eul_wid: wus-ak
DOI 10.5281/zenodo.20335422

Suda Lexicon, Letter Λ in Greek

The lambda section of the Suda contains 882 entries ranging from brief one-word glosses to extended grammatical and literary discussions. Early entries address the noun λᾶας (stone), citing poetic sources and working through its declensional forms, while λαβαί receives an extended treatment connecting vessel handles, figurative meanings, and zoomorphic imagery.

Among the more substantive entries, λῆμα (λ 441–443) accumulates several distinct senses — courage, profit, prophetic utterance — and quotes Aristophanes' Νεφέλαι directly, illustrating how the Suda weaves comedy into lexicographic argument. λ 880 preserves the proverb λύχνον ἐν μεσημβρίᾳ ἅπτεις ("you light a lamp at noon"), applied to those who act at an inopportune moment.

The letter closes with a cluster of entries on lamp-related vocabulary (λυχνιτάριον, λυχνοῦχος, λύχνων ἁφάς), useful for historians of material culture. Across the section, proper names such as Λαβίνιος appear alongside grammatical labels like αὐθυπότακτον, reflecting the Suda's characteristic blend of encyclopedic and strictly lexical material.

λ 1 Λᾶας: λίθος. ἐν Ἐπιγράμμασι· πολυτρήτου τ’ ἀπὸ πέτρης λᾶαν, ὃς ἀμβλεῖαν θῆγε γένυν καλάμου.
λ 2 Λᾶας: λίθος. καὶ Λάου, λίθου. ἀπὸ τῆς λᾶος εὐθείας, γενο‐ μένης ἀπὸ γενικῆς τῆς λᾶος. λᾶος ὑπαὶ ῥιπῆς. λέχριός γ’ ἔπ’ ἄκρου λάου βραχὺς ὀκλάσας.
λ 3 Λαβαῖς, ἐπαφαῖς, ἢ ἀφορμαῖς, ἢ μέμψεσι. Λαβὰς δὲ ἀμφι‐ στόμους, τὰ ὦτα τοῦ κρατῆρος, ἤτοι τὰς ἀμφοτέρωθεν ἐστομωμένας· ἢ διὰ τὸ ἑκατέρωθεν τοῦ στόματος ταύτας εἶναι· ἢ τὰς πρόσωπά τινα θηρίων ἑκατέρωθεν ἐχούσας. ὧν κατέρεψον καὶ λαβὰς ἀμφιστόμους. τουτέστιν ἔρεψον καὶ τῶν κρατήρων τὴν κεφαλήν. ὅτι Βαγώας ὁ Αἰγύπτιος ἔσφαξεν Ὦχον τὸν Πέρσην καὶ τὰ μὲν κρέατα ἔφαγε, τὰ δὲ ὀστέα μαχαιρῶν εἰργάσατο λαβάς. καὶ αὖθις· λαβαὶ φιλοσοφίας, ἀριθμητικὴ καὶ γεωμετρική.
λ 4 Λαβεῖν τιμωρίαν: ἐκδικηθῆναι.
λ 5 Λάβῃ: αὐθυπότακτον.
λ 6 Λαβίνιος: ὄνομα κύριον.
λ 7 Λαβραγόρην: σφοδρῶς δημηγοροῦντα.
λ 8 Λάβραξ: εἶδος ἰχθύος. καὶ παροιμία· λάβρακας Μιλησίους. τὴν δὲ προσηγορίαν πεποίηται, διότι κέχηνεν αὐτοῦ τὸ στόμα, καὶ ἀθρόως καὶ λάβρως τὸ δέλεαρ καταπίνει· ὅθεν καὶ εὐχερῶς ἁλίσκεται. ἐν Μιλήτῳ δὲ τῆς Ἀσίας μέγιστοι γίνονται λάβρακες καὶ πλεῖστοι. Μί‐ λητος δὲ πόλις Ἀσίας, ἔνθα πολλοὶ γίνονται λάβρακες, διὰ τὴν ἐκδι‐ δοῦσαν λίμνην εἰς θάλασσαν. χαίροντες γὰρ οἱ ἰχθύες τῷ γλυκεῖ ὕδατι εἰς τὴν λίμνην ἀνατρέχουσιν ἐκ τῆς θαλάσσης καὶ οὕτω πληθύ‐ νουσι παρὰ Μιλησίοις.
λ 9 Λαβρότατος: σφοδρότατος.
λ 10 Λαβρώνιον: εἶδος ἐκπώματος. καὶ Λαβρώνιος.
λ 11 Λαβύρινθος: κοχλιοειδὴς τόπος· λέγεται δὲ ἐπὶ τῶν φλυάρων. παρὰ τὸ μὴ λαβεῖν θύραν. ἢ παρὰ τὸ πολλοὺς λόγων κύκλους κεχρῆσθαι. σημαίνει δὲ καὶ τὸ τῶν Ἀντριάδων Νυμφῶν ἀνάθημα. εἰν ἁλὶ λαβύρινθε, τύ μοι λέγε, τίς ς’ ἀνέθηκεν ἀγρέμιον πολιᾶς ἐξ ἁλὸς εὑράμενος;
λ 12 Λάγανα: πλακουντάρια, ὡς καπυρώδη. παρὰ τὸ λαγαρύ. καί, λαγαριζόμενον καὶ τρώγοντα τὸ μηδέν. καὶ Δαβὶδ θύσας ἐπὶ τῇ τῆς κιβωτοῦ μεταθέσει γυναιξὶ καὶ ἀνδράσι καὶ νηπίοις διέδωκε κολλουρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λαγανιστὸν καὶ μερίδα θύματος.
λ 13 Λαγαρόν: ὑπόκενον. ἐμηχανῶντο δέ, ὅσα λαγαρότητι ἢ ἁπαλότητι πρὸς τὰς τοξείας ἀντήρκει. καὶ ἐν Ἐπιγράμμασι· καὶ λαγαρὸν δειρῇ δέρμα περικρέμαται. καὶ αὖθις· σοὶ γὰρ ὑπὲρ σχιδάκων λαγαρὸν ποπάνευμα πρόκειται.
λ 14 Λαγαριζόμενον· Ἀριστοφάνης· ὡς ᾔσθηνται τὸν σύρφακα ἐκ κηθαρίου λαγαριζόμενον καὶ τραγαλίζοντα τὸ μηδέν.
λ 15 Λάγειον αἷμα: τὸ τοῦ λαγωοῦ.
λ 16 Λαγίδης: ὁ τοῦ λαγωοῦ.
λ 17 Λαγίσκα: ἑταίρα τις, ἧς Λυσίας μνημονεύει.
λ 18 Λαγνεία: πορνεία.
λ 19 Λάγνης: ἀρσενικῶς ἀντὶ τοῦ ὁ λάγνος.
λ 20 Λάγνος: πόρνος, αἰσχρός, κατωφερὴς πρὸς τὰ ἀφροδίσια.
λ 21 Λαγόβαρδος: ἐθνικόν.
λ 22 Λαγόβιος: ὄνομα κύριον.
λ 23 Λαγόνος.
λ 24 Λαγορία: ὄνομα πόλεως.
λ 25 Λάγος: ὄνομα κύριον. ὃς Ἀρσινόην ἔγημε τὴν Πτολεμαίου τοῦ Σωτῆρος μητέρα. τοῦτον δὲ τὸν Πτολεμαῖον οὐδέν οἱ προσήκοντα ἐξέθηκεν ἄρα ὁ Λάγος ἐπ’ ἀσπίδος χαλκῆς. διαρρεῖ δὲ λόγος ἐκ Μακεδονίας, ὃς λέγει ἀετὸν ἐπιφοιτῶντα καὶ τὰς πτέρυγας ὑποτείνοντα καὶ ἑαυτὸν αἰωροῦντα ἀποστέγειν αὐτοῦ καὶ τὴν ἄκρατον ἀκτῖνα, καὶ ὅτε ὕοι, τὸν πολὺν ὑετόν· τούς γε μὴν ἀγελαίους φοβεῖν ὄρνιθας, διασπᾶν δὲ ὄρτυγας καὶ τὸ αἷμα αὐτῷ παρέχειν τροφὴν ὡς γάλα.
λ 26 Λαγωβολεῖον: ἐν ᾧ τοὺς λαγωοὺς ἀγρεύουσι.
λ 27 Λαγῴδιον.
λ 28 Λαγῷ πεινῶντι καὶ πλακοῦντες εἰς σῦκα: παροιμία πρὸς τοὺς τὰ ἐν ἀνάγκῃ πολυτελῆ λογιζομένους. λύσις ὀνείρου· φανεὶς λαγωὸς δυστυχεῖς ποιεῖ τρίβους.
λ 29 Λαγὼς καθεύδων: ἐπὶ τῶν προσποιουμένων καθεύδειν. λέγεται καὶ λαγωός, λαγωοῦ. ἐν Ἐπιγράμμασι· τὸν ταχύπουν ἔτι παῖδα συναρπασθέντα τεκούσης ἄρτι μ’ ἀπὸ στέρνων, οὐατόεντα λαγωόν.
λ 30 Λαγὼς περὶ τῶν κρεῶν: παροιμία. δειλὸν γὰρ τὸ ζῷον ὁ λαγώς. ὅθεν καὶ ὁ Ῥηγῖνος λαγὼς ἐλέχθη· καὶ γὰρ τοὺς Ῥηγίνους ἐπὶ δειλίᾳ ἐκωμῴδουν. παροιμία δέ τις ἐστίν, ὁ λαγὼς τὴν περὶ τῶν κρεῶν τρέχει. ἐπὶ τῶν διακινδυνευόντων ταῖς ψυχαῖς καὶ πρὸς τοῦτο καρτερῶς ἀγωνιζομένων ταττομένη. καὶ παροιμία· ὁ Καρπάθιος τὸν λαγών. ἐπὶ τῶν ἑαυτοὺς βλαπτόντων· οἱ γὰρ Καρπάθιοι νῆσον οἰκοῦντες καὶ λαγωοὺς οὐκ ἔχοντες ἐπηγάγοντο· οἳ πολλοὶ γενόμενοι ἐλυμαίνοντο τοὺς καρπούς.
λ 31 Λαγῴοις: τοῖς τοῦ λαγωοῦ κρέασιν. Ἀριστοφάνης· ἐξ ὧν δύο μυριάδες τῶν δημοτικῶν ἐν λαγῴοις καὶ στεφάνοισι παντοδαποῖσι.
λ 32 Λάγυνος: ὁ πανδεκτικός.
λ 33 Λάγυνος· Κύπριδι κεῖσο, λάγυνε μεθυσφαλές, αὐτίκα δῶρον, κα‐ σιγνήτη νεκταρέης κύλικος βακχείας, ὑγρόφθογγε, συνέστιε δαιτὸς ἐΐσης, στειναύχην, ψήφου συμβολικῆς θύγατερ, θνητοῖς αὐτοδίδακτε διήκονε, μύστι φιλούντων ἡδίστη, δείπνων ὅπλον ἑτοιμότατον.
λ 34 Λάδωνος: ποταμὸς Ἀρκαδίας.
λ 35 Λάειν: βλέπειν. καὶ ἀλαός, ὁ τυφλός.
λ 36 Λάειος φόνος: ὁ τοῦ Λαΐου.
λ 37 Λάϊγγες: οἱ μικροὶ λίθοι.
λ 38 Λάϊνον ἕσο χιτῶνα: λιθόλευστος ἐγεγόνεις.
λ 39 Λαΐος: ὁ Θηβῶν βασιλεύς· ζήτει ἐν τῷ Οἰδίπους.
λ 40 Λαΐς, Λαΐδος: ἡ ἑταιρίς. ζήτει ἐν τῷ χελώνη.
λ 41 Λάθε βιώσας· τοῦ τε ἐν παροιμίᾳ λέγεσθαι εἰωθότος, ἔργῳ βεβαιωθέντος ὑπ’ ἐκείνου, τοῦ λάθε βιώσας· ὥστε οὐδένα τῶν τότε ζώντων ἀνθρώπων οὔτε τῶν πρεσβυτέρων ἐλπίσαιμ’ ἂν εἰδέναι οἷον λέγω.
λ 42 Λαθικηδέα μαζόν: λήθην λύπης τῷ παιδὶ ἐμποιοῦντα.
λ 43 Λαθικηδής: ὁ λήθην κακῶν ποιῶν.
λ 44 Λάθωμαι· γενικῇ.
λ 45 Λαθραίως καὶ Λαθρηδὰ καὶ Λαθρηδόν: ἀντὶ τοῦ κρύφα.
λ 46 Λακάνη: τὸ μὲν κοινὸν λακάνη· παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ χαίνειν· πλατὺ γάρ· τὸ δὲ Ἀττικὸν λεκάνη.
λ 47 Λάκαινα κύων· Σοφοκλῆς· κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.
λ 48 Λάκαιον ὕδωρ: τὸ ἀπὸ λακαίνης.
λ 49 Λακεδαίμονος. καὶ Λακεδαιμόνιοι· ζήτει ἐν τῷ Δάτις καὶ Ἀρταφέρνης.
λ 50 Λακέρεια: ὄνομα πόλεως.
λ 51 Λακέρυζα κορώνη: ἡ μεγάλα κράζουσα.
λ 52 Λακερύζεσθαι: λογοποιεῖσθαι, ἢ λοιδορεῖσθαι.
λ 53 Λακίδας πεπλωμάτων: τὰ διερρωγότα ἱμάτια, παρὰ Ἀριστο‐ φάνει.
λ 54 Λακιδέας· ἐν Ἐπιγράμμασι· ἀσπίδα, φρῦνον, ὄφιν καὶ Λακιδέας περίφευγε.
λ 55 Λακίνιον: ὄρος Κρότωνος. καὶ Λακινία, τόπος.
λ 56 Λάκισμα: σχίσμα. εὗρον τὸν χιτῶνα ᾑμαγμένον καὶ λελακισ‐ μένον. ἀντὶ τοῦ ἐσχισμενόν.
λ 57 Λακίσματα μελῶν: τὰ τῶν σαρκῶν ἀποσχίσματα. καὶ αὖθις· εἶτα οἱ Τοῦρκοι περιέφερον τὸ φυλλῶδες τοῦ Λιβάνου τῇ φλογὶ λακιζόμενον.
λ 58 Λακκόπλουτον: Καλλίαν τὸν Ἀθηναῖον οὕτως ἔλεγον ἐξ αἰτίας τοιαύτης· Ξέρξην ἡττηθέντα ἐν τῇ περὶ Σαλαμῖνι ναυμαχίᾳ φυγεῖν ἐξ Ἀθηνῶν, ἐσταθμευκότος δέ τινος τῶν Περσῶν ἐν τοῖς Καλλίου καὶ τὴν ἀποσκευὴν ἐκεῖ καταλελοιπότος, τῶν δὲ βαρβάρων ὀξεῖαν τὴν φυγὴν ποιησαμένων ἐμβαλεῖν τοὺς οἰκέτας τοῦ Πέρσου πολὺν χρυσὸν εἰς λάκκον, ἐλπίζοντος ὕστερον ἀνασώσειν ἐπανελθόντας. οὐ μὴν γενέσθαι λέγεται· πρότερον γὰρ κυριεῦσαι τῶν χρημάτων Καλλίαν.
λ 59 Λακκόπρωκτος· Ἀριστοφάνης· ὦ λακκόπρωκτε. πάττε, πάττε πολλοῖς τοῖς ῥόδοις, ἆρ’ οἶδ’, ὅτι χαίρω πόλλ’ ἀκούων καὶ κακά;
λ 60 Λάκκος· Ἀθηναῖοι καὶ οἱ ἄλλοι τῶν Ἑλλήνων ὀρύγματα ὑπὸ τὴν γῆν ποιοῦντες εὐρύχωρα καὶ στρογγύλα καὶ τετράγωνα καὶ ταῦτα κονιῶντες οἶνον ὑποδέχονται καὶ ἔλαιον εἰς αὐτά· καὶ ταῦτα λάκκους ἐκάλουν.
λ 61 Λάκκος: ὁ θάνατος· ἐπειδὴ λάκκῳ παραπλησίως ὁ τάφος ὀρύτ‐ τεται. Δαβίδ· καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. καὶ τοὺς μεγάλους κινδύνους οὕτως ἔθος ὀνομάζειν τῇ θείᾳ γραφῇ. καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας. λύσις ὀνείρου· λάκκῳ καθεῖναι σαυτὸν οὐ καλὸν τόδε.
λ 62 Λακωνίζω: τὰ τῶν Λακώνων φρονῶ. οἱ μὲν ἠττικίκασιν, οἱ δὲ λελακωνίκασι. Λακωνίζειν δὲ παιδικοῖς χρῆσθαι. Ἀριστοφάνης Θεσμοφοριαζούσαις βʹ.
λ 63 Λακωνικαί: ἀνδρεῖα ὑποδήματα. ποῦ τὸ πέος; ποῦ χλαῖνα; ποῦ Λακωνικαί; Ἀριστοφάνης ἐν Θεσμοφοριαζούσαις. καὶ ἐν Ἐπιγράμ‐ μασι· τοί τε Λάκωνες ἐΰπεπλοι.
λ 64 Λακωνικαὶ κλεῖδες· ὁ αὐτὸς Ἀριστοφάνης· περιβόητοι δέ εἰσιν αὗται. οἱ γὰρ ἄνδρες ἤδη κλειδία φοροῦσι κρυπτά, κακοηθέστατα, Λακωνίκα ἄττα, ἔχοντα γομφίους. πρὸ τοῦ μὲν οὖν ἦν ἀλλ’ ὑποῖξαι τὴν θύραν ποιησαμέναισι δακτύλιον τριωβόλου· νῦν δ’ οὗτος αὐτοὺς ἐδίδαξε θριπηδέστατ’ ἔχειν σφραγῖδα ἐξαψαμένους. τὰ γὰρ ἀρχαῖα μονοβάλανά φησιν εἶναι. Μένανδρος Μισουμέναις· Λακωνικὴ κλείς ἐστιν, ὡς ἔοικέ μοι, περιοιστέα, φησίν, ὅτι ἔξωθεν περικλείεται, μοχλοῦ περιτιθεμένου ἤ τινος τοιούτου· ὥστε τοῖς ἔνδον μὴ εἶναι ἀνοῖξαι.
λ 65 Λακωνικὴ τάξις: ἡ κατὰ τοὺς ἄνω πολέμους ἀρίστη τῶν πρόσθεν γενέσθαι δοκεῖ. εἰς πεντηκοστύας καὶ ἐνωμοτίας καὶ μοίρας διῃροῦντο αἱ τάξεις· καὶ ἦν ὁ ἐλάχιστος ἀριθμὸς τῆς ἐνωμοτίας ἀνδρῶν εʹ καὶ κʹ.
λ 66 Λακωνικὸν τρόπον: περαίνειν, ἢ παρέχειν ἑαυτὰς τοῖς ξένοις· ἥκιστα γὰρ τὰς γυναῖκας φυλάσσουσιν οἱ Λάκωνες.
λ 67 Λακωνικός: ὁ στερρός, ὁ ἀνδρεῖος. τοιοῦτοι γὰρ οἱ Λάκωνες. καὶ ἐπίρρημα. καὶ Λακωνικὸν πνέων, ἀντὶ τοῦ ἰσχυρόν· ἢ τὰ Λακώνων φρονῶν.
λ 68 Λακωνικῶς ταῦτα καὶ συντόμως λέγω: ἀντὶ τοῦ ἀνδρείως· τοιοῦτοι γὰρ οἱ Λάκωνες.
λ 69 Λακωνισμός: ἡ πρὸς τοὺς Λάκωνας οἰκειότης· ὥσπερ Ἀττικισμὸς ἡ πρὸς τοὺς Ἀττικούς.
λ 70 Λακρατίδης: οὗτος ἀρχαῖος ἄρχων Ἀθήνησιν. ἦρχε δὲ ἐπὶ τῶν χρόνων Δαρείου, ἐφ’ οὗ πλείστη χιὼν ἐγένετο καὶ ἀπέπηξε πάντα, ὡς μὴ δύνασθαί τινα προϊέναι. διόπερ τὰ ψυχρὰ πάντα Λακρατίδας ἐκάλουν. Ἀριστοφάνης· παλαιῷ Λακρατίδῃ τὸ σκέλος βαρύνεται. ὅ ἐστι διὰ τὸ γῆρας οὐχ οἷός τέ εἰμι θᾶττον βαδίζειν.
λ 71 Λάκτιν: τὴν λεγομένην κώταλιν, τορύνην, ὅ ἐστι ζωμήρυσιν. εὐεργέα λάκτιν.
λ 72 Λακύδης, Ἀλεξάνδρου Κυρηναίου, φιλόσοφος, ὃς τῆς νέας Ἀκα‐ δημίας κατῆρξεν. ἔγραψε δὲ φιλόσοφα καὶ Περὶ φύσεως.
λ 73 Λαλαγεῦσαν: ἐμμελῶς φωνοῦσαν. ἐν Ἐπιγράμμασι· τὰν δὲ πάρος λαλαγεῦσαν ἐν ἄλσεσιν ἀγρότιν ἀχώ, πρὸς νόμον ἁμετέρας τρέψε λυροκτυπίας.
λ 74 Λαλάγημα: τὸ ἀναφώνημα, τὸ ἤχημα. ἱρήν σοι θαλάμην, ζωάγρια καὶ λαλάγημα ἀντίθεμαι.
λ 75 Λαλέοντος: λαλοῦντος.
λ 76 Λαλητέος· ἅπας’ Ἀχαιῒς μνῆμα σόν, Εὐριπίδη· οὔκουν ἄφωνος, ἀλλὰ καὶ λαλητέος.
λ 77 Λαλιά: ἡ δημηγορία. ἦν δὲ ὁ Ἀρκεσίλαος ἐν τῇ λαλιᾷ δια‐ στατικὸς τῶν ὀνομάτων καὶ παρρησιαστὴς ἱκανῶς.
λ 78 Λαλίστατον: τὸ κατὰ λόγον σοφόν. λέγεται δὲ καὶ ὁ εὔγλωττος καὶ ὁ εὐφωνότατος.
λ 79 Λαλίστερον: φλυαρώτερον, ἀδολεσχέστερον.
λ 80 Λαλῶ· δοτικῇ.
λ 81 Λαμάχων· Λάμαχος, Ἀθηναίων στρατηγὸς ῥιψοκίνδυνος· ὅν, ὅτε εἰς Σικελίαν ἔπλεον οἱ Ἀθηναῖοι, ἐχειροτόνησαν μετὰ Ἀλκιβιάδου καὶ Νικίου. ἦν δὲ καὶ φιλοπόλεμος. Ἀριστοφάνης· σπονδὰς ποιησάμενος ἐμαυτῷ πραγμάτων τε καὶ μαχῶν καὶ Λαμάχων ἀπαλλαγείς. πολλῷ γὰρ ἔσθ’ ἥδιον.
λ 82 Λαμβάνω· γενικῇ. αἰτιατικῇ δέ· καὶ κόσμον ἡ πρὶν ἀκοσμία λαμβάνει.
λ 83 Λάμεχ· δύο Λάμεχ ἡ γραφὴ μέμνηται, ἑνὸς μὲν τοῦ ἀπὸ Κάϊν, ἑνὸς δὲ τοῦ πατρὸς Ἐνώχ. γεγέννηται γὰρ Νῶε διὰ Λάμεχ οὐκ ἐκ τοῦ ἀπὸ Κάϊν, τοῦ καὶ πεφονευκότος ἄνδρα τε καὶ νεανίσκον εἰς μώλωπα, καὶ ὡς δύο φόνους πεποιηκὼς καὶ τῶν δύο τὰς γυναῖκας εἰληφὼς Ἐλδὰν καὶ Σελλάν· ἑαυτοῦ καταμέμφεται ἑβδομηκοντάκις ἑπτὰ ἄξιον εἶναι κολάσεως. ἐκ μὲν τοῦ Κάϊν, φησίν, ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. κολάζεται μειζόνως, διότι τῇ πτώσει τοῦ προημαρτηκότος οὐκ ἐσωφρονίσθη. τοῦ δικαίου γὰρ Ἐνὼχ ἀδελφοὺς ἀνεῖλε τοῦ πίστει διὰ τοῦτο προσευξαμένου μὴ ἰδεῖν τοιοῦτον θάνατον, καὶ ἀκουσθεὶς μετετέθη. ἦν δὲ ὁ Ἐνὼχ ἐκ τοῦ δικαίου Σήθ, ἐξ οὗ ὁ Χριστὸς κατάγεται γενεαλογούμενος ὑπὸ Λουκᾶ. ἐσπούδαζεν οὖν τῶν ἀσεβῶν τὸ σπέρμα τῶν δικαίων ἐξᾶραι τὸ γένος, ἐπειδὴ γὰρ βδέλυγμα ἁμαρτωλῷ θεοσέβεια. καὶ γὰρ τὸ γένος καὶ τὸ σπέρμα τοῦ μὲν Κάϊν κατηράθη, τοῦ δὲ Σὴθ εὐλογήθη. καὶ οὐκ ἐβούλετο ὁ θεὸς ἐπιμιξίαν γενέσθαι τῶν δικαίων τὸ γένος πρὸς τὸ τῶν ἀσεβῶν, ἀλλ’ ἐξαλειφθῆναι. ἐπεὶ οὖν ἐφόνευον καὶ ἐλάμβανον τὰς γυναῖκας αὐτῶν, ἐξαίσια τέρατα ἐτίκτοντο οἱ γίγαντες, δι’ οὓς καὶ ὁ κατακλυσμὸς ἐλθὼν πάντας ἄρδην ἀπώλεσε. μόνος εὕρηται δίκαιος Νῶε ἐν τῇ γενεᾷ αὐτοῦ. διὸ καὶ ἐφυλάχθη.
λ 84 Λαμία: ταύτην ἐν τῇ Λιβύῃ Δοῦρις ἐν βʹ Λιβυκῶν ἱστορεῖ γυναῖκα καλὴν γενέσθαι, μιχθέντος δὲ αὐτῇ Διός, ὑφ’ Ἥρας ζηλοτυπουμένην, ἃ ἔτικτεν ἀπολλύναι· διόπερ ἀπὸ τῆς λύπης δύσμορφον γεγονέναι καὶ τὰ τῶν ἄλλων παιδία ἀναρπάζουσαν διαφθείρειν. ἔστι δὲ καὶ πόλις Θεσσαλίας, ὅθεν ὁρμηθέντες οἱ Ἕλληνες μετὰ τὸν Ἀλεξάνδρου θάνα‐ τον, Ἀθηναίων ἡγουμένων, τῆς ἐλευθερίας ἀντιποιησάμενοι τὸν Ἀντί‐ πατρον ἐνίκησαν. Μένανδρος Ἀνδρογύνῳ· πλήσας γὰρ ἔφθειρεν ἐκ παρατάξεώς ποθεν τὰς ἐν Λαμίᾳ πάσας.
λ 85 Λάμια: θηρίον. ἀπὸ τοῦ ἔχειν μέγαν λαιμόν, λαίμια καὶ λάμια. Ἀριστοφάνης· φώκης δ’ εἶχεν ὀσμήν, λαμίας ὄρχεις ἀπολύτους. δραστι‐ κοὶ γὰρ οἱ ὄρχεις. εἰδωλοποιεῖ δέ τινας ὄρχεις λαμίας· θῆλυ γάρ. καὶ Λάμος, πόλις Λαιστρυγόνων.
λ 86 Λαμπάδιον: ὃ νῦν λαμπάδα καλοῦσιν. οὕτω Δείναρχος καὶ Πλάτων.
λ 87 Λαμπάδιον περὶ τὸ σφυρόν: οἱ μὲν τὸ λεπτὸν χειρίδιον, οἱ δὲ ἐπιδέσμου εἶδος, οἱ δὲ τὸν νάρθηκα τῶν ἰατρῶν τὸν ναρθηκίζοντα τὸ σφυρόν, οἱ δὲ τὰ ἔμμοτα. Ἀριστοφάνης· λαμπάδα περὶ τὸ σφυρόν· ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον. ὅτι Τραιανὸς ὁ βασιλεὺς τοὺς τετρωμένους ἐν πολέμῳ ἐθεράπευεν. ἐπιλειπόντων δὲ σφᾶς τῶν ἐπιδέσμων οὐδὲ τῆς ἑαυτοῦ ἐσθῆτος ἐφείσατο, ἀλλ’ εἰς τὰ λαμπάδια αὐτὴν κατέτεμε πᾶσαν. ὅτι ἡ διὰ τῶν δᾴδων γινομένη ἐν πολέμοις λαμπὰς φρυκτὸς καλεῖται.
λ 88 Λαμπάδος. καὶ λαμπάσι. τρεῖς ἄγουσιν Ἀθηναῖοι ἑορτὰς λαμ‐ πάδος, Παναθηναίοις, Ἡφαιστίοις καὶ Προμηθίοις. Ἴστρος δέ φησι, λαμπάδα νομίσαι ποιεῖν πρῶτον Ἀθηναίους Ἡφαίστῳ θύοντας, ὑπό‐ μνημα τοῦ κατανοήσαντος τὴν χρείαν τοῦ πυρὸς διδάξαι τοὺς ἄλλους.
λ 89 Λαμπετόωντι: λάμποντι.
λ 90 Λαμπηδόνος.
λ 91 Λαμπήνη: ἅμαξα βασιλική· ἤρδιον περιφανές, ὅ ἐστιν ἅρμα σκεπαστόν.
λ 92 Λαμπιτώ· ἀλλ’ ἀρχὰ μὲν οἴω Λαμπιτώ. ἀντὶ τοῦ ὡς οἴομαι, ἀρχὴ τῆς μάχης ἡ Λαμπιτώ.
λ 93 Λάμπων ὄμνυσι τὸν χῆν’, ὅταν ἐξαπατᾷ τινά: πρῶτοι Σωκρατικοὶ ἐπετήδευσαν οὕτως ὀμνύναι. Ῥαδάμανθυς δὲ πρῶτος οὐκ εἴα ὅρκους ποιεῖσθαι κατὰ θεῶν, ἀλλ’ ὀμνύναι χῆνα καὶ κύνα καὶ κριὸν καὶ τὰ ὅμοια. ὁ δὲ Λάμπων θύτης ἦν, χρησμολόγος καὶ μάντις· ᾧ καὶ τὴν εἰς Σύβαριν ἀποικίαν Ἀθηναίων περιάπτουσιν. ὤμνυε δὲ κατὰ τοῦ χηνός, ὡς μαντικοῦ ὀρνέου. εἴρηται οὖν ἐπὶ τῶν μετὰ ὅρκου ἐξαπατώντων τινά. ὅτι Σύβαρις ἀποικία Ἀθηναίων.
λ 94 Λαμπρειμονῶ: ὥσπερ καὶ τὸ λευχειμονῶ.
λ 95 Λαμπρὰν ἡμέραν λέγουσιν, οὐ καθαράν.
λ 96 Λαμπρίας, Πλουτάρχου τοῦ Χαιρωνέως υἱός. ἔγραψε Πίνακα ὧν ὁ πατὴρ αὐτοῦ ἔγραψε περὶ πάσης Ἑλληνικῆς καὶ Ῥωμαϊκῆς ἱστορίας.
λ 97 Λαμπροείμων: λαμπροφορῶν.
λ 98 Λαμπροφόροι· Ἀριστοφάνης· οἱ γὰρ ἄνδρες ὥσπερ λαμπρο‐ φόροι ὄντες ἀποκεκύφαμεν. οἱ γὰρ λυχνοφοροῦντες κεκύφασι διὰ τὸν ἄνεμον.
λ 99 Λαμπρόψυχος: ἀντὶ τοῦ μεγαλόψυχος.
λ 100 Λαμπρῶς: τὸ φανερῶς, οὐ τὸ ἐνδόξως. καὶ παρὰ Θουκυδίδῃ· καὶ λελυμένων λαμπρῶς τῶν σπονδῶν. καὶ παρὰ τοῖς ἄλλοις τοῖς παλαιοῖς. καὶ αὖθις· καὶ τὴν ἀπέραντον καλουμένην εἰρήνην λαμπρῶς ἔλυε.
λ 101 Λαμπρύνομαι· δοτικῇ.
λ 102 Λαμπρυνομένων: ἀντὶ τοῦ καυχωμένων καὶ νικώντων ἐν τοῖς ἅρμασι.
λ 103 Λαμπτῆρες: οἱ κατὰ τὴν οἰκίαν φαίνοντες λύχνοι. ἡνίχ’ ἕσπεροι λαμπτῆρες οὐκ ἔτ’ ᾖθον.
λ 104 Λαμπτρίς· Λαμπραὶ δῆμος τῆς Ἐρεχθηΐδος. δύο δέ εἰσι Λαμπραί, αἱ μὲν παράλιοι, αἱ δὲ καθύπερθεν.
λ 105 Λαμψακηνῶν· ζήτει περὶ τῆς εἰς αὐτοὺς μήνιδος Ἀλεξάνδρου ἐν τῷ Ἀναξιμένης.
λ 106 Λαμυρόν: εὔλαλον, εὐτράπελον, καταπληκτικόν, τερπνόν. ἐν Ἐπιγράμμασι· βροτολοιγὸς ἔρως τὰ πυρίπνοα τόξα βάλλει καὶ λαμυ‐ ροῖς ὄμμασι πικρὰ γελᾷ. καὶ αὖθις· ἐσβέσθη δὲ τὰ φίλτρα, καὶ κυλί‐ κων αἱ λαμυραὶ προπόσεις. καὶ Λαμυρώτερον.
λ 107 Λανθάνω· αἰτιατικῇ.
λ 108 Λὰξ ἐντείνων: λακτίσματι τύπτων. λὰξ δέ ἐστιν ὁ ὑπὸ τοὺς δακτύλους τοῦ ποδὸς ποιὸς ψόφος.
λ 109 Λαξευτήριον: ἐργαλεῖον οἰκοδομικόν· λαοξόος γὰρ ὁ οἰκοδόμος.
λ 110 Λᾶξιν: μίξιν, μερισμόν, κλῆρον. Ἡρόδοτος.
λ 111 Λὰξ ποδὶ κινήσας: τῷ πλάτει τοῦ ποδὸς κινήσας.
λ 112 Λαοσσόος: ἡ τοὺς λαοὺς σῴζουσα.
λ 113 Λαμπαδεύεσθαι· Ἀριστογένης οὖν, Διονύσου μύστης, λαμπα‐ δεύεσθαι μέλλων, εἶτα μέντοι τὰ δεξιὰ παρείθη μέρη.
λ 114 Λάπαθον: ὄρυγμα εἰς θηρίων ἐνέδραν· καὶ λάχανον, κενωτικὸν γαστρός. ὅθεν καὶ τὸ λαπάξαι, κενῶσαι. Ὅμηρος· νέων ἀλάπαξε φάλαγγας. ἀντὶ τοῦ πορθῶν ἐκένου.
λ 115 Λαπίθης: ὄνομα κύριον. καὶ Λαπίθαι, τὸ πληθυντικόν.
λ 116 Λαπίνη: ἡ ἅμαξα.
λ 117 Λαπιστής: ψεύστης, προπετής.
