅπαντα τὸν χρόνον τῷ Βλήδᾳ συνών. μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν Ἀττήλας Ἀετίῳ τῷ στρατηγῷ τῶν Ἑσπερίων Ῥωμαίων δῶρον τὸν Ζέρκωνα δίδωσιν, ὃς αὐτὸν παρὰ τὸν Ἄσπαρα ἀπέπεμψεν. |
| ζ 30 | Ζέσας θυμῷ: ἐξαφθεὶς τῇ ψυχῇ. |
| ζ 31 | Ζευγήσιον: τὸ τοῦ ζευγίτου τέλος. |
| ζ 32 | Ζεύγλη: τὸ ἄκρον τοῦ ζυγοῦ, καθ’ ὃ ἐντίθησι τοὺς τραχήλους τὰ ζῷα. |
| ζ 33 | Ζεῦγμα: Εὐνάπιος. ἡ τοῦ ποταμοῦ διάβασις, ἡ γέφυρα. ζεύγνυ‐ ται δὲ Ῥωμαίοις ἀπονώτατα τῶν ποταμῶν τὰ ῥεύματα, ἅτε καὶ τοῦτο διὰ μελέτης ἀεὶ τοῖς στρατιώταις ὥσπερ ἄλλο τι τῶν πολεμικῶν ἀσκούμενον, ἐπί τε Ἴστρῳ καὶ Ῥήνῳ καὶ Εὐφράτῃ. ἔστι δὲ ὁ τρόπος, οὐ γὰρ δὴ πάντας εἰδέναι, τοιόσδε· πλατεῖαι μέν εἰσιν αἱ νῆες, δι’ ὧν ὁ ποταμὸς ζεύγνυται, ἀνορμίζονται δὲ ὀλίγον ἄνω τοῦ ῥεύματος ὑπὲρ τὸν μέλλοντα ζεύγνυσθαι τόπον. ἐπὰν δὲ τὸ σημεῖον δοθῇ, ἀφιᾶσι πρώτην μίαν ναῦν κατὰ ῥοῦν φέρεσθαι πλησίον τῆς οἰκείας ὄχθης. ἐπὰν δὲ κατὰ τὸν ζευγνύμενον ἥκῃ τόπον, ἐμβάλλουσιν ἐς τὸ ῥεῦμα φορμὸν λίθων ἐμπεπλησμένον καλωδίῳ δήσαντες, ὥσπερ ἄγκυ‐ ραν· ἀφ’ οὗ δεθεῖσα ἡ ναῦς πρὸς τῇ ὄχθῃ ἵσταται σανίσι καὶ ζεύγμα‐ σιν, ἅπερ ἄφθονα αὐτοῖς ἡ ναῦς φέρει, παραχρῆμα μέχρι τῆς ἀποβά‐ σεως καταστρώννυται. εἶτα ἄλλην ἀφιᾶσιν ὀλίγον ἀπ’ ἐκείνης καὶ ἄλλην ἀπ’ ἐκείνης, ἔστ’ ἐπὶ τὴν ἀντιπέραν ὄχθη ἐλάσωσι τὸ ζεῦγμα. ἡ δὲ πρὸς τῇ πολεμίᾳ ναῦς καὶ πύργους ἐπ’ αὐτῇ καὶ πυλίδα καὶ τοξότας καὶ καταπέλτας φέρει. βαλλομένων δὲ τῶν βελῶν πολλῶν ἐπὶ τοὺς ζευγνύντας ὁ Κάσσιος ἀφιέναι βέλη καὶ καταπέλτας κελεύει. πεσόντων δὲ τοῖς βαρβάροις τῶν πρώτων ἐφεστηκότων ἕτεροι ἧκον. Ζεῦγος ἡμιονικὸν ἢ βοεικὸν ζεύξαντες, τὴν λεγομένην κλινίδα, ἥ ἐστιν ὁμοία διέδρῳ, τὴν τῆς νύμφης μέθοδον ποιεῖται. παραλαβόν‐ τες δὲ αὐτὴν ἐκ τῆς πατρῴας ἑστίας ἐπὶ τὴν ἅμαξαν ἄγουσιν ἐς τὰ τοῦ γαμοῦντος ἑσπέρας ἱκανῆς. κάθηνται δὲ τρεῖς ἐπὶ τῆς ἁμάξης, μέση μὲν ἡ νύμφη, ἑκατέρωθεν δὲ ὅ τε νυμφίος καὶ ὁ πάροχος. οὗτος δέ ἐστι φίλος ἢ συγγενὴς ὅτι μάλιστα τιμώμενος καὶ ἀγαπώμενος. ἐπειδὴ δὲ ἡ ἅμαξα ὄχημα ἐλέγετο, ὁ ἐκ τρίτου ὁ παροχούμενος πάροχος ἐκλήθη. καὶ ἀπὸ ταύτης τῆς συνηθείας, κἂν πεζοὶ μετίωσί τινες κόρην, ὁ τρίτος συμπαρὼν πάροχος λέγεται. |
| ζ 34 | Ζευξιδία: ἡ Ἥρα. |
| ζ 35 | Ζευξίθεος: ὄνομα κύριον. |
| ζ 36 | Ζευξίλεως: ᾧ ὑπεζευγμένοι εἰσὶν οἱ λαοί. |
| ζ 37 | Ζεύξιππος· ὅτι Χριστόδωρος, ἐποποιός, ἔγραψεν ἔκφρασιν ἀγαλμάτων τοῦ Ζευξίππου. |
| ζ 38 | Ζεῦξις, Ζεύξιδος. ὄνομα κύριον. Ἀριστοτέλης κατὰ τὸν Ἰσοκράτους χρόνον ζωγράφον. οὗτος ἐν τῷ ναῷ τῆς Ἀφροδίτης ἔγραψεν Ἔρωτα ὡραιότατον, ἐστεμμένον ῥόδοις. |
| ζ 39 | Ζεύς· τούτου τὸ ἄγαλμα ἱστοροῦσι καθήμενον, γυμνὰ ἔχον τὰ ἄνω, τὰ δὲ κάτω ἐσκεπασμένα, κρατοῦν τῇ μὲν εὐωνύμῳ σκῆπτρον, τῇ δεξιᾷ δὲ ἀετὸν προτεῖνον. καὶ τὸ μὲν καθῆσθαι τὸ ἑδραῖον τῆς δυνάμεως αἰνίττεται, τὸ δὲ τὰ ἄνω γυμνὰ ἔχειν, ὅτι φανερὸς τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κόσμου μέρεσιν. τὰ δὲ λοιπὰ σκέπεται, διότι τοῖς χαμαιζήλοις ὁ θεὸς ἄγνωστος. τὸ δὲ τῇ λαιᾷ σκῆπτρον κατέχειν, σημαίνει τὸ ἐξουσιαστικόν· τὸ δὲ τῇ ἑτέρᾳ προτείνειν ἀετὸν δηλοῖ, ὡς τῶν ἀεροφόρων πνευμάτων κρατεῖ, ὡς ὁ ἀετὸς τῶν μεταρσίων ὀρνέων. καὶ παροιμία· ὁ Ζεὺς κατεῖδε χρόνιος εἰς τὰς διφθέρας· ἐπὶ τῶν ποτὲ ἀμειβομένων ὑπὲρ ὧν πράττουσι καλῶν ἢ κακῶν. ὅτι οὐκ ἀπρονόητά φασι τὰ πάντα, ἀλλὰ τὸν Δία εἰς διφθέρας τινὰς ἀπογράφεσθαι καί ποτε ἐπεξιέναι. |
