eul_wid: wus-av
DOI 10.5281/zenodo.20335422

Suda Lexicon, Letter Χ in Greek

The chi section of the Suda (Σοῦδα, Στοιχεῖον Χ) contains 623 entries ranging from single-word glosses to extended historical and antiquarian notices. Topics include natural phenomena—χάλαζα is defined as frozen cloud broken apart by wind and distinguished carefully from snow—and veterinary observations on livestock disease.

Notable biographical entries include Χίλων of Sparta, identified as one of the Seven Sages and the originator of the terse manner of speech called Χιλώνειος τρόπος. Historical proper names such as Χαβρίας and Χαγάνος anchor the letter in Greek and Byzantine military history.

The section also documents Athenian religious practice: the festival Χύτροι, held on the thirteenth of Anthesterion, at which a pot of mixed grain was boiled as an offering to Dionysus and Hermes, is treated in two separate entries drawing on Philochorus and Theopompus. Cross-references within the letter (e.g., χ 310 directing the reader back to χιλή) illustrate the Suda's internal lexicographic organization.

χ 1 Χαβρίας: ὄνομα κύριον.
χ 2 Χαγάνος· οὗτος ἦν ...
χ 3 Χαγάνος· ὁ δὲ Χαγάνος τοὺς ὅρκους ταῖς φέρειν ἐδίδου ἀθρόον τε τὴν πολέμῳ φίλην ἀράμενος σάλπιγγα τὰς δυνάμεις ἤθροιζε.
χ 4 Χαΐα: ἀντὶ τοῦ ἀγαθή. παρὰ τὸ κεχηνέναι. Ἀριστοφάνης· χαΐα μέν ἐστι, Κορινθία δέ. τουτέστι πόρνη. ἐπεὶ ἡ Κόρινθος ἐπληθύνετο πόρναις.
χ 5 Χάλαζα: νέφος πεπηγὸς καὶ ὑπὸ πνεύματος διρρυφθὲν καὶ κατ‐ ενεχθέν. χιὼν δὲ ὑγρόν, ἐκ νέφους πεπηγός. Χάλαζαι· δʹ εἰσὶ πήξεις τῆς ἐν τῷ ἀέρι ὑδατώδους ὑγρότητος ὑπὲρ γῆν μὲν ἄνω, ἐπ’ ἔλαττον δὲ χιών, ἐπ’ ἔλαττον δὲ χάλαζα· ἐπὶ γῆς δὲ κάτω ἐπ’ ἔλαττον μὲν πάχνη, ἐπὶ πλέον δὲ κρύσταλλος. ὁ δὲ νιφετὸς οὐκ ἔστι πῆξις, ἀλλὰ μᾶλλον περὶ ἀλλοίαν χρόαν ἡ ποιότης αὐτοῦ. Ἀριστο‐ φάνης· οὐκ ἀπὸ τῶν χαλαζῶν, ὦ πόνηρ’ Εὐριπίδη. ἀντὶ τοῦ ἀπὸ τῶν σφοδρῶν λόγων.
χ 6 Χαλαζᾷ: ἤτοι χαλαρός ἐστι. τὸν πρωκτὸν εἰ χαλαζᾷ. νόσημα δέ ἐστι τοῦτο τῶν θρεμμάτων, ὅπερ ζώντων μὲν λανθάνει, ἀποθανόντων δὲ καὶ τεμνομένων φανερὸν γίνεται. ταῖς σαρξὶ δὲ αὐτῶν ἀναμέμικται καὶ ἐμπέφυκεν ἡ χάλαζα. εἰώθασι δὲ οἱ μάγειροι πασσάλῳ τὰ τῶν χοίρων ἀνοίγειν στόματα μετὰ τὴν σφαγὴν καὶ κατανοεῖν, εἰ χαλαζῶσι. χάλαζα δέ ἐστι πάθος πᾶν χοίρων.
χ 7 Χαλαρά: χαῦνα. χαλαρὰ γοῦν χαίρεις φορῶν ὑποδήματα. καὶ χαλαρὸν ἦν αὐτῷ καὶ θῆλυ τὸ σπλάγχνον πρὸς τοὺς δεομένους, εἴπερ τινὶ τῶν καθ’ αὑτὸν ἀνθρώπων.