λ 118 Λαπίστρια: μετεωριζομένη, ῥεμβομένη, θέλουσα εὐωχεῖσθαι.
λ 119 Λάπτειν: τὸ ἐκκενοῦν. καὶ Λάπτοντες, τῇ γλώσσῃ πίνον‐ τες. ζήτει περὶ τῶν λαψάντων τὰς γλώσσας ἐν τῷ Γεδέων.
λ 120 Λαρινεύειν: τὸ σιτεύειν.
λ 121 Λαρινοὶ βόες: οἱ ἐν Ἠπείρῳ, ἀπὸ Λαρίνου βουκόλου κλέψαν‐ τος τὰς Ἡρακλέους βοῦς, ὡς Λύκος ὁ Ῥηγῖνος, ὅτε τὰς Γηρυόνου βοῦς ἤλαυνε. Πρόξενος δὲ αὐτὸν τὸν Ἡρακλέα ἀνεῖναί τινας τῷ Δωδωναίῳ Διί· Ἀπολλόδωρος δὲ αὖ τοὺς εὐτραφεῖς λαρινούς. λαρινεύειν γὰρ τὸ σιτεύειν. Ἀριστοφάνης Ὄρνισι· ζητῶ τι λαρι‐ νὸν ἔπος, ὃ τὴν τούτων θραύσει ψυχήν. ἀντὶ τοῦ μέγα· ἀπὸ μετα‐ φορᾶς τῶν βοῶν. ἀπὸ Λαρίνου τινὸς βουκόλου ταύτην τὴν προσηγο‐ ρίαν ἐσχηκέναι. εἰσὶ δέ τινες, οἳ παρὰ τὸ λαρὸν ἀξιοῦσιν αὐτοὺς οὕτω καλεῖσθαι. οἱ δὲ τὴν ρι συλλαβὴν δασύνουσιν, ἵν’ ᾖ λαρινούς, τοὺς μεγαλορρίνους. ἐν δὲ τῇ Χαονίᾳ φασὶ τοιούτους εἶναι βοῦς, οὓς καὶ Κεστρινοὺς καλοῦσιν. ἢ οἱ μεγάλοι καὶ εὐτραφεῖς, ἀπὸ Λαρί‐ νου βουκόλου. Ἡρωδιανὸς ὀξυτόνως, ὡς ἀληθινός.
λ 122 Λαρινός: ὁ ἡδύς.
λ 123 Λάρισσα: ὄνομα πόλεως.
λ 124 Λάρκος: πλέγμα τι κοφινῶδες ἢ ψιαθῶδες, ἐν ᾧ φέρονται ἄνθρακες. ὁ λάρκος δημότης ὅδ’ ἔστ’ ἐμός. ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν ὁ λάρκος ἐπετίλησεν ὥσπερ σηπία. ἀντὶ τῆς ἀπὸ τῶν ἀνθράκων σποδιᾶς ἐπαφῆκεν ὁ λάρκος ὑπὸ ἀγωνίας, ὥσπερ σηπία τὸν θολόν. θηρώμεναι γὰρ αἱ σηπίαι ἐναφιᾶσιν ἐκ τοῦ προσόν‐ τος αὐταῖς μέλανος, ταράττειν βουλόμεναι τὸν παρ’ αὐταῖς τόπον, ἵνα μὴ καταφανεῖς ὦσι τοῖς θηρῶσι. Λάρκος οὖν ὁ φορμός, ὁ κόφινος.
λ 125 Λάρναξ: σορός, ἢ κιβωτός. Πρῖμος καὶ Κερεάλιος ἐς τὴν Ῥωμαίων ἐσέβαλον πρῶτον μὲν ἐς λάρνακας μετὰ τῶν νεκρῶν δι’ ἀγγέλων τινῶν καὶ ἐς ἀρρίχους ὀπώρας ἐχούσας ἢ καλάμους ὀρνιθευ‐ τῶν, τὰ γράμματα ἐμβαλόντες.
λ 126 Λαρόν: χλιαρόν, προσηνές, ἡδύ. καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων.
λ 127 Λάρος κεχηνώς: ἐπὶ τῶν ἁρπακτικῶν καὶ κλεπτῶν. ἐπεὶ καὶ ὁ λάρος ὄρνεόν ἐστιν ἁρπακτικὸν καὶ ἀδηφάγον.
λ 128 Λάρος ἐν ἕλεσι: παροιμία ἐπὶ τῶν ταχὺ ἀποδιδόντων.
λ 129 Λαρότερος: ἡδύτερος.
λ 130 Λαρυγγίζειν: τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι, ἀλλ’ ἐπιτηδεύειν περιεργότερον τῷ λάρυγγι χρῆσθαι. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. καὶ Λαρυγγίζουσι, βοῶ‐ σιν. οἱ δὲ κόρακες περιιπτάμενοι ἄνω καὶ κάτω, θορυβούμενοι καὶ κεκραγότες μετὰ πολλῆς ἀσελγείας, οἷον οἱ κόρακες λαρυγγίζουσι.
λ 131 Λαρυγγιῶ: καταβοήσομαι, φησί, τῶν ἄλλων ῥητόρων· ἢ τὴν φάρυγγα ἐκτεμῶ καὶ κατασιγάσω τοὺς ῥήτορας. τμηθείσης γὰρ τῆς φάρυγγος, οὐχ οἷόν τε φωνὴν προΐεσθαι.
λ 132 Λάρυγξ, λάρυγγος. φάρυγξ δὲ φάρυγγος γράφουσιν οἱ πολλοί.
λ 133 Λάσανα: οἱ χυτρόποδες, καὶ τὰ μαγειρεῖα, ὅπου τῇ βουλῇ σκευάζεται μετὰ τὰς θυσίας κρέα.
λ 134 Λάσια: δασέα.
λ 135 Λασιόκωφος: ὁ λίαν κωφός· οἷον λάσια τὰ ὦτα ἔχων, ὡς συγκεκωφῶσθαι καὶ ἀναισθητεῖν.
λ 136 Λάσιοι: πολύτριχοι, ἢ συνετοί.
λ 137 Λασίοις· περὶ Φιλοκτήτου ὁ λόγος· οὗτος πρωτογόνων ἴσως οἴκων οὐδενὸς ὕστερος, πάντων ἄμμορος ἐν βίῳ κεῖται, μοῦνος ἀπ’ ἄλλων, στικτῶν ἢ λασίων μετὰ θηρίων.
λ 138 Λάσθη· Αἰλιανός· λέγουσι δέ, ὅτι οὐδὲ προσθέτους οὐδὲ ἐπακτοὺς κόμας ἐκ τῆς ὕβρεως καὶ λάσθης ἐς τὴν χρείαν παρελάμβανεν, ἀλλὰ ἃς εἶχε συμφυεῖς ἀσκῶν καὶ ἐκτείνων. καὶ αὖθις· οἱ δὲ Μεσσήνιοι σὺν λάσθῃ καὶ γέλωτι, ὥσπερ ἄθυρμα τῶν Σπαρτιατῶν, τὰ πρῶτα τοῦ Διὸς ἀναθήματα διέσπειραν.
λ 139 Λάσος, Χαρβίνου, Ἑρμιονεύς, πόλεως τῆς Ἀχαΐας, γεγονὼς κατὰ τὴν νηʹ Ὀλυμπιάδα, ὅτε Δαρεῖος ὁ Ὑστάσπου. τινὲς δὲ τοῦτον συναριθμοῦσι τοῖς ζʹ σοφοῖς, ἀντὶ Περιάνδρου. πρῶτος δὲ οὗτος περὶ μουσικῆς λόγον ἔγραψε καὶ διθύραμβον εἰς ἀγῶνα εἰσήγαγε καὶ τοὺς ἐριστικοὺς εἰσηγήσατο λόγους.
λ 140 Λασταυροκάκκαβον: βρῶμά τι ἐστι παρὰ Χρυσίππῳ εἰρη‐ μένον, ἐν τῷ Περὶ καλοῦ καὶ ἡδονῆς· ὡς ἂν τῆς κατασκευῆς αὐτοῦ οὔσης περιεργοτέρας.
λ 141 Λάσταυρος: πόρνος, δασὺς τὸν ὄρρον, λασιόταυρός τις ὤν· ὁ δασὺς τὸν ταῦρον. εἴ τις ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις λάσταυρος τὸν τρόπον, οὗτοι πάντες ἑταῖροι τοῦ βασιλέως ἦσαν.
λ 142 Λαταγεῖα· καὶ θηλυκῶς λάταγας.
λ 143 Λάταξ: ἡ μεγάλη σταγών. ἐν Ἐπιγράμμασι· τοὺς δὲ μεθυστὰς καλλείψω, λατάγων πλέγμασι τερπομένους.
λ 144 Λατῖνοι· οἱ νῦν Ῥωμαῖοι· Τήλεφος γὰρ υἱὸς Ἡρακλέους, ὁ ἐπικληθεὶς Λατῖνος, μετωνόμασε τοὺς πάλαι Κητίους λεγομένους Λατί‐ νους. Ἰταλοὶ δὲ οὗτοι πάλιν προσηγορεύθησαν ἔκ τινος Ἰταλοῦ δυναστεύσαντος τῆς χώρας· Αἰνείου δὲ καταλαβόντος τὴν δύσιν ἐκλή‐ θησαν Αἰνεάδαι· μεθ’ ὃν Ῥωμαῖοι πάντες μετωνομάσθησαν ἀπὸ Ῥω‐ μύλου λαβόντες τὴν ἐπωνυμίαν.
λ 145 Λατρεύω: τὸ τιμῶ· αἰτιατικῇ. ὡς τό, οὐκ ἐλάτρευσαν τὴν κτίσιν οἱ θεόφρονες παρὰ τὸν κτίσαντα. δοτικῇ δὲ ἐπὶ τοῦ θύω· ὡς τό, λατρεύειν ζῶντι θεῷ.
λ 146 Λατρεία: δουλεία ἐπὶ μισθῷ. Σοφοκλῆς Αἴας· λατρείας ἀνθ’ ὅσου ζήλου τρέφει.
λ 147 Λάτρης, λάτρου. θηλυκὼς δὲ Λάτρις, θεράπαινα, δούλη, προσαῖτις. δείσας ἡμιγύναικα θεῆς λάτριν· ὃς τάδ’ ὄρεια ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους.
λ 148 Λάτρις: τὸ ἁπλοῦν διὰ τοῦ ι. εἰδωλολάτρης δὲ διὰ τοῦ η, ἐν συνθέσει.
λ 149 Λάτρον: ὁ μισθός. λατρεία γὰρ δουλεία ἐπὶ μισθῷ. λάτρις δὲ διὰ τοῦ ι. λάτριν ἄγειν παλίνορσον ἀεικέα τῷ κεραμῆϊ.
λ 150 Λατύπη: λιθουργική. ἢ τὸ λεπτὸν τοῦ λίθου.
λ 151 Λαυκανίη: ὁ λαιμός.
λ 152 Λαύρα: δημόσιος στενωπός, ἄμφοδος, ῥύμη· δι’ ἧς οἱ λαοὶ ῥέουσιν. ἢ Λαύρα, ἡ στενὴ ῥύμη, ἔνθα πᾶσα ἀκαθαρσία. ἢ ὁ ῥυπαρὸς τόπος. καὶ Λαύρα, ἡ στενὴ κατοικία τῶν μοναχῶν. καὶ ζήτει ἐν τῷ οὐδὸς ἐς λαύρην. λαύρα οὖν παρὰ τὸ ῥέειν ἐν αὐτῇ τοὺς λαούς.
λ 153 Λαυρέντεια: ὄνομα πόλεως.
λ 154 Λαύρειον: τόπος Ἀττικῆς, ποιῶν μέταλλον.
λ 155 Λαφρία· βαθείᾳ τῇ τριχὶ κομῶντα, καὶ γηραιὸν πολιᾷ. πλοῦτον εἶναι τὴν Λαφρίαν Ἄρτεμιν.
λ 156 Λαφυγμός: ἡ ἀδηφαγία, καὶ ἡ πρὸς τὰ ἐδέσματα πολυτέλεια· τουτέστιν ἐκδεδιῃτημένη, πολυτελὴς τρυφή. τὸ ἀπλήστως ἐσθίειν. Εὔπολις ἐν Κόλαξι· λαφύσσεται λαφυγμὸν ἀνδρεῖον πάνυ. Ὅμηρος· καὶ ἔγκατα πάντα λαφύσσει.
λ 157 Λαφύξας: διασπαράξας, ἀφειδῶς θοινησάμενος. Αἰλιανός· οὗτοι οἱ ἀετοὶ λαφύξουσι τῶν ἐλεφάντων τὰ σπλάγχνα. δείξας τὰς σημαίας. οἱ δὲ Πέρσαι φρέασι περιτυχόντες λαφύττουσιν ἀπληστό‐ τερον καὶ ἐς μέγα κακοῦ ἀποκλίνουσι, τῆς κοιλίας αὐτοῖς τῇ ἀθρόᾳ τοῦ ὕδατος ἐμβολῇ διενεγκεῖν οὐκ ἐχούσης τοῦ ἐπιφορτισθέντος ὕδα‐ τος τὴν ἀντίληψιν.
λ 158 Λάφυρα: τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανόμενα· τὰ δὲ τῶν τεθνεώτων αὐτῶν σκῦλα λέγεται.
λ 159 Λαφύστιος: ὁ λαίμαργος.
λ 160 Λαχανεία.
λ 161 Λαχανηρόν.
λ 162 Λαχανίζεσθαι: ἀντὶ τοῦ λάχανα συλλέγειν· ὡς ξυλίζεσθαι καὶ φρυγανίζεσθαι.
λ 163 Λαχάνωνος.
λ 164 Λαχάνοις: τοῖς λαχανοπωλίοις. ὅτι πολλοὶ εὐορκίαν ἐπιδεικνύ‐ μενοι πρὸς λάχανα ὀμνύουσι, μὰ τὰ λάχανα καὶ μὰ τὰ καλὰ λέγοντες.
λ 165 Λαχάρης, Λαχάρους, Ἀθηναῖος, σοφιστής· μαθητὴς Ἡρακλέωνος Ἀθηναίου, διδάσκαλος δὲ πλείστων, ἐνδόξων δὲ Εὐστεφίου καὶ Νικο‐ λάου καὶ Ἀστερίου· ἀκμάσας ἐπί τε Μαρκιανοῦ καὶ Λέοντος τῶν βασιλέων. ἔγραψε Περὶ κώλου καὶ κόμματος καὶ περιόδου, Διαλέξεις, Ἱστορίαν τὴν κατὰ Κορνοῦτον, Ἐκλογὰς ῥητορικὰς κατὰ στοιχεῖον. ὅτι ὁ Λαχάρης ὁ σοφιστὴς βραδύτερος μὲν ἦν πρὸς τοὺς λόγους, καλὸς δὲ καὶ ἀγαθὸς τὴν ὄψιν· πρὸς ἀρετὴν φιλόσοφος ἄξιος καλεῖσθαι μᾶλλον ἢ σοφιστής. ἐπεὶ καὶ ἄλλως θεοφιλὴς ἀνὴρ ἦν, ὅς γε τὰς ὄψεις ἀποβαλὼν πάλιν ἀνεκτήσατο.
λ 166 Λάχεια γῆ: βραχεῖα.
λ 167 Λαχεῖν δίκην: δικάσασθαι.
λ 168 Λάχνη: τρίχωσις. λέγεται δὲ καὶ ὁ τῆς θαλάσσης ἀφρός.
λ 169 Λαχνήεντα: δασέα, τετριχωμένα. καὶ Λαχνήεις, ὁ δα‐ σύς. καὶ Λάχνος, ὁ δασύς.
λ 170 Λάχος: μοῖρα. ἐν οἷς ἦν καὶ συὸς ἀγρίου μέγα λάχος. λέ‐ γεται δὲ καὶ Πρόλαχος, ἡ πρώτη μερίς. καὶ αὖθις ἐν Μύθοις· τοῦτο μὲν οὖν πρῶτον λάχος (μέρος) οἴσομαι. καὶ αὖθις· σφαῖρα δὲ λάχος κονίης ἐμίχθη.
λ 171 Λαχών: κληρωσάμενος. Ἀριστοφάνης· πρὶν λαχεῖν τὰ κοινὰ κατεσθίεις. τουτέστι πρὶν κληρωθῆναι, πρὶν χειροτονηθῆναι, πρὸ διανομῆς ἁρπάζεις. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν τοῖς δείπνοις ἁρπαζόν‐ των πρὸ διανομῆς.
λ 172 Λάψαι: τῇ γλώττῃ πιεῖν.
λ 173 Λάψοντες: ἐπιθυμητικῶς ἔχοντες τοῦ πιεῖν· οἱ γὰρ αἵματος ἐμπεφορημένοι καὶ διὰ δίψαν ὁρμῶντες ἐν τῇ κρήνῃ ἔχουσι τὸ παράστημα. ζήτει πλατύτερον ἐν τῷ ἀπολάψεις.
λ 174 Λαιά: ἀριστερά, ἢ κολοβά.
λ 175 Λαιδρός: ὁ θρασύς.
λ 176 Λαίεται: καταλύεται.
λ 177 Λαιετόν: τὸ ἀρχαῖον.
λ 178 Λαίθαργος: λατροδήκτης. σαίνεις δάκνουσα καὶ κύων λαί‐ θαργος εἶ. παροιμία ἐπὶ τῶν ὑποκρινομένων δῆθεν εὐνοεῖν, ἐπιβου‐ λευόντων δὲ λάθρα.
λ 179 Λαιθυράζω: χλευάζω.
λ 180 Λαικάζω: ἀπατῶ.
λ 181 Λαικαστής: ὁ πόρνος. Ἀριστοφάνης· λαικαστάς τε καὶ καταπύγονας. τουτέστι τοὺς πόρνους. ὁ αὐτός· κάμπτει δὲ νέας ἀψῖδας ἐπῶν, τὸ δὲ τορείη καὶ γογγυλίζει καὶ λαικάζει. καὶ Λαι‐ κάστρια, ἡ πόρνη.
λ 182 Λαίλας: ὁ μὴ ἐκ γένους τύραννος.
λ 183 Λαῖλαψ: μετ’ ἀνέμων ὄμβρος, καὶ σκότος. ὁ δὲ οἷά τις λαῖλαψ ἐπιθαλάττιος ἢ ῥαγδαῖος σκηπτὸς ἐξαπιναίως ἐπεφοίτησε. καὶ αὖθις· λαίλαπι βορραίῃ κλασθὲν ἐπεῖδε κέρας. τῇ ἐκ τοῦ βορρᾶ. καὶ θηλυκῶς. λαίλαψ ἐπεισπεσοῦσα δεινή.
λ 184 Λαίλιος: ὄνομα κύριον.
λ 185 Λαῖμα: τὸ αἷμα. παραπεποίηται δὲ παρὰ τὸ λαιμόν. οἱ δὲ λαῖμα, τουτέστιν ὅρμημα. ἔτι μέντοι τῶν περὶ τὴν Ἀσίαν τινὲς ἐπὶ τῶν ἀναιδῶν καὶ ἐκτόλμων οὕτω λέγουσιν. Ἀριστοφάνης Ὄρνισι· κᾆτ’ ἀνῆλθεν αὐτῷ κάτωθεν πρὸς τὸ λαῖμα τοῦ καμήλου, Χαιρεφῶν ἡ νυκτερίς.
λ 186 Λαῖμα: τὸ ἱερόν, θῦμα.
λ 187 Λαιμαργία: ἡ σύντονος ἐπιθυμία.
λ 188 Λαιμάσσω: ἀμέτρως ἐσθίω.
λ 189 Λαιμοπέδη: δι’ ἧς δεσμεῖται ὁ κύων. ἐν Ἐπιγράμμασι· καὶ τὰν εὐρῖνον λαιμοπέδαν σκυλάκων.
λ 190 Λαιμωδῶ: δραπετεύω.
λ 191 Λαιμώρη: ἡ λαμυρίς.
λ 192 Λαίνιλλα.
λ 193 Λαιόν: τὸ ἀριστερόν.
λ 194 Λαιπάνης.
λ 195 Λαισήϊον: μικρὰ ἀσπίς.
λ 196 Λαισίνη: πόλις, καὶ κύριον ὄνομα.
λ 197 Λαίσθη: αἰσχύνη.
λ 198 Λαίσκαπρος: ὁ λάγνος.
λ 199 Λαισκίδης.
λ 200 Λαισποδίας τὴν φύσιν: ἀντὶ τοῦ τὴν κνήμην ἔχει σαπράν· Λαισποδίας γὰρ καὶ Δαμασίας ὡς κακόκνημοι διεβάλλοντο. τοῦτον δὲ τὸν Λαισποδίαν καὶ στρατηγῆσαί φησι Θουκυδίδης ἐν τῇ ηʹ. ἦν δὲ καὶ φιλόδικος. εἶχε δὲ καὶ περὶ τὰς κνήμας αἰτίας τινάς· διὸ καὶ κατὰ σκελῶν ἐφόρει τὸ ἱμάτιον. ἢ ὡς Ἰξίων ἐν ταῖς λέξεσιν ὁ ἀκρα‐ τὴς περὶ τὰ ἀφροδίσια ὥστε καὶ κτήνη σποδεῖν.
λ 201 Λαιστόν: τὸ ἀχθεινόν.
λ 202 Λαιστρόν: πρυτανεῖον.
λ 203 Λαιστρυγονία: πόλις.
λ 204 Λαιστρυγόνος: ὄνομα πόλεως.
λ 205 Λαῖτμα: κῦμα. καὶ βάθος.
λ 206 Λαιφάνεια: ὄνομα πόλεως.
λ 207 Λαίφη: θηλυκῶς ἡ χλανίς. διερὴν ἀπεσείσατο λαίφην.
λ 208 Λαῖφος: ἄρμενον, ἱστίον, ἱμάτιον· καὶ ἡ δοτικὴ τῷ λαίφει.
λ 209 Λαίφυρον: τὸ ἀσθενές.
λ 210 Λαιψηρόν: ταχύ, ἐλαφρόν. Λάκωνες τὸ ἡμίξηρον.
λ 211 Λεάντειραν: τὴν λεαίνουσαν. καρκίνα τε σπειροῦχα λεάντειράν τε κίσηριν.
λ 212 Λέαρχος.
λ 213 Λεβάδεια: πόλις.
λ 214 Λεβηναῖον: ἱερόν.
λ 215 Λεββαῖος: ὄνομα κύριον. ὁ ἀπόστολος.
λ 216 Λέβεδος: πόλις.
λ 217 Λέβερνοι: πλοῖα πολεμικά, τριήρεις, νῆες.
λ 218 Λεβηρίς: τὸ γῆρας, ὃ ἀποδύεται ὁ ὄφις. καὶ παροιμία· Τυφλότερος λεβηρίδος καὶ κινδάλου. ἔστι δὲ εἶδος ὀρνέου ἀσάρκου καὶ λεπτοῦ. ἄλλως δὲ γυμνότερος. καὶ ἑτέρα παροιμία· Γυμνότερος ὑπέρου καὶ λεβηρίδος. φασὶ γὰρ ὅτι Λεβηρὶς πένης ἐγένετο· ἐξ οὗ καὶ ἡ παροιμία μετήχθη.
λ 219 Λέβης: σκεῦος μαγειρικόν. λέγεται δὲ καὶ κάδος. παρὰ δὲ τῇ θείᾳ γραφῇ ὁ λέβης ἐπὶ τιμωρίᾳ κεῖται. καὶ Ἰεζεκιὴλ λέβητα ἐκά‐ λεσε τὴν Ἱερουσαλήμ, κρέα δὲ τοὺς ἐνοικοῦντας, πῦρ δὲ τὸν Βαβυ‐ λώνιον, ζωμὸν δὲ τὴν ἀναγκαίαν τροφήν, οὗ ἐπιλελοιπότος κατεκαίετο τὰ κρέα.
λ 220 Λεβητωνάριον: χιτὼν μοναχικός, ἐκ τριχῶν συντεθειμένος· κατὰ τὴν ἐγχώριον γλῶσσαν τῶν Προυσαέων.
λ 221 Λεγεντία: κατὰ Ῥωμαίους ἀμνηστία, βασιλικὴ χάρις.
λ 222 Λεγεών: παρὰ Ῥωμαίοις ἑξακισχίλιοι στρατιῶται.
λ 223 Λέγειν σὺ δεινός, μανθάνειν δ’ ἐγὼ κακὸς σοῦ. δυσμενῆ γὰρ καὶ βαρύν ς’ εὕρηκ’ ἐμοί: ὁ νοῦς· σὺ μὲν δεινὸς εἶ ἐν τῷ λέγειν, ἐγὼ δὲ οὐ μετ’ εὐνοίας σου ἀκούω διὰ τὴν δυσμένειαν.
λ 224 Λέγεις μοι χαράν, λέγεις μοι βοᾶν: Ἀριστοφάνης Πλούτῳ. ἀντὶ τοῦ ἀναγγέλλεις μοι χαρᾶς ἄξιον, ὥστε βοᾶν τῇ χαρᾷ νικώμενον.
λ 225 Λέγω: τὸ λαλῶ· σημαίνει δὲ καὶ τὸ μετρῶ καὶ τὸ κοιμῶμαι καὶ τὸ συλλέγω καὶ τὸ λαγχάνω. ἀπὸ οὖν τοῦ λέξω μέλλοντος λέξω ἐνεστώς, ἔνθεν λέξετο· καὶ ὄρσω, ὄρσεο. Λέγω καὶ τὸ οἰκοδομῶ. καὶ διαλέγουσαν, διοικοδομοῦσαν. καὶ διαλέγουσι, διορύττουσι. Θουκυδίδης.
λ 226 Λέαινα: ζῷον, θηρίον. καὶ Ἀριστοφάνης· οὐ στήσομαι λέαιν’ ἐπὶ τυροκνήστιδι. ἀντὶ τοῦ ὡς λέαινα. σχῆμα δέ ἐστιν ἀκόλαστον καὶ ἑταιρικόν. τυροκνῆστις δὲ ἡ μάχαιρα. ἐπὶ δὲ ταῖς λαβαῖς τῶν μαχαι‐ ρῶν ἐλέφαντες λέοντες ἐγλύφοντο. λέγει οὖν, ὅτι οὐκ ἐπ’ ἀνδρὶ στήσομαι πορνεύουσα, ὡς λέαινα ἐπὶ τυροκνήστιδος. ὀκλάζοντες δὲ ἦσαν οἱ λέοντες, ἵνα μὴ ἀποθραύοιντο.
λ 227 Λεαίνω καὶ Λεάνας καὶ Λεῄνας· αἰτιατικῇ.
λ 228 Λεηλασία: αἰχμαλωσία.
λ 229 Λεηλατῆσαι: ἐκπορθῆσαι. καὶ Λεηλατεῖ, λῃστεύει, ἁρπάζει.
λ 230 Λεκάνη· τὸ μὲν κοινὸν λακάνη. παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ χαίνειν· πλατὺ γάρ. τὸ δὲ Ἀττικὸν λεκάνη.
λ 231 Λεκάνια: λεκανίδια.
λ 232 Λεκάνια καὶ Λεκανίδες: τὰ μείζονα τῶν ὀξεοβάφων καὶ ἐκ‐ πέταλα. καί μοι λεκάνιον δὸς τῶν λαγῴων κρεῶν. καὶ Ἀριστοφά‐ νης· δότε μοι λεκάνην. ἰδοῦ, χωρεῖ τὸ κακόν· δότε μοι λεκάνην, ὡς ναυτιῶν ὑπὸ τῆς ἐκείνου ψυχρολογίας ἐμήσω· χολὴ γάρ μοι ἐπιπλέει διὰ τὰ ῥήματα αὐτοῦ.
λ 233 Λέκτραις: κοίταις. καὶ Λέκτρον, κοίτη.
λ 234 Λεκτός: ἐπίλεκτος. οἱ δέ τ’ ἠϊθέων λεκτοί. Σοφοκλῆς.
λ 235 Λεκιθοπώλης: ἀρσενικὸν διὰ τοῦ η, θηλυκὸν δὲ διὰ τοῦ ι· γυνὴ πωλοῦσα ᾠά.
λ 236 Λέκιθος: εἶδος ὀσπρίου, ὃ καλεῖται πισσός, διὰ τὸ ἐοικέναι τὴν χρόαν λεκίθῳ ᾠοῦ. ἀπὸ μέρους οὖν τὴν ὀσπριόπωλιν δηλοῖ. καὶ ἐν τῇ Λυσιστράτῃ· νὴ τὸν Δί’ ἔγωγ’ οὖν ἄνδρα κομήτην φυλαρχοῦντα εἶδον ἐφ’ ἵππου εἰς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός.
λ 237 Λέλακας: ἀντὶ τοῦ κέκραγας· ληκεῖν γὰρ τὸ φωνεῖν. ἔστι δὲ καὶ παρὰ τῷ ποιητῇ· λάκε δ’ ἀσπὶς ὑπ’ αὐτῆς. καί, λάκε δ’ ὀστέα. καί, δεινὸν λελακυῖα.
λ 238 Λελάχωσι: θάψωσι.
λ 239 Λέλεγες: ἔθνος.
λ 240 Λελειουργημένα: κεκαλλωπισμένα.
λ 241 Λελῆσθαι: ἐπιλελῆσθαι.
λ 242 Λελιημένος: προθυμούμενος.
λ 243 Λέλογχεν: ἔτυχεν, ἀπήλαυσε. καὶ Λελογχώς, λαχών.
λ 244 Λέμμα: λέπισμα.
λ 245 Λέμβον: μικρὸν πλοῖον. ἑτέρους δὲ ἐν χειμῶνι σφοδρῷ λέμβοις ἐξέπεμψαν. καὶ αὖθις· πλεῖν δὲ λέμβοις λʹ καὶ πολεμεῖν τοῖς Αἰτωλοῖς κατὰ θάλατταν. ἡ δοτικὴ τῷ λέμβει.
λ 246 Λέμωνος.
λ 247 Λέντιον: τὸ παρ’ ἡμῖν.
λ 248 Λεξείδιον.
λ 249 Λεοννάτος, στρατηγὸς Μακεδονίας, κατὰ γένος προσήκων Φιλίππου μητρί, συντραφεὶς δὲ Ἀλεξάνδρῳ, κατὰ τὸ τῆς τροφῆς ἐπι‐ τήδειον καὶ τοῦ γένους καὶ κατὰ μέγεθος μέντοι καὶ κάλλος τοῦ σώ‐ ματος τιμῆς μετεῖχεν. ὅθεν αὐτῷ καὶ ζῶντος Ἀλεξάνδρου τό τε φρόνημα ὑπέρογκον ἦν καί τις ἁβρότης Περσικὴ κατά τε τὴν τῶν ὅπλων λαμπρότητα καὶ τὴν ἄλλην δίαιταν ἐς τὴν τῶν πολεμίων οὐκ ἀφανῶς ἐπετηδεύετο. τελευτήσαντος δὲ Ἀλεξάνδρου καὶ ζῆλον ἐποιεῖτο, εἰκάζων αὑτὸν πρὸς τὰ βασιλικὰ τῷ τε ἀφέτῳ καὶ ἀνειμένῳ τῆς κόμης καὶ τῇ ἄλλῃ κατασκευῇ, ἣ οὐ πρόσω τοῦ Περσικοῦ τρόπου ἤσκητο αὐτῷ. ἵπποι τε Νισαῖοι, οἱ δὲ Φάσιδος ἄπο, χρυσοχάλινοι σύμπαντες, προετετάχατο τῆς τάξεως, ἐκπρέποντες τοῖς καλλωπίσμα‐ σιν. ἐπήγνυντο δὲ αὐτῷ καὶ σκηναὶ μεγαλοπρεπεῖς, καὶ ὅπλα κάλλει ὑπερφέροντα, εἵπετο καὶ τὸ τῶν ἑταίρων ἄγημα.
λ 250 Λέοντα ξυρᾷς: παροιμία λεγομένη ἐπὶ τῶν τὰ ἀδύνατα ἐπι‐ χειρούντων. λύσις ὀνείρου· λέοντας ἰδεῖν δυσμενῶν δηλοῖ μάχας. ζήτει περὶ λέοντος ἐν τῷ φριξότριχα.
λ 251 Λεοντεία δορά. ὁ δὲ τὴν λεοντείαν αὐτίκα περιεβάλετο.
λ 252 Λεοντείδης καὶ Λεόντειον βρύχημα.
λ 253 Λεοντῆ: ἡ δορὰ τοῦ λέοντος.