| ζ 40 | Ζεὺς Κτήσιος, ὃν καὶ ἐν τοῖς ταμιείοις ἱδρύοντο, ὡς πλουτο‐ δότην. |
| ζ 41 | Ζεφυρία πνοή: τοῦ ζεφύρου. καὶ Ζεφύριον πνεῦμα. Ζέφυρος γὰρ λεῖος ἄνεμος. |
| ζ 42 | Ζεῖ: βράζει. καὶ Ὅμηρος· ὡς δὲ λέβης ζεῖ. ἀπὸ τοῦ ζέω ῥή‐ ματος. |
| ζ 43 | Ζειά: εἶδος κριθῆς. |
| ζ 44 | Ζείδωρον: τὴν τὰ πρὸς τὸ ζῆν δωρουμένην. ἔστι καὶ ἡ γῆ. καλεῖται δὲ καὶ βιοδώρα καὶ φερέσβιος. |
| ζ 45 | Ζειπύτης: ὄνομα κύριον. |
| ζ 46 | Ζειρά: ἤτοι σειρά, ὥς τινες. ἢ ἔνδυμά τι, ὃ ἐπενεδύοντο μετὰ τοὺς χιτῶνας, ὥσπερ ἐφαπτίδας. |
| ζ 47 | Ζειραί: χιτῶνες ἀνακεκολαμμένοι, ἢ ἀνάκολοι. ἢ μίτρα. Ἡρό‐ δοτος. |
| ζ 48 | Ζῆ: ἀντὶ τοῦ ζῆθι. Εὐριπίδης. καὶ ἀντὶ τοῦ ζέει. Ζῆ χύτρα, ζῆ φιλία, ἐπὶ τῶν δείπνῳ συνιόντων εἰς φιλίαν. καὶ Ζῇ, ἀντὶ τοῦ ὑπάρχει, βιοῖ. |
| ζ 49 | Ζήβ: ὄνομα κύριον, Ἑβραϊκόν. |
| ζ 50 | Ζήβυρες: ὄνομα ἔθνους. |
| ζ 51 | Ζήθης καὶ Ζῆθος: ὀνόματα. |
| ζ 52 | Ζῆθος καὶ Ἀμφίων: ὀνόματα. καὶ ζήτει ἐν τῷ Ἀντιόπη. |
| ζ 53 | Ζῆ· καῖε πῦρ: ἐπὶ τῶν μόλις γενομένων. |
| ζ 54 | Ζηλήμων: ὁ ζηλούμενος. |
| ζ 55 | Ζηλίτης: ὄνομα κύριον. |
| ζ 56 | Ζῆλος· Σοφοκλῆς· ἴδε τὴν ὁμευνέτιν Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ, οἵας λατρείας ἀνθ’ οἵου ζήλου τρέφει. |
| ζ 57 | Ζῆλος: ἀγαθοῦ τινος ἐπιθυμία φθόνου τινὸς χωρὶς ἐγγινομένη τῇ ψυχῇ. οἷον, ἔχει τις ἀνδρείαν, ζηλῶ τοῦτον τῆς ἀρετῆς· τουτέστιν ἐπιθυμῶ κτήσασθαι τὸ καλόν, μὴ φθονήσας τῷ κεκτημένῳ, ἀλλὰ κἀγὼ βουλόμενος ἀνδρεῖος εἶναι. Ἀππιανός· Δεντάτῳ κατὰ ζῆλον ἀρετῆς εἵπετο νέων λογάδων πλῆθος ὀκτακοσίων ἐπὶ πάντα τὰ ἔργα ἕτοιμοι· καὶ βαρὺς ἦν τῇ βουλῇ παρὰ τὰς ἐκκλησίας. |
| ζ 58 | Ζηλοτυπία: ζῆλος ἐξ ὑπονοίας, τοῦ ἀνδρὸς κατὰ τῆς οἰκείας γυναικὸς εἰς ἕτερον ἀσελγῆ ὑπόνοια. Ἰάμβλιχος· ἡ δὲ μεστὴ μὲν ἦν καὶ τῆς ἔμπροσθεν ζηλοτυπίας, προσείληφε δὲ καὶ τὴν ἀπὸ τῆς πράξεως εὐτολμίαν. ὡς οὖν ἐλάβετο τῆς ὁδοῦ, ὁ μὲν πρῶτος ἀγών, ἔφη, διηγώνισται· ἐχώμεθα δὲ καὶ τοῦ δευτέρου. καὶ γὰρ ἐν καιρῷ γεγυμνάσμεθα. καὶ Πολύβιος λέγει· τοῖς γὰρ πλείστοις ὑπερεγεγόνει τὶς ζῆλος ἐκ τῆς τῶν ἄλλων ἀλαζονείας καὶ τῆς ἀκαιρίας· ἐσπούδαζον γὰρ τὰς ἀκολουθίας καὶ τὰς ἐσθῆτας διαφερόντως. καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμὸς ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν· ὅπλων δὲ οὐδὲ τὸν ἐλάχιστον ἐποιοῦντο λόγον. |
| ζ 59 | Ζηλοτυποῦν· αἰτιατικῇ. Αἰσχίνης, ἀντὶ τοῦ μισοῦν· ζηλοῦν γὰρ τὸ μακαρίζειν, ζηλοτυπεῖν δὲ τὸ εἰς ἀπέχθειαν ἐληλυθέναι. |
| ζ 60 | Ζήλου· αἰτιατικῇ. μιμοῦ. |
| ζ 61 | Ζηλοῦν· Σοφοκλῆς· καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, ὅθ’ οὕνεκ’ οὐδὲν τῶνδ’ ἐπαισθάνῃ κακῶν. ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος. τὸ μὴ φρονεῖν γὰρ κάρτ’ ἀνώδυνον κακόν, ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς. |
| ζ 62 | Ζηλῶ· δοτικῇ. ζηλῶν ἐζήλωκα τῷ κυρίῳ. αἰτιατικῇ δέ, ζήλωσον Πέτρον. |
| ζ 63 | Ζηλῶ: μακαρίζω. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· οὐ ζηλῶ σε τῆς παιδεύσεως. ζηλῶ σε τῆς εὐβουλίας, μᾶλλον δὲ τῆς εὐωχίας, ἄνθρωπε, τῆς παρούσης. καὶ πάλιν· ζηλῶ σε τῆς εὐγλωττίας. ἀντὶ τοῦ τῆς γραφῆς, τῆς κατηγορίας. καὶ αὖθις· ζηλῶ σε τῆς εὐωχίας, τὸν πρεσβύτην, οἵων μετέστη ξηρῶν τρόπων καὶ βιοτῆς. ἕτερα δὲ νῦν ἀντιμαθών. |
| ζ 64 | Ζηλώματα: ζηλοτυπίας. κώμους καὶ τὰ νέων ζηλώματα καὶ τὰ ποθεύντων κνίσματα καὶ μύστην λύχνον ἀπειπαμένη. |