χ 8 Χαλάσαι: ἐκλυθῆναι, χαυνωθῆναι. ὕδωρ ἐξ οὐρανοῦ ἐμπῖπτον χαλάσαι μὲν τοῖς βαρβάροις τὰς νευράς, μαλάξαι δὲ τῶν τόξων τὰ κέρατα, ἀφελέσθαι δὲ τὸ βίαιον καὶ τὸ ἐπίσκοπον τῆς τοξείας.
χ 9 Χαλάσω τὴν ἱερὰν ἄγκυραν: ἄγκυρα μεταφορικῶς ἀπὸ τῶν νηῶν, ἡ ἀσφάλεια. ὡς Σοφοκλῆς ἐν Φαίδρᾳ καὶ Εὐριπίδης ἐν Ἑκάβῃ. ἱερὰ δὲ ἡ μεγάλη, ἢ ἀγαθή. Διόδωρος· τοῦ δὲ βασιλέως χαλῶν‐ τος καὶ παραλυομένου πρὸς τὰ λεγόμενα, ἐπιτρέπει αὐτῷ πράττειν ὃ βούλεται.
χ 10 Χαλαστραῖον: νίτρον. ἀπὸ Χαλάστρας τῆς ἐν Μακεδονίᾳ λίμνης.
χ 11 Χαλβάνη: ἀλοιφή τις ἐνεργητικὴ πρὸς ἵππους.
χ 12 Χαλδαϊκοῖς ἐπιτηδεύμασι· διαπορουμένῳ γοῦν τῷ Πρόκλῳ περὶ τῶν Ἰσιδώρου μιμήσεων τῶν ὀρνέων καὶ τῶν φωνῶν τῶν ἀπηχη‐ μάτων ἐνίας ἐν τοῖς Χαλδαϊκοῖς ἐπιτηδεύμασιν, αὐτὸς ὑπεδείκνυε τὴν ὁδὸν τῆς μιμήσεως ἄλλων τε καὶ στρουθῶν τῶν μικρῶν τούτων καὶ κατοικιδίων τῆς πτήσεως, οἷα ψοφοῦσι ταῖς πτέρυξιν ἐγειρόμενα πρὸς τὸ πετᾶσθαι.
χ 13 Χαλδαῖοι: ὄνομα ἔθνους, περὶ τὴν ἀστρονομίαν ἠκριβωμένοι.
χ 14 Χαλδίνη: ὄνομα πόλεως.
χ 15 Χαλαίστρα: πόλις.
χ 16 Χαλεπὰ τὰ καλά: Πιττακὸν ἀποτιθέμενον τὴν ἀρχὴν πρὸς τοὺς θαυμάζοντας εἰπεῖν, χαλεπὸν ἐσθλὸν ἔμμεναι. Σόλωνα δὲ μαλακίαν αὐτοῦ καταγνόντα φάναι, χαλεπὰ τὰ καλά. διὸ καὶ ἑκάτερα παροι‐ μιασθῆναι. Χαλεπὰ τὰ καλά· φασὶ Περίανδρον τὸν Κορίνθιον καταρχὰς μὲν εἶναι δημοτικόν, ὕστερον δὲ τὴν προαίρεσιν μετα‐ βαλόντα, τυραννικὸν γενέσθαι. ὅθεν ἡ παροιμία. οἱ δὲ τὸ χαλεπὰ ἀντὶ τοῦ ἀδύνατα τιθέασιν· ὡς μηδὲ ἐκείνου δυνηθέντος τηρῆσαι τὴν ἑαυτοῦ γνώμην.
χ 17 Χαλεπαίνει· δοτικῇ. ἀγανακτεῖ, ὀργίζεται. ἔπεσον πλείονες τῶν Ῥωμαίων, καὶ Τραϊανὸς ἐχαλέπαινε τοῖς πεποιημένοις. καὶ αὖθις· διὰ τὸ πολλάκις ἰδεῖν πρότερον οὐ χαλεπῶς γνωρίσας τὸν ἄνθρωπον. ἀντὶ τοῦ εὐχερῶς. καὶ αὖθις· ἐπὶ τοσόνδε χαλεπήναντος τοῖς φύ‐ λαξιν, ὥστε καὶ τὰς κεφαλὰς αὐτῶν ἀποτεμεῖν. καὶ αὖθις· ὡς δὲ ἐπεφοίτα ἡ τοῦ ὀνείρου ὄψις ἐς πάντας, χαλεπαίνουσιν ὁ δῆμος. οἱ Τύριοι.