λ 254 Λεόντιος, Τριπόλεως τῆς Λυδίας ἐπίσκοπος, Μυσὸς τὸ γένος τῶν πρὸς τῷ Ἴστρῳ κατῳκημένων, οὓς ἀγχεμάχους Ὅμηρος καλεῖ. τὸν τοιοῦτον Λεόντιον προσεταιρίζεται ὁ κακόφρων Φιλοστόργιος ἐν τῇ βίβλῳ αὐτοῦ ὡς ὁμόφρονα τῆς Ἀρειανικῆς αὐτοῦ κακοφροσύνης. ὃς παῖδα ἕνα ἐσχηκώς, ἐπειδὴ μὴ χρηστὰς ἐλπίδας αὐτὸν ὑποφαίνοντα πρὸς ἀρετὴν εἶδεν, εὐξάμενος, ὥς φασιν, ἔτι μειράκιον ὄντα ἐποίησεν ἀποθανεῖν· κάλλιστον ἡγησάμενος τὸ πρὸ αἰσχροῦ τινος καταλύσασθαι τὸν βίον, τῶν σφαλερῶν κατὰ τὸν βίον ὀλίσθων ἔξω γενόμενον. κανόνα δὲ αὐτὸν ἐκάλουν τῆς ἐκκλησίας. ἦν δὲ ἐλεύθερος τὴν γνώμην ἐπίσης εἰς πάντας καὶ παρρησιαστικός. καί ποτε συνόδου γενομένης, Εὐσεβίας τῆς Κωνσταντίου γυναικὸς εἰς οἴδημα ἀρθείσης φρονήματος καὶ παρὰ τῶν ἐπισκόπων προσκυνουμένης, μόνος οὗτος παρὰ φαῦλον αὐτὴν τιθέμενος οἴκοι ἔμενεν. ἡ δὲ διὰ τοῦτο ὑποθερμανθεῖσα τοῖς θυμοῖς καὶ τὴν γνώμην φλεγμήνασα πέμπει πρὸς αὐτόν, αἰτιωμένη καὶ ὑποσχέσεσι κολακεύουσα, ὡς ἐκκλησίαν σοι μεγίστην ἐγερῶ καὶ χρήματα ἐπιδαψιλεύσομαι, εἰ ἀφίκοιο πρός με. ὁ δὲ ἀντεδήλωσε· τούτων μὲν εἴ τι βουληθείης τελέσασθαι, ὦ βασίλεια, οὐκ ἐμοὶ μᾶλλον ἢ τῇ σαυτοῦ ψυχῇ ἴσθι χαριουμένη. εἰ δὲ θελήσειας ὡς ἀφικέσθαι πρὸς σέ, ὡς τῆς ἐπισκόποις πρεπούσης αἰδοῦς φυλαχθησομένης, ἵν’ εἰσέλθοιμι μὲν ἐγώ, σὺ δ’ αὐτίκα τοῦ θρόνου τοῦ ὑψηλοῦ καταβᾶσα μετ’ αἰδοῦς ὑπαντήσειας ἐμοὶ καὶ τὴν κεφαλὴν ὑπόσχοις ταῖς ἐμαῖς χερσίν, εὐλο‐ γιῶν ἀξιουμένη· κἄπειτα καθεσθείην μὲν αὖ ἐγώ, σὺ δ’ ἀνεστήκοις αἰδουμένη, ὁπόταν δὲ κελεύσαιμι καθεδουμένη, ἥνικα δοίην τὸ σύνθημα. εἰ οὕτως αἱρήσῃ, ἀφικοίμην παρὰ σέ· εἰ δ’ ἕτερον τρόπον, οὐχ οὕτω πολλὰ δώσεις, οὐδ’ οὕτω μεγάλα δυνήσῃ, ὡς ἡμᾶς, τῆς προσηκούσης τιμῆς τοῖς ἐπισκόποις καθυφιεμένους, εἰς τὸν θεῖον ἐξυβρίσαι τῆς ἱερωσύνης θεσμόν. ταῦτα ὡς ἀπηγγέλθη, ἀναπίμπραται τὴν ψυχήν, οὐκ ἀνασχετὸν ποιουμένη πρὸς Λεοντίου τοιούτους δέξασθαι λόγους. καὶ πολλὰ διοιδήσασα καὶ παθηναμένη καὶ πολλὰ ἐκ γυναικείας ἀκροχόλου καὶ κούφης ἀπειλήσασα διανοίας καὶ τἀνδρὶ διηγησαμένη, πρὸς τιμω‐ ρίαν ἐξώρμα. ὁ δὲ μᾶλλον ἐπῄνεσε τὴν ἐλευθερίαν τῆς γνώμης καὶ τὴν γυναῖκα παρήνεγκε τῆς ὀργῆς καὶ ἀποπέμπει εἰς τὴν γυναικωνῖτιν. καί ποτε μεταξὺ προκαθημένου τοῦ βασιλέως Κωνσταντίου τῶν ἐπι‐ σκόπων καὶ ἄρχειν καὶ τῶν ἐκκλησιῶν ἐθέλοντος, οἱ μὲν πολλοὶ πᾶν ὅ τι φήσειεν ἐκρότουν καὶ ἐθαύμαζον, ἄριστα εἰρῆσθαι διοριζόμενοι· ὁ δὲ ἐσιώπα. ὡς δὲ ἤρετο αὐτὸν ὁ βασιλεύς, τί σιωπᾷ μόνος τῶν πάν‐ των; θαυμάζω, ἔφη, ὅτι εἰς ἕτερα διέπειν ταχθεὶς ἑτέροις ἐπιχειρεῖς, στρατιωτικῶν μὲν καὶ πολιτικῶν πραγμάτων προεστηκώς, ἐπισκόποις δὲ περὶ τῶν εἰς μόνους ἐπισκόπους ἡκόντων διαταττόμενος. τὸν δὲ βασιλέα καταιδεσθέντα παύσασθαι τῆς ἐν τοῖς τοιούτοις ἤδη διακελεύ‐ σεως. τοιοῦτος ἦν ὁ Λεόντιος ἐλευθέριος.
λ 255 Λεόντιος, Ἀντιοχείας ἐπίσκοπος, ἑαυτὸν ἐξέτεμε· καὶ ἦν καὶ τἆλλα βέβηλος· καὶ Ἀέτιος ὁ Εὐνομίου διδάσκαλος, ὃς τὴν Ἀρείου βλασφημίαν ταῖς ἐπινοίαις ἐπηύξησεν.
λ 256 Λεόντιος· καὶ οὗτος ἐν Ἀντιοχείᾳ ἐγένετο αἱρετικός. ἔγραψε δὲ κατ’ αὐτοῦ Φώτιος πατριάρχης. οὗτος γὰρ περὶ τοῦ ὁμοουσίου διελέχθη πρὸς Φλαβιανὸν τολμηρὰ καὶ βλάσφημα ληρωδήματα.
λ 257 Λεόντιος μοναχός· οὗτος ἐπὶ Ζήνωνος ἦν· προφητικῇ χάριτι τὰς ἐπικρύψεις τῶν γραφῶν ἐμφανεῖς ποιῶν πολλοὺς εἶχε τῶν σπου‐ δαίων παρ’ αὐτὸν φοιτῶντας. ἀλυόντων δέ τινων ἐπὶ τοῖς κατὰ τῆς ἐκκλησίας παρὰ τοῦ βασιλέως τερατευομένοις, οὐ δεῖ ξενίζεσθαι, ἔλεγεν, ἐπὶ τοῖς δρωμένοις παρ’ ἀνθρώπου ἐξ ἀνθρώπων τε τὸ ἄρχειν ᾑρη‐ μένου, ὁπότε καὶ Σαοὺλ ὁ ψήφῳ θεοῦ βασιλεύσας Ἀβιμέλεχ καὶ τοὺς υἱεῖς ὄντας ἐν τῷ οἴκῳ κυρίου διεχρήσατο μαχαίρᾳ. διαπορούντων δὲ τῶν ἄλλων καὶ οἰομένων μεταβεβλῆσθαι τὴν φύσιν αὐτοῦ ἐξ ἡμέρου εἰς ἀγρίαν, διὰ τὸ τὰ πρῶτα τῆς βασιλείας πρᾶξαί τέ τινα καὶ ὑπο‐ σχέσθαι ἕτερα τῶν εἰς χρηστὰ τεινόντων· οὐ μεταβέβληται, ἔφη, τὴν φύσιν, ἀλλ’ ἐνδέδεικται ἐν εὐδαιμονίᾳ τὴν κακίαν, πολὺν χρόνον διὰ τὸν φόβον τοῦ Ἴλλου ἡσυχασθεῖσαν. ἀναγινωσκομένης δὲ βίβλου Κλή‐ μεντος τοῦ Στρωματέως καὶ φθάσαντος χωρίον ἐν ᾧ τοὺς ἄνδρας ἀποσκώπτει τοὺς ἑταιρικῶς τὰς ὄψεις ὑπογράφοντας καὶ βάπτοντας τὰς τρίχας, εἰπόντος τοῦ Λεοντίου, ἆρά γέ ἐστι τις τοῦ βασιλέως ἄτερ, ὁ τὰς τρίχας βάπτων καὶ φυκούμενος τὰς ὄψεις; ὑποτυχών, ἄλλος, ἔφη, μοναχός· ἡμεῖς περὶ ἀνθρώπου διηπορήσαμεν, εἴ γε ὅλως ἀνέχεται κοσμήσει τὴν φύσιν ἐναλλάττειν· οὐ μήν γε τοῦτο διελάβομεν ποιεῖν τὸν βασιλέα. ἀλλ’ εὐτρόχως μὲν λίαν οἱ μοναχοὶ ἀπέσκωψαν τοὺς τὴν τῶν ἀνθρώπων φύσιν εἰς τὴν τῶν θηλειῶν πειρωμένους μετεγγράφειν. ὅτι γὰρ τοὺς τοιούτους καὶ τῶν παλαιῶν πλεῖστοι ἀπεστράφησαν ὡς οὐ βεβαίους, πολλοὺς μέν ἐστιν εὑρεῖν ἐν ἱστορίαις· ἐκδηλότερον δὲ Φίλιππον τὸν τοκέα Ἀλεξάνδρου. ἐπεὶ γὰρ Ἀντίπατρόν τινα τῶν φίλων τάξας εἰς τοὺς δικαστὰς τὸν πώγωνα καταβαπτόμενον εἶδε καὶ τὴν κόμην, ἐξανέστησεν εἰπών, τὸν ἄπιστον ἐν θριξὶ μὴ νομί‐ ζειν ἐν πράγμασιν ἀξιόπιστον ὑπάρχειν.
λ 258 Λεοντίσκος· ἦν δὲ καὶ Λεοντίσκος Μεσσήνιος ἐκ Σικελίας, Ἀκροχερσίτης οὕτω καλούμενος· λαμβανόμενος γὰρ ἄκρων τῶν χειρῶν τοῦ ἀνταγωνιστοῦ κατ‐ έκλα καὶ οὐ πρότερον ἠφίει, πρὶν αἴσθοιτο ἀπαγορεύσαντος. οὗτος δὲ καὶ ἐπάλαιεν.
λ 259 Λεωγόρας: ὄνομα κύριον. ὃς ἦν πατὴρ Ἀνδοκίδου τοῦ ῥή‐ τορος.
λ 260 Λεωδάμας: ὄνομα κύριον.
λ 261 Λεωκόριον: τόπος τῆς Ἀττικῆς, ἀπὸ ἱστορίας. ἐλίμωξέ ποτε ἡ Ἀττική, καὶ λύσις ἦν τῶν δεινῶν παιδὸς σφαγή. Λεὼς οὖν τις τὰς ἑαυτοῦ θυγατέρας ἐπιδέδωκε καὶ ἀπήλλαξε τοῦ λιμοῦ τὴν πόλιν· καὶ ἐκ τούτου ἐκλήθη ὁ τόπος Λεωκόριον.
λ 262 Λεωκόριον: ἡρῷον ἐν μέσῳ τῷ Κεραμεικῷ. Λεὼς γὰρ ὁ Ὀρ‐ φέως υἱὸν μὲν ἔσχε Κύλανθον, θυγατέρας δὲ τρεῖς, Φασιθέαν, Θεόπην, Εὐβούλην· ἃς ὑπὲρ τῆς χώρας σφαγιασθείσας ἔτι παρθένους ἐτίμησαν Ἀθηναῖοι τῷ ἡρῴῳ.
λ 263 Λεωκράτης· καὶ κλίνεται εἰς ους.
λ 264 Λεώκριτος. εἴ τις πτερώσας Λεώκριτον Κινησίᾳ, αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα. ὡς λεπτὸς ὢν σφόδρα ὁ Κινησίας κω‐ μῳδεῖται καὶ ὡς ξένος καὶ ὡς κόλαξ. ἐμνήσθη δὲ τῶν δύο ὡς ὁμο‐ φρονούντων. ἢ ὅτι ὁ Κινησίας λεπτὸς ἦν, ὁ δὲ Λεώκριτος μοχθηρός. φησὶν οὖν, ὅτι, εἰ τις ἀντὶ πτερῶν Λεωκρίτῳ Κινησίαν περιβάλοι, ὥστε φέρεσθαι μεταρσίους, συμβήσεται αὐτοὺς ὀλέσθαι ἀεροφορήτους γενομένους.
λ 265 Λέων, Λέοντος, Βυζάντιος, φιλόσοφος Περιπατητικὸς καὶ σο‐ φιστής, μαθητὴς Πλάτωνος ἢ ὥς τινες Ἀριστοτέλους. ἔγραψε τὰ κατὰ Φίλιππον καὶ τὸ Βυζάντιον βιβλίοις ζʹ, Τευθραντικόν, Περὶ Βη‐ σαίου, Τὸν ἱερὸν πόλεμον, Περὶ στάσεων, Τὰ κατ’ Ἀλέξανδρον. οὗτος ἦν σφόδρα παχύς. καὶ πρεσβεύσας πρὸς Ἀθηναίους γέλωτά τε ἐκίνησε καὶ τῆς πρεσβείας ἐκράτησεν, ἐπειδὴ πίων ἐφαίνετο καὶ περιτ‐ τὸς τὴν γαστέρα. ταραχθεὶς δὲ οὐδὲν ἀπὸ τοῦ γέλωτος, τί, ἔφη, ὦ Ἀθηναῖοι γελᾶτε; ἢ ὅτι παχὺς ἐγὼ καὶ τοσοῦτος; ἔστι μοι καὶ γυνὴ πολλῷ παχυτέρα, καὶ ὁμονοοῦντας μὲν ἡμᾶς χωρεῖ ἡ κλίνη, διαφερο‐ μένους δὲ οὐδὲ ἡ οἰκία. καὶ εἰς ἓν ἦλθεν ὁ τῶν Ἀθηναίων δῆμος, ἁρμοσθεὶς ὑπὸ τοῦ Λέοντος, σαφῶς ἐπισχεδιάσαντος τῷ καιρῷ. οὗτος ὁ Λέων ἀποκρουόμενος τὸν Φίλιππον ἀπὸ τοῦ Βυζαντίου διε‐ βλήθη παρὰ Φιλίππου πρὸς τοὺς Βυζαντίους δι’ ἐπιστολῆς, ἐχούσης οὕτως· εἰ τοσαῦτα χρήματα παρεῖχον Λέοντι, ὁπόσα με ᾐτεῖτο, ἐκ πρώτης ἂν ἔλαβον τὸ Βυζάντιον. ταῦτα ἀκούσαντος τοῦ δήμου καὶ ἐπισυστάντος τῇ οἰκίᾳ τοῦ Λέοντος, φοβηθεὶς μή πως λιθόλευστος παρ’ αὐτῶν γένηται, ἑαυτὸν ἦγξε, μηδὲν ἀπὸ τῆς σοφίας καὶ τῶν λόγων κερδάνας ὁ δείλαιος.
λ 266 Λέων, Ἀλαβανδεύς, ῥήτωρ. ἔγραψε Καρικῶν βιβλία δʹ, Λυκιακὰ ἐν βιβλίοις βʹ, Τέχνην, Περὶ στάσεων, Τὸν ἱερὸν πόλεμον Φωκέων καὶ Βοιωτῶν.
λ 267 Λέων, βασιλεὺς Ῥωμαίων, ὁ Μακέλλης· ὃς ἔδοξε τῶν πρὸ αὐτοῦ βασιλέων ἁπάντων εὐτυχέστατος εἶναι καὶ φοβερὸς ἅπασι τοῖς τε ὑπ’ ἐκείνου τὴν βασιλείαν τελοῦσι καὶ τῶν βαρβάρων αὐτῶν, ὅσοις εἰς φήμην ἀφίκετο. καὶ ταύτην μὲν τοῖς πολλοῖς καταλέλοιπε δόξαν. ἐγὼ δέ, φησὶ Μάλχος, εὐτυχίαν οὐκ οἶμαι, εἴ τις τῶν ἀρχομένων τὰ ὄντα διασυλῶν καὶ μισθούμενος ἀεὶ συκοφάντας ἐς τοῦτο καὶ κατηγο‐ ρῶν αὐτός, ὅτε μὴ ἄλλον ἀνηύρισκε, καὶ τὸν χρυσὸν ἐξ ἁπάσης τῆς γῆς συλλεξάμενος, ἑαυτῷ μόνῳ κατάθοιτο, ἐρήμους μὲν τὰς πόλεις ἧσπερ ἔμπροσθεν εἶχον εὐπορίας ποιήσας, ὡς μηκέτι τοὺς φόρους, οὓς ἐτέλουν, δύνασθαι μετ’ εὐχερείας ἀπενεγκεῖν. καὶ ἁπλῶς πάσης κακίας ἀπισχυρίζεται ὁ Μάλχος γενέσθαι αὐτὸν καταγώγιον. ὅς γε καὶ Ὑπερέχιον τὸν γραμματικὸν ἐφυγάδευσε καί ποτε καὶ τῷ Εὐλογίῳ τῷ φιλοσόφῳ σιτηρέσιον εἰπὼν δοθῆναι, τινὸς τῶν εὐνούχων λέγοντος, ὅτι ταῦτα εἰς στρατιώτας προσήκοι δαπανᾶσθαι, εἶπεν· εἴθε γένοιτο ἐπὶ τοῦ ἐμοῦ χρόνου, ὥστε τὰ τῶν στρατιωτῶν εἰς διδασκάλους παρ‐ έχεσθαι. ἐπὶ τῶν χρόνων αὐτοῦ Ἀκάκιος ἐγένετο πατριάρχης. ζήτει καὶ περὶ δαπάνης αὐτοῦ ἐν τῷ κεχειρικότες.
λ 268 Λέων· οὗτος στρατηγὸς ἐπέμφθη παρὰ Εὐτροπίου τοῦ εὐνούχου κατὰ τῶν βαρβάρων, εὔκολος ὢν καὶ διὰ μελέτην μέθης εὐπαράγωγος. ἦν γὰρ αὐτῷ τὸ ἀνδρεῖον ἐπὶ τούτῳ συνηναγκασμένον πλείους ἔχειν παλλακίδας τῶν στρατιωτῶν καὶ πλείονα πίνειν ἢ ὅσα πάντες ἄν‐ θρωποι πίνουσι.
λ 269 Λεωνᾶς, σοφιστής, Ἴσαυρος τὸ γένος, εὐδοκιμῶν ἐν τῷ πλήθει τῶν ἐν Ἀλεξανδρείᾳ ὁμοτέχνων· ὃς Πρόκλῳ οὐ μόνον τῶν ἑαυτοῦ λόγων ἐκοινώνησεν, ἀλλὰ καὶ σύνοικον ἔχειν ἠξίου καὶ συνδιαιτᾶσθαι γυναικὶ καὶ τέκνοις παρεσκεύασεν, οἷα παῖδα γνήσιον καὶ τοῦτον γε‐ νόμενον. γνώριμον δὲ αὐτὸν ἐποίει καὶ τοῖς τὰς ἡνίας ἔχουσι τῆς Αἰγύπτου.
λ 270 Λεωνίδεω δῶρα.
λ 271 Λέων, λέων σοι γέγονεν ἔκμαγμα σόν: ἐπὶ τῶν μοι‐ χευομένων καὶ τικτουσῶν γυναικῶν. κύτταρος δὲ τὸ πῶμα τῆς βα‐ λάνου, ὅπου ἐγκάθηται ἡ βάλανος. τά τ’ ἄλλα ἁπαξάπαντα καὶ τὸ πόσθιον τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.
λ 272 Λεωνίδης, Λακεδαιμονίων βασιλεύς, Ἀναξανδρίδου, ἀφ’ Ἡρα‐ κλέους κʹ βασιλεύς. οὗτος ἡγεμὼν τῶν εἰς Θερμοπύλας ἀπαντησάντων Ἑλλήνων ἦν. ἐν δὲ τῷ τόπῳ τούτῳ λέγεται τὸν Ἡρακλέα ἀποθέμενον τὸ σῶμα ἀποθεωθῆναι. Λεωνίδης δὲ ἀπαγγελθέντος, ὅτι τοξευόντων τῶν Περσῶν ὁ ἥλιος ἀφανὴς γίνεται· θαρρῶμεν, ἔφη, ὅτι ὑπὸ σκιᾷ μαχησόμεθα. ἀριστοποιουμένοις δὲ τοῖς στρατιώταις, ἀριστᾶτε, ἔφη, ὡς ἐν ᾅδου δειπνήσοντες. ἐπελθόντος δὲ τοῦ βασιλέως, οἱ μὲν ἄλλοι πάντες τὸ πλῆθος εὐλαβηθέντες ἔφυγον, Θηβαῖοι δὲ ηὐτομόλησαν· οὓς λαβὼν ἔστιξε βασιλεὺς σὺν στρατιώταις τριακοσίοις Σπαρτιάταις. ἐπιγέγραπται ἐπὶ Λεωνίδου ἐπίγραμμα· ὦ ξεῖν’, ἄγγελλε Λακεδαιμονίοις, ὅτι τῇδε κείμεθα, τοῖς κείνων ῥήμασι πειθόμενοι. οὗτος ὁ Λεωνίδης περὶ Σφακτηρίαν ἅμα τριακοσίοις ἀντέστη Ξέρξῃ. καὶ ἀριστεύων ἐτελεύτησε κυκλωθεὶς ἐκ προδοσίας, Ἐφιάλτου τινὸς δείξαντος Πέρσαις τὴν διὰ τῶν ὀπῶν ὁδόν. ὁ δὲ Μακεδὼν ἐκεῖνος εἴτε Λεωνίδης τὸ φρόνημα ἢ Καλλίμαχος ἢ Κυναίγειρος, ἀρκέσει δὲ τὸ Ῥωμαῖον ἀποκαλεῖν, ὡς τῶν λόγων τῶν ἰατρικῶν ὑπῄσθετο, ἤρετο, εἰ τὸ Ῥωμαϊκὸν εἴη νενικηκός.
λ 273 Λεωπετρία: λεῖος λίθος. δυνατόν ἐστιν ἀπό τινος λεωπε‐ τρίας ἀπόβασιν ποιησαμένους ἐκ θαλάττης εἰς τὴν Χερρόνησον κατὰ νώτου γενέσθαι τῶν πολεμίων.
λ 274 Λεωργός· Αἰσχύλος· πέτραις ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμά‐ σαι. περὶ Προμηθέως. τουτέστιν ὁ πάντολμος, ὁ ὑπὲρ τοῦ λεῶ ἀπο‐ θνήσκων.
λ 275 Λεώς: ὁ λαός, ὁ ὄχλος, Ἀττικῶς.
λ 276 Λεωσθένης, στρατηγὸς τῶν Ἀθηναίων. οὗτος ἐν τῷ πρὸς τοὺς Μακεδόνας πολέμῳ προθυμίᾳ χρησάμενος τοῦ καιροῦ προθυμο‐ τέρᾳ καὶ τῇ παραπεσούσῃ εὐπραγίᾳ κατὰ τῶν πολεμίων ἐπεξιὼν τήν τε ἐμβολὴν ἀφειδῆ ποιεῖται καὶ λίθῳ πληγεὶς πρὸς τὴν κεφαλὴν ἀφυλάκτως ἐπὶ τῆς παρατάξεως πίπτει.
λ 277 Λεώστρατος: ὄνομα κύριον.
λ 278 Λεωτροφίδης· οὗτος χλωρὸς ἦν καὶ λεπτός, ὡς ἐοικέναι ὄρνιθι, ὡς Κινησίας τῶν σφόδρα λεπτῶν· καὶ κοῦφος ἦν διθυραμβοποιὸς ὁ Λεωτροφίδης. Ἕρμιππος· ἀνάπηρά σοι θύουσι βοΐδια, Λεωτροφίδου λεπτότερα καὶ Θουμαντίδος.
λ 279 Λεωτυχίδης: ὁ τοῦ Λεωτύχου.
λ 280 Λεωφόρος: ὁδὸς δημοσία.
λ 281 Λεωχάρης, Λεωχάρους.
λ 282 Λέπαδνα: οἱ μασχαλιστῆρες τῶν ἵππων. ἢ στηθιαῖοι λῶροι.
λ 283 Λέπαργε· ζήτει ἐν τῷ ἀνά σοι τάδε πάντα λέπαργε.
λ 284 Λέπας: ἀκρωτήριον. Λεπὰς δὲ κογχυλίου εἶδος, ὃ ταῖς πέτραις προσπήγνυται, δυσαποσπάστως ἔχον, ἐπειδάν τις αὐτοῦ βου‐ ληθείη λαβεῖν. εὐεπίφορος δὲ ἐστὶ τῷ λεπὰς ὁ Ἀριστοφάνης. παρ’ ὑπόνοιαν, ὥσπερ λεπὰς πέτρᾳ, οὕτως ἡ γραῦς τῷ μειρακίῳ. λεπὰς δὲ εἶδος ἰχθύος. καὶ ἐν Ἐπιγράμμασι· ὃς τόδε ναίεις εὐστιβὲς αἰθυίαις ἰχθυβόλοισι λέπας. τουτέστιν ἀκρωτήριον.
λ 285 Λεπαστής: εἶδος ποτηρίου μεῖζον ἢ κύλιξ· ἢ ὁ πίθος. Ἀριστο‐ φάνης· φήσεις, ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.
λ 286 Λεπιδωτοὶ ἰχθύες: πᾶν τὸ τῶν ἰχθύων γένος, ἔξω τῶν σελαχίων.
λ 287 Λέπρα: εἶδος νόσου. Μάλχος· λέπρα δὲ ἐπήνθει τῷ προσώπῳ αὐτοῦ.
λ 288 Λέπρεον: τῆς Τριφυλίας πόλις. ἀπὸ τοῦ παρακειμένου τραχέος ὄρους. οἱ δ’ ἀπὸ τοῦ τοὺς κτίζοντας αὐτὴν νόσῳ χρήσασθαι λέπρᾳ. οὐδετέρως τὸ Λέπρεον. Ἀριστοφάνης δὲ ἀρσενικῶς ἐξήνεγκε· τὸν Ἠλεῖον Λέπρεον, ἀντὶ τοῦ τὸν τῆς Ἤλιδος. οὕτω δὲ ἐκλήθη διὰ τὸ τὴν χώραν αὐτῶν λέπειν· διαφαίνονται γὰρ ἐκ τῆς ὀρεινῆς. πέτρας γὰρ εἶναι αὐτόθι ποικίλας τῷ χρώματι καὶ διαλεύκους ὁμοίας τὰς ὄψεις λεπριῶσιν.
λ 289 Λέπρεος· Ἀριστοφάνης· βδελύττομαι τὸν Λέπρεον ἀπὸ Με‐ λανθίου. οὗτος εἶχε λέπραν, ἐκωμῳδεῖτο δὲ καὶ εἰς μαλακίαν. ἦν δὲ καὶ κακοπράγμων καὶ ὀψοφάγος καὶ λάλος. νὴ τὸν θεόν, ὃς οὐκ ἰδὼν βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.
λ 290 Λεπρίνης: ὄνομα κύριον.
λ 291 Λεπρός· ζήτει ἐν τῷ ἀγορανομίας.
λ 292 Λεπτὰ ξαίνεις: ἐπὶ τῶν πενιχρῶς διαγόντων τὸν βίον.
λ 293 Λεπτὰ πλοῖα: τὰ μικρά. ηʹ Θουκυδίδης.
λ 294 Λεπτὴν πλέκει: λεγόμενόν τι ἐπὶ τῶν πενήτων. οἷον ἀκριβῆ, στενήν, ἀσθενῆ. ἔνθεν καὶ λεπτολόγος. Ἀριστοφάνης Νεφέλαις· καὶ σχάσας τὴν φροντίδα λεπτὴν κατὰ μικρὸν περιφρόνει τὰ πράγματα. τουτέστιν ἐρεύνα.
λ 295 Λεπτή τις ἐλπίς ἐστ’ ἐφ’ ἧς ὀχούμεθα: ἐπὶ τῶν ἀμηχάνων εἴρηται ἡ παροιμία.
λ 296 Λεπτόγεα: κακὸς ἀγρός. λεπτὴ γῆ, μὴ λιπαρά. καὶ Λεπ‐ τόγεως.
λ 297 Λεπτολογία. οὐδὲ λεπτολογίᾳ ἐδίδου οὐδὲ διῆγε τοὺς λόγους. περὶ Ἀπολλωνίου γράφει Φιλόστρατος ὁ Λήμνιος. Ἕρμιπ‐ πος Δημόταις. λεπτολογεῖν ἤδη ζητῶ, καὶ περὶ καπνοῦ στενολεσχεῖν. ἀντὶ τοῦ περὶ τοῦ μηδενὸς καὶ κενῶν πραγμάτων. διασυρμοῦ δὲ χάριν τῶν φιλοσόφων ὡς ἰσχνὰ ζητούντων ζητήματα. σύ τε λεπτο‐ τάτων λήρων. τουτέστιν συνετωτάτων καὶ δυσπαρακολουθήτων λόγων.
λ 298 Λεπτόμιτον φᾶρος: τὸ λεπτὸν ἱμάτιον.
λ 299 Λεπτύνω καὶ Λεπτύναι.
λ 300 Λεπτυσμός· λεπτυσμός ἐστιν, ὅταν τὸ βάθος τῆς φάλαγγος συναιρῆται, καὶ ἀντὶ ιϛʹ ἀνδρῶν ἐλάττους γίνωνται.
λ 301 Λεπυρόν: ὀξυτόνως. σημαίνει δὲ ἢ τὸ τοῦ ᾠοῦ ἢ τὸ τῆς ῥοιᾶς ἐπικάλυμμα.
λ 302 Λέρνη θεατῶν: ἀντὶ τοῦ κακῶν θέατρον. Κρατῖνος. οἱ μὲν διὰ τὴν Ὕδραν, οἱ δὲ διὰ τὸ τοὺς Ἀργείους τὰ καθάρματα ἐκεῖ ἀπο‐ φέρειν· ὁ γὰρ Δαναὸς ἐν τῇ Λέρνῃ τὰς κεφαλὰς τῶν Αἰγυπτιαδῶν ἀπέθετο, καὶ ὡς εἰκὸς ἐφ’ ὕβρει ἐκέλευσε τὰ δυσοιώνιστα ἐκεῖ ῥίπτειν. οἱ δὲ Λέρνη κακῶν.
λ 303 Λερόν: τὸ λεῖον.
λ 304 Λέσβιος: ὁ ἀπὸ τῆς Λέσβου νήσου.
λ 305 Λεσβίων ἄξια: παροιμία ἐπὶ τῶν ἀπράκτων.
λ 306 Λεσβίσαι: μολῦναι τὸ στόμα. Λέσβιοι γὰρ διεβάλλοντο. ἐπὶ αἰσχρότητι. Ἀριστοφάνης· μέλλουσαν ἤδη λεσβιεῖν τοὺς ξυμπότας.
λ 307 Λεσβώναξ, Μιτυληναῖος, φιλόσοφος, γεγονὼς ἐπὶ Αὐγούστου, πατὴρ Ποτάμωνος τοῦ φιλοσόφου. ἔγραψε πλεῖστα φιλόσοφα.
λ 308 Λέσχαι· λέσχας ἔλεγον δημοσίους τινὰς τόπους, ἐν οἷς σχολὴν ἄγοντες ἐκαθέζοντο πολλοί. Ὅμηρος· οὐ θέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, ἠέ που ἐς λέσχην. Κλεάνθης δέ φησιν ἀπονενεμῆσθαι τῷ Ἀπόλλωνι τὰς λέσχας, ἐξέδραις δὲ ὁμοίας γίνεσθαι. καὶ αὐτὸν δὲ τὸν Ἀπόλλω παρ’ ἐνίοις Λεσχηνόριον ἐπικαλεῖσθαι. Λέσχαι καὶ ποιήματα Ἡρακλείδου τοῦ Ποντικοῦ, μέτρῳ Φαλαικίῳ ἤτοι Σαπφικῷ γραφέντα.
λ 309 Λέσχη: πολλὴ ὁμιλία, φλυαρία. τὸ δὲ παλαιὸν αἱ καθέδραι καὶ οἱ τόποι, ἐν οἷς εἰώθεσαν ἀθροιζόμενοι φιλοσοφεῖν, λέσχαι ἐκαλοῦντο. οὕτω φησὶ καὶ Ἱεροκλῆς ἐν αʹ Φιλοσοφουμένων. Ἡρόδοτος· καίτοι γενομένης λέσχης, ὃς γένοιτο αὐτῶν ἄριστος. ἐμνήσθην, ὁσάκις ἀμφότεροι ἥλιον ἐν λέσχῃ κατεδύσαμεν. ἀλλὰ σὺ μέν που, ξεῖν’ Ἁλικαρνησεῦ, τετράπαλαι σποδίη· αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες. Λέσχη δὲ παρὰ Ἡσιόδῳ ἡ κάμινος.
λ 310 Λεσχηνεία: ὕβρις. καὶ Λεσχηνώτης, ὁ ὑβριστής.
λ 311 Λεσχίδης, ἐπῶν ποιητής· ὃς συνεστράτευσεν Εὐμένει τῷ βασιλεῖ· ὃς ἦν ἐπιφανέστατος τῶν ποιητῶν. συνῆν δὲ τούτῳ καὶ Πυθίας ὁ συγγραφεὺς καὶ Μένανδρος ἰατρός.
λ 312 Λευγαλέας: ὀλεθρίους, χαλεπάς. ὥς σε μετ’ εὐχωλαῖς ἐκαλέσ‐ σατο λευγαλέας τοι κῆρας ἀπ’ ὠδίνων τῆλε βαλεῖν λοχίων. καὶ Λευγαλέος, ὁ χαλεπός.
λ 313 Λευί: ὄνομα κύριον. οὗ ἡ φυλὴ ἱερατείας τάξιν ἐπλήρου. καὶ Λευίτης, ὁ ἱερεύς.
λ 314 Λευιαθάν: δράκων. νοῦς δέ· μέγας Ἀσσύριος, αἱ ἐναντίαι δυ‐ νάμεις. τῇ καρδίᾳ τῆς γῆς ἐμφωλεύοντα· ὃν ἕλκει τῷ τῆς θεότητος ἀγκίστρῳ, τῷ κεκρυμμένῳ σώματι οἷά τινι σκώληκι.
λ 315 Λευκανία: ὁ λαιμός.
λ 316 Λευκαρίωνος: ὄνομα κύριον.
λ 317 Λευκάς: νῆσός ἐστι πρὸ τῆς Ἠπείρου κειμένη.
λ 318 Λευκαὶ φρένες: μαινόμεναι, ἢ λαμπραί· καὶ ἀγαθαί, ἢ ἥμεροι.
λ 319 Λεύκη· Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος· τοὺς ἐστεφανω‐ μένους τῷ μαράθρῳ καὶ τῇ λεύκῃ. ἐστέφοντο δὲ οἱ τὰ Βακχικὰ τελούμενοι τῇ λεύκῃ διὰ τὸ χθόνιον μὲν εἶναι τὸ φυτόν, χθόνιον δὲ καὶ τὸ τῆς Περσεφόνης Διόνυσον. τὴν δὲ λεύκην πεφυκέναι φησὶ πρὸς τῷ Ἀχέροντι, ὅθεν καὶ Ἀχερωΐδα καλεῖσθαι αὐτὴν παρ’ Ὁμήρῳ.
λ 320 Λεύκη: παρὰ Ἡροδότῳ πάθος τι περὶ ὅλον τὸ σῶμα.
λ 321 Λευκὴ ἀκτή: πλειόνων ὄντων Λευκῶν, Λυσίας τῆς ἐν Προ‐ ποντίδι μνημονεύει.
λ 322 Λευκὴ ἡμέρα: ἡ ἀγαθή, καὶ ἐπ’ εὐφροσύνῃ. Εὔπολις Κόλαξιν. ἐξίσταται δὲ νυκτὸς αἰανῆς κύκλος τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν.
λ 323 Λευκὴ ἡμέρα: ἡ ἀγαθή. ἀπὸ τῆς παροιμίας τῆς λεγούσης τῶν εἰς φαρέτραν. Φύλαρχος γάρ φησι τοὺς Σκύθας μέλλοντας καθεύδειν ἄγειν τὴν φαρέτραν, καὶ εἰ μὲν ἀλύπως τύχοιεν τὴν ἡμέραν ἐκείνην διαγαγόντες, καθιέναι εἰς τὴν φαρέτραν ψῆφον λευκήν, εἰ δὲ ὀχληρῶς, μέλαιναν. ἐπὶ τοίνυν τῶν ἀποθνησκόντων ἐκφέρειν τὰς φαρέτρας καὶ ἀριθμεῖν τὰς ψήφους· καὶ εἰ εὑρεθείησαν πολλαὶ λευκαί, εὐδαιμονίζειν τὸν ἀπογενόμενον. ὅθεν ἡ παροιμία.