| ζ 65 | Ζηλῶσαι: μιμήσασθαι. Ἡρόδοτος· ὧν εἴ τις παρ’ ἡμῖν ζηλῶσαι τὴν δίαιταν ἐπιχειρήσει, οὐδὲν ἄμεινον διακείσεται τῶν τὸ κώνειον προσενεγκαμένων ἢ τὴν ἀκόνιτον ἢ τὴν ἑλλέβορον. |
| ζ 66 | Ζηλωταί: παρὰ Ἰουδαίοις οἱ τοῦ νόμου φύλακες. Ἄνανος ἀποκλείσας τοὺς Ζηλωτὰς εἰς τὸ ἱερὸν καὶ φρουρὰν αὐτοῖς ἐπιστήσας παρεκάθητο. |
| ζ 67 | Ζηλωτός: μακαριστός, ἐπαινετός. |
| ζ 68 | Ζηλωτότατον: μακάριον. Ἀριστοφάνης· ζηλωτότατον βίον ἀν‐ θρώπων διάξεις. |
| ζ 69 | Ζημία: ἡ στέρησις. |
| ζ 70 | Ζημιῶ· δοτικῇ. ἐζημίωσε χρήμασιν. αἰτιατικῇ δέ, πῶς μὴ τὰ μέγιστα ζη‐ μιώσω τοὺς παρόντας; |
| ζ 71 | Ζήν, Ζηνός, Ζηνί. |
| ζ 72 | Ζῆν καὶ Ἀποζῆν: ζῆν μὲν τὸ μετὰ τρυφῆς καὶ πολυτελείας, ἀποζῆν δὲ τὸ εὐτελῶς ζῆν. καὶ ζήτει ἐν τῷ ἀποζῆν. |
| ζ 73 | Ζηνόβιος, σοφιστής, παιδεύσας ἐν Ῥώμῃ ἐπὶ Ἀδριανοῦ Καίσαρος. ἔγραψεν Ἐπιτομὴν τῶν παροιμιῶν Διδύμου καὶ Ταρραίου ἐν βιβλίοις τρισί, Μετάφρασιν Ἑλληνικῶς τῶν Ἱστοριῶν Σαλουστίου τοῦ Ῥωμαϊ‐ κοῦ ἱστορικοῦ καὶ τῶν καλουμένων αὐτοῦ Βελῶν, Γενεθλιακὸν εἰς Ἀδριανὸν Καίσαρα· καὶ ἄλλα. |
| ζ 74 | Ζηνόδοτος, Ἐφέσιος, ἐποποιὸς καὶ γραμματικός, μαθητὴς Φι‐ λητᾶ, ἐπὶ Πτολεμαίου γεγονὼς τοῦ πρώτου, ὃς καὶ πρῶτος τῶν Ὁμήρου διορθωτὴς ἐγένετο καὶ τῶν ἐν Ἀλεξανδρείᾳ βιβλιοθηκῶν προὔστη καὶ τοὺς παῖδας Πτολεμαίου ἐπαίδευσεν. |
| ζ 75 | Ζηνόδοτος, Ἀλεξανδρεύς, γραμματικός, ὁ ἐν ἄστει κληθείς. Πρὸς τὰ ὑπ’ Ἀριστάρχου ἀθετούμενα τοῦ ποιητοῦ. ἔγραψε Πρὸς Πλάτωνα περὶ θεῶν, Περὶ τῆς Ὁμηρικῆς συνηθείας, Λύσεις Ὁμηρικῶν ἀπορημά‐ των, Εἰς τὴν Ἡσιόδου Θεογονίαν, καὶ ἄλλα συχνά. |
| ζ 76 | Ζηνόθεμις: ὄνομα κύριον. |
| ζ 77 | Ζήνων, Τελευταγόρου, Ἐλεάτης, φιλόσοφος τῶν ἐγγιζόντων Πυθαγόρᾳ καὶ Δημοκρίτῳ κατὰ τοὺς χρόνους, ἦν γὰρ ἐπὶ τῆς οηʹ Ὀλυμπιάδος, μαθητὴς Ξενοφάνους ἢ Παρμενίδου. ἔγραψεν Ἔριδας, Ἐξήγησιν τῶν Ἐμπεδοκλέους, Πρὸς τοὺς φιλοσόφους περὶ φύσεως. τοῦτόν φασιν εὑρετὴν εἶναι τῆς διαλεκτικῆς, ὡς Ἐμπεδοκλέα τῆς ῥητορικῆς. καθελεῖν δὲ θελήσας Νέαρχον, οἱ δὲ Διομέδοντα, τὸν Ἐλέας τύραννον, ἑάλω. καὶ ἐρωτώμενος ὑπ’ αὐτοῦ τὴν γλῶτταν αὑτοῦ ἐνδακὼν καὶ ἀποτεμὼν προσέπτυσε τῷ τυράννῳ. καὶ ἐν ὅλμῳ βληθεὶς συνετρίβη πτισσόμενος. διαφέρει δὲ Ἐλεάτης καὶ Ἐλαΐτης. |
| ζ 78 | Ζήνων, Μουσαίου, Σιδώνιος, φιλόσοφος Στωϊκός, μαθητὴς Διο‐ δώρου τοῦ κληθέντος Κρόνου, διδάσκαλος δὲ καὶ αὐτὸς Ζήνωνος τοῦ Κιτιέως. ἔγραψεν Ἀπολογίαν ὑπὲρ Σωκράτους καὶ Σιδωνιακά. |
| ζ 79 | Ζήνων, Μνασέου ἢ Δημέου, Κιτιεύς (πόλις δ’ ἐστὶ Κύπρου τὸ Κίτιον), φιλόσοφος, ὃς ἦρξε τῆς Στωϊκῆς αἱρέσεως. ἐπεκλήθη δὲ καὶ αὐτὸς Στωϊκὸς διὰ τὸ ἐν τῇ στοᾷ τῇ ἐν Ἀθήναις διδάξαι αὐτόν, ἥτις πρῴην μὲν Πεισιανάκτειος, ὕστερον δὲ ζωγραφηθεῖσα Ποικίλη ἐκλήθη. μαθητὴς δὲ ἦν Κράτητος τοῦ Κυνικοῦ, εἶτα Πολέμωνος τοῦ Ἀθηναίου. ἐτελεύτησε δὲ ἐτῶν Ϟʹ ἀφελὼν ἑκάστοτε τῆς τροφῆς, ἕως ἀτονίᾳ διεφθάρη. ἐχρήσθη δὲ αὐτῷ πυνθανομένῳ περὶ βίου συγχρωτίζεσθαι τοῖς νεκροῖς, ὅπερ ἦν τοῖς ἀρχαίοις διὰ τῶν βιβλίων. Φοῖνιξ δ’ ἐπεκλήθη, ὅτι Φοίνικες ἔποικοι τοῦ πολιχνίου ἐγένοντο. ἤκμαζεν ἐπὶ Ἀντιγόνου τοῦ Γονατᾶ, ἐπὶ τῆς κʹ καὶ ρʹ Ὀλυμπιάδος. καὶ παροιμία, Ζήνωνος ἐγκρατέστερος. οὗτος γὰρ ἄκραν εἶχε δίαιταν καὶ λιτὴν ὥστε καὶ εἰς παροιμίαν χωρῆσαι. φιλοσοφίαν καινὴν γὰρ οὗτος ἐφιλοσόφει. τῷ γὰρ ὄντι πάντας ὑπερεβάλετο τῷ τε εἴδει καὶ σεμνό‐ τητι καὶ νὴ Δία μακαριότητι. καὶ δὴ ηʹ πρὸς τοῖς Ϟʹ βιοὺς ἔτη κατέστρεψεν ἄνοσος καὶ ὑγιὴς διατελέσας. |