χ 18 Χαλεπὸν χορίου κύνα γεύειν: τὸ ἔλυτρον τοῦ ἐμβρύου χόριον καλεῖται. οἱ δὲ κύνες γευσάμενοι τούτου καὶ τοῖς ἐμβρύοις ἐπιβουλεύουσι, διὰ τὸ λίχνον.
χ 19 Χαλεπώτατον· φησὶν Ἀριστοτέλης ἐν δευτέρῳ Τοπικῶν· χαλε‐ πώτατον τὸ ἀντιστρέφειν τὴν ἀπὸ τοῦ συμβεβηκότος οἰκείαν ὀνο‐ μασίαν. χαλεπώτατον λέγοι ἄν, ὅτι μὴ ἁπλοῦν μηδὲ πρόχειρον, ὡς ἐπὶ τῶν ἄλλων.
χ 20 Χαλεπωτάτους λόγους: κλέψαι δυναμένους. Κάνδιδος· ἐκ‐ λεξάμενος τοὺς χαλεπωτέρους καὶ σφίσι τὰ δημόσια νείμας ἔπεισεν ἐξ ἐκείνου καὶ τοῖς τῶν ἐπαρχιῶν ἄρχουσιν ὑπείκειν.
χ 21 Χαλίκρητος ποτός: ὁ χαλῶν τὰς φρένας. ἢ κατὰ στέρησιν τοῦ χ, ἵν’ ᾖ, ἅλις ἄκρατον ἔχων· τουτέστιν οἶνον. καὶ Χαλικρήτῳ, μὴ κεκραμένῳ. ἐν Ἐπιγράμμασι· κεῖτο χαλικρήτῳ νάματι βριθομένη.
χ 22 Χαλίμα: ἡ πόρνη. ἀπὸ τοῦ χαλᾶσθαι τὸ σῶμα ἀπὸ μέθης, ἢ μανίας.
χ 23 Χαλινός: τὸ ἡνίον.
χ 24 Χαλινῶ· αἰτιατικῇ.
χ 25 Χάλιξ: μικρὸν λιθίδιον.
χ 26 Χάλις: εἶδος οἴνου. καὶ ἡ δοτικὴ τῷ χάλει.
χ 27 Χαλίσεια.
χ 28 Χαλίφρονος: τοῦ ἀνοήτου.
χ 29 Χάλκεος: ἰσχυρός, στερεός. καὶ Χαλκέῳ κεράμῳ· Ὅμηρος· χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. ἤγουν δεσμῷ ἰσχυρῷ καὶ δυσλύτῳ. ἢ πόλις καλεῖται Χαλκὸς κέραμος. ὅτι Δίδυμος ὁ γραμματικὸς Χαλκέντερος ἐκλήθη διὰ τὴν περὶ τὰ βιβλία ἐπιμονήν· φασι γὰρ αὐτὸν συγγεγραφέναι ὑπὲρ τὰ τρισχίλια πεντακόσια βιβλία.
χ 30 Χαλκεῶνα: τὸ χαλκεῖον.
χ 31 Χαλκεύω· αἰτιατικῇ.
χ 32 Χαλκεύς: πᾶς ὁ χαλκεύων τι, καὶ χρυσοχόος.
χ 33 Χαλκευτής. Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων χαλκευτὰν κατέχει Πίνδαρον ἥδε κόνις.
χ 34 Χαλκεῖα: ἑορτὴ Ἀθήνησιν, ἅ τινες Ἀθήναια καλοῦσιν, οἱ δὲ Πάν‐ δημον· διὰ τὸ ὑπὸ πάντων ἄγεσθαι.
χ 35 Χαλκεῖα: ἑορτὴ ἀρχαία καὶ δημώδης πάλαι, ὕστερον δὲ ὑπὸ μόνων ἤγετο τῶν τεχνιτῶν, ὅτι ὁ Ἥφαιστος ἐν τῇ Ἀττικῇ χαλκὸν εἰργάσατο. ἔστι δὲ ἕνῃ καὶ νέᾳ τοῦ Πυανεψιῶνος· ἐν ᾗ καὶ ἱέρειαι μετὰ τῶν ἀρρηφόρων τὸν πέπλον διάζονται.
χ 36 Χαλκεῖα: ἑορτὴ παρ’ Ἀθηναίοις, ἀγομένη Πυανεψιῶνος ἕνῃ καὶ νέᾳ, χειρώναξι κοινή, μάλιστα δὲ χαλκεῦσιν, ὥς φησιν Ἀπολλώνιος. Φανόδημος δέ φησιν οὐκ Ἀθηνᾷ ἄγεσθαι τὴν ἑορτήν, ἀλλ’ Ἡφαίστῳ.