λ 324 Λευκὴν μᾶζαν φυρῶ σοι: παροιμία ἐπὶ τῶν μεγάλα ὑπισχνου‐ μένων.
λ 325 Λευκὴ στάθμη: ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων· ἢ ἐπὶ τῶν μηδὲν συνιέντων. Σοφοκλῆς Κιδαλίωνι· τοῖς μὲν λόγοις τοῖς σοῖσιν οὐ τεκμαίρομαι, οὐ μᾶλλον ἢ λευκῷ λίθῳ λευκὴ στάθμη. ἐν λευκῷ γὰρ λευκὴ στάθμη οὐδὲν δύναται δεικνύναι. στάθμη δέ ἐστι σπάρτος τεκτονική.
λ 326 Λευκή τις ἀνεπήδης’ ὅμοιος Νικίᾳ: οὗτος γυναικώδης ἦν ὁ Νικίας.
λ 327 Λευκὴ ψῆφος: παροιμία ἐπὶ τῶν εὐδαιμόνως ἢ δυστυχῶς ζώντων.
λ 328 Λευκήνη πέτρα.
λ 329 Λεύκιος, Δημαράτου τοῦ Κορινθίου υἱός. οὗτος εἰς Ῥώμην ὥρμησε πιστεύων αὑτῷ τε καὶ τοῖς χρήμασι, πεπεισμένος οὐδενὸς ἔλαττον ἕξειν ἐν τῇ πολιτείᾳ διά τινας ἀφορμάς, ἔχων γυναῖκα χρησίμην τά τ’ ἄλλα καὶ πρὸς πᾶσαν ἐπιβολὴν πραγματικὴν εὐφυᾶ συνεργόν. παραγενόμενος δὲ εἰς τὴν Ῥώμην καὶ τυχὼν τῆς πολιτείας εὐθέως ἡρμόσατο πρὸς τὴν τοῦ βασιλέως ἀρέσκειαν. ταχὺ δὲ καὶ διὰ τὴν χορηγίαν καὶ διὰ τὴν τῆς φύσεως ἐπιδεξιότητα καὶ μάλιστα διὰ τὴν ἐκ παίδων ἀγωγὴν ἁρμόσας τῷ προεστῶτι μεγάλης ἀποδοχῆς ἔτυχε καὶ πίστεως παρ’ αὐτῷ. χρόνου δὲ προϊόντος ἐς τοῦτο ἦλθε παραδοχῆς ὥστε συνοικεῖν καὶ συγχειρίζειν τῷ Μαρκίῳ τὰ κατὰ τὴν βασιλείαν. ἐν δὲ τούτοις ἐπ’ ἀγαθῷ πᾶσι γενόμενος καὶ συνεργῶν καὶ συγκατασκευάζων τοῖς δεομένοις ἀεί τι τῶν χρησίμων, ἅμα δὲ καὶ τῇ τοῦ βίου χορηγίᾳ μεγαλοψύχως εἰς τὸ δέον ἑκάστοτε καὶ σὺν καιρῷ χρώμενος, ἐν πολλοῖς μὲν ἀπετίθετο χάριν, ἐν πᾶσι δ’ εὔνοιαν ἐνειργάσατο καὶ φήμην ἐπὶ καλοκἀγαθία, καὶ τῆς βασιλείας ἔτυχε.
λ 330 Λεύκιος Αἰμίλιος, ὁ Περσέα νικήσας, κύριος γενόμενος τῆς Μακεδόνων βασιλείας, ἐν ᾗ τῆς ἄλλης χωρὶς κατασκευῆς καὶ χορηγίας ἐν αὐτοῖς εὑρέθη τοῖς θησαυροῖς ἀργυρίου καὶ χρυσίου πλείω τῶν ἑξακισχιλίων ταλάντων, οὐχ οἷον ἐπεθύμησε τούτων τινός, ἀλλ’ οὐδ’ αὐτόπτης ἐβουλήθη γενέσθαι, δι’ ἑτέρων δὲ τὸν χειρισμὸν ἐποιήσατο τῶν προειρημένων, καίτοι κατὰ τὸν ἴδιον βίον οὐ περιττεύων τῇ χορηγίᾳ, τὸ δ’ ἐναντίον ἐλλείπων μᾶλλον. μεταλλάξαντος γοῦν αὐτοῦ τὸν βίον οὐ πολὺ κατόπιν τοῦ πολέμου, βουληθέντες οἱ κατὰ φύσιν υἱοί, Πόπλιος Σκιπίων καὶ Κόϊντος Μάξιμος, ἀποδοῦναι τῇ γυναικὶ τὴν φερνήν, ἤγουν προῖκα, κʹ τάλαντα καὶ εʹ, ἐπὶ τοσοῦτον ἐδυσχρηστή‐ θησαν, ὡς οὐδ’ εἰς τέλος ἐδυνήθησαν, εἰ μὴ τὴν ἐνδουχίαν ἀπέδοντο καὶ τὰ σώματα καὶ σὺν τούτοις καί τινας τῶν κτήσεων. κάλλιστον οὖν σημεῖον κατέλιπε τῆς ἑαυτοῦ προαιρέσεως ἀποθανών. ὁ γὰρ πλεῖστον μὲν τῶν καθ’ αὑτὸν ἐξ Ἰβηρίας χρυσὸν εἰς τὴν Ῥώμην μετενηνοχώς, μεγίστων δὲ θησαυρῶν κύριος γενόμενος ἐν Μακεδονίᾳ τοιοῦτον ἀπέλιπε τὸν ἴδιον βίον ὥστε μὴ δύνασθαι τὴν φερνὴν τῇ γυναικὶ διαλῦσαι πᾶσαν ἐκ τῶν ἐπίπλων, εἰ μὴ τῶν ἐγγείων τινὰς προσαπέδοτο κτήσεων.
λ 331 Λευκοθέη: ὄνομα κύριον.
λ 332 Λευκόν· ὅτι καὶ τὸ λευκὸν ὁμώνυμον, ὥσπερ τὸ ἀγαθόν. τὸ μὲν ἐπὶ τοῦ σώματος λεγόμενον τὸ λευκὸν χρῶμα σημαίνει, ὅπερ ἐστὶν ὑπὸ τὴν ποιότητα, τὸ δὲ ἐπὶ τῆς φωνῆς τὸ ποιεῖν· λευκὴ γὰρ λέγεται φωνὴ ἡ εὐήκοος· εὐήκοος δέ ἐστιν ἡ τὴν ἀκοὴν σφοδρῶς καὶ ταχέως ἀλλοιοῦσα. ὁμοίως καὶ τὸ ὀξὺ δεικνύοιτ’ ἂν ὁμώνυμον.
λ 333 Λευκόνιον: ὄνομα τόπου.
λ 334 Λευκονοιεύς· δῆμος τῆς Λεοντίδος οἱ Λευκόνοι.
λ 335 Λευκοπύγους: δειλούς, ὡς μελαμπύγους τοὺς ἀνδρείους.
λ 336 Λευκοὺς λίθους ἔχοντες αὐχοῦσι μέγα.
λ 337 Λευκόχρως: λευκὸν τὸ σῶμα ἔχων. ἐν Ἐπιγράμμασι· Δάφνις ὁ λευκόχρως, ὁ καλῇ σύριγγι μελίσδων.
λ 338 Λευκώλενος: λευκοβραχίων.
λ 339 Λεύκωμα: τοῖχος γύψῳ ἀληλιμμένος, πρὸς γραφὴν πολιτικῶν πραγμάτων ἐπιτήδειος.
λ 340 Λεύκων, Ἀγνώς, γεγονὼς ἐν τοῖς Πελοποννησιακοῖς. τῶν δρα‐ μάτων αὐτοῦ ἐστι ταῦτα· Ὄνος ἀσκοφόρος, Φράτορες.
λ 341 Λεῦκτρα: χωρίον Βοιώτιον περὶ Θεσπιάς.
λ 342 Λευρά.
λ 343 Λεύσετε: ὁρᾶτε, βλέπετε.
λ 344 Λευστήρ. ὁ δὲ παλαμναῖος καὶ λευστὴρ ἐκεῖνος ᾔτησεν ἐπωνυμίαν λαβεῖν Εὐτυχής. ὁ καταλευσθῆναι ἄξιος, τουτέστι λιθο‐ βοληθῆναι. καὶ Αἰλιανός· ἵνα τὸν τῶν κακῶν αἴτιον καὶ λευστῆρα ἀφανίσωσι.
λ 345 Λευχείμων: συστέλλει. λευκοφόρος.
λ 346 Λευχηπατίας: δειλός· συμβαίνει γάρ τι περὶ τὸ ἧπαρ ἐπί τινων, ὃ δειλοὺς τοὺς ἀνθρώπους ποιεῖ. ἐπὶ τῶν τοιούτων οὖν εἴρηται.
λ 347 Λέχαιον: ἐπίνειον Κορινθίων.
λ 348 Λεχεποίην: λέχη ποιοῦντα, ἤτοι ψιάθους.
λ 349 Λέχος: συνουσία, κοίτη, μίξις. ἡ δοτικὴ τῷ λέχει.
λ 350 Λεχώ: ἡ ἀρτίτοκος. καὶ ἐν Ἐπιγράμμασι· οὕνεκά οἱ πρηεῖα λεχοῖ δισσὰς ὑπερέσχες χεῖρας ἄτερ τόξου, πότνια, νισομένη.
λ 351 Λεχώϊα: τὰ ἐπὶ τῇ λοχείᾳ συμβαίνοντα. ἀλλὰ, κόραι, τῇ παιδὶ λεχώϊα δῶρα φέρουσαι, θερμὰ κατὰ ψυχροῦ δάκρυα χεῖτε τάφου.
λ 352 Λέχριος: πλάγιος. καὶ διαδὺς λέχριος ἐν θαλάμῳ.
λ 353 Λεῖα: παρὰ Θουκυδίδῃ τὰ λιτά, πρὸς ἀντιδιαστολὴν τῶν ὑφαν‐ τῶν καὶ πεποικιλμένων.
λ 354 Λεία: ὁμαλὴ ὁδός, καὶ ἡ λαφυραγωγία. σημαίνει δὲ καὶ ὄνομα κύριον.
λ 355 Λειανέω: λεῖον ποιήσω.
λ 356 Λείας: πραίδας ἀπὸ πολεμίων. καὶ Λείας, τὰ ποίμνια, τὰ βοσκήματα, παρὰ Σοφοκλεῖ· ἔνθεν καὶ λῃστὴς κατὰ τὸ κύριον. Ὅμηρος· ληΐδα δ’ ἐκ πεδίου συνηλάσαμεν ἤλιθα πολλήν. ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν λείας ἁπάσας καὶ κατηναρισμένας. καὶ αὖθις· πολλὰ μὲν λάφυρα, πολλὴν δὲ λείαν περιεβάλλοντο. καὶ Ληΐζω, τὸ πραιδεύω. καὶ ἀλλαχοῦ Ὅμηρος· ληϊστοὶ μὲν γάρ τε βόες καὶ ἴφια μῆλα. καὶ αὖθις· Σκυθῶν ἐπιδραμόντων τὴν Ῥωμαίων χώραν καὶ πολλὴν λείαν παρασυράντων, ὁ βασιλεὺς Οὐαλεντινιανὸς ὀργισθεὶς καὶ βοήσας μει‐ ζόνως ἐρράγη τὰ τῆς φωνῆς αἴτια καὶ ἐτελεύτησε.
λ 357 Λείβεται τοῖς δακρύοις: διάβροχος γίνεται. Ἀριστοφάνης· ὁ δ’ Ἱπποδάμου λείβεται θεώμενος. οὗτος ὁ Ἱππόδαμος ἐν Πειραιεῖ κατῴκει καὶ τὴν οἰκίαν δημοσίαν ἀνῆκε. πικρῶς οὖν λέγει πρὸς Κλέωνα, ὅτι σὺ μὲν σφετερίζῃ καὶ κερδαίνεις, ὁ δὲ εὐνούστατος τῇ πόλει καταλείβεται τοῖς δακρύοις ὁρῶν σε καρπούμενον τὰ τῆς πόλεως ἀναξίως.
λ 358 Λείβει· αἰτιατικῇ. βάλλει, στάζει. ὁ δὲ φθειρσὶν ἐκζέσας, ἐσθι‐ όμενός τε καὶ κατὰ μικρὰ λειβόμενος ἀποθνήσκει.
λ 359 Λείβηθρα: ὄνομα πόλεως. Λείβηθρον δὲ ὀχετὸς ὑδρα‐ γωγικός.
λ 360 Λεῖκνον: κόσμος Βακχικός. ἠδὲ φορηθὲν πολλάκι μιτροδέτου λεῖκνον ὕπερθε κόμης. ἐν Ἐπιγράμμασι.
λ 361 Λεῖκνον: τὸ πτύον.
λ 362 Λεῖμμα: τὸ κατάλειμμα.
λ 363 Λείμαξ, λείμακος. ὁ σύμφυτος τόπος, ὁ κῆπος. καὶ Λειμα‐ κέστεροι, οἱ σύμφυτοι καὶ σύνδενδροι τόποι.
λ 364 Λειμών, λειμῶνος: ἀνθηρὸς τόπος.
λ 365 Λειμωνήρης: βοτάνη ἡ ἐν τῷ λειμῶνι.
λ 366 Λειμωνία: βοτάνη. καὶ Λειμωνῖτις.
λ 367 Λεῖξαι: οὕτως ἐκαλοῦντο στρατιῶται. τοῦτο δ’ ἦν τὸ γένος τῶν ἐργαστικῶν καὶ παραστρατευομένων ἀνθρώπων, ὃ πάσης τάξεως ἐκτὸς ὑπάρχον οὔτε χιλιάρχου λόγον οὔτε στρατηγοῦ ἐποιεῖτο διὰ τὸ μὴ γινώσκεσθαι τῷ κερδαίνειν ἐκ παντὸς τρόπου, δικαίως καὶ ἀδίκως. διόπερ ἀπερίσπαστον ὂν πᾶν γένος ἐπινοεῖ κακίας καὶ πᾶσαν εἰσ‐ φέρεται μηχανὴν πρὸς τοῦτο τὸ μέρος. ἱκανὸν δ’ ὑπάρχον οὔτε πρὸς τὰς πολεμικὰς ἐπιβολὰς οὔτε πρὸς τὰς καθ’ αὑτῶν διὰ τὸ μήθ’ ὅπλα μήτε πίστιν ἔχειν ἀναγκάζεται κοινοῦσθαι τοῖς στρατιώταις καὶ συν‐ αποδεικνύειν τούτοις τὰς ἐπινοίας, χάριν τοῦ προσλαμβάνειν τὴν ἐκ τούτων ἐπικουρίαν, καὶ χρῆσθαι συνεργοῖς τούτοις κερδῶν καὶ φόνων. καὶ ἐγένοντο πάντες λίχνοι, καὶ πᾶν ἐπληρώθη τὸ στράτευμα ῥα‐ διουργίας καὶ πονηρίας. ὅθεν καὶ λειξούρα.
λ 368 Λειξούρα.
λ 369 Λειόβατος: ὁ ὁμαλὸς τόπος.
λ 370 Λειοκυμονοῦσιν αἱ νῆες.
λ 371 Λειομίτου· ἐν Ἐπιγράμμασι· Παλλάδος ἱστοπόνου λειομίτου κάμακος.
λ 372 Λεῖον: πρᾶον. Ἀριστοφάνης· μὴ πρὸς ὀργὴν ἀντιλέξῃς, ἀλλὰ συστείλας ἄκροισι χρώμενος τοῖς ἱστίοις· εἶτα μᾶλλον ἄξεις καὶ φυ‐ λάξεις, ἥνικ’ ἂν τὸ πνεῦμα λεῖον καὶ καθεστηκὸς λάβῃς.
λ 373 Λειόφυλον: φυτὸν ὁμαλόδερμον.
λ 374 Λειώδης: ὁ ὁμαλός. καὶ ὄνομα κύριον.
λ 375 Λειώκριτος: ὄνομα κύριον.
λ 376 Λειώσας: διακόψας.
λ 377 Λειπανδρεῖν· βουληθέντας Ἀθηναίους διὰ τὸ λειπανδρεῖν αὐξῆσαι τὸ πλῆθος, ψηφίσασθαι γαμεῖν μὲν ἀστὴν μίαν, παιδοποιεῖσθαι δὲ καὶ ἐξ ἑτέρας. ὅθεν τοῦτο ποιῆσαι καὶ Σωκράτην.
λ 378 Λείπεσθαι: ἡττῆσθαι. Πολύβιος· πάντων τῶν κατὰ τὸν πόλεμον ἐνεργημάτων μεγίστην ῥοπὴν ἔχουσι καὶ πρὸς τὸ λείπεσθαι καὶ πρὸς τὸ νικᾶν αἱ ψυχαὶ τῶν ἀγωνιζομένων.
λ 379 Λειποθυμία.
λ 380 Λειπόκρεως: ὁ ἰσχνότατος.
λ 381 Λειπομαρτυρίου δίκη: τοῖς ἐπισταμένοις τι τῶν πεπραγμένων καὶ μαρτυρήσειν ὑπεσχημένοις ἐν δικαστηρίῳ, εἶτα δὲ ὕστερον ἀπο‐ φυγοῦσιν ἐλάγχανον δίκην· κἂν μὲν ἥλωσαν, ἐτιμῶντο κατ’ ἀξίαν· εἰ δὲ μὴ ἕλοι ὁ διώκων, πρόστιμον ἐτίθετο δραχμή.
λ 382 Λείπομαι· γενικῇ καὶ δοτικῇ.
λ 383 Λειπόμεθα: ἡττήμεθα. ἅμα τῷ τὸν στρατηγὸν εἰπεῖν τοῖς ὄχλοις, ὅτι λειπόμεθα μάχῃ μεγάλῃ, τηλικαύτην συνέβη γενέσθαι δια‐ τροπήν. καὶ σύνταξις· ἑάλωσαν δὲ αἰχμάλωτοι δισχίλιοι λείποντες διακοσίων.
λ 384 Λειποναῦται. ἐδογματοποιήσαντο δὲ τοὺς κατὰ τὴν Ἑλ‐ λάδα λειποναύτας γεγονότας ἀναζητῆσαι καὶ τὰς χεῖρας ἀποκόψαι πάντων.
λ 385 Λειπόνεως, λειπόνεω κλίνεται.
λ 386 Λειποτάκτης: ὁ φυγάς. καὶ Λειποτακτῶ, τὴν τάξιν κατα‐ λιμπάνω.
λ 387 Λειποταξίου· καὶ Λειποτάκτης, ὁ φυγοπόλεμος. Ἀγα‐ θίας· ὁ δὲ αἰσχρόν τι ἡγεῖτο καὶ ἀγεννές, εἰ πολέμου ξυνεστηκότος, αὐτός τε καὶ οἱ ἀμφ’ αὐτὸν λειποταξίου ἁλοῖεν. ὅτι Ἡράκλειος ὁ Ῥωμαίων βασιλεὺς λειποταξίου ποινὰς τοὺς πλανήτας τῆς Ῥωμαϊκῆς δυνάμεως εἰσεπράττετο.
λ 388 Λειποσιτῶ.
λ 389 Λειποστράτιον: τὸ μὴ ἐθέλειν στρατεύεσθαι. καὶ Λειπο‐ στράτιος, ὁ τὴν στρατιὰν καταλιμπάνων.
λ 390 Λειποψυχῶ.
λ 391 Λειπώδινος: γίνεται ἐκ τοῦ ὠδίς, ὠδῖνος.
λ 392 Λείρια: τὰ ἄνθη, ἢ κρίνα. ἡ μούνη Χαρίτων λείρια δρε‐ ψαμένη.
λ 393 Λείριον: καὶ κοινῶς τὸ ἄνθος καὶ ἰδίως τὸν νάρκισσον καλοῦσιν οἱ Ἀττικοί.
λ 394 Λειριόεντα: ἁπαλά. παρὰ τὴν λειότητα. λείριον γὰρ τὸ ἄνθος προσηνῆ, τερπνά, ἡδέα.
λ 395 Λειριόεσσα: ἐπιθυμητική.
λ 396 Λειρόφθαλμος: ὁ προσηνεῖς ἔχων τοὺς ὀφθαλμούς.
λ 397 Λειτουργίας: ὑπηρεσίας.
λ 398 Λειτουργική: κυρίως μὲν ἡ ἱερατική, καταχρηστικῶς δὲ ἡ δουλική. Λειτουργία κυρίως ἡ δημοσία ὑπηρεσία. παρὰ τὸ λήϊτον καὶ τὸ ἔργον. Πισίδης· ὅπως ὑφέξει τῶν χρεῶν καὶ τῶν τόκων ἅπασαν ἁπλῶς ψυχικὴν λειτουργίαν. καὶ Λειτουργῶ· δοτικῇ.
λ 399 Λειχήν: λειχῆνος. εἶδος ψώρας.
λ 400 Λείψανον: τὸ κατάλειμμα.
λ 401 Λειψυδρία: ἡ λεῖψις τοῦ ὕδατος.
λ 402 Λήβω: τὸ λαμβάνω. ὅτι τὸ λήβω ἐπὶ μὲν τῶν ἐνεργητικῶν αἰτιατικῇ συντάσσεται, ἐπὶ δὲ παθητικῶν γενικῇ.
λ 403 Ληγατάριος: εἶδος ἄρχοντος παρὰ Ῥωμαίοις. καὶ Ληγάτον, τὸ ἐν διαθήκαις λιμπανόμενον παρὰ Ῥωμαίοις. καὶ Ἐληγάτευσεν, ἀπένειμε.
λ 404 Λῆγε· γενικῆ. παύου.
λ 405 Λῃδάριον: θέριστρον. ἄλλως· εὐτελὲς ἱμάτιον θερινόν. Ἀρι‐ στοφάνης· καὶ λῃδάριόν τι πρίασθαι.
λ 406 Λήδας υἱέε: Κάστωρ καὶ Πολυδεύκης.
λ 407 Λήδη: ὄνομα κύριον.
λ 408 Λῄδιον: τὸ τριβώνιον.
λ 409 Λήθαργος: ἐπιλήσμων.
λ 410 Λήθαργος κύων: ὁ προσσαίνων μέν, λάθρα δὲ δάκνων. καὶ τῶν ἵππων οἱ μὲν ἀμελεῖς καὶ ἀβλεμεῖς καὶ νωθροὶ λήθαργοι καλοῦνται. ἔστι δὲ καὶ πάθος τι σὺν πυρετῷ.
λ 411 Ληθεδανός.
λ 412 Ληθεδόνος: ὄνομα πηγῆς.
λ 413 Ληθεδών: λήθη. Λήθη δέ ἐστιν ἀποβολὴ ἐπιστήμης. ἐν Ἐπιγράμμασι· ἔργα δὲ φώτων ἐς ταχινὴν ἔρρει τοιάδε ληθεδόνα.
λ 414 Λήθη. ὁ δὲ τοὺς θείους ἐξηγητὰς ἀπεγράφετο μάλα ἀκριβῶς, εἰς τὸ τῆς λήθης γῆρας, ὡς ἔφη ὁ Πλάτων, ὑπομνήματα καταλείπων ἑαυτῷ καὶ ἀποθησαυριζόμενος.
λ 415 Λήθην κυνῶν: λήθην ἐμποιούντων φαρμάκων. τῶν τετολμη‐ μένων σφίσι λήθην καταχέαντες. ἀντὶ τοῦ τολμητίαι γενόμενοι.
λ 416 Λήθης πεδίον· ἐπὶ τῶν ἀδυνάτων.
λ 417 Λῆθος: ὄνομα κύριον.
λ 418 Ληθότης: ἡ ἐπιλησμοσύνη.
λ 419 Λήθω: λανθάνω. καὶ Λήσομεν ὁμοίως.
λ 420 Λήθωσι γάρ τοι καὶ ἀνέμων διέξοδοι θήλειαν ὄρνιν, πλὴν ὅταν τόκῳ σπαρῇ. ἔστι δὲ ταῦτα ἐκ τοῦ Οἰνομάου Σοφοκλέους. καὶ ζήτει ἐν τῷ διέξοδοι.
λ 421 Λήϊα: σιτοφόρα πεδία, χωράφια.
λ 422 Ληϊβότειρα καὶ Ληϊβοτείρης. Ληϊβοτὴρ δὲ ὁ ἄγριος σῦς.
λ 423 Ληΐδα: τὴν λαφυραγωγίαν.
λ 424 Ληΐζεται· αἰτιατικῇ. αἰχμαλωτίζει, διαρπάζει, πορθεῖ, ἐρημοῖ. ἴσως δὲ καὶ ἐν παθητικῷ σημαινομένῳ λέγεται.
λ 425 Λήϊναν: ὡμάλισαν.
λ 426 Ληΐνιος.
λ 427 Λήϊον: εὐτελὲς κολόβιον.
λ 428 Ληΐσατο: ἐμερίσατο, ἢ ἐλαφυραγώγησε.
λ 429 Ληϊσθείς: λῃστευθείς. καὶ Λῃστικόν, τάγμα καὶ πλῆθος, λῃ‐ στρικὸν δὲ κτῆμα.
λ 430 Ληϊστός: ὁ κτητός.
λ 431 Ληΐτις, ληΐτιδος. Λήϊτος δὲ, Ληΐτου.
λ 432 Ληκεῖν: τὸ φωνεῖν.
λ 433 Λήκινδα.
λ 434 Ληκώμεθα: κινώμεθα. Ἀριστοφάνης· μάλισθ’ ὅταν ὑπό του ληκώμεθα τὴν νύχθ’ ὅλην.
λ 435 Ληκτεύω: κατὰ Ῥωμαίους διορθοῦμαι.
λ 436 Ληκύθιον: ἀγγεῖον. εἶχε δὲ ἐν τῇ ζώνῃ ληκύθιον παρηρτη‐ μένον, ἐν ᾧ τὸ φάρμακον ἦν τὸ θανάσιμον. καὶ Ἀριστοφάνης· οὐ κατ’ ἔπος γέ σου κνίσω τὸ ῥῆμἄκαστον, ἀλλ’ ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ. μικροπρεπῶς γὰρ ἔλεγον κωδάριον, λη‐ κύθιον, θυλάκιον.
λ 437 Ληκυθιστής: ὁ μικρόφωνος. οὕτως Σοφοκλῆς. καὶ Ληκυ‐ θισμός. περιενεγκεῖν εὐστρόφως καὶ κεκλασμένως τὸν ληκυθισμὸν τῶν αἰσχρῶν καὶ γελοίων ᾀσμάτων. τουτέστι τὴν εὐφωνίαν.
λ 438 Λήκυθον τὴν τοῦ μύρου Ἀττικοὶ καλοῦσιν ἀλάβαστρον· ἀρσενι‐ κῶς δὲ τὸν ἀλάβαστρον εἶπεν Ἡρόδοτος. τὰ ἐλαιοδόχα ἀγγεῖα. Ἀριστοφάνης Πλούτῳ· αἱ δὲ λήκυθοι μύρου γέμουσι. καὶ αὖθις· ἔλαιον οὐκ ἔνεστιν ἐν τῷ ληκύθῳ. ἀντὶ τοῦ οὐκ ἐλεοῦμεν, οὐ πειθόμεθα. Ἀριστοφάνης Ὄρνισι. Ζήνων ὁ Κιτιεὺς ποιήσας κοῖλον ἐπίθεμα τῇ ληκύθῳ περιέφερε νόμισμα, λύσιν ἕτοιμον τῶν ἀναγκαίων, ἵν’ ἔχοι κράτος.
λ 439 Λήκυθος: θηλυκῶς παρὰ Ἀριστοφάνει. ὃς τοῖς νεκροῖς ζω‐ γραφεῖ τὰς ληκύθους. ὁ τῶν γραφέων ἄριστος. τοιαῦτα γάρ τινα ἐν τοῖς μνήμασιν ἔγραφον. καὶ αὖθις· καὶ παράθου τὰς ληκύθους.
λ 440 Ληκυΐζειν: τὸ μεῖζον βοᾶν καὶ ψοφεῖν.
λ 441 Λῆμα: ἀξία καὶ ἀνδρεία. φρόνημα, κέρδος. τοιοῦτον γὰρ ὁ παῖς ὅδε λῆμα φαείνει. καὶ Ἀριστοφάνης Νεφέλαις· λῆμα μὲν πάρεστι τῷδέ γ’ οὐκ ἄτολμον. τουτέστι τολμηρόν. καὶ αὖθις· λῆμα θούριον. τουτέστι φρόνημα πολεμικόν. καὶ αὖθις· ἕτερον αὖ τι λῆμα τοῦτο κομψότερον ἔτ’, ἢ τὸ πρότερον ἀναπέφηνε. καὶ αὖθις· παρέξομ’ αὐτὸν ἀνδρεῖον τὸ λῆμα καὶ βλέποντ’ ὀρίγανον. ἀντὶ τοῦ βλέποντα δριμύ. Ἡρόδοτος· ἡ δὲ Ἀρτεμισία ὑπὸ λήματος καὶ ἀνδρηΐης ἐστρα‐ τεύετο, οὐδεμιῆς ἐούσης ἀναγκαίης. περὶ δὲ Εὐριπίδου καὶ Αἰσχύλου· λῆμα δ’ οὐκ ἄτολμον ἀμφοῖν, οὐδ’ ἀκίνητοι φρένες. προσδοκᾶν οὖν εἰκός ἐστι, τὸν μὲν Εὐριπίδην ἀστεῖόν τι λέξαι καὶ κατερρινημένον· Αἰσχύλον τὸν δ’ ἀνασπῶντ’ αὐτοπρέμνοις τοῖς λόγοις ἐμπεσόντα συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. τὸ δὲ διὰ τῶν δύο μμ γραφό‐ μενον λῆμμα, αἱ προτάσεις παρὰ Ἀριστοτέλει, τουτέστιν ἡ ἐρώτησις. ἡ γὰρ ἐρώτησις αἰτία τῆς ἀποκρίσεως, ἥτις ἐστίν, ἐξ ἧς ὁ συλλογισμός· ἣν καὶ λῆμμα λέγουσι. καὶ μονολήμματος πρότασις· οἷον, ἀναπνεῖς· ζῇς ἄρα. πρόδηλον γὰρ τὸ παραλελειμμένον, τό, πᾶν τὸ ἀναπνέον ζῇ. τοιαῦτά εἰσι καὶ τὰ ἐνθυμήματα, οὗτοι κολάσεως ἄξιοι· ἱερόσυλοι γάρ. παρεῖται γὰρ τό, τοὺς ἱεροσύλους ἀξίους εἶναι κολάσεως.
λ 442 Λημαλέος.
λ 443 Λήματα: προφητεῖαι. λέγεται δὲ καὶ τὰ ἐξ οἰκείας καρδίας ἀποφθέγματα.
λ 444 Λημάτια: τὰ βουλεύματα.
λ 445 Ληματιᾷς: λῆμά ἐστι τὸ φρόνημα· ληματιᾷς οὖν, μέγα φρονεῖς λέγεται δὲ καὶ χωρὶς τοῦ ι ληματίας, ὁ μεγαλόφρων καὶ ἰσχυρός.
λ 446 Ληματίας: φρονηματίας, γεννάδας.
λ 447 Λήμη: λευκὸν ὑγρὸν ἐν ὀφθαλμοῖς συναγόμενον καὶ ἀμβλυώττειν παρασκευάζον. παρὰ τὸ λεύω, τὸ βλέπω, καὶ τὸ μή. Ἀριστο‐ φάνης· ἀλλ’ ὦ Κρονικαῖς γνώμαις ὄντως λημῶντες τὰς φρένας, ἤγουν ἀρχαίαις μωρίαις ἐσκοτισμένοι τὰς φρένας· παροιμία ἐπὶ τῶν ἀμ‐ βλυωπούντων. λήμη δ’ ἐστὶ πεπηγὸς δάκρυον, ὅπερ ἐπικαθεζόμενον βλάπτει τοὺς ὀφθαλμούς. σημαίνει οὖν τὸ τετυφλωμένε τὰς φρένας, ὥσπερ οἱ τὰς λήμας ἔχοντες τῶν ὀφθαλμιώντων ἐμποδίζονται τὰς ὄψεις. καὶ Λημῶ, τὸ ἀμβλυώττω. καὶ Λημῶντες τοὺς ὀφθαλ‐ μούς.
λ 448 Λημνία δίκη: ἡ κακίστη.
λ 449 Λήμνιον πῦρ: ἔστιν ἀναφορὰ ἐν Λήμνῳ πυρὸς χαλεπή τις.
λ 450 Λημνίᾳ χειρί: ὠμῇ καὶ παρανόμῳ. ἀπὸ τῆς ἱστορίας· φασὶ γὰρ τὰς ἐν Λήμνῳ γυναῖκας τοὺς ἄνδρας αὐτῶν ἀνελεῖν αἰτιωμένας, ὅτι αὐταῖς οὐκ ἐμίγνυντο.
λ 451 Λήμνιον κακὸν βλέπων: πυρῶδες. καὶ παροιμία· Λήμνιον κακόν. ἐκ γὰρ Ἀθηνῶν ἁρπάσαντες γυναῖκας οἱ Λήμνιοι καὶ τεκνο‐ ποιησάμενοι ἐξ αὐτῶν κατέσφαξαν αὐτὰς μετὰ τῶν τέκνων. ἐπεὶ δὲ πάντας αἱ γυναῖκες τοὺς ἄνδρας, ὅτι αὐταῖς οὐ προσεῖχον, ἀνεῖλον ἅμα ταῖς τῶν Θρᾳκῶν γυναιξίν, ἐπὶ τῇ δυσωδίᾳ, ἣν Μυρσίλος μὲν διὰ τὸν Μηδείας ἐπὶ Ὑψιπύλῃ ζῆλον κατασχεῖν· Καύκασος δὲ διὰ τὸ ὀλιγωρῆσαι τῆς Ἀφροδίτης τὰς Λημνίας. ἔνθεν τὰ μεγάλα κακὰ Λήμνια λέγεται.
λ 452 Λήμνιος ἀνήρ: ἀπὸ τῆς νήσου Λήμνου.
λ 453 Λημνόθεν. ἐπίρρημα ἐκ τόπου· ἀπὸ τῆς Λήμνου.
λ 454 Ληναΐζω.
λ 455 Ληναΐτης: χορὸς ὁ τῶν Ληναίων.
λ 456 Λήναια: ὄνομα ἑορτῆς ἐν Ἀθήναις.
λ 457 Ληναῖος: ὄνομα Διονύσου.
λ 458 Ληναιών, Ληναιῶνος: ὄνομα μηνός.
λ 459 Ληνίς, ληνίδος. ἡ βάκχη. παρὰ τὴν ληνόν.
λ 460 Ληνοβάται: οἱ ἱερεῖς.
λ 461 Ληνὸς καὶ προλήνιον: αἱ ἐκκλησίαι παρὰ τῷ Δαβίδ. καὶ Ληνοβάται, οἱ ἱερεῖς.