| ζ 80 | Ζήνων, Διοσκορίδου, Ταρσεύς, ὡς δέ τινες Σιδώνιος, φιλόσοφος, μαθητὴς Χρυσίππου τοῦ Ταρσέως, φιλοσόφου Στωϊκοῦ, καὶ διάδοχος. |
| ζ 81 | Ζήνων, Κιτιεύς. εἰ δὲ ῥήτωρ τις ἦν ἢ φιλόσοφος, ἄδηλον. ἔγραψε Περὶ στάσεων, Περὶ σχημάτων, Ὑπόμνημα εἰς Ξενοφῶντα, εἰς Λυσίαν, εἰς Δημοσθένην, Περὶ ἐπιχειρημάτων. |
| ζ 82 | Ζήνων, Ἀλεξανδρεύς, ἀνὴρ Ἰουδαῖος μὲν γεγονώς, ἀπειπάμενος δὲ δημοσίᾳ πρὸς τὸ φῦλον τῶν Ἰουδαίων, ὡς παρὰ σφίσι νενόμισται τὸν λευκὸν ὄνον ἐν τῇ ἀργούσῃ ἡμέρᾳ διὰ τῆς καλουμένης αὐτῶν συναγωγῆς ἐλασάμενος. οὗτος ὁ Ζήνων ἐπιεικὴς μὲν ἦν φύσει καὶ ἱερός, ἀλλὰ νωθέστερος ἐν λόγοις καὶ μαθήμασιν, ἐφιέμενος μὲν ἀεί τι μανθάνειν καὶ ἐρωτῶν, ὅ τι ἂν ἀγνοοῖ, πάντα δὲ σχεδὸν ἀγνοῶν. καὶ γὰρ νοῆσαι βραδύτατος ἦν, καὶ τῶν νοηθέντων ὀψέ ποτε προδότης ὑπὸ λήθης ἑτοιμότατος. ἦν δὲ καὶ ἕτερος Ζήνων, τοῦ Πρόκλου ἑταῖ‐ ρος, κατὰ τὸν αὐτὸν χρόνον, τῷ μὲν γένει Περγαμηνός, τῇ δὲ φύσει καὶ αὐτὸς ἐνδεέστερος, τά γε πρὸς ἐπιστήμην· ἐπιεικὴς δὲ καὶ τὰ ἤθη κατηρτυμένος. ὁπότερος δὲ αὐτοῖν ἀφορμὴν τῇ διαστάσει παρέσχετο τῷ Σαλουστίῳ πρὸς τὸν Πρόκλον, οὐκ ἔχω φράζειν. |
| ζ 83 | Ζήνων, βασιλεὺς Ῥωμαίων, τὴν μὲν ὠμότητα, ᾗ ἐκέχρητο Λέων, ἐν τῇ φύσει οὐκ εἶχεν. οὐδὲ τὸ θυμούμενον ἀπαραίτητον αὐτῷ καθειστήκει ἐσάπαξ, οἷον τοῦ Λέοντος διέμενε. καὶ τήν γε προαίρεσιν ἐν πολλοῖς εἶχε φιλότιμον· καὶ ἃ ἔπραττε δόξης ἕνεκεν καὶ τοῦ θαυμάζεσθαι ἔπραττεν, ἐπιδεικτικῶς μᾶλλον ἢ ἀληθῶς. οὐ μὴν οὔτε ἔμπειρος τῶν πραγμάτων ἦν οὔτε εἶχεν ἐπιστήμην, δι’ ἧς ἔστιν ἀσφαλῶς τὰς βασιλείας ἰθύνεσθαι. πρὸς δὲ κέρδος καὶ λῆμμα οὐχ οὕτω μὲν ἐμμανῶς ὡς ὁ Λέων διέκειτο· οὐδὲ ἔπλαττε μὴ ὄντα τοῖς κεκτημένοις ἐγκλήματα· οὐ μὴν οὐδὲ παντελῶς κρείττων ὑπῆρχε τοῦ πράγματος. καὶ χρηστῆς ἂν βασιλείας ἔτυχον Ῥωμαῖοι, εἰ μὴ Σεβα‐ στιανὸς ὁ τότε παραδυναστεύων ἦγεν αὐτὸν ἐς ὅπη ἐβούλετο, καπη‐ λεύων ὥσπερ ἐξ ἀγορᾶς ἅπαντα καὶ μηδὲν ἄπρατον ἐῶν ἐν τῇ βασι‐ λέως αὐλῇ διαπράττεσθαι. ἀλλὰ τὰς μὲν ἀρχὰς ἀπεδίδοτο πάσας, ἰδίᾳ μὲν ἑαυτῷ, ἰδίᾳ δὲ λαμβάνων τῷ βασιλεῖ τὰ τιμήματα. καὶ εἰ προσῆλθεν ἕτερος βραχύ τι προστιθείς, ἐκεῖνος ἦν αἱρετώτερος. τῶν δὲ ἐν τοῖς ἀρχείοις γινομένων ἁπάντων οὐδὲν ἦν, ὃ μὴ λαβὼν ἀπεπίπρασκεν. εἰ δέ τινα ἀρχὴν τῶν περὶ αὐτὸν ὄντων ἐχαρίσατο Ζήνων, ὥσπερ πολι‐ τοκάπηλος αὐτὸς ταύτην ὀλίγου παρ’ ἐκείνου λαμβάνων, ἄλλοις παρεῖχε τοῦ πλείονος, Ζήνωνι δὲ τὰ κλέμματα παρέχων. |
| ζ 84 | Ζήνων, βασιλεὺς Ῥωμαίων. ὃς Ζήνωνα τὸν ἑαυτοῦ υἱὸν διάδοχον καταλιμπάνειν θέλων κομιδῇ νέον προῆγέ τε δι’ ἀξιῶν καὶ σωμασκεῖ‐ σθαι ἐκέλευεν εἰς ἐπίδοσιν τῆς ἡλικίας. οἱ δὲ βασιλικοὶ ἐν ἐξουσίᾳ γενόμενοι τοῦ ἄδην τὰ δημόσια καταναλίσκειν Συβαριτικῶς τὸν νέον κραιπαλᾶν ἐνήργουν καὶ μαστροπεύοντες αὐτῷ τοὺς συνήβους πρὸς τοὺς τῶν ἀρρένων ἔρωτας λυσσᾶν ἐπαίδευσαν ἐκτόπως. διαίτης οὖν ἐν ἡδοναῖς καὶ τύφῳ τιθεμένης τὸ καλὸν ἐθὰς γενόμενος καὶ τὴν ὑποτυφωμένην ἀλαζονείαν ἐπὶ τῇ βασιλικῇ καραδοκίᾳ διὰ τῶν προσώ‐ πων ἀπεμφαίνων ἀκροβατεῖν τε ἤρξατο καὶ μετέωρον τὸν αὐχένα αἴρειν καὶ συλλήβδην φάναι, προσέχειν πᾶσιν ὡς οἰκέταις ἀνθρώποις. ἀλλ’ ὁ πάντων ἔφορος τὴν φυσικὴν καὶ διδακτικὴν κακότητα αὐτοῦ τεθεαμένος, διαρρεύσαντα τῇ γαστρὶ καὶ ἀναισθήτως ἐπὶ πολλὰς ἡμέ‐ ρας ἐς τὴν εὐνὴν ἀποπατοῦντα, πρόωρον τῶν ἀνθρωπείων ἐδικαίωσεν ἐκβῆναι. ὅτι Ζήνων ὁ βασιλεύς, πυθόμενος τῶν οἰκείων τὴν ἧτταν ἐς φρούριον καταφεύγει ἐπὶ λόφου κείμενον, ὃ Κωνσταντινούπολιν οἱ πρόσχωροι ἐκάλουν. ὅπερ γνούς, τοῖς συνοῦσι στενάξας, θεοῦ παίγνιον, εἶπεν, ἄρα ὁ ἄνθρωπος· εἴγε καὶ ἐμὲ οὕτω παίζειν φιλεῖ τὸ δαιμόνιον. ἐμοὶ γὰρ δὴ οἱ μάντεις τὸν Ἰούλιον μῆνα ἐξ ἀνάγκης ἐν Κωνσταντι‐ νουπόλει διατεινόμενοι προὔλεγον. κἀγὼ μὲν ἐνόμιζον ἐς Κωνσταντι‐ νούπολιν ἀναβήσεσθαι· νῦν δὲ πάντων ἔρημος καὶ φυγὰς ἐς λόφον ἦλθον, εὑρηκὼς ὁ δείλαιος προσηγορίαν ὁμώνυμον. |