χ 37 Χαλκεῖον: ἐν ᾧ χαλκεύουσιν. Χαλκεῖον δὲ Δωδωναῖον, δι‐ φορεῖται.
χ 38 Χαλκηδόνιοι: ἀπὸ Χαλκηδόνος πόλεως.
χ 39 Χαλκήβατος.
χ 40 Χαλκήρεα.
χ 41 Χαλκιδεύς: ὄνομα κύριον.
χ 42 Χαλκιδίζειν καὶ Χαλκιδεύεσθαι: ἐπὶ τῶν γλισχρευομένων. καὶ φικιδίζειν, ἐπὶ τοῦ παιδεραστεῖν· ἐπεὶ παρ’ αὐτοῖς οἱ ἀρρένων ἔρωτες ἤσκηντο. ἄλλοι δὲ ἐπὶ τὸ ῥωτακίζειν· ἐπεὶ αὐτοί τε καὶ Ἐρε‐ τριεῖς δοκοῦσι τῷ ρ κατακορεστέρως χρῆσθαι καὶ ἀντὶ τοῦ ς τιθέντες.
χ 43 Χαλκιδικὸν δίωγμα: τοῖς Θεσμοφόροις Ἀθήνησί τι νόμιμον ἐν πολέμῳ γυναικῶν εὐξαμένων διωχθῆναι τοὺς πολεμίους, καὶ συνέβη φυγεῖν εἰς Χαλκίδα· ὡς καὶ Σῆμος.
χ 44 Χαλκιδῖτις: παρὰ Ἰωσήπῳ ἡ πόρνη. ἀπὸ τῆς εὐτελείας τοῦ διδομένου νομίσματος.
χ 45 Χαλκίς: εἶδος ὀρνέου· ἡ γλαῦξ.
χ 46 Χαλκίοικος: ἡ Ἀθηνᾶ ἐν Σπάρτῃ. ἢ ὅτι χαλκοῦν εἶχεν οἶκον· ἢ διὰ τὸ στερεὸν εἶναι· ἢ διὰ τὸ τοὺς Χαλκιδεῖς τοὺς ἐξ Εὐβοίας φυγάδας αὐτὸν κτίσαι.
χ 47 Χαλκίοισι τοῖς πονηροῖς χρώμεθα, χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι: χαλκία ὡς χρυσία ἔλεγον τῷ σχήματι, χαλκοσκευῆ. λέγεται δὲ οὕτω καὶ τὸ κακὸν νόμισμα, τὸ χρυσοῦν. λέγεται δὲ καὶ τὸ χαλκοῦν· ἐπὶ γὰρ Καλλίνου νόμισμα χαλκοῦν ἐκόπη. λέγει δέ, ὅτι τὸ αὐτὸ πέπονθεν ἡ πόλις εἰς τοὺς χρηστοὺς τῶν ἀνθρώπων καὶ εἰς τὸ ἀρχαῖον νόμισμα· ὥσπερ γὰρ τῷ παλαιῷ νομίσματι οὐ χρώμεθα, καλῷ ὄντι, ἀλλὰ τῷ καινῷ, κακῷ ὄντι, οὕτω καὶ τοῖς ἀρχαίοις ἀν‐ θρώποις οὐ χρώμεθα, καλοῖς οὖσι, τοῖς δὲ νῦν στρατιώταις κακοῖς οὖσι συγχρώμεθα.
χ 48 Χαλκοβαρεῖα. τῷ χαλκῷ βαρουμένη. ἀντὶ τοῦ στερεά.
χ 49 Χαλκοβατές: στερεόν.
χ 50 Χαλκοκορυστής: χαλκῷ καθωπλισμένος.
χ 51 Χαλκοκρότων: χαλκοπόδων. τουτέστι τὰς ὁπλὰς ἰσχυρὰς ἐχόν‐ των· συμβαίνει γὰρ ἠχεῖν τὴν γῆν καὶ κτυπεῖν, ἐπικρουομένην τοῖς ποσὶ τῶν ἵππων.
χ 52 Χαλκολίβανον: εἶδος ἠλέκτρου, τιμιώτερον χρυσοῦ. ἔστι δὲ τὸ ἤλεκτρον ἀλλότυπον χρυσίον, μεμιγμένον ὑέλῳ καὶ λιθείᾳ. ὁποίας ἐστὶ συνθέσεως καὶ ἡ ἁγία τράπεζα τῆς μεγάλης ἐκκλησίας.