λ 462 Ληξιαρχικὸν γραμματεῖον: Ἀθηναίων τῶν ἀστῶν τῶν ἐχόντων ἡλικίαν ἄρχειν ἀναγράφεται τὸ ὄνομα, προστιθεμένων τῶν δήμων αὐτοῖς. καὶ ἐξ ἐκείνων τῶν γραμματείων κληροῦσι τὰς ἀρχάς.
λ 463 Ληξιαρχικὸν γραμματεῖον: εἰς ὃ ἐνεγράφοντο οἱ τελεω‐ θέντες τῶν παίδων, οἷς ἐξῆν τὰ πατρῷα οἰκονομεῖν. παρὸ καὶ τοὔνομα γέγονε, διὰ τὸ τῶν λήξεων ἄρχειν. λήξεις δέ εἰσιν οἵ τε κλῆροι καὶ αἱ οὐσίαι. Λῆξις, τὸ ἔγκλημα, καθ’ οἷον λόγον φαμὲν καὶ λαχεῖν δίκην.
λ 464 Λῆξιν δίκης· καὶ Λαχεῖν δίκην, τὸ καταγγεῖλαι κρίσιν ἰδιωτι‐ κῶν πραγμάτων φασί· τὸ δ’ ἀντικαλέσαι ἀντιλαχεῖν, τὸ δὲ διανείμασθαι χρήματα διαλαχεῖν.
λ 465 Λῆξις: παῦσις, ἢ μερίς, κληρονομία. Αἰλιανός· καὶ θάπτει τὸν νεκρόν, τοῖς καταχθονίοις θεοῖς ἀποδιδοὺς τῆς ἐκείνων λήξεως ἤδη. καὶ αὖθις· λήξει οὐ μὰ Δία εὐκλήρῳ χρόνου τὰ Αἰγυπτίων κακὰ τῶν ἐν τῇ πόλει τῇ Ἀλεξάνδρου ἐγκατέσκηψε καὶ τῇ Ῥώμῃ. ὅτι παῦσίς ἐστι κληρονομία, λῆξις δὲ μερίς· ἡ δὲ ἀποκλήρωσις μέρος εἰς ἀμείνονα λῆξιν. ἀποκληρῶσαι θεοποιῷ φροντίδι οὐδὲν ὤκνησε.
λ 466 Ληουΐας.
λ 467 Ληρεῖς: φλυαρεῖς. Ἀριστοφάνης· τί δῆτα ληρεῖς, ὥσπερ ἀπ’ ὄνου καταπεσών; λέγεται καὶ ἀπὸ νοῦ. καὶ αὖθις· λῆρον ληρεῖς. ἀντὶ τοῦ κατὰ λῆρον. Ἀττικὴ δὲ ἡ φράσις καὶ τὸ σχῆμα, ὡς τό, μανίαν μαίνῃ. ἔστι δὲ Ἀττικὸν τὸ σχῆμα, τὸ εἰπόντα τὸ πρᾶγμα ἐπαγαγεῖν τὸ ἀπὸ τοῦ πράγματος ῥῆμα, ὡς τό, ὕβριν ὑβρίζεις, καί, φυγὴν φεύγεις.
λ 468 Ληρεῖς ἔχων: παρέλκει τὸ ἔχων. ἐν Ἐπιγράμμασι· καὶ ληρῶν οἱ χρύσεοι κάλαμοι.
λ 469 Λῆρος: φλύαρος, ματαιόφημος. πολλὰ γάρ μοι ταῦτα καὶ ἐκ μειρακίων ἐδόκει λῆροί τε καὶ φλήναφοι.
λ 470 Λῆρος· ὅτι ὁ νοῦς ἐν τῷ γήρᾳ λήροις καταληφθεὶς οὐκ αὐτὸς εἰς ἑαυτὸν τὸ πάθος ἀνεδέξατο, ἵνα καὶ φθαρτὸς καὶ θνητὸς νομισθῇ· τοῦ δὲ ὀργάνου ἀλλοιωθέντος καὶ τὴν ἀπὸ τοῦ νοῦ ἐνέργειαν δι’ ἀν‐ επιτηδειότητα μὴ δυναμένου δέξασθαι, τὸ πάθος τοῦ ὀργάνου πάθος ἔδοξεν εἶναι καὶ τοῦ κινοῦντος αὐτὸ νοῦ. καὶ γὰρ τοῦ ὄμματος λημῶντος ἢ καὶ τῷ γήρᾳ πρὸς ἀνεπιτηδειότητα μεταβαλόντος, ἡ μὲν αἴσθησις οὐδὲν ἧττον μένει ἀπαθής· τὸ δὲ αἰσθητήριον ἐμπαθὲς ἢ ὅλως ἄχρηστον γίνεται καὶ ἀργόν. τὸ δὲ αἴτιον τοῦ μὴ συνδιαφθείρεσθαι τῷ αἰσθητηρίῳ καὶ τὴν αἰσθητικὴν δύναμιν τὸ μηδὲ ἐν τούτῳ τῷ σώματι ἔχειν τὸ εἶναι τὴν αἰσθητικὴν δύναμιν, ἀλλ’ ἐν τῷ πνεύματι. οὕτω δὲ καὶ τὰ τῶν γερόντων ὄμματα ὑπὸ τοῦ χρόνου ἐξασθενήσαντα καὶ τῶν χιτώνων παχυτέρων γενομένων καὶ οἷον ἐρρυτιδωμένων καὶ οὐχ οὕτω διαφανῶν, ἔτι τε καὶ τῶν ἐντὸς ὑγρῶν ξηροτέρων ὑπὸ τοῦ χρόνου καὶ πεπηγότων καὶ οὐ δυναμένων τὰ ἀπὸ τῶν αἰσθητῶν πάθη διαπορθμεύειν ἐπὶ τὸ ὀπτικὸν πνεῦμα, συμβαίνει τοὺς γέροντας ἧττον ὁρᾶν. καὶ ἐπὶ τῶν λήρων οὐχ ὁ νοῦς ληρεῖ, ἀλλ’ ἡ τοῦ ὀργάνου πρὸς τὸ χεῖρον μεταβολὴ καὶ ἀνεπιτηδειότης πάσχει τε καὶ τοὺς λήρους ἐμποιεῖ, οὐκ ἐν τῷ γήρᾳ μόνον, ἀλλὰ κἀν τῇ νεότητι, νοσημάτων τινῶν φρενιτικῶν ἢ ληθαργικῶν τὸ σῶμα κατειληφότων. ἢ ὅτι ἡ ἐπιτεταμένη βλάβη τοῦ νοῦ παραφροσύνη λέγεται, ἡ δὲ μέση λῆρος, ἡ δὲ ὑφειμένη παράληρος. Λιρὸς δὲ ὁ ἀναιδής· παρὰ τὸ λίαν ὁρᾶν· διὰ τοῦ ι.
λ 471 Λήσεις: ἀγνοήσεις· λήσεις σεαυτοῦ τὰς πόλεις ἐκκοκκίσας. τέλεον ἀπολέσας.
λ 472 Λήσομαι: ἐπιλάθωμαι.
λ 473 Λῄσταρχος: ἀρχηγὸς λῃστῶν.
λ 474 Λῃσταί· Πισίδης· ἐν τῷ παραδείσῳ τῆς ἀοιδίμου μάχης γίνεσθε λῃσταί. ἀντὶ τοῦ μιμούμενοι τὸν λῃστήν. καὶ Λῃστὴς μὲν ὁ ἐν ἠπείρῳ, πειρατὴς δὲ ὁ ἐν θαλάσσῃ. καὶ Λῃστικὸν σύστημα, λῃστρι‐ κὸν δὲ χρῆμα, ἢ κτῆμα. Κοστόβων τὸ λῃστικὸν τὴν Ἑλλάδα ἐπ‐ έδραμεν. ὁ δὲ πάντων τῶν μέσων ἀνδρῶν ἀσθενέστατος ὢν λῃστι‐ κὸν ἐν τῇ Ἀπουλίᾳ χʹ ἀνδρῶν συνέστησε.
λ 475 Λῃστεία.
λ 476 Λῆστις: ἡ λήθη. Σοφοκλῆς· καὶ τὰ λοίσθ’ αὐτῇ τοῦ βίου, τὰ δ’ ἐν μέσῳ ἢ λῆστιν ἔχεις ἢ δι’ οὐδενὸς ποιῇ. ἢ τοῦ ζῆν ἐπιλέλησαι, ἢ οὐ φροντίζεις. Οἰδίπους. ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται. τουτέστι διὰ τοῦ τέλους καὶ τὰ μέσα τοῦ βίου εὐτυχήσει. προσδοκῶν γὰρ σὺ ὠφεληθήσεσθαι παρ’ ἐμοῦ, ὅταν ἀποθάνω, ζῶντα με γηρο‐ βοσκήσεις.
λ 477 Λητώ: ἡ μήτηρ τοῦ Ἀπόλλωνος.
λ 478 Ληφθῆναι: κρατηθῆναι.
λ 479 Λίαν: πάνυ.
λ 480 Λιαρόν: θερμόν.
λ 481 Λιασθείς: ἐκκλίνας.
λ 482 Λιαστής.
λ 483 Λιβάδα: σταγόνα, κρήνην, ἔνυδρον τόπον. ἐν Ἐπιγράμμασι· καὶ λιβάδες, καὶ ταῦτα βοτηρικὰ κύπελλα.
λ 484 Λιβάς, λιβάδος: ὁ σταλαγμὸς τῶν δακρύων.
λ 485 Λιβαδία: πόλις τῆς Βοιωτίας.
λ 486 Λιβάνιος, σοφιστής, Ἀντιοχεύς, τῶν ἐπὶ Ἰουλιανοῦ τοῦ βασιλέως χρόνων καὶ μέχρι Θεοδοσίου τοῦ πρεσβύτου, Φασγανίου πατρός, μαθη‐ τῆς Διοφάντου. ἔγραψεν ἄπειρα· ἐν οἷς Ἐγκώμιον εἰς Κωνστάντιον τὸν βασιλέα, ἕτερον εἰς Ἰουλιανόν, Μελέτας ῥητορικάς, καὶ ἐπιστολάς. οὗτος ἐπὶ τῶν χρόνων ἦν Βασιλείου τοῦ μεγάλου καὶ Γρηγορίου τοῦ θεολόγου. ὁ δὲ Ἰουλιανὸς ὁ Παραβάτης καίπερ τοσούτοις ἐμβεβη‐ κὼς τῆς τε περὶ λόγους ἥπτετο φιλοτιμίας καὶ τὸν τῆς Ἀντιοχείας σοφιστήν, ᾧ Λιβάνιος ὄνομα, διαφερόντως ἐθαύμασε, τὰ μὲν ἴσως ἐπαινῶν, τὰ δέ, ὅπως λυποίη τὸν μέγαν σοφιστὴν Προαιρέσιον, προ‐ τιμῶν ἕτερον. Ἀκάκιος γοῦν τις αὐτῷ τῶν περὶ ῥητορικὴν δεινῶν καὶ ὁ ἐκ Φρυγίας Τουσκιανὸς ἀεὶ πρὸς ταῦτα ἐπεκάλουν καὶ διεμέμφοντο τὰς κρίσεις.
λ 487 Λίβανος: ὄνομα ὄρους.
λ 488 Λιβανωτίς: πόα.
λ 489 Λιβανωτός: ὁ καρπὸς τοῦ λιβάνου, λίβανος δὲ αὐτὸ τὸ φυτόν.
λ 490 Λίβερνα: εἶδος πλοίου. καράβια. πηξάμενος δρομάδας τριακοντήρεις Λιβερνίδων τύπῳ.
λ 491 Λίβερνος: ὄνομα τόπου· ἀπό τινος ἱστορίας. ἐν γὰρ τῇ Ῥώμῃ ὑπατεύοντος Κοΐντου τοῦ Σερβιλίου χάσμα κατὰ μέσην ἀγορὰν δια‐ στάσης τῆς γῆς γέγονε. γνόντες δὲ οἱ Ῥωμαῖοι ἐκ τῶν Σιβύλλης λογίων, ὅτι συνελεύσεται ἡ γῆ, ἢν τὸ τιμιώτατον ἐν ἀνθρώποις ἐμ‐ βληθείη τῷ χάσματι, ἐπέφερον οἱ μὲν χρυσόν, οἱ δὲ ἄργυρον, οἱ δὲ καρπούς, οἱ δὲ ὅτι μάλιστα τιμιώτατον εἶναι, καὶ συμβαίνειν τῶν ὑπὸ τῶν λεγομένων ἱερῶν ὑπελάμβανον. μένοντος δ’ οὐδέν τι μεῖον τοῦ χάσματος, Κούρτιος ἀνὴρ ὀφθῆναί τε κάλλιστος καὶ τὴν ψυχὴν ἄριστος, ἔφη συνιέναι βέλτιον τῶν ἄλλων τοῦ Σιβυλλείου· τιμιώτατον γὰρ εἶναι χρῆμα πόλει ἀνδρὸς ἀρετὴν καὶ ταύτην ἐπιζητεῖν τὰ ἐκ τῶν λογίων δηλούμενα. καὶ τοῦτο εἰπὼν τά τε ὅπλα περιέθετο καὶ τὸν πολεμικὸν ἵππον ἀνέβη. πάντων δὲ θαυμαζόντων τὸ δρώμενον, ἀτρέπτως ἐλαύνει κατὰ τοῦ χάσματος. συνελθούσης δὲ τῆς γῆς, ἡρωϊκὰς τιμὰς τῷ ἀνδρὶ κατὰ μέσην ἀγορὰν Ῥωμαῖοι ἀνὰ πᾶν ἔτος ἐπιτελεῖν διέγνωσαν τόν τε τόπον Λίβερνον ἐπεκάλεσαν, βωμὸν οἰκοδομήσαντες· ἐξ οὗ δὴ καὶ Βεργίλλιος τὴν ἀρχὴν ἐποιήσατο.
λ 492 Λιβερτῖνοι: ὄνομα ἔθνους.
λ 493 Λιβύη: χώρα.
λ 494 Λιβυκὸν θηρίον: οἷον ἐξηλλαγμένον. φασὶ γὰρ τὴν Λιβύην θηρία μὲν πολλὰ ἔχουσαν, ἄνυδρον δὲ οὖσαν, συνερχομένων δὲ παντο‐ δαπῶν εἰς ἕνα πότον, εἶτα ἀλλήλοις ἐπιβαινόντων, ἐξηλλαγμένα καὶ σύμμικτα ἀποτελεῖν ζῷα.
λ 495 Λιβυκὸν ὄρνεον: ἀντὶ τοῦ μέγα. ὡς ἐν Λιβύῃ πολλῶν ὀρνίθων καὶ ἐκτραπέλων ὄντων.
λ 496 Λιβυρνικαί: νῆες ἦσαν οὐ κατὰ τὸν τριηρικὸν ἐσχηματισμέναι τύπον, ἀλλὰ λῃστρικώτεραι χαλκέμβολοί τε καὶ ἰσχυραὶ καὶ κατάφρακτοι, καὶ τὸ τάχος ἄπιστον.
λ 497 Λίβυσσα ὄρνις: ἡ στρουθοκάμηλος. ἐν Μυθικοῖς· ἀλλὰ Λί‐ βυσσα στρουθὸς ἁλισκομένη πλάζε καὶ ἀμφοτέρους.
λ 498 Λίγδην: οὐ κατὰ βάθος, ἀλλ’ ἐκ τῆς ἐπιφανείας.
λ 499 Λιγαίνων: κηρύσσων. ὑμνῶν.
λ 500 Λιγέως: ὀξέως. καὶ Λιγείως, ὁμοίως.
λ 501 Λίγγις: ὄνομα κύριον. ἦν δὲ βίαιος.
λ 502 Λιγνύς: ἡ ἀνάδοσις τοῦ καπνοῦ. Ἀριστοφάνης· λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς καταιθαλώσει Λικυμνίαισι βολαῖς. οὗτος ὁ Λικύμνιος ἐνεπύρισέ τινων οἰκίας. καὶ δρᾶμά ἐστιν Εὐριπίδου Λι‐ κύμνιος.
λ 503 Λιγόκρυτον.
λ 504 Λιγότερος: ὀξύτερος.
λ 505 Λιγύμοχθος: ἀηδὼν οὕτω λέγεται διὰ τὸν μόχθον καὶ τὸν θρῆνον τὸν ἡδυτάτως ἐξ αὐτῆς εἰς τὸν παῖδα γινόμενον.
λ 506 Λιγυρώτατον: λιγύκροτον.
λ 507 Λιγὺς καὶ Λιγυρός: ἡδύς, ὀξύς.
λ 508 Λιγυστικὸν πέλαγος. καὶ Λιγυστικός, τόπος ἐν Ἰβηρίᾳ. καὶ ζήτει ἐν τῷ ἀθέατος.
λ 509 Λιγυφθόγγοις: ἀντὶ τοῦ ἡδυφώνοις. οὐκέτι δὴ πτερύγεσσι λιγυφθόγγοισιν ἀείσεις, ἀκρί, κατ’ εὐκάρπους αὔλακας ἑζομένα.
λ 510 Λιγύφωνος: ἡδύφωνος.
λ 511 Λιαινούσης: πραϋνούσης.
λ 512 Λιθάζω· αἰτιατικῇ καὶ τὸ ὁπωσοῦν διά τινος εἴδους βάλλω. Ἀρριανός· κελεύσαντος δὲ Τατίου, τὸν χρυσὸν ἐς τὴν παῖδα ἐλίθαζον, ἔστε τιτρωσκομένη κατεχώσθη.
λ 513 Λιθείας: πολυτελείας, τὰς λιθέας λεγομένας.
λ 514 Λίθειος πύλη· Λίθιος δὲ θῶκος.
λ 515 Λίθιναι ὑδρίαι· διότι τὰ τριγενῆ προπαροξύνονται, λίθινος, λιθίνη καὶ λίθινον.
λ 516 Λιθοδικτῶ: ἐκ τοῦ δίκω, τὸ βάλλω.
λ 517 Λιθοκοπία: ἡ ἐκ λίθων βολή.
λ 518 Λιθόλευστος: λιθοβόλητος.
λ 519 Λιθολόγοι: οἰκοδόμοι.
λ 520 Λιθομυλία ὅτι Ἄππιος, Ῥωμαῖος τιμητής, λιθομυλίᾳ τὴν Ῥώμην κατ‐ έστρωσε καὶ ὕδατος ὀχετοὺς κατεσκεύασε.
λ 521 Λίθον ἕψεις: ἐπὶ τῶν ἀδύνατόν τι κατεργάζεσθαι πειρωμένων. οἷον ἀδυνάτων ἐπιχειρεῖς.
λ 522 Λίθος: θηλυκὸν ἡ λίθος. οἱ δὲ Ἄβαροι χρυσόν τε καὶ ἄργυρον καὶ λίθων τὰς ἐριτίμους ἀποφέρεσθαι ἠξίουν.
λ 523 Λίθος· Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος· τῶν τε παρόντων καθ’ ἕνα ἡμῶν οὑτωσὶ πρὸς τὸν λίθον ἄγοντες καὶ ἐξορκοῦντες. ἐοίκασιν οὖν Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀρι‐ στοτέλης καὶ Φιλόχορος ὑποδηλοῦσι.
λ 524 Λιθουλκῆσαι: τὸ στῆσαι ἐπὶ τῆς βάσεως τὸ ἀνάθημα.
λ 525 Λιθουργός: λιθογλύπτης.
λ 526 Λιθουργικὴ καὶ λιθοτριβικὴ διαφέρει. ἡ μὲν λιθουργική, ἣν ἐν τοῖς μετάλλοις ἐργάζονται οἱ τέμνοντες τοὺς λίθους, ἡ δὲ λιθοτριβική ἐστιν, ἣν μετίασιν οἱ καταξαίνοντες καὶ κοσμοῦντες τοὺς λίθους ὥστ’ ἀπειληφέναι τὴν εὐπρέπειαν ἕκαστον τῶν ἔργων. Λυσίας ἐν τῷ πρὸς Ναυσίαν περὶ τοῦ τύπου· ἀλλὰ διὰ τὸ τρεῖς τέχνας ἐργάζεσθαι, τήν τε λιθουργικὴν καὶ λιθοτριβικὴν καὶ πρὸς τούτοις τὸ τετρυφηκέναι.
λ 527 Λίθῳ: τῷ βήματι. Ἀριστοφάνης· τονθορύζοντες δὲ τῷ γήρᾳ, τῷ λίθῳ προσέσταμεν.
λ 528 Λίθων ποτίμων: μήποτε τῶν πώρων λέγει, οἳ πίνοντες τὸ ὕδωρ ἰσχυρότεροι γίνονται· ἢ τῶν τὴν σάρκα τῶν ἐντιθεμένων κατ‐ αναλισκόντων σωμάτων.
λ 529 Λίθων χοαί: ἄργυρος καὶ χρυσός. καὶ γὰρ Εὐριπίδης φησί· λευκοὺς λίθους ἔχοντες αὐχοῦσι μέγα.
λ 530 Λικίνιος.
λ 531 Λικμητήρ: ὁ τὸ πτύον κατέχων.
λ 532 Λικμήσονται· Λικμῶ διὰ τοῦ κ ἐπὶ τῆς ἅλω. Λιχμήσονται δὲ διὰ τοῦ χ, ἀντὶ τοῦ λείξουσι.
λ 533 Λικμᾶν: τὸ σῖτον καθαίρειν. Δηοῖ Λικμαίῃ καὶ ἐναυλακο‐ φοίτισιν Ὥραις Ἡρώναξ πενιχρῶν καὶ ἐξ ὀλιγηροσίης μοῖραν ἁλοεῖται στάχυος πάνσπερμά τε.
λ 534 Λικμώντων. Λικμῶ, τὸ κοσκινεύω, διασκορπίζω. πτυάζω.
λ 535 Λίκνον: κόσκινον, ἤτοι πτύον. οἱ δὲ διὰ διφθόγγου γρά‐ φουσιν. ἡ δὲ ἀναστρέψασα τὸ λίκνον ἐπὶ τῶν γονάτων κείμενον ἔθει. καὶ Λικνοειδής, ὁ ῥυπαρός.
λ 536 Λικνοφόρος: τὸ λίκνον πρὸς πᾶσαν τελετὴν καὶ θυσίαν ἐπι‐ τήδειόν ἐστιν. ὁ δὲ τοῦτο φέρων λικνοφόρος λέγεται.
λ 537 Λικριφίς: εἰς πλάγιον.
λ 538 Λίλαια: πόλις. καὶ Λίλαιον, τόπος.
λ 539 Λιλαίομαι: προθυμοῦμαι.
λ 540 Λιμαγχονῶ: πνίγω. καὶ Λιμάσσω.
λ 541 Λιμβρός: ἡ νύξ. ἡ σκοτεινή.
λ 542 Λιμένειον: ὄνομα τόπου.
λ 543 Λιμενίοχος: ὁ τὸν λιμένα ἔχων.
λ 544 Λιμενῆτιν· ἐν Ἐπιγράμμασι· τρίγλαν ἀπ’ ἀνθρακιῆς καὶ φυκίδα σοὶ λιμε‐ νῆτιν, Ἄρτεμι, δωρεῦμαι.
λ 545 Λιμήν· Σοφοκλῆς· τοῖς πολλοῖσι γὰρ βροτῶν ἄπιστος ἔσθ’ ἑται‐ ρείας λιμήν. ἵν’ ᾖ τῆς ἑταιρείας φιλία.
λ 546 Λιμηρά. ἀπὸ Μεθώνης ἐν Ἐπιδαύρῳ τῇ Λιμηρᾷ προσσχών. ἀντὶ τοῦ πενιχρᾷ.
λ 547 Λιμηράν: λιμώττουσαν. ἔνθεν τοι καὶ λιμηρὰν τὴν Ἐπιδαυρίαν συκοφαντοῦντες ἐκάλουν.
λ 548 Λιμηρῆς· ἐν Ἐπιγράμμασι· ἄνθεμα λιμηρῆς ἄρμενον ἐργασίης. εἶπε δέ, χαῖρε θεά, καὶ τήνδ’ ἔχε.
λ 549 Λιμιταναῖοι. οἱ Ῥωμαίων βασιλεῖς ἐν τοῖς ἄνω χρόνοις πανταχόσε τῶν τῆς πολιτείας ἐσχατιῶν πάμπολυ κατεστήσαντο στρα‐ τιωτῶν πλῆθος ἐπὶ φυλακῇ τῶν ὁρίων τῆς τῶν Ῥωμαίων ἀρχῆς καὶ κατὰ τὴν ἑῴαν μάλιστα μοῖραν, ταύτῃ τὰς ἐφόδους Περσῶν τὲ καὶ Σαρακηνῶν ἀναστέλλοντες, οὕσπερ λιμιταναίους ἐκάλουν. τούτοις Ἰουστινιανὸς οὕτω δὴ παρέργως καὶ φαύλως ἐχρῆτο, ὥστε δʹ ἢ εʹ αὐτοῖς ἐνιαυτῶν τῶν συντάξεων τοὺς χορηγοὺς ὑπερημέρους εἶναι. ἐπειδὰν δὲ Ῥωμαίοις τε καὶ Πέρσαις εἰρήνη γένοιτο, ἠναγκάζοντο οὗτοι χρόνου ῥητοῦ τὰς ὀφειλομένας συντάξεις μὴ λαμβάνοντες τῷ δημοσίῳ χαρίζεσθαι. σημείωσαι ὅτι λιμίτατος ἀγρός ἐστι κατὰ Ῥωμαίους ὁ ἀπὸ πολεμίων ληφθείς.
λ 550 Λιμνάζω.
λ 551 Λίμνη: ἡ θάλασσα παρ’ Ὁμήρῳ, καὶ ὁ ὠκεανός, καὶ οἱ ποταμοί· ὥστε γενικὸν ὄνομά ἐστι.
λ 552 Λιμνήτης ἰχθύς: ὁ ἀπὸ τῆς θαλάσσης.
λ 553 Λίμνος: ὄνομα κύριον. σημαίνει δὲ καὶ τὴν θαλάσσαν.
λ 554 Λιμνώρεια.
λ 555 Λιμοδωριεῖς: Πελοποννησίων οἱ διὰ λιμὸν μετοικήσαντες εἰς Ῥόδον καὶ Κνίδον.
λ 556 Λιμός. γαστέρι μοῦνον ἔχοιμι κακῆς ἀλκτήρια λιμοῦ.
λ 557 Λιμὸς Μηλιαῖος: ἐπὶ τῶν χαλεπῶν. ἐν γὰρ τοῖς Πελοποννη‐ σιακοῖς κατὰ πάντων Νικίαν πέμψαντες Ἀθηναῖοι ἐπὶ τοσοῦτον ἐπο‐ λιόρκησαν αὐτοὺς ὥστε λιμῷ διαφθεῖραι. τῷ δὲ πρώτῳ ἔτει Νικίας Μῆλον παρεστήσατο οὐ μόνον μηχανῶν προσαγωγῇ, ἀλλὰ καὶ λιμῷ, διὰ τὸ ἀποστῆναι αὐτῶν, πρῴην ὑποτελῆ οὖσαν. ἢ ἀντὶ τοῦ μεγίστῳ. Μῆλος δὲ πόλις Θεσσαλίας. οἱ δὲ Μήλιοι πολιορκούμενοι λιμῷ ὑπὸ Ἀθηναίων ἐπείσθησαν καὶ προδεδώκασιν ἑαυτούς. καὶ Λιμῷ Μη‐ λίῳ, παροιμία. ἐπεὶ Ἀθηναῖοι ἐκάκωσαν Μηλίους πολιορκοῦντες λιμῷ. ὡς Θουκυδίδης ἐν τῇ πέμπτῃ.
λ 558 Λιμόψωρος· ὑπὸ δὲ τοῦ ψύχους καὶ τῆς ἀνηλειψίας καὶ τῆς τα‐ λαιπωρίας ἐπεγεγόνει σχεδὸν ἅπασι τοῖς ἵπποις, ὁμοίως δὲ καὶ τοῖς ἀνδράσιν ὁ λεγόμενος λιμόψωρος καὶ τοιαύτη καχεξία.
λ 559 Λιμώττω: λιμώσσω.
λ 560 Λιμπάνω: καταλιμπάνω.
λ 561 Λίνα: τὰ δίκτυα.
λ 562 Λίνδιος: ὄνομα κύριον. καὶ Λίνδος ἡ Ῥόδος.
λ 563 Λίναιος: ὁ Διόνυσος.
λ 564 Λίνειος μίτος.
λ 565 Λινίς: ἡ Βάκχη.
λ 566 Λίνον λίνῳ συνάπτεις: ἐπὶ τῶν τὰ ὅμοια ἐπιμιγνύντων, ἢ παρακρουομένων καὶ ἀπαιτούντων. Στράττις Ποταμοῖς.
λ 567 Λινοπλῆγος: φρενοπλῆγος. ἡ εὐθεῖα Λινοπλήξ.
λ 568 Λίνος, Χαλκιδεύς, Ἀπόλλωνος καὶ Τερψιχόρης, οἱ δὲ Ἀμφι‐ μάρου καὶ Οὐρανίας, οἱ δὲ Ἑρμοῦ καὶ Οὐρανίας. λέγεται δὲ πρῶτος οὗτος ἀπὸ Φοινίκης γράμματα εἰς Ἕλληνας ἀγαγεῖν, γενέσθαι δὲ καὶ Ἡρακλέους διδάσκαλος γραμμάτων καὶ τῆς λυρικῆς μούσης πρῶτος γενέσθαι ἡγεμών.
λ 569 Λίνος ἕτερος, Θηβαῖος, νεώτερος.
λ 570 Λίνος: εἶδος ὕμνου. Ὅμηρος· λίνον δ’ ὑπὸ καλὸν ἄειδεν. οὐ διὰ τὸ τὰς χορδὰς ἀπὸ λίνου εἶναι, ἀλλ’ εἶδος ὕμνου ᾖδον, ὡς παιᾶνα. ἢ λύρας χορδή.
λ 571 Λινοπτωμένη: λίνον ἁλιέως ψυχόμενον ἐποπτεύουσα.
λ 572 Λίνος: τὸ δίκτυον. Λίνος δὲ παρὰ Θηβαίοις φιλόσοφος.
λ 573 Λιούτωρ: παρὰ Ῥωμαίοις βοηθός.
λ 574 Λίπα: λιπαρὸν κατὰ ἀποκοπήν. Θουκυδίδης· λίπα γὰρ ἀλεί‐ ψεσθαι ὅπως μὴ ἀδικῶνται. καὶ Αἰλιανός· ὁπόταν δὲ προσίωσι κινδυνεύσοντες, λίπα ἀλείφονται.
λ 575 Λιπαρά: ἡ ἀφύη. Ἀριστοφάνης· εἰ τις ὑμᾶς ὑποθωπεύσας λι‐ παρὰς καλέσειε τὰς Ἀθήνας, εὗρε τὸ πᾶν ἄν, ἀφύων τιμὴν περιάψας. καὶ αὖθις· λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τουτέστι πλουσία.
λ 576 Λιπάρα: μία τῶν καλουμένων Αἰόλου νήσων. περὶ τὴν Σικελίαν δὲ ἡ Λιπάρα.
λ 577 Λιπαραῖοι.
λ 578 Λιπαρές: τὸ προσεχές. ἐκ τοῦ λίαν παρεῖναι. Ἀριστοφάνης· εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν, οὐδὲν ἐλλείψουσιν αὗται λιπαρᾶς χειρουργίας. τουτέστι τόλμης. ἢ οὐκ ἀφέξονται προσ‐ εχοῦς ἔργου αἱ γυναῖκες.
λ 579 Λιπαρεῖ: παρακαλεῖ. τὸ λι μακρόν. γλίσχρος, προσαιτῶν λιπαρῶν τ’ Εὐριπίδη.
λ 580 Λιπαρεῖν: τὸ καθικετεύειν· παρὰ τὸ λίαν παρεῖναι.
λ 581 Λιπαρεῖτε μένοντες: προσεδρεύετε μένοντες, ἢ ἐπιμελεῖσθε μένοντες.
λ 582 Λιπαρεῖ χειρί: ἀντὶ τοῦ λιπαρῶς, καὶ συνεχῶς. καὶ Λιπαρεῖ, πλουσίᾳ ἀφθόνῳ. Σοφοκλῆς· Ἄπολλον, ἥ σε πολλὰ δὴ ἀφ’ ὧν ἔχοιμι λιπαρεῖ προὔστην χερί. νῦν δ’, ὦ Λύκει’ Ἄπολλον, ἐξ οἵων ἔχω, αἰτῶ, προπιτνῶ, λίσσομαι, γενοῦ πρόφρων ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων καὶ δεῖξον ἀνθρώποις τἀπιτίμια.
λ 583 Λιπαρής· πρὸς δὲ τὸ θεῖον λιπαρὴς ἦν καὶ ἔκθυμος ὥσθ’ ἅμα αὐτῷ προσιέναι. καὶ αὖθις· τὰ δὲ γράμματα ὑπόμνησις ἦν λιπαρὴς τῶν σπονδῶν.
λ 584 Λιπαρία: ἡ προσεδρεία. ἐχλεύαζεν αὐτούς, ὡς ἐκ τῆς λιπα‐ ρίας τῆς τοσῆσδε πλέον ἔχειν οὐδέν. ὁ δὲ ἐτώθαζε τοῦ θεοῦ τοὺς θεραπευτῆρας λέγων ἐκ τῆς τοσαύτης λιπαρίας πλέον ἔχειν οὐδέν.
λ 585 Λιπαροκρήδεμνος: ἡ πολύτιμον κρήδεμνον ἔχουσα. ἡ λι‐ παροκρήδεμνος, ἵν’ εἴπωμεν καθ’ Ὅμηρον, χερσί σε ταῖς ἰδίαις ἐξ‐ επόνησε Χάρις.
λ 586 Λιπαρός: ἀνθηρός, παρὰ τὸ λίπος· στίλβει γὰρ τὸ ἔλαιον. ἢ ἀντὶ τοῦ ἀληλιμμένος. Ἀριστοφάνης Πλούτῳ· λιπαρὸς χωρῶν ἐκ βα‐ λανείου.
λ 587 Λιπαρῶς: ἐπιμόνως. πάλιν αὐτῶν ἐγκειμένων φιλανθρώπως ὑπήκουσε.
λ 588 Λιπερνῆτις: ἡ πτωχή. παρὰ τὸ λείπεσθαι ἐρνέων, ὅ ἐστι φυτῶν.
λ 589 Λιπερνοῦντας: πενιχρούς.
λ 590 Λίπος, καὶ ἡ δοτικὴ τῷ λίπει.
λ 591 Λιποτάκτης: φυγάς. τὴν τάξιν αὐτοῦ καταλιπών. καὶ Λειπο‐ τακτήσας, καταλείψας, φυγών.
λ 592 Λιπῶσι: λιπαρῶσι.
λ 593 Λίπτω: τὸ ἐπιθυμῶ. καὶ Λελίφθαι, ὁμοίως· ἐξ οὗ καὶ τὸ λελιημένος.
λ 594 Λίποιμι: καταλείψαιμι.