| ζ 85 | Ζηνωνίς: ὄνομα κύριον. ζήτει ἐν τῷ Ἁρμάτος. |
| ζ 86 | Ζηρυνθία: ἡ Ἀφροδίτη. καὶ Ζηρύνθιον. καὶ Ζήρινθον ἄντρον, ἐν ᾧ τοὺς κύνας ἔθυον. ἔνθα ἦν τὰ τῶν Κορυβάντων καὶ τῆς Ἑκάτης μυστήρια. ζήτει ἐν τῷ ἀλλ’ εἴ τις. |
| ζ 87 | Ζῆσαι δὶς λέγουσι καὶ ἀναβιῶναι τὸν Ἡρακλέα, τὸν Τυνδάρεων καὶ τὸν Γλαῦκον, τινὲς δὲ καὶ τὸν Αἴσωπον. |
| ζ 88 | Ζήσειας· ζήτει ἐν τῷ ἀμυστί. |
| ζ 89 | Ζητεῖν: ἐπὶ τοῦ βούλεσθαι τιθέασιν Ἀττικοί. μηδὲ σὺ ζήτει τι πυθέσθαι. |
| ζ 90 | Ζήτης: ὁ τοῦ Βορέου παῖς. |
| ζ 91 | Ζητήσεται: ἀντὶ τοῦ ζητηθήσεται. |
| ζ 92 | Ζητηταί: ἀρχή τις ἦν Ἀθήνησι κατὰ καιροὺς καθισταμένη, πρὸς ἧς ἐμηνύοντο οἱ ὀφείλοντες χρήματα τῇ πόλει καὶ μὴ ἀποδεδωκότες. |
| ζ 93 | Ζητητηρίων ὄργανα: τὰ βασανιστήρια. οἱ δὲ προσάγουσι πῦρ καὶ τὰ τῶν ζητητηρίων ὄργανα. ὁ δὲ τὰ πραχθέντα ἐξεῖπεν. |
| ζ 94 | Ζητρεῖον: τὸ τῶν δούλων κολαστήριον. Εὔπολις. |
| ζ 95 | Ζητῶν γὰρ ὄψον θοἰμάτιον ἀπώλεσα: ἐπὶ τῶν ἀτυχε‐ στάτων. |
| ζ 96 | Ζῆ χύτρα, ζῆ φιλία: ἐπὶ τῶν διὰ τοῦ δείπνου συνιόντων εἰς φιλίαν. |
| ζ 97 | Ζιβύνη: ὁλοσίδηρον ἀκόντιον, λόγχη, σπάθη. |
| ζ 98 | Ζιβύτης: ὄνομα κύριον. |
| ζ 99 | Ζιζάνιον: ἡ ἐν τῷ σίτῳ αἶρα. |
| ζ 100 | Ζιήλας: ὄνομα κύριον. |
| ζ 101 | Ζινίχιον: τὸ λωρίον τοῦ ὑποδήματος. |
| ζ 102 | Ζίρης, καὶ κλίνεται Ζίρη, Σκυθικῇ φωνῇ. |
| ζ 103 | Ζολιμίηλος: ὄνομα κύριον. |
| ζ 104 | Ζοροβάβελ: ὄνομα κύριον. |
| ζ 105 | Ζοφερά: ἡ σκοτεινή. καὶ Ζοφερὸν ὁμοίως. |
| ζ 106 | Ζοφοδερκίας: ὁ σκοτεινὸς δεῖπνος. |
| ζ 107 | Ζοφώδης ὁ σκοτεινός. καὶ Ζοφοειδής, σκοτεινός. |
| ζ 108 | Ζοφομηνία: ἡ ἔκλειψις τῆς σελήνης. |
| ζ 109 | Ζόφον: τὴν δύσιν. οὕτως γὰρ καλεῖται ἡ δύσις, ζόφος. |
| ζ 110 | Ζῶ· δοτικῇ. Σοφοκλῆς· οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ. |
| ζ 111 | Ζῷα· ὅτι τὰ ζῷα ἄνω ἔχειν τὴν κεφαλὴν λέγεται, οὐ πάντως ὡς πρὸς τὸ πέριξ λαμβανόμενα, ἀλλ’ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. καὶ τῶν ἀλόγων τοίνυν ζῴων τῶν πλείστων, σχεδὸν δὲ πάντων, ἐπὶ γῆς κεκυφότων, ὡς μηδὲ τῶν ὀπισθίων ἐπὶ τὸ πέριξ ἔχειν τὴν κεφα‐ λήν, ὅμως λέγεται τὰ ἄνω τῶν ζῴων μέρη εἶναι κεφαλή τε καὶ τὰ περὶ τὴν κεφαλήν. καὶ ἐπὶ τῶν φυτῶν τοίνυν, ὡς μὲν πρὸς τὰ πέριξ, ἄνω λέγοιντο οἱ κλάδοι καὶ τὰ φύλλα· ὡς δὲ πρὸς τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, καὶ μᾶλλόν ἐστι συμφυές, ἄνω μὲν αἱ ῥίζαι, κάτω δὲ οἱ κλάδοι. διὸ καὶ ἀναλογοῦσι κεφαλῇ καὶ μὴν καὶ στόματι. δι’ αὐτῶν γὰρ ὡς διὰ στόματος ἡ τροφὴ χορηγεῖται καὶ διοχετεύεται τῷ σώματι. |
| ζ 112 | Ζωάγρια καὶ Ζώγρια: δι’ ὧν λύτρων τὸ ζῆν περιγίνεται. Ζωάγρια γὰρ τὰ τῆς ζωῆς χαριστήρια. |
| ζ 113 | Ζωαρκῆ: τὰ πρὸς ζωὴν ἀρκοῦντα. καὶ Ζωαρκὲς ὁμοίως. |
| ζ 114 | Ζωάς, καὶ τὸ πληθυντικὸν τῶν ζωῶν. |
| ζ 115 | Ζωβία: ὄνομα κύριον. ζήτει ἐν τῷ Ἀριστογείτων Σκυδίμου. |
| ζ 116 | Ζωγράφος. καὶ Ζωγραφῶ· αἰτιατικῇ. |
| ζ 117 | Ζωγρεῖ· αἰτιατικῇ. ζῶντας λαμβάνει. καὶ Ζώγρει, ζῶντα φύλασσε. |
| ζ 118 | Ζωγρεῖον: εἶδος σπυριδίου. |
| ζ 119 | Ζωγρία: τὸ ζῷα ἀγρεύειν. |