χ 53 Χαλκόπους Ἐριννύς: ἡ στερεὰ καὶ ἀκοπίατος ἐν τῷ ἐπιέναι κατὰ τῶν φονέων.
χ 54 Χαλκοτύπους: τὰς ἐκ σιδήρου πληγὰς γινομένας. χαλκοτυ‐ πίαις ἁδραῖς σου τὸ σῶμα.
χ 55 Χαλκοῦς: λεπτῶν ζʹ. καὶ ζήτει ἐν τῷ τάλαντον.
χ 56 Χαλκῷ: σιδήρῳ. ὅτι χαλκῆ αὐτὴ ἡ ὕλη. χαλκοῦς δὲ ἀνδριάς, τὸ μετουσιαστικόν. καὶ τὸ θηλυκὸν ἡ χαλκῆ, ὡς χρυσοῦς καὶ χρυσός.
χ 57 Χαλκώδων.
χ 58 Χαλμήδη.
χ 59 Χάλος: ποταμός, οὗ τὸ εὖρος πλέθρου, πλήρης ἰχθύων μεγάλων καὶ πραέων.
χ 60 Χαλύβοις: ἔθνος Σκυθίας, ἔνθεν ὁ σίδηρος τίκτεται. καὶ Λυκόφρων· Χαλυδικῷ κνώδοντι συντεθραυσμένῳ. καὶ Χάλυψ, ὁ σίδηρος. ἐν Ἐπιγράμμασι· καὶ χάλυβα σκληρὸν καλαμηφάγον.
χ 61 Χαλυβώνιος οἶνος.
χ 62 Χὰμ σκηνώματα: ἡ Αἴγυπτος. ἐπειδὴ τοῦ Χὰμ ὁ Μεσρέμ, Μεσρὲμ δὲ ἡ Αἴγυπτος. ὅπερ λέγεται σήμερον Μέσερ.
χ 63 Χαμάδις: χαμαί, εἰς γῆν. καὶ Χαμᾶζε, χαμαί.
χ 64 Χαμαί: ἐπὶ τῆς γῆς. καὶ παροιμία· Χαμαὶ ἀντλεῖν, ἐν ἴσῳ τῷ οὐδὲν ἐργάζεσθαι. οἷον καὶ τὸ πλίνθον πλύνειν. ἐπὶ τῶν ἀνηνύ‐ των λέγεται.
χ 65 Χαμαιευνάδες: χαμαὶ κοιμώμεναι. καὶ Χαμαιεύνης, ὁμοίως.
χ 66 Χαμαιεύρετος. χαμαιεύρετόν με εὗρε καὶ ἀνεθρέψατο.
χ 67 Χαμαίζηλοι: ταπεινοί· ἢ δίφριοι κοιλώδεις. τροχῶν αὐτοῖς κάτωθεν ὑποστρεφομένων χαμαιζήλων.
χ 68 Χαμαιζυμήτης ἄρτος.
χ 69 Χαμαιλέων. ζῷον, εἰς πάντα τὴν χροιὰν μετατρέπων πλὴν λευκοῦ.
χ 70 Χαμαίλεον: εἶδος βοτάνης. καὶ Χαμαίμηλον, εἶδος βοτάνης.
χ 71 Χαμαιπέτεια. καὶ Χαμαιπετής, χαμαὶ ἐρριμμένος.
χ 72 Χαμαιρρεπές: χαμαὶ ῥέπον.
χ 73 Χαμαιτυπεῖον: πορνεῖον. καὶ Χαμαιτύπη, ἡ πόρνη. ἀπὸ τοῦ χαμαὶ κειμένην ὀχεύεσθαι.
χ 74 Χαμεταιρίς.
χ 75 Χαμεύνης: ὁ χαμαὶ εὐναζόμενος. καὶ θηλυκὸν Χαμεύνη, τα‐ πεινὴ κλίνη. Ἀριστοφάνης· οὐδ’ ἂν χαμεύνῃ πάνυ γε κειρίαν γ’ ἔχων.
χ 76 Χαμῖτις: ὄνομα ἀμπέλου.
χ 77 Χαμόθεν: ἀπὸ τῆς γῆς.