λ 595 Λίριον: καὶ κοινῶς τὸ ἄνθος καὶ ἰδίως τὸν νάρκισσον καλοῦσιν Ἀττικοί.
λ 596 Λιρός: ὁ ἀναιδής. καὶ Λιρόφθαλμος.
λ 597 Λιρότερον.
λ 598 Λίς: ὁ λέων. μῦθος· ἐς βίοτον κοινὸς ὄνῳ γένετ’ ὠμο‐ βόρος λίς.
λ 599 Λισσάδας πέτρας: λείας καὶ ὁμαλάς. τοῖς δὲ Σκύθαις πρὸς τὰς Ῥωμαϊκὰς ναῦς ὥσπερ ἀνόρμους καὶ λισσάδας πέτρας ἐξεβιάζετο τὰ σκάφη. πάντα δὲ κατεδύετο τὰ σκάφη.
λ 600 Λισσή: ἡ ὁμαλή.
λ 601 Λίσσεσθαι: λιτανεύειν.
λ 602 Λίσσομαι: ἱκετεύω.
λ 603 Λίσπη: τῷ τόνῳ ὡς κίστη. Ἀπολλώνιος δὲ ὀξύνει ὡς ψιλή. ἡ τετριμμένη καὶ λεία. οἱ δὲ θηρίδιον λεπτὸν σφόδρα. καὶ οἱ τὰ ἰσχία λεπτοί. λίσπους καλοῦσι καὶ τοὺς ὑφ’ ἡμῶν καλουμένους στρίφους ἀστραγάλους. καὶ Λισπόπυγοι. οἱ λεῖοι τὴν πυγήν.
λ 604 Λίσποι: οἱ μέσοι διαπεπρισμένοι ἀστράγαλοι καὶ ἐκτετρημένοι. καὶ λίσπη γλῶσσα, ὡς ἐπιτετριμμένη. λέγονται δὲ καὶ οἱ Ἀθηναῖοι ἐπιθετικῶς λίσπαι, διὰ τὸ ναυτικοὺς ὄντας, ἕνεκα τῆς ἐπὶ τῷ κωπη‐ λατεῖν συνεχοῦς ἐφέδρας ἀπογλούτους εἶναι. ἐν ᾧ διὰ τὸ Θησέα μετὰ Πειρίθου καταβάντα εἰς ᾅδου καὶ πρός τινα πέτραν ὑπὸ Περ‐ σεφόνης ἐπικαθισθέντα σὺν τῷ Πειρίθῳ, Ἡρακλέους ἐπὶ τὸν Κέρβερον κατελθόντος, παρὰ τῆς θεοῦ τε αὐτὸν ἐξαιτησαμένου καὶ τῆς πέτρας ἀποσπῶντος, ἐγκαταλειφθῆναι τὸ προσηνωμένον αὐτῇ τῶν γλουτῶν μέρος. διόπερ εἰς τιμὴν ἐκείνου καὶ τοὺς λοιποὺς Ἀθηναίους οὕτως ἐπονομάζεσθαι.
λ 605 Λιστραίνω: τὸ σκάπτω.
λ 606 Λίστροισι: τοῖς ξύλοις.
λ 607 Λίσφοιτα: τὰ ἰσχία.
λ 608 Λίσχρος: φειδωλός.
λ 609 Λῖτα: καταπετάσματα. ἄνθετο δοιὰ λῖτα πολυδαίδαλα καὶ βοὸς οὖρον ἀσκητὸν χρυσῷ παμφανόωντι κέρας.
λ 610 Λιτάζομαι: παρακαλῶ, δέομαι.
λ 611 Λιτανεύει· δοτικῇ. εὔχεται.
λ 612 Λιτανεία: ἡ παράκλησις.
λ 613 Λιταργισμοὺς τὰ σκιρτήματα ἐκάλουν.
λ 614 Λίταργος: ὁ ἀργός.
λ 615 Λιταργοῦμεν: συντόμως δραμούμεθα. πρὸς τὸ λίαν ἀργόν· τουτέστι ταχύ. Ἀριστοφάνης· εἶθ’ ὅπως λιταργοῦμεν οἴκαδ’ ἐς τὰ χωρία.
λ 616 Λιτεύεσθαι: παρακαλεῖσθαι.
λ 617 Λιτή: παράκλησις.
λ 618 Λιτή: τῆς Μακεδονίας· ἧς Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου μνη‐ μονεύει.
λ 619 Λιτόεις: ὄνομα κύριον.
λ 620 Λιτός: εὐτελής. ἐν Ἐπιγράμμασι· λιτὸς ἐγώ τ’ ἀτυχής, ὦ δε‐ σπότι· φημὶ δὲ πολλῶν ὄλβον ὑπερκύπτειν τὸν σὸν ἀπὸ κραδίης. καὶ αὖθις· λιτὸς ὁ τύμβος ὀφθῆναι· μεγάλου δ’ ὀστέα φωτὸς ἔχει. τὸ λι μακρόν. καὶ αὖθις· οἱ δὲ οὐκ ἐξεφαύλισαν τὸ ἔργον οἷα δήπου λιτόν. καὶ αὖθις· λιτός θ’ ὁ σχεδὸν ἀμπελεών.
λ 621 Λιτότερος.
λ 622 Λιτότης: ἡ ἁπλότης.
λ 623 Λίτρα: ὁ σταθμός.
λ 624 Λιτοίμην: παρακαλέσαιμι.
λ 625 Λιτοῖς: ὀλίγοις. ψιλοῖς, εὐτελέσι. Πολύβιος· μαθὼν δ’ ἐξ αὐτομόλου διασαφήσαντος, ὅτι ἑορτὴν ἄγουσι πάνδημον καὶ τοῖς σιτίοις λιτοῖς χρῶνται διὰ σπάνιν, τῷ δὲ οἴνῳ δαψιλεῖ, ἐπολιόρκει.
λ 626 Λιτυέρσης: εἶδος ᾠδῆς. Μένανδρος Χαλκηδονίων· ᾄδοντα Λι‐ τυέρσην ἀπ’ ἀρίστου τέως. οἱ δὲ αὐλήσεως γένος. Μίδου δὲ ἦν ὁ Λιτυέρσης νόθος υἱός, κατοικῶν δὲ ἐν Κελαιναῖς τοὺς παριόντας ὑπο‐ δεχόμενος ἠνάγκαζε μετ’ αὐτοῦ θερίζειν· εἶτα ἀποκόπτων τὰς κεφαλὰς τὸ ἄλλο σῶμα συνείλει ἐν τοῖς δράγμασιν. ἀπέθανε δὲ ὑπὸ Ἡρα‐ κλέους· εἰς τιμὴν δὲ τοῦ Μίδου θεριστικὸς ὕμνος ἐπ’ αὐτῷ συνεθέτη.
λ 627 Λιφαιμεῖ: αἱμορροεῖ. λείπει τῷ αἵματι. Ἀππιανός· ὁ δὲ Κελτὸς ἀγανακτῶν καὶ λιφαιμῶν ἐδίωκε τὸν Βαλέριον, συγκαταπεσεῖν ἐπειγόμενος· ὑπὸ δὲ τοὺς πόδας ἀναχωροῦντος ἀεὶ τοῦ Βαλερίου κατ‐ έπεσε πρηνὴς ὁ Κελτός. καὶ δεύτερον τοῦτο μονομάχιον ἐπὶ Κελτοῖς ἐμεγαλαύχουν οἱ Ῥωμαῖοι.
λ 628 Λιφερνῶν.
λ 629 Λιχανός: ὁ μετὰ τὸν ἀντίχειρα δάκτυλος· διὰ τοῦ ι. λείχω, λιχανός· οἰκτείρω, οἰκτιρμός· σείω, σῖτος.
λ 630 Λιχνεύουσα: λίχνως ζητοῦσα.
λ 631 Λιχνεία: πύκνωσις.
λ 632 Λιχμήσονται: διὰ τοῦ χ, λείξουσιν. εἶτα περιλιχμησάμενοι οἱ λέοντες τὰ τῶν ἁγίων σώματα. Λικμῶ δὲ διὰ τοῦ κ ἐπὶ τῆς ἅλω.
λ 633 Λίχνος: προαπτόμενος τῶν ὄψων, κατεπιθυμῶν, λιμβός, λαί‐ μαργος. Αἰλιανός· ἀνὴρ λίχνον ὄμμα καὶ ἀσελγὲς πιαίνων κακῇ ἑστι‐ άσει τὰ τῆς Φερεκράττης ὄργια ἐδίψησε θεάσασθαι ἀτέλεστος ὤν.
λ 634 Λοβός: τὸ ἄκρον τοῦ ὠτίου. καὶ τὰ ἄκρα πάντα· καὶ τοῦ ἥπατος. κυρίως δὲ τῶν ὤτων τὸ κάτω. καὶ τὸ ἀγγεῖον ἐρεβίνθου ἢ κυάμου. καὶ ἐν θυτικῇ σημεῖόν τι ἐν τῷ ἥπατι. ἔνθεν Λώβη, ἡ διὰ τῶν ὤτων τιμωρία, διὰ τοῦ ω μεγάλου. καὶ Λωβός, ὁ βεβλαμμένος.
λ 635 Λογάδες: οἱ ὀφθαλμοί. ἐν Ἐπιγράμμασι· Ἰνδῴη δ’ ὑάκιν‐ θος ἔχει χάριν αἴθοπος αἴγλης, ἀλλὰ τεῶν λογάδων πουλύ γ’ ἀφαυ‐ ροτέρην.
λ 636 Λογάδην: ἐπιλέκτως. Θουκυδίδης· σιδήρια λιθουργικὰ οὐκ ἔχοντες, λογάδην φέροντες τοὺς λίθους ξυνετίθεσαν, ὡς ἕκαστόν τι ξυμβαίνοι. καὶ Λογάδες λίθοι. ἐκ λογάδων λίθων ἐκτισμένος. τουτέστι τῶν εὐτελῶν καὶ μικρῶν.
λ 637 Λογάνιον.
λ 638 Λογάρια: οἱ λόγοι. Ἀριστοφάνης. οὐ φανοῦμαι δὲ στρογ‐ γύλων λογάρια προοίμιά τινα καὶ προνόμια.
λ 639 Λογεῖον: τὸ μαντεῖον. ὅπερ ἐφόρει ὁ ἱερεύς, ἐν ᾧ ἦσαν ἐγκεκολαμμένοι οἱ ιβʹ λίθοι. καὶ Λογεῖον, τὸ δικαστήριον.
λ 640 Λόγια: τὰ παρὰ θεοῦ λεγόμενα καταλογάδην· χρησμοὶ δὲ οἵτινες ἐμμέτρως λέγονται, θεοφορουμένων τῶν λεγόντων.
λ 641 Λογία· ὅτι ὁ θεῖος Χρυσόστομος ἐν τῇ ἑρμηνείᾳ τῆς πρὸς Κορινθίους ἐπι‐ στολῆς λογίαν τὴν συλλογὴν καλεῖ, λέγων· περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους.
λ 642 Λογγίβαρδος.
λ 643 Λογίαι: ἐκλογαί, καρποφορίαι. καὶ Λόγιον, ἡ ὑπόσχεσις ἡ θεία, καὶ ἡ θεόπνευστος γραφή. καὶ Λόγος. Δαβίδ· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Λόγιος δὲ ὁ φρόνιμος.
λ 644 Λογίζω: σκέπτομαι. καὶ Λογίσομαι, ἀναψηφίσομαι, ἀναριθμήσω. καὶ Λογιοῦμαι, ἀπαριθμήσω, ψηφίσω. καὶ Λογῶ, τὸ νομίζω. ὡς τό, ἐλογίσατο αὐτῷ εἰς δικαιοσύνην.
λ 645 Λογγῖνος, ὁ Κάσσιος, φιλόσοφος, διδάσκαλος Πορφυρίου τοῦ φιλοσόφου, πολυμαθὴς καὶ κριτικὸς γενόμενος. ἦν δὲ ἐπὶ Αὐρηλιανοῦ τοῦ Καίσαρος καὶ ἀνῃρέθη ὑπ’ αὐτοῦ, ὡς σύμπνους Ζηνοβίᾳ τῇ Ὀδυμ‐ νάθου γυναικί. ἔγραψε Περὶ τοῦ κατὰ φύσιν βίου, Ἀπορήματα Ὁμηρικά, Εἰ φιλόσοφος Ὅμηρος, Προβλήματα Ὁμήρου καὶ λύσεις ἐν βιβλίοις βʹ, Τίνα παρὰ τὰς ἱστορίας οἱ γραμματικοὶ ὡς ἱστορικὰ ἐξηγοῦνται, Περὶ τῶν παρ’ Ὁμήρῳ πολλὰ σημαινουσῶν λέξεων δʹ, Ἀττικῶν λέξεων ἐκδόσεις βʹ, εἰσὶ δὲ κατὰ στοιχεῖον, Λέξεις Ἀντιμάχου καὶ Ἡρακλέωνος· καὶ ἄλλα πολλά.
λ 646 Λογγῖνος· οὗτος ὁ Λογγῖνος καὶ Κόνων ἀδελφοὶ Ζήνωνος τοῦ βασιλέως. οἳ παραδυναστεύοντες ἀθέσμως οἷον ἐν πάσαις ταῖς πό‐ λεσιν ἐπὶ κτήμασιν ἀλλοτρίοις ὅρους ἐτίθεσαν καὶ τοῖς γε τὰ ἔσχατα πλημμελοῦσιν ἔνεμον τὰς βοηθείας ἐπὶ μισθῷ. Λογγῖνος δὲ καὶ πάσης ἀκρασίας ἦν πλήρης, ἀεὶ μὲν μεθύουσι συνδιάγων ἀνθρώποις, ἀεὶ δὲ πορνοβοσκοὺς ἔνδον ἔχων ἀφθόνους, οἳ γυναῖκας μὲν αὐτῷ τὰς τῶν πρώτων ἀρχόντων ἐπηγγέλλοντο ἄξειν· οἱ δὲ πόρνας ἄγοντες ἀπὸ κόσμου θαυμαστοῦ καὶ δίφρων ἐπισήμων ἐξηπάτουν, ὡς δῆθεν αὐτὰς ἐκείνας κομίσαντες. οὗτος δὲ ὁ Λογγῖνος καὶ σύστημα ἀσκητριῶν ἔλυσε τρόπῳ τοιῷδε. ἐπὶ δείπνῳ ἐνδιαιτώμενος ταῖς κληϊζομέναις πηγαῖς ἠγγέλθη τούτῳ παρὰ τῶν προαγωγευόντων, ὡς εὐπρεπεῖς λίαν εἰσὶν αἱ γυναῖκες. καὶ ἔπεμψεν αὐταῖς ὄσπρια καὶ ξηροὺς ἄρτους, εἶτα χιτῶνας ἄλλα τέ τινα, ὡς προνοῶν αὐτῶν δῆθεν, ἐξ ἐπιστροφῆς τῶν φόβων· δεινοὶ γὰρ οἱ γυναικοϊέρακες εὐπρεπεῖς αἰτίας ἐφευρίσκειν ἐς ἄγραν τῶν θηλειῶν. καὶ ἀνιὼν ἐν τῷ σεμνείῳ πολλὰς τούτων πει‐ θανάγκῃ κατήγαγεν. οὕτω γὰρ ἦν λάγνος, ὡς καὶ ἐλευθέραις καὶ ἀρ‐ χόντων γυναιξὶ καὶ παρθένοις ἀωρίᾳ ἐπιπίπτειν καὶ πάντα δρᾶν ἀνέδην. ἐν προόδῳ δὲ σφαίρας ἀργυρᾶς καὶ περικάρπια ἐρρίπτει. καὶ ἄλλων δὲ πολλῶν κακῶν αἴτιος ἐγεγόνει ὁ Λογγῖνος οὗτος.
λ 647 Λόγισαι: σκέψαι.
λ 648 Λογισμός: ἡ ἔκτισις. οὐδενὶ κόσμῳ ἐληΐσατο λογισμοὺς δῆθεν τῶν βεβιωμένων πραττόμενος. ἢ ἡ ἐξέτασις λέγεται λογισμός. ὁ δὲ πλοῦς λογισμῷ τοῦ πρόσω δυοῖν μηνοῖν ξυμβήσεσθαι εἰκασθείς. ἀντὶ τοῦ ἀπαριθμήσει. Λογισμὸς καὶ ἡ ἀπαρίθμησις. ὁ δὲ λογισμὸν τοῦ πλήθους ἐποιήσατο. καὶ Εὐριπίδης· τὸ γὰρ δίκαιον οὐκ ἔχει λόγον δυοῖν ἐρίζειν. τουτέστιν οὐκ ἔχει πρόφασιν τὸ φιλονεικεῖν.
λ 649 Λογισμός: ἡ λογιστικὴ τέχνη· ὡς Ἰσοκράτης Βουσίριδι. ὅτι συμπάσχουσιν ἀλλήλοις ὅ τε λογισμὸς καὶ τὸ σῶμα· ὁ γὰρ λογισμὸς ἀτονώτερος γίνεται τοῦ σώματος πάσχοντος.
λ 650 Λογισταί: οἱ μεθοδικοὶ καὶ περίψηφοι. καὶ Λογίσομαι, ἀνα‐ ψηφίσομαι, ἀναριθμήσω.
λ 651 Λογισταὶ καὶ Λογιστήρια· ἀρχή τις παρ’ Ἀθηναίοις οἱ λογισταί. εἰσὶ δὲ τὸν ἀριθμὸν ιʹ· οἱ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις λʹ, ὅταν τὰς ἀρχὰς ἀπόθωνται οἱ ἄρχοντες. λογιστήρια δέ ἐστι τὰ τῶν λογιστῶν ἀρχεῖα, ὡς Δείναρχος καὶ Ἀνδο‐ κίδης δηλοῦσι.
λ 652 Λογιστεῦσαι: ἀπαριθμήσασθαι, ἀναμετρῆσαι. οὐ δυνάμενος ἢ οὐ βουλόμενος λογιστεῦσαι τὰ πεπραγμένα καὶ μισῆσαι τὰ κακῶς πραχθέντα.
λ 653 Λογιστής: κριτής, δοκιμαστής, ἐξεταστής.
λ 654 Λογογράφος: ὁ δίκας, ἢ τοὺς δικανικοὺς γράφων. καὶ Λογο‐ γραφῶ· αἰτιατικῇ.
λ 655 Λόγον ἔχειν: ἀντὶ τοῦ φροντίζειν. Θεόπομπος Φιλιππικῶν αʹ.
λ 656 Λογοποιός: ὁ ὑφ’ ἡμῶν ἱστορικὸς λεγόμενος. Ἰσοκράτης καὶ Ἡρόδοτος. ὅς ἐστιν εὑρετὴς λόγων καὶ ἀποκριμάτων.
λ 657 Λογοποιῶν: πλάττων λόγους ψευδεῖς.
λ 658 Λόγος· λόγος ἐστὶ φωνὴ σημαντικὴ ἀπὸ διανοίας ἐκπεμπομένη. λόγος δὲ σημαίνει ϛʹ. διαφέρει δὲ λέξις καὶ λόγος· λέξις μὲν γὰρ ἄσημος γίνεται ὡς βλίτυρι, λόγος δὲ οὐδαμῶς. διαφέρει δὲ καὶ τὸ λέγειν τοῦ προφέρεσθαι· προφέρονται μὲν γὰρ αἱ φωναί, λέγεται δὲ τὰ πράγματα, ἃ δὴ καὶ λεκτὰ τυγχάνει. ἀρεταὶ δὲ τοῦ λόγου εʹ· Ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, ἀποσκευή. Λόγος καὶ ἡ ὑπόθεσις. Ἀριστοφάνης· Εὐριπίδῃ λόγον παράσχῃς, καὶ τραγῳδία γένῃ. ζήτει λόγους ἀπορρήτους Χρυσίππου ἐν τῷ Χρυσίππος.
λ 659 Λογοτόπος: παρὰ φιλοσόφοις τὸ ἐξ ἀμφοτέρων σύνθετον· οἷον, εἰ ζῇ Πλάτων, ἀναπνεῖ Πλάτων. ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον. παρεισήχθη δὲ ὁ λογοτόπος ὑπὲρ τοῦ ἐν ταῖς μακροτέραις συντάξεσι τῶν λόγων μηκέτι τὴν σύλληψιν μακρὰν οὖσαν καὶ τὴν ἐπιφορὰν λέγειν, ἀλλὰ συντόμως ἐπενεγκεῖν, τὸ δὲ πρῶτον· τὸ ἄρα δεύτερον.
λ 660 Λόγου τυχεῖν: ἀντὶ τοῦ ἐπαίνου. Δημοσθένης ἐν τῷ κατὰ Κτησιφῶντος.
λ 661 Λόγοισιν Ἑρμόδωρος ἐμπορεύεται: ὁ Ἑρμόδωρος, ἀκροα‐ τὴς γενόμενος Πλάτωνι, τοὺς ὑπ’ αὐτοῦ συντεθειμένους λόγους κο‐ μίζων εἰς Σικελίαν ἐπώλει.
λ 662 Λογγῶνος: τοῦ λίθου κλιμένος.
λ 663 Λογχάσθην: εἶδος ὅπλου. καὶ Λογχαῖος, μετὰ τῆς λόγχης.
λ 664 Λόγχη: ἕκαστον σύστημα ἑνικῶς λέγουσιν, ὡς εἴ τις ἐπὶ πολ‐ λῶν ἵππων εἴποι τὴν ἵππον. Λόγχη οὖν σιδήρειον ἀκόντιον.
λ 665 Λογχωτόν· ἐν Ἐπιγράμμασι· καὶ τὸ δίθυρσον τοῦτο τὸ λογχω‐ τὸν καὶ τὸ περισφύριον.
λ 666 Λοεσσάμενος: λουσάμενος.
λ 667 Λοκρὸς ὁ Αἴας· οὐχὶ ὁ Σαλαμίνιος. καὶ Λοκρίς, πόλις.
λ 668 Λοκρῷ ξυνθήματα: παροιμία. τάσσεται ἐπὶ τῶν παρακρουο‐ μένων.
λ 669 Λόλλαι, τῶν Λολλῶν: ὄνομα τόπου.
λ 670 Λολλιανός, Ἐφέσιος, σοφιστής, μαθητὴς Ἰσαίου τοῦ Ἀσσυρίου· γεγονὼς ἐπὶ Ἀδριανοῦ τοῦ Καίσαρος. ἔγραψε πολλά.
λ 671 Λοξά: σκολιά, καμπύλα, οὐκ ἐξ εὐθείας γινόμενα.
λ 672 Λοξὴ φάλαγξ, ἡ τὸ μὲν ἕτερον κέρας, ὁπότερον ἂν προῄρη‐ ται, πλησίον τῶν πολεμίων ἔχουσα καὶ ἐν αὐτῷ τὸν ἀγῶνα ποιου‐ μένη, τὸ δὲ ἕτερον ἐν ἀποστάσει δι’ ὑποστολῆς ἔχουσα· δεξιὰ μὲν ἡ τὸ δεξιὸν προβεβλημένη, λαιὰ δὲ ἡ τὸ λαιόν. ἐν Ἐπιγράμμασι· δερκομένη λοξαῖς οἷα Λάκαινα κόραις.
λ 673 Λοξίας: ὁ Ἀπόλλων, ὁ λοξὴν ἴα ἀποπέμπων· λοξῶς γὰρ ἐμαντεύετο· Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. ἢ ὁ λοξὴν πορείαν ποιούμενος. ὁ αὐτὸς γάρ ἐστι τῷ ἡλίῳ. σιγᾶν δὲ χρή, μὴ λοξοῖς ἡμᾶς ὄμμασιν ἰδὼν ὁ φθόνος τραχεῖ βάλῃ λίθῳ, κατὰ Πίνδαρον.
λ 674 Λοπάς: παρὰ Συρακουσίοις τὸ τήγανον· παρὰ δὲ Θεοπόμπῳ ἡ σορός, καὶ παρὰ τοῖς κωμικοῖς. καλεῖται δὲ οὕτω καὶ ὁ ἐν τῇ Ἑλ‐ λάδι γινόμενος λίθος. Ἀριστοφάνης· ἐγὼ μὲν οὖν ἂν ὀρνίθων γάλα ἀντὶ βίου λάβοιμ’ ἄν, οὗ με νῦν ἀποστερεῖς. οὐδὲ χαίρω βα‐ τίσιν οὐδ’ ἐγχέλυσιν, ἀλλ’ ἥδιον ἂν δικίδιον μικρὸν φάγοιμ’ ἂν ἐν λοπάδι πεπνιγμένον.
λ 675 Λοπάς: ἡ κύθρα.
λ 676 Λοπᾶσι: κλέπταις.
λ 677 Λόπος: ἡ παρακειμένη ἔξωθεν τοῦ κρομύου λεπίς. καὶ πᾶν λέπος, φλοιός, δέρμα λεπτόν, ξηρόν.
λ 678 Λορδόν: τὸ ὑπόκυρτον. καὶ λορδότατον, τὸ ἀποσεσιμωμένον καὶ ἐναντίον τῷ κυρτῷ· ὃ καὶ κυφὸν καλεῖται.
λ 679 Λορδός: ἀπεξυλωμένος, συγκεκαμμένος τὸ σῶμα.
λ 680 Λορδουμένη· φησὶ Προκόπιος περὶ Θεοδώρας τῆς Ἰουστι‐ νιανοῦ γαμετῆς· ἀποδυσαμένη ξὺν τοῖς μίμοις ἐν μέσῳ εἱστήκει, λορ‐ δουμένη τε καὶ τὰ ὀπίσω ἀποκοντῶσα. οἷον κεκαμμένη.
λ 681 Λορδουμένων: κινουμένων. ἐπειδὴ οἱ συνουσιάζοντες κινοῦν‐ ται. Ἀριστοφάνης· λορδουμένων τε σωμάτων ἐπιστάτην.
λ 682 Λουκᾶς ὁ εὐαγγελιστὴς ἔχει τίτλους πγʹ, κεφάλαια τμηʹ.
λ 683 Λουκιανός, Σαμοσατεύς, ὁ ἐπικληθεὶς βλάσφημος ἢ δύσφημος, ἢ ἄθεος εἰπεῖν μᾶλλον, ὅτι ἐν τοῖς διαλόγοις αὐτοῦ γελοῖα εἶναι καὶ τὰ περὶ τῶν θείων εἰρημένα παρατίθεται. γέγονε δὲ ἐπὶ τοῦ Καίσαρος Τραιανοῦ καὶ ἐπέκεινα. ἦν δὲ οὗτος τοπρὶν δικηγόρος ἐν Ἀντιοχείᾳ τῆς Συρίας, δυσπραγήσας δ’ ἐν τούτῳ ἐπὶ τὸ λογογραφεῖν ἐτράπη καὶ γέγραπται αὐτῷ ἄπειρα. τελευτῆσαι δὲ αὐτὸν λόγος ὑπὸ κυνῶν, ἐπεὶ κατὰ τῆς ἀληθείας ἐλύττησεν· εἰς γὰρ τὸν Περεγρίνου βίον κα‐ θάπτεται τοῦ Χριστιανισμοῦ, καὶ αὐτὸν βλασφημεῖ τὸν Χριστὸν ὁ παμ‐ μίαρος. διὸ καὶ τῆς λύττης ποινὰς ἀρκούσας ἐν τῷ παρόντι δέδωκεν, ἐν δὲ τῷ μέλλοντι κληρονόμος τοῦ αἰωνίου πυρὸς μετὰ τοῦ Σατανᾶ γενήσεται.
λ 684 Λουκιανὸς ἕτερος, κόμης τῆς ἑῴας, ἐπὶ Ἀρκαδίου τοῦ βασι‐ λέως. αὕτη δὲ ἡ ἀρχὴ ἐβούλετο τὸν προβεβλημένον αὐτῆς ἐφεστάναι πᾶσι τοῖς τῆς ἑῴας ἐπαρχίας ἰθύνουσι καὶ ἐπὶ τοῖς οὐ κατὰ τὸ δέον πραττομένοις ἰθύνειν. οὗτος τοίνυν πᾶσαν ἀρχικὴν ἀρετὴν εἰς τοὺς ἀρχομένους ἐπιδεικνύμενος ἐπὶ δικαιοσύνῃ καὶ σωφροσύνῃ καὶ πᾶσι τοῖς ἄρχοντας κοσμεῖν δυναμένοις διαβόητος ἦν, οὔτε προσώπων δια‐ φορὰν οὔτε ἕτερόν τι κατὰ νοῦν ἔχων, πλὴν ὧν ὁ νόμος ὑπηγό‐ ρευεν. ὥστε ἀμέλει καὶ τὸν τοῦ βασιλέως θεῖον Εὐχέριον αἰτοῦντά τι παρὰ τὸ προσῆκον ἀποσεισάμενος ἐς τοσοῦτον ἐκίνησεν, ὥστε πρὸς τὸν βασιλέα διαβαλεῖν. ἐπεὶ δὲ ὁ βασιλεὺς αἴτιον εἶπεν εἶναι Ῥου‐ φῖνον, ἀνδρὶ τοιούτῳ τοσαύτην ἀρχὴν δεδωκότα, λαβὼν πρόφασιν ὁ Ῥουφῖνος τὸν Λουκιανὸν σφαίραις μολυβδίναις ᾐκίσατο κατὰ τοῦ τένοντος.
λ 685 Λουκιανὸς ὁ μάρτυς· οὗτος ἐκ Σαμοσατῶν τῆς Συρίας ἦν, ἀνὴρ τῶν εὖ γεγονότων. παρὰ δὲ τὴν πρώτην ἡλικίαν Μακαρίῳ τινι τοὔνομα συγγενόμενος τὴν Ἔδεσσαν οἰκοῦντι καὶ τὰς ἱερὰς βίβλους ἐξηγουμένῳ, πᾶν ὅ τι κάλλιστον ἔφερε περὶ τοῦτον ἐκεῖνος ἐν οὐ πολλῷ συνέλαβε χρόνῳ. καὶ πρός τε τὸν μοναύλιον ἀπέκλινε βίον καὶ εἰς ἅπαν ἀρετῆς ἀνθρωπείας ἀφίκετο μέτρον. προὔβη δὲ καὶ εἰς ἱερωσύνην, πρεσβύτερος ἐν Ἀντιοχείᾳ γενόμενος, καὶ διδασκαλεῖον μέγα ἐκεῖ συνεστήσατο, ἑκασταχόθεν σπουδαιοτάτων ὡς αὐτὸν ἀλλα‐ χόθεν ἄλλων ἀφικνουμένων. οὗτος τὰς ἱερὰς βίβλους θεασάμενος πολὺ τὸ νόθον εἰσδεξαμένας, τοῦ τε χρόνου λυμηναμένου πολλὰ τῶν ἐν αὐταῖς καὶ τῆς συνεχοῦς ἄφ’ ἑτέρων εἰς ἕτερα μεταθέσεως, καὶ μέντοι καί τινων ἀνθρώπων πονηροτάτων, οἳ τοῦ Ἑλληνισμοῦ προεστήκεσαν, παρατρέψαι τὸν ἐν αὐταῖς θελησάντων νοῦν καὶ πολὺ τὸ κίβδηλον ἐνσκευασαμένων, αὐτὸς ἁπάσας ἀναλαβὼν ἐκ τῆς Ἑβραΐδος αὐτὰς ἐπανενεώσατο γλώττης, ἣν καὶ αὐτὴν ἠκριβωκὼς ἐς τὰ μάλιστα ἦν, πόνον τῇ ἐπανορθώσει πλεῖστον εἰσενεγκάμενος. οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν καθαρότητα τῶν θείων δογμάτων παρὰ τούτῳ τις ἂν μάλιστα τῶν κατ’ ἐκεῖνον τὸν χρόνον γενομένων ἐπ’ ἄκρον εὕροι φυλαττο‐ μένην. ἐξέθετο γὰρ καὶ ἐπιστολὰς ἀμέλει γενναιοτάτας, ἐξ ὧν φω‐ ράσαι τις ἂν εὖ μάλα ῥᾳδίως, ἣν ὁ ἀνὴρ περὶ τῶν θείων ἔσῳζε γνώ‐ μην. ἐμαρτύρησε δὲ ἐπὶ Μαξιμιανοῦ ἐν Νικομηδείᾳ τῆς Βιθυνίας.
λ 686 Λούκιος Σέργιος Κατιλῖνος, ἀνὴρ γένους μὲν ὢν ἐπι‐ φανεστάτου, ἄλλως δὲ πονηρὸς τὴν φύσιν, τολμητής τε καὶ μεγαλο‐ πράγμων καὶ τὸ ἦθος ποικίλος, ἐπ’ ὀλέθρῳ τῆς πατρίδος συνώμοσε, τοὺς θρασυτάτους καὶ τολμηροτάτους τῶν εὐπατριδῶν ἐς τὴν ἑαυτοῦ πίστιν ἐνδησάμενος. λέγεται γὰρ ἄνθρωπον καταθύσας γεῦσαι τοῦ αἵματος τοὺς συνωμότας, περιάγων ἐς πάντας τὴν κύλικα πλήρη οἴνου τε καὶ ἀνθρωπείου αἵματος, εἴτε καταγοητεύων τοὺς ἄνδρας τῷ τοιῷδε ὅρκῳ εἴτε καὶ πρὸς πᾶν τόλμημα καὶ πᾶσαν ἐθίζων ἀνοσιουργίαν, ἅτε οἰκείῳ καὶ πολιτικῷ ἐπιχειρῶν αἵματι καὶ μετάγειν τὴν πολιτείαν εἰς τυραννίδα φόνῳ τε πολλῷ τῶν ἀρίστων καὶ καταπρήσει τῆς πό‐ λεως μηχανώμενος. ἐπῆρε δὲ ἄρα τὸν Κατιλῖνον ἐς ταύτας τὰς ἀτόπους ἐννοίας βάρη τε ὀφλημάτων νικῶντα τὸ τίμημα τῆς οὐσίας καὶ συνειδὸς ἐκθέσμων καὶ μυσαρῶν πράξεων. τόν τε γὰρ παῖδα τῆς Ἀριστίλλης διέφθειρε· δι’ ἃ δὴ καὶ ὑπατείαν μετιὼν ἀπηλάθη, Κικέρωνος ἐς τὴν τοῦδε χώραν αἱρεθέντος. ἐξ οὗ δὴ καὶ μάλιστα τὰ ἀτοπώτατα τῶν δραμάτων ἐπὶ νοῦν ἐβάλετο, τῶν κακῶν οὐδα‐ μοῦ ἱστάμενος οὐδὲ ἀναπαύων τὴν γνώμην. ὁ δὲ Κικέρων εἰπεῖν τε δεινὸς ὢν καὶ τἀληθὲς ἀνευρεῖν ἱκανὸς γνῶναι τε τὸ μέλλον ὀξύ‐ τατος, πολέμιον αὐτὸν ἀποφήνας ἐξήλασε τῆς πόλεως.
λ 687 Λουκούλλειον: τὸ τοῦ Λουκούλλου.