| ζ 120 | Ζώγρια: δι’ ὧν λύτρων τὸ ζῆν περιγίνεται. Προκόπιος· τῷ Χοσρόῃ ζώγρια δόντες τὴν πόλιν καὶ σφᾶς αὐτοὺς διεσώσαντο. |
| ζ 121 | Ζωγρίᾳ λαβεῖν: ἀντὶ τοῦ ζῶντα λαβεῖν καὶ κρατῆσαι. καὶ Πολύβιος· οἱ δὲ γενόμενοι ζωγρίᾳ κύριοι τοῦ στρατηγοῦ, τοῦτον ἀνεσταύρωσαν. |
| ζ 122 | Ζωγρίη· Ἡρόδοτος· τὸν δὲ Ἱστιαῖον ζωγρίῃ ἔλαβεν. ἐζωγρήθη δὲ ὧδε. ὡς φεύγων κατελαμβάνετο ὑπὸ ἀνδρὸς Πέρσεω, καὶ ὡς καταιρεόμενος ὑπ’ αὐτοῦ ἔμελλε συγκεντηθήσεσθαι, Περσίδα γλῶσσαν μετεὶς καταμηνύει ἑαυτὸν ὡς εἴη Ἱστιαῖος Μιλήσιος. καὶ αὖθις· ὑπὲρ δὴ τούτων τούτῳ ζωάγρια ἀποδιδούς, ᾗπερ οὖν δυνατὸν ἦν. |
| ζ 123 | Ζῴδιον: τὸ μικρὸν ζῷον. |
| ζ 124 | Ζώεσκον: ἀντὶ τοῦ ἐπλούτουν. ἐγὼν ἔτι ζώεσκον. |
| ζ 125 | Ζῴη: εὐκτικῶς. |
| ζ 126 | Ζωή: παρατήρησις, καὶ μονὴ τῶν ὄντων. ὅτι ἡ ζωὴ καὶ τὸ ζῆν πολλαχῶς λέγεται, τουτέστι πλειόνων οὐσῶν ψυχικῶν δυνάμεων καθ’ ἃς τὸ ζῆν ἐγγίνεται, πλείους καὶ αἱ δι’ αὐτῶν ζωαὶ καὶ τὸ ζῆν· οἷον κατὰ νοῦν, κατ’ αἴσθησιν, κατὰ τὰ λοιπά. διὸ κἂν ἕν τι τούτων ὑπάρχῃ τινί, ζῆν λέγεται τὸ μετέχον αὐτοῦ. ὅθεν καὶ τὰ φυτὰ θρεπτι‐ κὴν ἔχοντα δύναμιν ζῇ μηδεμίαν τῶν ἄλλων ἔχοντα, μήτε αἰσθητικὴν μήτε τὴν κατὰ τόπον κινητικὴν μήτε τῶν ἄλλων μηδεμίαν. ὅτι ζῆν μὲν λέγεται τὰ φυτά, οὐ ζῷα δὲ εἶναι. διότι ὥσπερ δρομέας λέγομεν οὐ τοὺς ὁπωσοῦν δρόμου μετέχοντας, ἀλλὰ τοὺς σφοδρῶς καὶ τρανέστε‐ ρον μετειληφότας τοῦ τρέχειν, οὕτω καὶ ζῷα λέγονται οὐ τὰ ὁπωσοῦν μετέχοντα τοῦ ζῆν καὶ τῆς ζωῆς, ἀλλ’ ἐν οἷς τὸ ζῆν καὶ ἡ ζωὴ τρανότερον καὶ περιφανέστερόν ἐστιν. |
| ζ 127 | Ζωὴ πίθου: ἐπὶ τῶν μετρίως καὶ ταπεινῶς ζώντων, ἀπὸ Διο‐ γένους τοῦ φιλοσόφου, ᾧ πίθος ἦν ἡ ἡδίστη καταγωγή. |
| ζ 128 | Ζωήν: τὴν κτῆσιν, τὴν οὐσίαν. διαφέρει δὲ ζωὴ ψυχῆς· ζῇ γὰρ καὶ τὰ φυτά. |
| ζ 129 | Ζωηρός: ὁ ζῶν, καὶ παρέχων ζωήν. |
| ζ 130 | Ζωΐλος, Ἀμφιπολίτης (πόλις δ’ ἐστὶ Μακεδονίας Ἀμφίπολις, ἥτις πρώην ἐκαλεῖτο Ἐννέα ὁδοί), ὃς ἐπεκλήθη Ὁμηρομάστιξ, ὅτι ἐπέσκωπτεν Ὅμηρον. διὸ αὐτὸν διώξαντες οἱ ἐν τῇ Ὀλυμπίᾳ κατὰ τῶν Σκιρωνίδων πετρῶν ἔρριψαν. ῥήτωρ δὲ ἦν καὶ φιλόσοφος. ἔγραψε μέντοι τινὰ καὶ γραμματικά· Κατὰ τῆς Ὁμήρου ποιήσεως λόγους θʹ, Ἱστορίαν ἀπὸ θεογονίας ἕως τῆς Φιλίππου τελευτῆς βιβλία γʹ, Περὶ Ἀμφιπόλεως, καὶ Κατὰ Ἰσοκράτους τοῦ ῥήτορος, καὶ ἄλλα πλεῖστα, ἐν οἷς καὶ ψόγος Ὁμήρου. |
| ζ 131 | Ζῶμα: ἡ ζώνη. Σοφοκλῆς· δὸς αὐτῷ τῆνδ’ ἀλιπαρῆ τρίχα καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον. τὴν ζώνην λέγων, οὐ τὸ ἔνδυμα. |
| ζ 132 | Ζωμάλμη: ὄνομα κύριον. ἦν δὲ Θασία. |
| ζ 133 | Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν, ἀλλ’ ὡς δυνάμεθα: ἐπὶ τῶν μὴ κατὰ προαίρεσιν ζώντων. κέχρηται Πλάτων ἐν Ἱππίᾳ. |
| ζ 134 | Ζωμεύματα, ὑποζώματα δέ, τὰ ξύλα τῆς νηός. ὁ οὖν σκυτεὺς ἀντὶ τοῦ εἰπεῖν ὑποζώματα, πρὸς μάγειρον παίζων εἶπε ζωμεύματα, ὡς ἀρτύσεων ἔμπειρον καὶ ζωμευμάτων. |
| ζ 135 | Ζωμήρυσις: μαγειρικὸν ἐργαλεῖον. ἐν Ἐπιγράμμασι· ζωμή‐ ρυσίν τε τὴν λίπους ἀφρηλόγον. |
| ζ 136 | Ζωμὸς μέλας: ἡ λεγομένη αἱματιά. |
| ζ 137 | Ζῶναι· ἐπὶ γῆς εʹ. βόρειος ὑπὲρ τὸν ἀρκτικὸν κύκλον, ἀοίκητος διὰ ψῦχος· εὔκρατος· καύματος, ἡ καλουμένη διακεκαυμένη· ἀντεύκρατος· νότιος, ἀοίκητος διὰ καῦμα. |
| ζ 138 | Ζωναῖνος· ἔγραψεν ἐρωτικὰς ἐπιστολάς, καὶ περὶ τοῦ σφαιρί‐ ζειν. φέρονται δὲ αὐτοῦ καὶ ἕτεραι ἐπιστολαὶ ἀγροικικαί, ἀλλ’ ἀποπί‐ πτουσι τοῦ χαρακτῆρος. |
| ζ 139 | Ζώνη: πορφυροῦν ἱμάτιον. Ἡρόδοτος. |
| ζ 140 | Ζώνη: τροπικῶς ἡ δύναμις. ἐπειδὴ ὁ ἐζωσμένος εὐσταλέστερός ἐστι πρὸς τὴν πρᾶξιν. |
| ζ 141 | Ζώνη: τὸ ἀξίωμα. ἀναζητουμένους τῆς βασιλίδος ὠθεῖσθαι οὐ μόνον ἰδιώτας, ἀλλὰ καὶ τοὺς ὑπὸ ζώνην. καὶ Αἰλιανός· καί πως τὴν ζώνην τοῦ χρυσίου, ἣν ἐπήγετο ὁ ξένος, ὁ πανδοκεὺς ἐθεάσατο καὶ παραχρῆμα ἐποφθαλμιᾷ. λύσις ὀνείρου· ζώνη κοπεῖσα τὴν ὁδὸν λύει τάχος. |
| ζ 142 | Ζώντειον: κολαστήριον οἰκετῶν. |
| ζ 143 | Ζώννυσθαι: καθοπλίζεσθαι. καὶ Ζωννύω· αἰτιατικῇ. |
| ζ 144 | Ζωογονῶ· αἰτιατικῇ. |
| ζ 145 | Ζωοδότειρα: ζωὴν παρέχουσα. |
| ζ 146 | Ζωοδότης: ὁ ζωὴν πᾶσι διδοὺς ἀγαθὸς θεός. |
| ζ 147 | Ζωοποιῶ· αἰτιατικῇ. |
| ζ 148 | Ζωὸς γενήσῃ κρομμύου μόνον λαβών: πρὸς τοὺς ἀπὸ μικρᾶς αἰτίας μεγάλας δόξας καρπουμένους. |
| ζ 149 | Ζώων: μετοχή. ζῶν. ζώων μὲν σέο ματρὶ διαμπερὲς αἶσχος ἀνάπτεις καὶ κρατερῆς πάτρης πάτρια θεσμὰ λύεις. |
| ζ 150 | Ζώπυρα: τοῦ ζῆν ποιητικά. |
| ζ 151 | Ζώπυρα: φυσητῆρες, ὅθεν οἱ χαλκεῖς τὸ πῦρ φυσῶσιν. |
| ζ 152 | Ζώπυρα: λείψανα. |
| ζ 153 | Ζωπυρεῖ: ἀναζῆν ποιεῖ, ἢ ἐκκαίει. |
| ζ 154 | Ζωπυρῆσαι: ἀναθάλψαι. ἐκ μεταφορᾶς ἀπὸ τοῦ πυρός, ἐπὶ τοὺς ἐξ ἀρρωστίας ἀναρωννυμένους λέγουσιν Ἀττικοί. Ζωπυρῆσαι κυρίως ἐστὶ τὸ ἐκ μικροῦ σπινθῆρος φυσῶντα μεγάλην φλόγα ἀνάψαι. καὶ ἐπὶ πολέμου δὲ λέγεται. |
| ζ 155 | Ζωπυρήσεις: ἀντὶ τοῦ ἀνεγειρεῖς. εἰ μὴ τὼ θεὼ ζωπυρήσεις, λύσω τὴν ἐμαυτῆς υἱόν. καὶ ποιήσω τήμερον τοὺς δημότας βωστρεῖν ς’ ἐγὼ πεκτούμενον. |
| ζ 156 | Ζωπύρια: φυσητήρια. |
| ζ 157 | Ζώπυρον: πεπυρακτωμένον, ἔνθερμον. |
| ζ 158 | Ζωπύρου τάλαντα· Ζώπυρος ὁ Πέρσης βασιλεῖ χαριζόμενος μαστιγώσας ἑαυτὸν καὶ τῆς ῥινὸς καὶ τῶν ὤτων ἀφελόμενος εἰσῆλθεν εἰς Βαβυλῶνα καὶ πιστευθεὶς διὰ τὰ περὶ τὸ σῶμα προὔδωκε τὴν πόλιν. ἐκ μεταφορᾶς οὖν εἶπε τάλαντα καὶ ζυγά, οἱονεὶ ἔργα καὶ πράξεις. |
| ζ 159 | Ζωροάστρης, Περσομῆδος, σοφός. ζήτει περὶ τούτου ἐν τῇ ἀστρονομίᾳ. ὃς καὶ πρῶτος ἦρξε τοῦ παρ’ αὐτοῖς πολιτευομένου ὀνόματος τῶν Μάγων. ἐγένετο δὲ πρὸ τῶν Τρωϊκῶν ἔτεσι φʹ. φέ‐ ρεται δὲ αὐτοῦ Περὶ φύσεως βιβλία δʹ, Περὶ λίθων τιμίων αʹ, Ἀστερο‐ σκοπικά, Ἀποτελεσματικὰ βιβλία εʹ. |
| ζ 160 | Ζωροάστρης, ἀστρονόμος, ἐπὶ Νίνου βασιλέως Ἀσσυρίων, ὅστις ηὔξατο ὑπὸ πυρὸς οὐρανίου τελευτῆσαι παρεγγυήσας τοῖς Ἀσσυρίοις τὴν τέφραν αὐτοῦ φυλάττειν· οὕτω γὰρ αὐτοῖς ἡ βασιλεία οὐκ ἐκ‐ λείψει διαπαντός· ὅπερ μέχρι νῦν πεφύλακται παρ’ αὐτοῖς. |
| ζ 161 | Ζωρομάσδρης, Χαλδαῖος, σοφός. ἔγραψε μαθηματικὰ καὶ φυ‐ σικά. |
| ζ 162 | Ζωρόν: ζωτικόν. |
| ζ 163 | Ζωροπόται: ἀκρατοπόται. |
| ζ 164 | Ζωρότερον: ἀκρατότερον. ἐν Ἐπιγράμμασι· καὶ ζωρὸν κε‐ ράσας ἰσοχειλέα. καὶ Ὅμηρος εἰπών, ζωρότερον δὲ κέραιε, δια‐ φορὰς κράσεων λέγει, ὡς μίγματός τινος στερεμνίους ποιοῦντος τοὺς πίνοντας. |
| ζ 165 | Ζῶς: ἀντὶ τοῦ ζῶν. |
| ζ 166 | Ζώσας: ἐναργεστέρας, οὐκ ἀπολλυμένας. Σοφοκλῆς· ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων. τουτέστι ἐν τοῖς συνετοῖς τὰς συντυχίας καὶ τὰς ἀποβάσεις τῶν βου‐ λευμάτων ὁρῶ ζώσας καὶ οὐκ ἀπολλυμένας. ἀντὶ τοῦ οὐ σφάλλεται, ἀλλὰ τοῦ ἀποβησομένου στοχάζεται καλῶς. |
| ζ 167 | Ζωσιμᾶς: ὄνομα κύριον. |
| ζ 168 | Ζώσιμος, Ἀλεξανδρεύς, φιλόσοφος. Χημευτικὰ πρὸς Θεοσεβίαν τὴν ἀδελφήν· ἔστι δὲ κατὰ στοιχεῖον ἐν βιβλίοις κηʹ, ἐπιγράφεται δὲ ὑπό τινων Χειρόκμητα· καὶ ὁ Πλάτωνος βίος. |
| ζ 169 | Ζώσιμος, Γαζαῖος ἢ Ἀσκαλωνίτης, σοφιστής, κατὰ τοὺς χρόνους Ἀναστασίου τοῦ βασιλέως. ἔγραψε Λέξιν ῥητορικὴν κατὰ στοιχεῖον καὶ ὑπόμνημα εἰς τὸν Δημοσθένην καὶ εἰς Λυσίαν. |