λ 688 Λούκουλλος· ὅτι Λούκουλλος, ὁ ὕπατος, Μιθριδάτῃ τῷ τοῦ Πόντου βασιλεῖ ἐπολέμει καὶ προσσχὼν Τρῳάδι καὶ σκηνῶν παρὰ τὸ τῆς Ἀφροδίτης τέμενος ἔδοξε τὴν Ἀφροδίτην νύκτωρ ἐπιστᾶσάν οἱ τόδε εἰπεῖν· τί κνώσσεις, μεγάθυμε λέον; νεβροὶ δέ τοι ἐγγύς. καὶ ὃς ἐξαναστὰς καὶ πυθόμενος ὡς εἴη πλησίον ναυλοχῶν ὁ βασιλικὸς στόλος, ἐπέπλευσεν αὐτῷ καὶ κρατήσας τῇ ναυμαχίᾳ διαφθείρει πάντας καὶ τὸν στρατηγὸν Ἰσίδωρον. ὁ δὲ Μιθριδάτης φεύγει πρὸς Τιγράνην τὸν τῶν Ἀρμενίων βασιλέα. ὁ δὲ Λούκουλλος καὶ πρὸς Τιγράνην ἐξενεγκὼν πόλεμον πόλεις τε εἷλε πλείστας ὅσας καὶ τὰ Τιγρανόκερτα ἐπολιόρκει. ὁ δὲ Τιγράνης ἀπιδὼν ἐς τὸ τῶν Ῥωμαίων καὶ λογι‐ σάμενος εὐαρίθμητον εἶναι, τοῦτο δὴ τὸ θρυλλούμενον ἀπεφθέγξατο, ὡς εἰ μὲν πρεσβευταί, πολλοὶ πάρεισιν, εἰ δὲ στρατιῶται, ὀλίγοι. ἀλλ’ ὅμως ἐς πεῖραν ἐλθὼν τῶν Ῥωμαϊκῶν δυνάμεων ἔγνω τὸν ὄχλον οὐδὲν ὠφελεῖν δυνάμενον. Ἀντίοχος γοῦν ὁ φιλόσοφος ταύτης ἐπιμνησθεὶς τῆς μάχης οὐκ ἔφη τοιαύτην ἄλλην ἑωρακέναι τὸν ἥλιον· Στράβων δὲ οὕτως ἀκονιτί φησι τὸν πολὺν ἐκεῖνον ἐργάσασθαι τοὺς Ῥωμαίους φόνον, ὡς μετὰ τὴν πεῖραν καταγελᾶν ἑαυτῶν, ἐπ’ ἀνδρά‐ ποδα τοιαῦτα ὅπλοις χρησαμένων. καὶ Λίβιος ἔφη τήνδε τὴν μάχην ἐκπληττόμενος, οὐδέποτε γάρ φησι τοσόνδε πολεμίων ἀποδέοντας Ῥωμαίους παρατάξασθαι· εἰκοστὸν γὰρ δὴ μέρος οἱ νικῶντες ἦσαν τῶν ἡττωμένων.
λ 689 Λουκρίτιος: ὄνομα κύριον.
λ 690 Λούω σε· αἰτιατικῇ.
λ 691 Λούπερκος, Βηρύτιος, γραμματικός, γεγονὼς μικρῷ πρὸ τῶν Κλαυδίου τοῦ δευτέρου Καίσαρος χρόνων. ἔγραψε Περὶ τοῦ ἂν γʹ, Περὶ τοῦ ταώς, Περὶ τῆς καρίδος, Περὶ τοῦ παρὰ Πλάτωνι ἀλεκτρυ‐ όνος, Κτίσιν τοῦ ἐν Αἰγύπτῳ Ἀρσινοήτου, Ἀττικὰς λέξεις, Τέχνην γραμματικήν, Περὶ γενῶν ἀρρενικῶν καὶ θηλυκῶν καὶ οὐδετέρων βιβλία ιγʹ· ἐν οἷς πολλὰ κατευδοκιμεῖ Ἡρωδιανοῦ.
λ 692 Λουτρά· οἱ δὲ εἰς πόλιν παρελθόντες λουτρὰ ἔχουσαν, τὰ μὲν χειρόκμητα καὶ τετεχνασμένα, τὰ δὲ ἐκ τῶν κόλπων τῆς γῆς ἀναβρύ‐ οντα καὶ ὑπερχεόμενα, μεθ’ ἡδονῆς πρὸς ἀνθρώπων ὠφέλειάν τε καὶ τρυφὴν τοῖς φαινομένοις, παραδοὺς ἑαυτὸν κατὰ ῥοῦν φέρεσθαι δοῦ‐ λος ἐγένετο τῆς ἡδονῆς.
λ 693 Λοῦτρον: τὸ ἀπόλουμα, τὸ ῥυπαρόν, τὸ ἀπόλουτρον. κἀκ τῶν βαλανείων πίεται τὸ λοῦτρον. Προκόπιος· τὸ βαλανεῖον ἐν παρα‐ σκευῇ ἐκέλευε γενέσθαι· λοῦσθαι γάρ οἱ ἐνταῦθα τῇ ὑστεραίᾳ βουλο‐ μένῳ εἶναι. ὅτι Ἑλλάδιος, Ἀλεξανδρεύς, γραμματικός, γεγονὼς κατὰ τὸν βασιλέα Θεοδόσιον τὸν μικρὸν ἔγραψεν Ἔκφρασιν τοῦ λούτρου Κωνσταντιανῶν.
λ 694 Λουτροφόρος καὶ Λουτροφορεῖν: ἔθος ἦν τοῖς γαμοῦσιν Ἀθήνησι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν. ἔπεμπον δὲ ἐπὶ ταῦτα τὸν ἐγγυτάτω γένους παῖδα ἄρρενα· καὶ οὗτοι ἐλουτροφόρουν. ἔθος δὲ ἦν καὶ τοῖς ἀγάμοις ἀποθανοῦσι λουτρο‐ φορεῖν καὶ ἐπὶ τὸ μνῆμα ἐφίστασθαι· τοῦτο δὲ ἦν παῖς ὑδρίαν ἔχων. τὰ δὲ λουτρὰ ἐκόμιζον ἐκ τῆς νῦν μὲν Ἐννεακόρου καλουμένης κρή‐ νης, πρότερον δὲ Καλλιρόης.
λ 695 Λουσία, ἀφ’ οὗ οἱ δημόται Λουσιεῖς. καὶ Λουσιεύς· δῆμος τῆς Οἰνηΐδος.
λ 696 Λοφάδια: κατὰ τοῦ αὐχένος.
λ 697 Λοφεῖον: ἡ τοῦ κατόπτρου θήκη, ἢ ἡ θήκη τοῦ λόφου τῆς περικεφαλαίας. περιφερὴς δὲ αὕτη. Ἀριστοφάνης Νεφέλαις· καθέ‐ λοιμι νύκτωρ τὴν σελήνην· εἶτα δὴ αὐτὴν καθείρξαιμ’ εἰς λοφεῖον στρογγύλον. ἐὰν μὲν ᾖ ὑποκοριστικόν, δηλοῖ τὸν ἐλάττονα τῶν τριῶν λόφων, ἐὰν δὲ διὰ τῆς ει διφθόγγου, προπερισπᾶται καὶ δηλοῖ τὴν θήκην τοῦ λόφου.
λ 698 Λοφεῖον, Λόφιον δέ.
λ 699 Λοφιή.
λ 700 Λοφίας: ὁ τράχηλος.
λ 701 Λοφνῆσι: ταῖς λαμπάσι.
λ 702 Λοφοπωλεῖν: ἐπινεύειν. οἱ γὰρ τοὺς λόφους πωλοῦντες ἐπὶ τὴν κεφαλὴν ἐπιτιθέμενοι συνεχῶς ἔνευον, ἵνα παραδείξωσιν ὑγιεῖς τὰς τρίχας καὶ ἀβρόχους τοῖς ὠνηταῖς.
λ 703 Λόφος: γῆς ἀνάστημα· ἢ περικεφαλαία. καὶ παῖδας εἶχε ληΐου κόμῃ θρέψας, λοφῶντας ἤδη καὶ πτεροῖσιν ἀκμαίους. περὶ κορυδαλοῦ φησι.
λ 704 Λόφος: τράχηλος. καὶ τὸ τῆς περικεφαλαίας ἄκρον. ὅτι φαλοὶ τὰ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρὰ ἀσπιδίσκια, λόφοι δὲ αἱ τριχώσεις.
λ 705 Λόφωνος.
λ 706 Λοχαγοῖς: στρατηγοῖς, ταξιάρχαις.
λ 707 Λοχαῖοι δίφροι: οἷς πρὸς τὸ τεκεῖν ὀψὲ χρῶνται αἱ γυναῖκες.
λ 708 Λοχεύει: ἐνεδρεύει.
λ 709 Λοχεύονται: γεννῶσι. καὶ Αὐτολόχευτος, αὐτογέννητος, ὁ θεὸς ὁ ἀγέννητος.
λ 710 Λοχεία: ἐπὶ γυναικός, Λοχία δὲ διὰ τοῦ ι ἐπὶ τῆς ἐνέδρας.
λ 711 Λόχησις: ἡ ἐνέδρα. ἐκ τοῦ λοχῶ, τὸ ἐνεδρεύω.
λ 712 Λοχίτης: ὁ ἐνεδρεύων.
λ 713 Λόχμας: συμφύτους τόπους. Ἀριστοφάνης· ἔχω τὰς μασχάλας λόχμης δασυτέρας, ὥσπερ ἦν ξυγκείμενον. ἔθρεψαν αἱ γυναῖκες τρίχας, ἵν’, ὅταν χειροτονῶσι, δοκῶσιν ἄνδρες εἶναι. καί, ἀλειψαμένη τὸ σῶμ’ ὅλον δι’ ἡμέρας ἐχλιαίνετο πρὸς τὸν ἥλιον ὥστε μελανθῆναι ὡς ἀνήρ.
λ 714 Λοχμαία μοῦσα: ἡ τῶν ὀρνίθων. ἐγκεκρυμμένοι γὰρ ἐν ταῖς λόχμαις εἰώθασι φωνεῖν.
λ 715 Λόχμη· παροιμία· λόχμην πολλὴν φορεῖς. ἀντὶ τιλθήσῃ. οὗτος δὲ ὁ Φορμίων τριχώδης ἦν καὶ πυγὰς μελαίνας εἶχε.
λ 716 Λόχμη: δασὺς τόπος. πλαγία, σύμφυτος, καὶ λοχμώδης. τῶν δὲ γυναικῶν καὶ τῶν μειρακίων ὁ ὄχλος λόχμην τινὰ εἰσδύντες ἐκαιροφυλάκουν.
λ 717 Λόχμιος. ἐν Ἐπιγράμμασι· λόχμιον ὑλοβάτᾳ. τουτέστι δασύν.
λ 718 Λόχος: ἐνέδρα, τάξις. Ἀριστοφάνης· γνώσεσθ’, ὅτι καὶ παρ’ ἡμῖν εἰσὶ λόχοι δʹ μαχίμων ἀνδρῶν ἔνδον ἐξωπλισμένων. διότι καὶ παρὰ Λακεδαιμονίοις ὑπῆρχον δʹ λόχοι, οἷς ἐκέχρητο ὁ βασιλεύς.
λ 719 Λόχος: σύστημα ἐξ ἀνδρῶν ηʹ, οἱ δὲ ἐξ ἀνδρῶν ιβʹ, οἱ δὲ ιϛʹ· ὃ καὶ τέλειον καὶ σύμμετρον. καὶ λοχαγός, πρωτοστατής, ἡγεμών, ὁ αὐτός ἐστι πρῶτος καὶ ἄριστος τοῦ λόχου.
λ 720 Λοχῶ, λοχήσω· δοτικῇ· ἁπλοῦν. καὶ Ἐλόχησα.
λ 721 Λοχῶντες: ἐνεδρεύοντες.
λ 722 Λωβᾶται: βλάπτει, λυμαίνεται, ὑβρίζει.
λ 723 Λωβητῆρα: ὑβριστήν. καὶ Λωβήτωρ, ὁ βλαπτικός. βο‐ τρύων ἀκάμαντα φυτῶν λωβήτορα κάπρον.
λ 724 Λῶβος: εἶδος νόσου.
λ 725 Λωγάνιος: ὄνομα κύριον. σημαίνει δὲ καὶ τὸ στῆθος.
λ 726 Λώϊον: κρεῖσσον. καὶ Λωΐτερος, κρείττων. λωΐτερος κύκνου μικρὸς θρόος ἠὲ κολοιῶν κρωγμὸς ἐν εἰαριναῖς κιδνάμενος νεφέλαις.
λ 727 Λῶμα: τὸ κράσπεδον.
λ 728 Λώϊον: βέλτιον.
λ 729 Λῴονος: τοῦ κρείττονος λόγου.
λ 730 Λῷος: ὄνομα μηνὸς παρὰ Μακεδόσιν. ὁ Αὔγουστος.
λ 731 Λώπην: ἱμάτιον, περίβλημα. ἐν Ἐπιγράμμασι· φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπης ἔσβεσα καὶ διαδὺς λέχριος ἐν θα‐ λάμῳ.
λ 732 Λωπίζω: τὸ ἐκδύω.
λ 733 Λώπιον: τὸ εὐτελὲς λαῖφος. δέσποτα, χειμερίης ἄνθεμα ναυ‐ τιλίης ἀρτήσειν ἁγίοις τόδε λώπιον ἐν προπυλαίοις εὔξατο.
λ 734 Λωποδύτης: ἱματίων κλέπτης. ἢ Λωποδύτης, ὁ νεκροὺς ἐκδύων. καὶ Λωποδυτεῖν, τὸ ἱμάτια κλέπτειν. οἱ δὲ τῶν Περσῶν τεθνεῶντες λωποδυτούμενοι καὶ ταφῆς ἀμοιροῦντες τοῖς θηρίοις ἑστί‐ ασις ἦν αὐτοσχέδιος.
λ 735 Λῶπος: ἱμάτιον.
λ 736 Λῶρος.
λ 737 Λώπτω: τὸ πηδῶ.
λ 738 Λῷστος: βέλτιστος. καὶ ὄνομα κύριον.
λ 739 Λώτ· οὗτος ἀνεψιὸς ἦν Ἀβραάμ. ἀπῄεσαν οὖν οἱ ἄγγελοι εἰς Σόδομα ἀφανίσαι τὰς πόλεις διὰ τὰς ἁμαρτίας αὐτῶν. ὁ δὲ Ἀβραὰμ ἱκέτευσε δίκαιον μετὰ ἀσεβοῦς μὴ συναπολέσαι, τάχα διὰ τὸν Λώτ. οἱ δὲ ἄγγελοι ἐν Σοδόμοις γενόμενοι ξενίας ἔτυχον παρὰ τοῦ Λώτ. οἱ δὲ Σοδομῖται ἀποσπᾶν αὐτοὺς ἐπειρῶντο πρὸς διαφθοράν. τοῦ δὲ διὰ φιλοξενίαν ἀντιπροΐσχοντος τὰς θυγατέρας, ὡς οὐκ ἐπείθοντο, οἱ μὲν ὑπὸ τῶν ἀγγέλων ἠφανίζοντο τὰς ὄψεις, ὁ δὲ ἅμα ταῖς θυγατράσι καὶ τῇ συμβίῳ ἐξεπέμπετο· ἥτις μεταστραφεῖσα μετεβλήθη ὡς στήλην ἁλός. ὁ δὲ Λὼτ εἰς Σηγὼρ διασωθεὶς τῇ τε πόλει παραίτιος ἐγένετο σωτηρίας, τῶν ἀνδρῶν ἀφανισθέντων, ὡς λόγος, τῶν δὲ λοιπῶν δʹ διαφθαρεισῶν καὶ τῆς λίμνης ἅμα τῇ γῇ ἀνατραπείσης. κἀν τῷ ὄρει μεθυσθεὶς ταῖς θυγατράσι συνῆλθε τεκνοῖ τε τὸν Μωὰβ καὶ τὸν Ἄμ‐ μων. οἱ δὲ υἱοὶ Ἰσραὴλ ὄντες ἐν Σαττὶν ἐξεπόρνευσαν ταῖς θυγατράσι τῶν Μωαβιτῶν, εἰδωλολατρήσαντες καὶ προσκυνήσαντες τῷ Βεελφεγώρ, καὶ τῶν θυσιῶν μετέλαβον. Μωϋσῆς δὲ παρώξυνε κατ’ αὐτῶν τοὺς οὐχ ἁμαρτόντας· καὶ ἀνῃρέθησαν δισμύριοι καὶ τετρακισχίλιοι. Φινεὲς δὲ ὁ ἱερεὺς καταλαβὼν Ἰσραηλίτην, ὄνομα Ζαμβρί, συμπεπλεγ‐ μένον Μαδιανίτιδι, ᾗ ὄνομα Χασβίθ, ἀμφοτέρους διέπειρε καὶ τὸν θυμὸν ἔπαυσε τοῦ θεοῦ.
λ 740 Λωτεῦντα: ἀνθοῦντα.
λ 741 Λωτίη: στέφανος ἐκ λωτῶν.
λ 742 Λωτός: βοτάνη εὐώδης· ἣν ἔνιοι μυρόλωτον καλοῦσι. καὶ Λωτοί, ἐπιθαλάμιοί τινες αὐλοί. λωτοὶ ἄχευν, καὶ θαλάμων ἐπλα‐ ταγεῦντο θύραι. ἐν Ἐπιγράμμασι. καὶ αὖθις· διδύμους τε λωτοὺς κερωβόας, ἐφ’ οἷς ποτε ἐπωλόλυξεν αὐχένα στροβιλίσας. καὶ αὖθις· ἄρτι γὰρ ἑσπέριοι νύμφας ἐπὶ δικλίσιν ἄχευν λωτοί. καὶ αὖθις· ἄρτι μὲν ἐν θαλάμοις Νικιππίδος ἡδὺς ἐπήχει λωτός, καὶ γαμικοῖς ὕμνος ἔχαιρε κρότοις.
λ 743 Λωτοφάγος.
λ 744 Λωφήσαντος: ἀναπαυσαμένου, ἡσυχάσαντος.
λ 745 Λωφῆσαι· ἦν δὲ Ἰουστινιανὸς ἐς μὲν ἀνθρώπων φθορὰν ἑτοι‐ μότατος, ἐς δὲ τὸ λωφῆσαι ἀμήχανος. κυρίως δὲ εἴρηται λωφῆσαι ἐπὶ βοῶν, τὸ τὸ βάρος ἀπὸ τοῦ τραχήλου ἀποθέσθαι. λόφος γὰρ ὁ τράχηλος.
λ 746 Λώφησις: παῦσις, πτῶσις.
λ 747 Λωφήσομεν: ἀντὶ τοῦ παύσομεν.
λ 748 Λοιβεῖον: τὸ θῦμα. ἐκ τοῦ λείβω.
λ 749 Λοιβή: σπονδή, θυσία.
λ 750 Λοίγια: ὀλέθρια. καὶ Λοίγιος, ὁ ὀλέθριος.
λ 751 Λοιγόν: φθοράν, ὄλεθρον. καὶ Λοιγός, ὄλεθρος.
λ 752 Λοιδίας: ποταμὸς Μακεδονίας. Αἰσχίνης μέμνηται.
λ 753 Λοιδορεῖσθαι τοὺς πονηροὺς οὐδέν ἐστ’ ἐπίφθονον, ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται: τουτέστι τὸ τοὺς πονηροὺς λοιδορεῖσθαι τιμὴ γίνεται τῶν ἀγαθῶν. εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλ’ ἀκοῦσαι καὶ κακά, αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἐμνήσθην φίλου. νῦν δ’ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται, ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον. παρὰ τὸ λεγόμενον, εἴ τις οἶδε τὸ λευκὸν καὶ τὸ μέλαν. οἱ δὲ λέγουσιν Ἀρίγνωτον κιθαρωδὸν ὄντα ᾄδειν τὸν ὄρθιον καλούμενον νόμον καὶ τὸν λευκόν· οἵτινες ἐθαυμάζοντο κατ’ ἐκεῖνον τὸν χρόνον. τοῦ δὲ Ἀριφράδους παρὰ φύσιν ἀσελγαίνοντος ταῖς γυναιξί.
λ 754 Λοιδορησμός: ἡ λοιδορία.
λ 755 Λοιδορία. καὶ Λοιδορῶ δοτικῇ· τὰ δὲ παθητικὰ αἰτιατικῇ.
λ 756 Λοιμεύεται: φθοροποιεῖ, βλάπτει. καὶ Λοιμός, ἡ φθορο‐ ποιὸς νόσος. δυσκρασία ἀέρος καὶ τροπὴ λοιμικὴ κατάστασις λέ‐ γεται.
λ 757 Λοιμός: ὁ φθορεύς.
λ 758 Λοιμώδης: ὁ ὀλέθρου παραίτιος.
λ 759 Λοιμοί: οἱ μὴ μόνον σφᾶς αὑτοὺς λυμαινόμενοι, ἀλλὰ καὶ ἑτέροις τῆς λύμης μεταδιδόντες.
λ 760 Λοιπάς καὶ Λοιπαδάριον.
λ 761 Λοιπόν: ἐπίρρημα.
λ 762 Λοίσθιον: τὸ ἔσχατον. καὶ Λοίσθιος ἡμέρα, ἐσχάτη.
λ 763 Λοῖσθος: ὁ ἔσχατος. καὶ Λοίσθῳ, ἐσχάτῳ. εἶθ’ ὅγε λοῖσθος ἄχθος ἀπορρίψας οἴχεται εἰς ἀΐδαν. περὶ Ἀλκμᾶνος ὁ λόγος.
λ 764 Λοισθώνη: ἡ θρασεῖα.
λ 765 Λύβας: ὄνομα κύριον.
λ 766 Λύγα: σκοτεινά. ἐφάνη γάρ οἱ αὐτὰ ἱστοῦ παρὰ κρόκαισιν ὡς λύγα πυρός.
λ 767 Λύγδην: λύζοντες. ἢ ἀντὶ τοῦ ὁμοῦ. τοιαῦτ’ ἐπ’ ἀλλήλοισιν ἀμφικείμενοι λύγδην ἔκλαιον ἅπαντες.
λ 768 Λύγδινα· κἐν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶν ἕστηκε, μίτρης γυμνὰ περιτρομάδος. ἐν Ἐπιγράμμασι. καὶ αὖθις· οἷά τε λύγδου γλυπτήν, παρθενίων βριθομένην χαρίτων. ἔστι δὲ εἶδος λίθου ἡ λύγδος. καὶ αὖθις· γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείαν.
λ 769 Λυγαῖος: ἀπὸ τόπου.
λ 770 Λυγαίως: σκοτεινῶς. καὶ Λύγη, ἡ σκοτία.
λ 771 Λυγιζόμενος: στρεφόμενος, καλυπτόμενος. ἀπὸ τῶν λύγων. λύγος δέ ἐστι φυτὸν ἱμαντῶδες. δείδη μόσχοισι λύγοισιν. Ὅμηρος. καὶ Πλάτων ἐν Γοργίᾳ· πάσας στροφὰς στρέφεσθαι, πάσας δὲ διεξό‐ δους διελθών, ἀποστραφῆναι λυγιζόμενος, ὥστε μὴ παρέχειν δίκην. τινὲς δὲ καὶ τὸ μετὰ τιμωρίας βασανίζειν λυγίζειν. καὶ αἱ μάστιγες, αἷς οἱ ἀθληταὶ τύπτονται, λύγοι καλοῦνται.
λ 772 Λύγισμα: αἰσχρὰ φωνή, βδελυρὸν ᾆσμα· ὃ λέγουσιν Ἀλεξαν‐ δρεῖς. Λυγίζει. ὁ δὲ ἔκαμπτεν ᾠδάς, ὁπόσας ὁ Νέρων ἐλύγιζέ τε καὶ ἔστρεφε.
λ 773 Λυγίσμασι: συγκλάσμασι.
λ 774 Λυγκαίνουσα: ἀναλλύζουσα, στενάζουσα. ἔστι δέ τι πάθος γενόμενον τοῖς μετὰ συμπαθείας πολλῆς κλαίουσι.
λ 775 Λυγκέως ὀξυωπέστερον βλέπειν: οὗτος ἐγένετο ἀδελφὸς Ἴδα· ὁ δὲ Ἀριστοφάνης ἐν Δαναΐσιν υἱὸς Αἰγύπτου. τοσοῦτον δὲ ὀξυωπέστατος ἦν, ὡς δι’ ἐλάτης ἰδεῖν Κάστορα δολοφονήσαντα τὸν ἀδελφόν, ὥς φησι Πίνδαρος. καὶ Ἀπολλώνιος ἐν Ἀργοναύταις· εἰ ἐτεόν γε πέλει κλέος, ἀνέρα κεῖνον ῥηϊδίως καὶ ἔνερθεν ὑπὸ χθονὸς αὐγάζεσθαι.
λ 776 Λυγκεύς, Σάμιος, γραμματικός, Θεοφράστου γνώριμος, ἀδελφὸς Δούριδος τοῦ ἱστοριογράφου, τοῦ καὶ τυραννήσαντος Σάμου. σύγχρονος δὲ γέγονεν ὁ Λυγκεὺς Μενάνδρου τοῦ κωμικοῦ καὶ ἀντεπεδείξατο κω‐ μῳδίας καὶ ἐνίκησε.
λ 777 Λυγκεύς: εἶδος θηρίου. ἢ ὀξυδερκής.
λ 778 Λυγμός: ὀλολυγμός.
λ 779 Λύγξ: τὸ ζῷον.
λ 780 Λύγος: τὸ ἱμαντῶδες φυτόν. Ὅμηρος· δείδη μόσχοισι λύγοισι. καὶ Ἀρριανός· ὡς δὲ ἄπορος αὐτοῖς ἡ διάβασις ἐφαίνετο, ξυναγαγὼν ὁ Βρούτιος τοὺς ἐπιχωρίους κελεύει ἡγεῖσθαι τὴν ὁδὸν, ὅπως εἰώθει‐ σαν αὐτοὶ παρ’ ἀλλήλους φοιτᾶν ὥρᾳ χειμῶνος. οἱ δὲ κύκλους ἐκ λύ‐ γων τοῖς ποσὶ περιαρμόσαντες αὐτοί τε ἀβλαβῶς ἐπήρχοντο κατὰ τῆς χιόνος πιεζομένης ὑπὸ τῶν κύκλων καὶ τοῖς Ῥωμαίοις παρεῖχον οὐ χαλεπὴν τὴν πάροδον. ἦν δὲ ἡ χιὼν ὡς ιϛʹ πόδας πολλαχῆ τὸ βάθος.
λ 781 Λύγωνος.
λ 782 Λυγρόν: χαλεπόν, ὀλέθριον, κακόν, ἰσχυρόν, πενθικόν, ἐλεεινόν.
λ 783 Λυδία: χώρα.
λ 784 Λυδιάζων· Λυδοὶ Μάγνητος τοῦ κωμικοῦ διεσκευάσθησαν. τὸ δὲ λυ μακρόν. ἐν Ἐπιγράμμασι· κεῖται δ’ ἠπείροις διδύμοις ἔρις, εἴθ’ ὅγε Λυδός, εἴτε Λάκων. πολλαὶ μητέρες ὑμνοπόλων.
λ 785 Λυδίζω: τὰ τῶν Λυδῶν φρονῶ.
λ 786 Λύδιον μέλος. ὥσπερ καὶ Δώριον καὶ Φρύγιον.
λ 787 Λυδὸς ἐν μεσημβρίᾳ παίζει: ἐπὶ τῶν ἀκολάστων· ὡς ταύ‐ ταις ταῖς ὥραις ἀκολασταινόντων. οἱ γὰρ Λυδοὶ κωμῳδοῦνται ταῖς χερσὶν αὑτῶν πληροῦντες τὰ ἀφροδίσια. ἡ δὲ παροιμία αὕτη ὁμοία τῇ αἰπόλος ἐν καύματι. ἐπειδὴ ἐν ταῖς τοιαύταις ὥραις οἱ αἰπόλοι ἀκολασταίνουσι.
λ 788 Λυαῖος: ὄνομα κύριον. ὁ ὑπὸ τοῦ ἁγίου Νέστορος ἀναιρεθείς.
λ 789 Λύζει: ἐὰν μὲν διὰ τοῦ ζ, ὀλολύζει· ἐὰν δὲ χωρὶς τοῦ ζ, ἀλύει, τουτέστιν ἀδημονεῖ. ἢ λύζει, ἀντὶ τοῦ ποιὰν φωνὴν τραχεῖαν ἀφίησιν ἢ λυγμῷ συνέχεται. εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους. καὶ ἐν Ἐπιγράμμασι· καὶ γοερὸν λύζων ἐστονάχησεν ἔρως. καὶ Λύγδην, ἐπίρρημα. ἐκ τοῦ λύζω.
λ 790 Λύει: λυσιτελεῖ.
λ 791 Λύει· λύει δὲ χαλινὸν παρθενίας. ἀντὶ τοῦ διακορεῖ.
λ 792 Λύθρος: φόνος. ἢ ὁ ἐκ τοῦ αἵματος μολυσμός, συνιστάμενος δι’ ἱδρῶτος καὶ κόνεως καὶ αἵματος, μετὰ ἰχῶρος. ἐν Ἐπιγράμμασι· ὅπλα δὲ λύθρῳ λειβόμενα βροτέῳ σηκὸς Ἄρηος ἔχοι.
λ 793 Λυκάβας: ἐνιαυτός. ἀπὸ τοῦ ταχέως βαίνειν· ἢ λυγαίως βαί‐ νειν· ὅ ἐστι σκοτεινῶς καὶ ἀδήλως. ἢ ἀπὸ μεταφορᾶς τῶν λύκων, οἳ τοὺς ποταμοὺς περῶσιν, ἀλλήλων τῆς οὐρᾶς ἐχόμενοι χειμῶνος ὥρᾳ. Λυκάβας οὖν ἀπὸ τοῦ συμβεβηκότος περὶ τὰ ζῷα· ἑπόμενα γὰρ ἀλλήλοις τάξει δίεισι τὸν ποταμόν.
λ 794 Λυκαβηττὸς καὶ Παρνασσὸς ὄρη μέγιστα, τὸ μὲν τῆς Ἀττικῆς, τὸ δὲ τῆς Φωκίδος. ἦν σὺ λέγῃς ἡμῖν Λυκαβηττοὺς καὶ Παρνασσῶν μεγέθη, τουτέστι τὸ χρηστὰ διδάσκειν. ἐπὶ τῶν εἴς τι μεγαλαυχούντων. Ἀριστοφάνης.
λ 795 Λυκαμβιάδες· εἰ γὰρ φέγγος ἔλιπον ἀλυσκάζουσαι ἰάμβων ἄγριον Ἀρχι‐ λόχου φθέγμα Λυκαμβιάδες.
λ 796 Λυκαονία: χώρα.
λ 797 Λυκάων, ὁ Πελασγοῦ υἱὸς, βασιλεὺς Ἀρκάδων, ἐφύλαττε τὰ τοῦ πατρὸς εἰσηγήματα ἐν δικαιοσύνῃ. ἀποστῆσαι δὲ βουλόμενος καὶ αὐτὸς τῆς ἀδικίας τοὺς ἀρχομένους ἔφη τὸν Δία ἑκάστοτε φοιτᾶν παρ’ αὐτὸν, ἀνδρὶ ξένῳ ὁμοιούμενον, εἰς ἔποψιν τῶν δικαίων τε καὶ ἀδίκων. καί ποθ’, ὡς αὐτὸς ἔφη, μέλλων ὑποδέχεσθαι τὸν θεόν, θυσίαν ἐπι‐ τελεῖν. τῶν δὲ υἱῶν αὐτοῦ πεντήκοντα ὥς φασιν ὄντων ἐκ πολλῶν γυναικῶν, βουλόμενοι γνῶναι οἱ τῇ θυσίᾳ παρόντες, εἰ τῷ ὄντι θεὸν μέλλουσι ξενοδοχεῖν, θύσαντές τινα παῖδα ἐγκατέμιξαν τοῖς τοῦ ἱερείου κρέασιν, ὡς οὐ λήσοντες, εἴπερ ὄντως θεὸς ἔπεισιν. ὑπὸ δὲ τοῦ δαι‐ μονίου χειμώνων μεγάλων καὶ κεραυνῶν ῥαγέντων, φασὶ τοὺς αὐτό‐ χειρας ἅπαντας τοῦ παιδὸς ἀπολέσθαι.
λ 798 Λύκαινα: εἶδος θηρίου.
λ 799 Λύκαιον: ὄνομα τόπου. καὶ Λυκαῖος.
λ 800 Λυκείην: τὸ τοῦ λύκου δέρμα.
λ 801 Λύκειον: γυμνάσιον Ἀθήνησιν, ὅπου πρὸ τοῦ πολέμου ἐδόκει γυμνάζεσθαι, πρὸ γὰρ τῶν ἐξόδων ἐξοπλίσεις τινὲς ἐγίνοντο ἐν τῷ Λυκείῳ, διὰ τὸ παρακεῖσθαι τῇ πόλει, καὶ ἀποδείξεις τῶν μᾶλλον πολεμικῶν ἀνδρῶν.
λ 802 Λύκειον: ἓν τῶν παρ’ Ἀθηναίοις γυμνασίων τὸ Λύκειον. ὃ Θεόπομπος μὲν Πεισίστρατον ποιῆσαί φησι, Φιλόχορος δὲ ἐπιστα‐ τοῦντος Περικλέους γενέσθαι.
λ 803 Λυκεῖον ποτόν: ἤτοι ἀπὸ κρήνης τῆς ὑπὸ Ἀπόλλωνος εὑρε‐ θείσης, ὑπὸ λύκων πινομένης. ἀπὸ οἴνου καὶ μέλιτος. προπερισπω‐ μένως.
λ 804 Λυκηθμός: ἡ τῶν λύκων βοή. ἐξάκουστος γὰρ αὐτοῖς ἐγένετο ὁ λυκηθμός, καὶ τῷ ταράχῳ ἀνεπήδησαν. καὶ οὖν οἱ Ἄβαροι ἐσβάλ‐ λουσιν ἀθρόως, χρησάμενοι τῷ συνήθει λυκηθμῷ. φίλη δὲ αὐτοῖς ἡ τοιάδε ὠρυγή.
λ 805 Λυκίαν· τὴν Τρωϊκὴν Ὅμηρος Λυκίαν λέγει. οὐδέ τις ἐν Λυκίῃ σέο γ’ εὔχεται εἶναι ἀμείνων.
λ 806 Λύκιον τέρας. καὶ Λύκιοι, ὄνομα ἔθνους.
λ 807 Λυκιουργίς· Δημοσθένης ἐν τῷ πρὸς Τιμόθεον κέχρηται τῇ λέξει. Δίδυμος δέ φησι τὰς ὑπὸ Λυκίου κατεσκευασμένας φιάλας τοῦ Μύρωνος υἱοῦ οὕτως εἰρῆσθαι. ἔοικε δὲ ἀγνοεῖν ὁ γραμματικός, ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, μᾶλλον δ’ ἀπὸ πόλεων καὶ ἐθνῶν· ὡς κλίνη Μηλισιουργὶς καὶ τὰ ὅμοια. μήποτε οὖν γραπτέον καὶ παρὰ Ἡροδότῳ ἐν τῷ ηʹ ἀντὶ τοῦ προβόλους δύο Λυκοεργέας, Λυκιοεργέας, ἵνα ὥσπερ παρὰ τῷ Δημοσθένει, οὕτως ὀνομάζηται τὰ ἐν Λυκίῳ εἰργασμένα.