| ζ 170 | Ζῶσμα φατεινόν: τὸν χιτῶνα, ἀπὸ τοῦ ζώννυσθαι. ἄλλοι δὲ τὸν θώρακα, οἱ δὲ κυρίως τὸ ζῶσμα. οἱ Ῥωμαίων ψιλοὶ ἐφαπτίδα εἶχεν ἕκαστος αὐτῶν καὶ ζώματα πρὸ τῶν μηρῶν. |
| ζ 171 | Ζώστειον: ὄνομα τόπου. |
| ζ 172 | Ζωστήρ: ᾧ ἐπάνω τοῦ θώρακος χρῶνται. |
| ζ 173 | Ζῶστρα: ἐνδύματά τινα ἀνδρῶν, οἷον χιτῶνας βαθεῖς, οἷς ζών‐ νυται ἡ ζώνη. |
| ζ 174 | Ζωτεῖσθαι: ζωογονεῖσθαι. |
| ζ 175 | Ζωΰφιον. |
| ζ 176 | Ζυγάδην: συνεζευγμένως. |
| ζ 177 | Ζυγάστροις· Ξενοφῶν· τὰ δὲ ἄλλα χρήματα παραδεχομένους ἐς ζυγάστροις στήσαντας ἐφ’ ἁμάξης κομίζειν, ἵνα ὅπη καιρὸς εἴη δια‐ λαμβάνοιεν ἕκαστοι τὰ ἄξια. ζύγαστρον γὰρ ἡ ξυλίνη σορός. |
| ζ 178 | Ζύγαινα: εἶδος ἰχθύος. |
| ζ 179 | Ζυγεῖν: τὸ ἐπ’ εὐθείας κεῖσθαι τῷ κατὰ βάθος στίχῳ· τοῦτο γὰρ καὶ κυρίως λέγεται στίχος. |
| ζ 180 | Ζυγία: ἡ Ἥρα. |
| ζ 181 | Ζυγιανός: ὁ ζυγός. |
| ζ 182 | Ζυγίζω. |
| ζ 183 | Ζύγιοι ἵπποι: οἱ ὑποβαλλόμενοι τῷ τοῦ ἅρματος ζυγῷ. τουτ‐ έστιν ὁ μέσος ἀριστερὸς καὶ ὁ μέσος δεξιός. καὶ ἁπλῶς ὁ μὴ παρά‐ σειρος οὕτως λέγεται. |
| ζ 184 | Ζυγόδεσμος: ὁ ἱμὰς τοῦ ζυγοῦ. |
| ζ 185 | Ζυγομαχεῖ: στασιάζει, ὡς οἱ βόες ἐζευγμένοι. μετῆκται ἡ λέξις ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης. ἐκεῖνοι γὰρ πολλάκις ὅταν ἕλκωσι κάμνοντες, ἐπερείδουσι τὸ βάρος πρὸς ἀλλήλους. κέχρηται Ὑπερίδης. |
| ζ 186 | Ζυγομαχεῖν: ἀπὸ τῶν πωλούντων σταθμῷ καὶ διαφερομένων πρὸς τοὺς ὠνουμένους. οἱ δὲ ἀπὸ τῶν ὑποζυγίων ἢ βοῶν ἢ ἵππων ἤ τινων τοιούτων μὴ συμφώνως ἐργαζομένων. Ἡσίοδος· βόε δ’ ἐν‐ ναετήρω ἄρσενε κεκτῆσθαι· τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν. οὐκ ἂν τώγ’ ἐρίσαντε. Ἡρόδοτος δὲ ἀπὸ τῶν ἐν τοῖς πλοίοις ζυγῶν δύνασθαι εἶναι τὴν λέξιν, ὅταν περὶ τὰς καθέδρας διαφέρωνται οἱ ἐρέται. ζήτει στήλην ζυγελάτου ἐν τῷ Βασιλική. |
| ζ 187 | Ζυγός: ἐν τοῖς Τακτικοῖς τὸ ἐκ παρεστηκότων ἀλλήλοις πλῆθος. ἐρετικὴ καθέδρα. τὰ τοῖς ζῴοις ἐπιτιθέμενα. καὶ τὸν ζυγὸν ἐν θα‐ λάμῳ. τῶν μουσικῶν ὀργάνων ὁ πῆχυς. τὸ τὰς ἰσότητας διακρῖνον σκεῦος. καὶ αἱ χηλαὶ τοῦ ἐν οὐρανῷ Σκορπίου. καὶ ἡ ζυγοτρυτάνη δὲ στάσιμον. καὶ ὁ περικείμενος ἱμὰς τοῖς δακτύλοις πλαγίοις ἐπὶ τῶν σανδαλίων. Ἀριστοφάνης· τὸ δακτυλίδιον πιέζει τὸ ζυγόν. |
| ζ 188 | Ζυγός: ὁ νόμος παρὰ τῇ θείᾳ γραφῇ. καὶ ὁ Χριστός· ἄρατε τὸν ζυγόν μου, ὅτι χρηστός ἐστι, καὶ τὸ φορτίον μου ἐλαφρόν. καὶ ζυγὸν τὴν τοῦ νόμου βαρύτητά φησιν ὁ Δαβίδ. |
| ζ 189 | Ζυγοστάτης καὶ Ζυγοστατῶ. |
| ζ 190 | Ζυγοφορούμενα: ἐν ζυγῷ σταθμιζόμενα. |
| ζ 191 | Ζυγῷ· γυμνοὺς ὅπλων τοὺς ἄνδρας ζυγῷ καθέκαστον ἀποδυο‐ μένους ἐπονειδίστως ἀπελθεῖν προσαναγκάσαντες. |
| ζ 192 | Ζυγώθρισον: ἴσωσον, ζυγοστάτησον. ἔασον τὸ ἀπορούμενον, ἔπειτα πάλιν ἀνασκόπησον καὶ οἷον ἀνοίγειν ἀποπειράθητι. τὸ γὰρ ἀναζυγοῦν ἐστι τὸ ἔξωθεν ἀνοίγειν τὴν θύραν. οἱ δὲ ζυγώθρισον, συνάρμοσον, σύμπηξον. Ἀριστοφάνης Νεφέλαις. |
| ζ 193 | Ζύγωθρον: ὁ συνέχων τὰς δύο θύρας μοχλός. |
| ζ 194 | Ζυγῶσαι: τὸ ζεῦξαι ζυγῷ. ἥρως ζυγώσας εὐσθενεστάτῳ θράσει ταύρους. |
| ζ 195 | Ζυγοί: παρὰ Ἡροδότῳ αἱ καθέδραι. |
| ζ 196 | Ζύθος: οἶνος ἀπὸ κριθῆς γινόμενος. |
| ζ 197 | Ζύμη: τὸ φύραμα. καὶ Ζυμήτης ἄρτος. ὅτι λόγος ἔχει, ὡς ἀπὸ ϛʹ ὥρας τὰς ιδʹ τοῦ μηνὸς ἡμέρας σάλπιγγος φωνούσης πᾶς ἄρτος ζυμωτός, εἴ τις τοῖς Ἑβραίοις ὑπελείπετο, πυρὶ καιόμενος ἠφανίζετο. |
Also published as PDF.