λ 808 Λύκις: λέγεται καὶ Λύκος. κωμῳδεῖται δὲ ὡς ψυχρὸς ποιητής. Ἀριστοφάνης· τί δῆτ’ ἔδει με ταῦτα τὰ σκεύη φέρειν, εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος πεποίηκε καὶ Λύκις κἀμειψίας. οὗτοι οὖν οἱ τρεῖς κωμικοὶ ὑπόψυχροι. ὁ δὲ Φρύνιχος ἐν ταῖς κωμῳδίαις παρ’ ἕκαστα ἐφορτικεύετο. κωμῳδεῖται δὲ καὶ ὡς ξένος ἐπὶ φαυλότητι ποιημάτων καὶ ὡς ἀλλότρια λέγων καὶ ὡς κακόμετρα. ἐγένοντο δὲ καὶ ἄλλοι τρεῖς Φρύνιχοι. σκευηφοροῦς’ ἑκάστοτ’ ἐν κωμῳδίᾳ.
λ 809 Λυκόζειοι: ἐθνικόν.
λ 810 Λυκομήδειος. τῇ Λυκομηδείου παιδὶ φιλαστραγάλῃ.
λ 811 Λύκον εἶδες: ἐπὶ τῶν αἰφνίδιον ἀχανῶν γινομένων. σὺ δ’ οὐκ ἂν δύναιο πρὸς αὐτὸν ἀντιβλέπειν, ἀλλὰ τὸ λεγόμενον οὐ φθέγξῃ, λύκον εἶδες, εἴπερ ἄλλοθί που, κἀνταῦθα δόξει κυρίως εἰρῆσθαι.
λ 812 Λυκόποδες: οὕτως ἐκάλουν τοὺς τῶν τυράννων δορυφόρους· τοὺς γὰρ ἀκμάζοντας τῶν οἰκετῶν ἐπὶ τῇ τοῦ σώματος φυλακῇ ἔβαλ‐ λον. λυκόποδες δὲ ἐκαλοῦντο, ὅτι διὰ παντὸς εἶχον τοὺς πόδας λύκων δέρμασι κεκαλυμμένους, ὥστε μὴ ἐπικαίεσθαι ἐκ τοῦ περιέχοντος· ἢ διὰ τὸ ἔχειν ἐπὶ τῶν ἀσπίδων ἐπίσημον λύκον. ὁ δὲ Ἀριστοφάνης ἐν Λυσιστράτῃ τοὺς Ἀλκμαιονίδας φησίν. οὗτοι γὰρ πόλεμον ἀρά‐ μενοι πρὸς Ἱππίαν τὸν τύραννον καὶ τοὺς Πεισιστράτους ἐτείχισαν Λειψύδριον τὸ ὑπὲρ Πάρνηθος· εἰς ὃ συνῆλθόν τινες τῶν ἐκ τοῦ ἄστεος, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.
λ 813 Λυκορραίστης: ὁ τοὺς λύκους διαφθείρων. δέρμα λυκορραίστης ἐκρέμασε Τελέβων.
λ 814 Λύκος, ὁ καὶ Βουθήρας, Ῥηγῖνος, ἱστορικός, πατὴρ Λυκόφρονος τοῦ τραγικοῦ, ἐπὶ τῶν διαδόχων γεγονὼς καὶ ἐπιβουλευθεὶς ὑπὸ Δη‐ μητρίου τοῦ Φαληρέως. οὗτος ἔγραψεν ἱστορίαν Λιβύης, καὶ περὶ Σικελίας.
λ 815 Λύκος ἀετὸν φεύγει: ἐπὶ τῶν ἀφύκτων.
λ 816 Λύκος ἔχανεν: ἐπὶ τῶν ἐλπιζόντων μέν τι ἕξειν, διαμαρτόν‐ των δὲ τῆς ἐλπίδος. λέγουσι δὲ τὸν λύκον, ἐπειδὰν ἁρπάσαι τι βούληται, κεχηνότα παραγίνεσθαι ἐπ’ αὐτό. ὅταν οὖν μὴ λάβῃ ὃ προαιρεῖται, κατὰ κενοῦ αὐτὸν χανεῖν φασιν. ἐπὶ τῶν συνελπιζόντων χρηματιεῖσθαι, διαμαρτανόντων δὲ λέγουσιν. Ἀριστοφάνης Θεσμοφορια‐ ζούσαις βʹ.
λ 817 Λύκος περὶ φρέαρ χορεύει: ἐπὶ τῶν πονούντων περί τι μάτην. καὶ ὅτι ἄπρακτος περίεισιν, ὅταν διψήσῃ, μὴ δυνάμενος πιεῖν, ἐπὰν διώκοντος αὐτοῦ τι τὸ διωκόμενον ἐμπέσῃ εἰς φρέαρ.
λ 818 Λύκος χανών: ἐπὶ τῶν ἀπράκτων. Αἰλιανός· ὁ δὲ ἐδεῖτο τοῦ θεοῦ ἐπικουρῆσαί τε αὐτῷ καὶ λύκους κεχηνότας ἀναφῆναι τοὺς τὰ ἐκείνου ἑαυτοῖς καταγράφοντας, ἵνα μὴ αὐτὸς ὄφλῃ γέλωτα ἄλλοις, ἀλλ’ ἐκεῖνοι αὐτῷ. λύσις ὀνείρου· λύκος κεχηνὼς φληνάφους δηλοῖ τρόπους.
λ 819 Λυκόστομος καὶ Κρασίχολος: ἐπίθετα ἀφύης· ὅ ἐστιν ἐγ‐ γραύλεως. καὶ αὖθις· οὐ λύκος ἐξ ἀνθρώπων, κατὰ τὸν Ἀρκαδικὸν μῦθον, ἀλλὰ τύραννος ἐκ βασιλέως ἀπέβη πικρός.
λ 820 Λύκου δεκάς: παροιμιῶδες. ἐπεὶ Λύκος ὁ ἥρως ἵδρυτο παρὰ τοῖς δικαστηρίοις, ἔνθα προσήδρευον οἱ συκοφάνται. ἀφώριστο δὲ αὐτῷ τριώβολον τῆς ἡμέρας.
λ 821 Λύκος ἐστὶν ἥρως, μορφὴν ἔχων τοῦ θηρίου. πρὸς δὲ τοῖς ἐν Ἀθήναις ἀνεστήλωται δικαστηρίοις· πρὸς ὃν οἱ δωροδοκοῦντες κατὰ δέκα γινόμενοι ἀνεστρέ‐ φοντο. ἔνθεν καὶ ἡ παροιμία Λύκου δεκάς. ἐξ οὖν τῆς δεκάδος τὸ δεκάζειν καὶ δεκάζεσθαι.
λ 822 Λύκου πτερά: ἐπὶ τῶν ἀδυνάτων λέγεται, ὅταν μέχρι τῶν λόγων ὁ φόβος ᾖ.
λ 823 Λυκοῦργος, Σπαρτιάτης, νομοθέτης· ὃς γέγονε τῶν Τρωϊκῶν μετὰ ἔτη νʹ. ἦν δὲ θεῖος πρὸς πατρὸς Χαριλάου τοῦ βασιλεύσαντος Σπάρτης, Εὐνόμου ἀδελφός. καὶ ἐκράτησε τῶν Σπαρτιατῶν ἔτη μβʹ· ὅτε καὶ τοὺς νόμους ἔθετο ἐπιτροπεύων τὸν ἀδελφιδοῦν· καὶ αὐτὸς δ’ ἐβασίλευσεν ἔτη ιηʹ. μεθ’ ὃν Νίκανδρος ἔτη ληʹ. ἔγραψε νόμους.
λ 824 Λυκοῦργος, Σπαρτιάτης, Προκλέους ἀπόγονος, νομοθέτης, ὥς φασιν ἢ ἐκ Κρήτης ἢ παρὰ τοῦ θεοῦ τοὺς νόμους λαβών· ὃν καὶ θεὸν ἡ Πυθία προσηγόρευσεν. οὗτος καὶ γυμνάσια παρθένων ἐνομοθέτησε καὶ τὸ μὴ δεῖν συνεχεῖς ὁμιλίας πρὸς τὰς γυναῖκας ποιεῖσθαι· καὶ τὸ ἐπ’ ἀσπίδος τρέφεσθαι καὶ ἐν Εὐρώτᾳ ποταμῷ λοῦσθαι τοὺς τεχθέντας, καὶ τὴν γυμνοπαιδείαν, ᾗ τοὺς ἐφήβους ἠνάγκαζε διὰ παντὸς μὴ ἔχοντας χλανίδα γυμνασίοις προσκεῖσθαι καὶ ἀγωνίζεσθαι δημοσίους ἀρετῆς ἀγῶνας ὑπαιθρίους τε κοιμᾶσθαι τροφήν τε ἔχειν τὴν ἐκ θήρας, τήν τε διαμαστίγωσιν, ἀρετῆς γυμνασίαν, ἀντὶ φόνου σκυθρωποῦ· ἔφηβος γὰρ πρότερον ἐθύετο τῇ Ἀρτεμίδι τῇ Ὀρθωσίᾳ. καὶ μέντοι καὶ τὰ φιλίτια, οἷά ἐστι συμπόσια, μεμιγμένους ἔχοντα ταῖς ἡδοναῖς τοὺς πόνους· οὐ γὰρ στρωμνή τις ὑπέκειτο εὐωχουμένοις, ἀλλ’ ὑπὸ τοῖς ἀγκῶσι κοιλανθεὶς ὁ λίθος ἢ ξύλον. ἐνομοθέτησε δὲ καὶ τὸ ὑπ’ αὐλοῖς παρατάσσεσθαι, θανάτου τὴν ἄτιμον ζωὴν εἶναι χείρονα τιθέ‐ μενος καὶ ἀποφαινόμενος, εἶναι δ’ αὐτῷ λύσιν, εἰ μετὰ ταῦτα ἀριστεύσειε. τοῦτο Ἀριστοδήμῳ συνέβη, ὃς ὁ Τρέσας ἐπικληθεὶς ἐκ λειποταξίου τοῦ ἐν Πύλαις τῇ ἐν Πλαταιαῖς ἀριστείᾳ τὴν ἀτιμίαν ἔλυσε. διὰ τοὺς τούτου νόμους αἱ μητέρες ἐπὶ τοὺς πολέμους προπέμπουσαι τοὺς παῖδας περὶ τὰς ἀσπίδας, ἢ τὰν ἢ ἐπὶ τάν, ἔλεγον· ἀντὶ τοῦ ἢ ταύ‐ την κόμισαι ὑποστρέφων καὶ μὴ γίνῃ ῥίψασπις ἢ ἐπὶ ταύτῃ κομίσθητι νεκρός. οὗτος τοῖς μὲν εἵλωσι τὰς ἄλλας ἐργασίας, τοῖς δὲ εὐγενέσι τὴν πολεμικὴν ἄσκησιν προσέταξε· ξένους δὲ ἀπήλασε, τὴν ἐκ τῆς ἐπιμιξίας διαφθορὰν ὑφορώμενος· βραχυλογίαν τε ἐτίμησε καὶ πενίαν, τὴν μὲν σοφίας εἶναι σημεῖον, τὴν δὲ ἀρετῆς διδάσκαλον οἰηθείς. καὶ ὁμολογεῖ τούτοις ὁ θεός· φυλάττεσθαι γὰρ ἀνεῖλε πολλάκις φιλοχρη‐ ματίαν. ἀριστοκρατίαν δὲ καταστησάμενος καὶ βασιλέας δύο τῶν ἀφ’ Ἡρακλέους ἔταξεν εἶναι καὶ ἐφόρους τοὺς γέροντας· οἷς τὸν δῆμον ὑπέταξεν, ἐξ ἑκάστης πολιτείας ἄριστον ἐκλεξάμενος. ὥρκωσε δὲ τοὺς Λακεδαιμονίους μὴ λῦσαι νόμον, καὶ ἀπεδήμησε. χρήσαντος δὲ αὐτῷ τοῦ θεοῦ Λακεδαιμονίους εὐτυχήσειν, ἐφ’ ὅσον ἂν μὴ παραβαίνωσι τοὺς Λυκούργου νόμους, ἐλθὼν εἰς Κρήτην ἀπεκαρτέρησεν, ὅπως μὴ αὐτὸς ἀναγκασθείη λῦσαι. ὅτι Λυκούργῳ τῷ νομοθέτῃ τοιάδε ἡ τελευτὴ τοῦ βίου ἐγένετο. βουλόμενος, ὥς φασι, θεὸν ἐρέσθαι περί τινων ὑπολοίπων νόμων, ὥρκωσε Λακεδαιμονίους ἄχρι ἐπάνεισι μηδένα λῦσαι τῶν κειμένων. ὀμοσάντων δ’, ἐπεὶ χρηστηριαζόμενος ἤκουσε παρὰ τοῦ θεοῦ, ὡς εὐδαίμων ἡ πόλις ἔσοιτο, εἰ τοῖς ἐκείνου νόμοις ἐμμένοι, ἔγνω μηκέτι ἐπανελθεῖν, τὸ βέβαιον τῆς φυλακῆς ἐκ τοῦ ὅρκου ποιησάμενος. καταβὰς δὲ εἰς Κρήσσαν ἑαυτὸν διεργάζεται. Λακεδαιμόνιοι δὲ αἰσθόμενοι διά τε τὴν προτέραν ἀρετὴν καὶ τὴν τότε κριθεῖσαν περὶ τὸν θάνατον ναόν τε αὐτῷ ἐτεμένισαν καὶ βωμὸν ἱδρυ‐ σάμενοι θύουσιν ὡς ἥρωϊ ἀνὰ πᾶν ἔτος. περιφανῶς γὰρ δὴ Σπαρ‐ τιάταις αἴτιος ἐγένετο τῆς εἰς ἅπαν ἀρετῆς τε καὶ ἡγεμονίας, οὐδὲν ἄμεινον τῶν ἄλλων πάλαι διακειμένοις· οὐ μόνον ὅτι αὐτοῖς νόμους ἔθετο ἀρίστους, ἀλλὰ καὶ ὅτι ἄκοντας προυτρέψατο χρῆσθαι αὐτοῖς τρόπῳ τοιῷδε· δύο σκύλακας λαβὼν ἀπὸ τῆς αὐτῆς μητρὸς ἔτρεφε, χωρὶς δὲ ἀλλήλων ἀνομοίοις ἤθεσι, τὸν μὲν κατ’ οἶκον ὄψα τε διδοὺς καὶ τὴν ἄλλην λιχνείαν, τὸν δὲ ἐν κυνηγεσίοις θηρᾶν ἀναγκάζων καὶ στιβεύων ἐν ὄρεσιν. ὡς δ’ ἑκάτερος αὐτῶν ὅμοιος ἐγένετο τῇ τροφῇ, Σπαρτιάταις ἐκκλησιάζουσι πρὸς τοὺς περιοίκους πολέμου πέρι καὶ ἀμηχανοῦσι παραγαγὼν ἀμφοτέρους εἰς μέσον καὶ σὺν αὐτοῖς δόρκους τε καὶ ζωμοὺς καὶ ὄψα ἐσκευασμένα ἔλεξεν· ἀλλ’ ὅτι μὲν, ὦ Σπαρ‐ τιᾶται, τοῦ εὖ τε καὶ κακῶς πράττειν οὐκ ἄλλο ἐστὶν αἴτιον πλὴν τὸ ἔθεσι χρῆσθαι φαύλοις ἢ σώφροσι, πάρεστιν ὑμῖν ὁρᾶν. οἵδε γέ τοι, τοὺς σκύλακας δείξας, τῆς αὐτῆς μητρὸς ὄντες, ἐναντίον δὲ ἀλλήλοις τεθραμμένοι, παρ’ αὐτὸ τοῦτο ἀνόμοιοι ἐκβεβήκασιν. ὁ μὲν γὰρ θηρᾶν μαθών, ὁ δὲ λιχνεύειν, οὐδὲν ἀντὶ τοῦδε, εἰ παρήκοι, ποιήσειε. καὶ ἅμα προσέταξε τῷ κυνουλκῷ μεθεῖναι ἀμφοτέρους ἐπὶ τὰ ἡτοιμασμένα. τῶν δ’ ὁ μὲν κατοικίδιος ἐπὶ τοὔψον ὥρμησεν, ὁ δὲ θηράτωρ ἐπὶ τὸν δόρκον καὶ καταβαλὼν ἐσπάραττε. καὶ Λυκοῦργος πάλιν, ταῦτα, ἔφη, νομίσετε, ὦ Σπαρτιᾶται, εἰς ὑμᾶς τείνειν καὶ τοὺς ἄλλους πάντας ἀνθρώπους. ὁποίοις γὰρ ἂν ἔθεσι καὶ νόμοις χρῆσθε, τοιούτους ἀπο‐ βαίνειν ἀνάγκη πρός τε πόνους καὶ τρυφήν· πάντα γὰρ ἀνθρώποις μαθητὰ οἱ θεοὶ ἔδοσαν. ἕπεται δὲ τῷ μὲν πονεῖν ἐθέλειν τὸ ἐλευ‐ θέροις εἶναι καὶ τὸ εὖ πράττειν καὶ κρατεῖν πάντων, τῷ δὲ ἡδυπα‐ θεῖν τό τε δουλεύειν καὶ κακοπραγμονεῖν καὶ μηδενὸς ἀξίοις εἶναι. ὁ μὲν τοιαῦτα λέγων προυτρέπετο τοὺς Σπαρτιάτας μεταβαλεῖν τόν τε καθεστῶτα τρόπον τοῦ βίου καὶ βελτίοσι νόμοις ἐθισθῆναι. οἱ δὲ πεισθέντες οὐ τῶν περιοίκων μόνον, ἀλλὰ καὶ πάντων Ἑλλήνων δια‐ φανῶς ἄριστοι ἐγένοντο ἡγεμόνες τε συνεχῶς, ἐξότου παρεδέξαντο τοὺς νόμους, ἐπ’ ἔτει φʹ, καὶ οὐ πολλοῦ χρόνου ἐχώρησαν ἐπὶ μέγα δυνάμεως.
λ 825 Λυκοῦργος, Λυκόφρονος, Ἀθηναῖος, τὸ γένος Ἐτεοβουτάδης, τῶν μετὰ Δημοσθένους ἐγκριθέντων ῥητόρων. ἀνέγκλητος δὲ βιοὺς τελευτᾷ νόσῳ υἱοὺς καταλιπών· ὑπὲρ ὧν συκοφαντηθέντων Δημοσθένης ὁ ῥήτωρ ἀπὸ τῆς φυγῆς εἰπὼν ἐξεῖλεν αὐτούς. λόγοι δὲ αὐτοῦ εἰσιν γνήσιοι οἱ σῳζόμενοι· Κατὰ Ἀριστογείτονος, Κατὰ Αὐτολύκου, Κατὰ Λεωκράτους, Κατὰ Λυκόφρονος βʹ, Κατὰ Πασικλέους, Κατὰ Μεναίχμου, Κατὰ Δημάδου, Ἀπολογία πρὸς τὸν αὐτὸν, Ὑπὲρ τῶν εὐθυνῶν, Πρὸς Ἰσχυρίαν, Πρὸς τὰς μαντείας, Περὶ τῆς διοικήσεως, Περὶ τῆς ἱερείας, Περὶ τῆς ἱερωσύνης. ἐπιστολαί· καὶ ἄλλα τινα.
λ 826 Λυκόφως: τὸ περὶ τὴν αὐγὴν φῶς.
λ 827 Λυκόφρων, Χαλκιδεὺς ἀπὸ Εὐβοίας, υἱὸς Σωκλέους, θέσει δὲ Λύκου τοῦ Ῥηγίνου· γραμματικὸς καὶ ποιητὴς τραγῳδιῶν. ἔστι γοῦν εἷς τῶν ἑπτὰ οἵτινες Πλειὰς ὠνομάσθησαν. εἰσὶ δὲ αἱ τραγῳδίαι αὐτοῦ Αἰόλος, Ἀνδρομέδα, Ἀλήτης, Αἰολίδης, Ἐλεφήνωρ, Ἡρακλῆς, Ἱκέται, Ἱππόλυτος, Κασσανδρεῖς, Λάϊος, Μαραθώνιοι, Ναύπλιος, Οἰδί‐ πους αʹ, βʹ, Ὀρφανός, Πενθεύς, Πελοπίδαι, Σύμμαχοι, Τηλέγονος, Χρύσιππος. διασκευὴ δ’ ἐστὶν ἐκ τούτων ὁ Ναύπλιος. ἔγραψε καὶ τὴν καλουμένην Ἀλεξάνδραν, τὸ σκοτεινὸν ποίημα.
λ 828 Λύκωνος.
λ 829 Λυκωρεύς. καὶ Λυκώρεια, ὄνομα πόλεως.
λ 830 Λυκωρεί.
λ 831 Λύκτιος.
λ 832 Λυμαντήρ: ὁ βλαπτικός. καὶ Λυμαντικός.
λ 833 Λύματα: ἐνέχυρα. οἷον λύσιμα καὶ λυτρώσιμα.
λ 834 Λύματα: καθάρματα. αἱ τῆς γαστρὸς εἰς ἀφεδρῶνα ἐκκρίσεις. καὶ παρὰ τὸν κοινὸν τῶν ἀνθρώπων νόμον δὲ πρέσβεις ἠτίμασαν τὴν τήβενον λύμασιν ἀνθρωπείοις μολύναντες.
λ 835 Λῦμα τῷ γήρᾳ στρέφῃ: ἀντὶ τοῦ ἀπαίδευτος εἶ μέχρι γήρως.
λ 836 Λυμαινόμενον τοῖς μειρακίοις: ἀντὶ τοῦ τὰ μειράκια ἐνυ‐ βρίζοντα. οὕτω δὲ αὐτοῖς σύνηθες, οὐχὶ τὰ μειράκια λυμαινόμενον.
λ 837 Λυμαίνομαί σοι. καὶ Λυμαίνων, φθείρων, βλάπτων.
λ 838 Λυμαίνομαί σοι· δοτικῇ· αἰτιατικῇ δέ· ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ.
λ 839 Λυμεών: ὁ φθορεύς. Σοφοκλῆς· καὶ τἀμὰ τεύχη μήτ’ ἀγων‐ άρχαι τινες θήσους’ Ἀχαιοῖς, μήθ’ ὁ λυμεὼν ἐμός. Αἴας φησί.
λ 840 Λύμη: βλάβη, φθορά, ὕβρις. ὁ δὲ αὐτοὺς συλλαβὼν αἰκίζεται λύμῃ πάσῃ καὶ κατατάσει καὶ στρεβλώσει ποικίλῃ καὶ δικαιώσει τῇ πρεπωδεστάτῃ ἐν περιόπτῳ λόφῳ σταυρώσας αὐτόν.
λ 841 Λυόμενος: ἀντὶ τοῦ λυτρούμενος καὶ ἀπολύων. οὕτως Πλάτων.
λ 842 Λύω· γενικῇ. νῦν δὲ ποταμοὶ χειμερίων ὁδῶν λυθέντες. αἰτιατικῇ δέ· λύε πάντα σύνδεσμον ἀδικίας.
λ 843 Λύπη· καὶ τὸ πληθυντικὸν αἱ λῦπαι. συστολὴ ἄλογος ψυχῆς. διὸ οὐ λυπηθήσεσθαι τὸν σπουδαῖον δεῖ. εἴδη δὲ αὐτῆς φθόνος, ζῆλος, ζηλοτυπία, ἄχθος, ἐνόχλησις, ἄνοια, ὀδύνη, σύγχυσις. τί γάρ με λυπεῖ τοῦθ’ ὅταν λόγῳ θανὼν ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος; δοκῶ μὲν ὡς οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.
λ 844 Λύπη, τὸ λυ μακρόν.
λ 845 Λυπηρότεροι σταλαγμοῦ: διὰ τὴν ἐν τῷ συνεχῶς καταστά‐ ζεσθαι δυσχέρειαν λέγεται.
λ 846 Λυπρά: εὐτελής, πενιχρά. οὕτω δὲ ἦν Κύντιος Κικιννάτος ὁ γεγονὼς δικτάτωρ μέτριος καὶ σώφρων, ὡς ἐπὶ καλύβῃ λυπρᾷ καὶ ὀλίγῳ γῆς μέτρῳ ζῆν τὸν αὐτουργὸν ἀγαπᾶν τε βίον. ὃς δικτάτωρ προβαλλόμενος ἔτυχεν ἀρότρῳ πονούμενος. ὃς ἀπονιψάμενος ἐπάν‐ εισι καὶ συμβαλὼν τοῖς πολεμίοις νικᾷ κατακράτος καὶ τὸν στρατηγὸν τῶν πολεμίων ἄγει αἰχμάλωτον. λυπρά τε σιτούμενος καὶ σκληρῶς ἐγκαθεύδων καὶ πᾶσι κεχρημένος πολὺ ἐνδεέστερον ἢ πρὸς τὴν ἐξ‐ ουσίαν.
λ 847 Λυπρή: πενιχρά. πέπατο γὰρ οὐ μέγα τοῦτο κλήριον ἐν λυπρῇ τῇδε γεωλοφίῃ.
λ 848 Λυπρόν: ἐπαχθές. λυπηρόν. καὶ Λυπρόγαιον. Ἀπ‐ πιανός· τὸ γὰρ λυπρόγαιον καὶ πενιχρὸν ὑμᾶς εἰς λῃστείαν ἄγει. δώσω δ’ ἐγὼ πενομένοις φίλοις γῆν ἀγαθήν.
λ 849 Λυπηνάρια: εἶδος ὀσπρίου· ἃ θέρμους καλοῦσιν. ἡ εὐθεῖα τὸ θέρμον.
λ 850 Λύρα: βραχὺ τὸ λυ. εἰδήσεις Ἀλκμᾶνα λύρης ἐλατῆρα Λα‐ καίνης.
λ 851 Λύσσα: ἡ μανία.
λ 852 Λύσανδρος: ναύαρχος Λακεδαιμονίων.
λ 853 Λυσανίας πατρῴων μεγάλων κακῶν: ὁ λύων τοῦ πατρὸς τὰς ἀνίας. ὠνοματοπεποίηται ἡ λέξις. Σοφοκλῆς· Ζεὺς νόστον ἄγοι τὸν νικομάχαν καὶ παυσανίαν καὶ Ἀτρείδαν.
λ 854 Λυσσάνιε: μαινόμενε. καὶ κύνα δὲ λυσσητήν· ἀσπίδα, φρῦνον, ὄφιν καὶ Λαδικέας περίφευγε, καὶ κύνα λυσσητὴν καὶ πάλιν Λαδικέας.
λ 855 Λῦσαι· Λύσις δέ.
λ 856 Λύσῃ: ἀντὶ τοῦ λυσάτω. Νόμων θʹ. παραλαβὼν ὁ κεκτη‐ μένος παρὰ τοῦ πληγέντος δεδεμένον αὐτὸν, μὴ λύσῃ, πρὶν ἂν ὁ δοῦλος παίσῃ τὸν πληγέντα.
λ 857 Λυσθείς: κατενεχθείς.
λ 858 Λυσίας, Κεφάλου, Συρακούσιος, ῥήτωρ, μαθητὴς Τισίου καὶ Νικίου, εἷς τῶν μετὰ Δημοσθένους ιʹ ῥητόρων. ἐτέχθη δ’ ἐν Ἀθήναις, μετοικήσαντος τοῦ Κεφάλου ἐκεῖσε. γεγονὼς δὲ ἐτῶν ιεʹ εἰς Θου‐ ρίους ᾤχετο σὺν ἀδελφοῖς δύο, κοινωνήσων τῆς ἀποικίας. εἶτα ἐκ‐ πεσὼν ἐκεῖθεν ἐπ’ Ἀττικισμῷ ἐπανῆλθεν εἰς Ἀθήνας, ἄγων ἔτος μζʹ. λόγοι δὲ αὐτοῦ λέγονται εἶναι γνήσιοι ὑπὲρ τοὺς τʹ· καὶ ἕτεροι πρὸς τούτοις ἀμφιδοξούμενοι. τῷ δὲ καθαρῷ τῆς φράσεως οὐδένα ἔσχε μιμητὴν πλὴν Ἰσοκράτους. ἔγραψε δὲ καὶ τέχνας ῥητορικὰς καὶ δημηγορίας, ἐγκώμιά τε καὶ ἐπιταφίους καὶ ἐπιστολὰς ζʹ, μίαν μὲν πραγματικὴν, τὰς δὲ λοιπὰς ἐρωτικάς· ὧν αἱ πέντε πρὸς μειράκια.
λ 859 Λυσίζωνος γυνή: ἡ ἀνδρὶ πλησιάσασα. αἱ γὰρ παρθένοι μέλ‐ λουσαι πρὸς μίξιν ἔρχεσθαι, ἀνετίθεσαν τὰς παρθενικὰς αὑτῶν ζώνας τῇ Ἀρτέμιδι.
λ 860 Λυσικράτης· οὗτος φαρμάκῳ τινὶ ἐμέλαινε τὰς ἑαυτοῦ τρίχας. Ἀριστοφάνης· οὐδ’ ἂν εἰ τὸ φάρμακον ἕψους’ ἔτυχες, ᾧ Λυσικράτης μελαίνεται. καὶ αὖθις· ἡ Λυσικράτους ῥὶς ἴσα τοῖς καλοῖσι φρονήσει. ἐπειδὴ σιμὸς ἦν καὶ αἰσχρὸς καὶ κλέπτης καὶ ἄσημος. καὶ παροιμία· Λυσικράτης δωροδοκῶν. στρατηγὸς Ἀθηναίων.
λ 861 Λυσιμάχεια: ὄνομα πόλεως.
λ 862 Λυσίμαχος: οὗ μὲν Δημοσθένης ἐν τῷ Περὶ τῶν ἀτελφῶν μνημονεύει, Ἀριστείδου ἦν υἱὸς τοῦ δικαίου· οὗ δὲ Λυκοῦργος, μελο‐ ποιὸς ἦν εὐτελής.
λ 863 Λύσιππος· τῶν δραμάτων αὐτοῦ ἐστι Βάκχαι, ὡς Ἀθήναιος λέγει ἐν γʹ Δειπνοσοφιστῶν καὶ ἐν τῷ ηʹ· καὶ ἕτερα αὐτοῦ δράματα Θυρσοκόμος.
λ 864 Λύσις.
λ 865 Λυσιτελές: ἀγαθὸν, ὠφέλιμον, ἢ συμφέρον· ὅτι λύει τὰ τελού‐ μενα εἰς αὐτὸ, ὥστε τὴν ἀντικατάλλαξιν τὴν ἐκ τῆς πραγματείας ὑπεραίρειν τῇ ὠφελείᾳ. καὶ Διόδωρος ὁ Σικελιώτης φησίν· ὁ δὲ Τρύφων Νίκην χρυσῆν κατασκευάσας ἐξαπέστειλεν εἰς τὴν Ῥώμην· ὑπε‐ λάμβανε γὰρ τοὺς Ῥωμαίους, ἅμα μὲν διὰ τὸ λυσιτελές, ἅμα δὲ διὰ τὸ εὐοιώνιστον εἶναι, προσδέξασθαι τὴν Νίκην.
λ 866 Λυσιτελῶ· δοτικῇ.
λ 867 Λύσιοι τελεταί: αἱ Διονύσου. Βοιωτοὶ γὰρ ἁλόντες ὑπὸ Θρᾳ‐ κῶν καὶ φυγόντες εἰς Τροφωνίου, κατ’ ὄναρ ἐκείνου Διόνυσον ἔσεσθαι βοηθὸν φήσαντος, μεθύουσιν ἐπιθέμενοι τοῖς Θρᾳξίν, ἔλυσαν ἀλλήλους, καὶ Διονύσου Λυσίου ἱερὸν ἱδρύσαντο, ὡς Ἡρακλείδης ὁ Ποντικός. Ἀριστοφάνης δὲ διὰ τὸ λυτρώσασθαι Θηβαίους παρὰ Ναξίων ἄμπελον.
λ 868 Λυσίστρατος καὶ Θούμαντις: πένητες. Ἀριστοφάνης· μη‐ δὲν ἐς Λυσίστρατον, μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ.
λ 869 Λυσσομανεῖς: ὑπὸ μανίας λελυσσηκότας. ῥομβητοὺς δονέων λυσσομανεῖς πλοκάμους.
λ 870 Λυσόμενος: λυτρωσόμενος.
λ 871 Λῦσον νόμους ἱερῶν ὕμνων: ἀντὶ τοῦ ᾆσον.
λ 872 Λῦσόν σου τὸ ὑπόδημα· ὁ θεός φησι πρὸς τὸν Μωϋσῆν. ζήτει ἐν τῷ ὑπόδημα.
λ 873 Λῦτο: ἐλύθη, ἐπαύθη. Ὅμηρος· λῦτο δ’ ἀγών.
λ 874 Λυττῶντες: μαινόμενοι.
λ 875 Λύτρα: μισθός· ἢ τὰ παρεχόμενα ὑπὲρ ἐλευθερίας, ἐπὶ τῷ λυτρώσασθαι βαρβάρων δουλείας.
λ 876 Λυτρωτής· ὁ Δαβίδ φησι· κύριε, βοηθέ μου καὶ λυτρωτά μου. κύριος ὡς ποιητὴς καὶ δημιουργός, βοηθὸς δὲ ὡς τὴν ἐκ τοῦ νόμου βοήθειαν δεδωκώς· νόμον γάρ, φησίν, εἰς βοήθειαν δέδωκε. λυτρωτὴς δὲ ὡς διὰ τῆς παλιγγενεσίας τοῦ βαπτίσματος τῆς προτέρας ἐλευθερώ‐ σας φθορᾶς καὶ τῆς τῶν δαιμόνων δουλείας λυτρούμενος καὶ ἀφθαρσίαν καὶ ἀθανασίαν δωρούμενος. ὅτι ὁ ἀφεδρὼν καὶ λυτρώνων βάρβαρα. καὶ ζήτει ἐν τῷ ἀφεδρών.
λ 877 Λύχνιον: οὐδετέρως λέγεται τὸ λύχνιον. κελεύει τῶν λυχ‐ νίων τῶν ἀνακειμένων αὐτῷ (ἀργυρᾶ δὲ ἦν ταῦτα) τὸ ἕτερον φέρειν ἀράμενον ἐμφανῶς.
λ 878 Λυχνίτης λίθος. καὶ Λυχνιτός.
λ 879 Λυχνιτάριον.
λ 880 Λύχνον ἐν μεσημβρίᾳ ἅπτεις: ἐπὶ τῶν ἐν καιρῷ ἀνεπιτη‐ δείῳ τι ποιούντων.
λ 881 Λυχνοῦχος: φανός, λαμπτήρ.
λ 882 Λύχνων ἁφάς.

Also published as PDF.