χ 78 Χαμώς: θεὸς ἦν Τυρίων ἢ Ἀμμανιτῶν, ὥσπερ ἡ Ἀστάρτη θεὸς Σιδωνίων, οἷς ἐλάτρευσε Σολομῶν.
χ 79 Χαναάν: ὄνομα κύριον. καὶ ἐξ αὐτοῦ Χαναναῖοι. ὅτι Μωϋσῆς μʹ ἔτη συμφιλοσοφήσας τῷ λαῷ τελευτᾷ, διάδοχον καταλιπὼν Ἰησοῦν τὸν τοῦ Ναυῆ· ὅστις κατῴκισε τὸν Ἰσραὴλ ἐν γῇ, ᾗ ἐπηγγείλατο κύριος τῷ Ἀβραάμ· ἔστι δὲ ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου κυκλουμένη διὰ θαλάσσης καὶ ξηρᾶς· ἐκβαλὼν πάντας τοὺς βασιλεῖς καὶ δυνάστας τῶν ἐθνῶν· οἵτινες ὑπ’ αὐτοῦ διωκόμενοι διὰ τῆς παραλίου Αἰγύπτου τε καὶ Λιβύης κατέφυγον εἰς τὴν τῶν Ἄφρων χώραν, τῶν Αἰγυπτίων μὴ προσδεξαμένων αὐτούς, διὰ τὴν μνήμην τὴν προτέραν, ἣν ἔπαθον δι’ αὐτοὺς ἐν τῇ Ἐρυθρᾷ καταποντισθέντες θαλάσσῃ· καὶ προσφυγόντες τοῖς Ἄφροις, τὴν ἔρημον αὐτῶν ᾤκησαν χώραν, ἀναδεξάμενοι τὸ σχῆμα καὶ τὰ ἤθη, καὶ ἐν πλαξὶ λιθίναις ἀναγραψάμενοι τὴν αἰτίαν, δι’ ἣν ἀπὸ τῆς Χαναναίων γῆς ᾤκησαν τὴν Ἀφρικήν. καὶ εἰσὶ μέχρι νῦν αἱ τοιαῦται πλάκες ἐν τῇ Νουμιδίᾳ, περιέχουσαι οὕτως· ἡμεῖς ἐσμὲν Χαναναῖοι, οὓς ἐδίωξεν Ἰησοῦς ὁ λῃστής. καὶ θηλυκὸν Χαναναία. καὶ Χανανῖτις γῆ.
χ 80 Χανδόν: ἀθρόως, ἀπίστως, ἀπλήστως, χωρητικῶς. πίνειν χανδόν. ὁ δὲ Εὐτρόπιος καιροῦ καὶ τύχης ἀμέτρως τε καὶ χανδὸν ἀρυόμενος καὶ κατεμφορούμενος καὶ πολυπραγμονῶν, ὥστε οὐκ ἔλαθε πατὴρ παῖδα μισῶν ἢ ἀνὴρ γυναῖκα ἢ μήτηρ τέκνον· ἀλλ’ ἐξηκοντίζετο ἅπαντας πρὸς τὴν ἐκείνου γνώμην.
χ 81 Χάνοι: διασταίη.
χ 82 Χάονες: ἔθνος Ἠπειρωτικόν. Ἀριστοφάνης· ὁ πρωκτός ἐστιν αὐτόχρημ’ ἐν Χάοσιν. ἐπειδὴ καὶ εἰς μαλακίαν διεβάλλετο ὁ Γέρης. καὶ αὖθις Ἀριστοφάνης· τὸν Παφλαγόνα λαθεῖν οὐχ οἷόν τε. ἐφορᾷ γὰρ αὐτὸς πάντ’· ἔχει γὰρ τὸ σκέλος τὸ μὲν ἐν Πύλῳ, τὸ δ’ ἕτερον ἐν τῇ ἐκκλησίᾳ. ἐν Χάοσι δὲ παρὰ τὸ κεχηνέναι. Θρᾴκης δὲ ἔθνος οἱ Χάονες.
χ 83 Χάος: καὶ ὁ ἀήρ, παρ’ Ἀριστοφάνει ἐν Ὄρνισι· διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους τῶν μηρίων τὴν κνίσσαν οὐ διαφρή‐ σετε. καὶ Χάους ἀρχαιότερος καὶ Κρονίων, ἐπὶ τῶν πάνυ παλαιῶν. καὶ Ἴβυκος· ποτᾶται δ’ ἐν ἀλλοτρίῳ χάει. καὶ αὖθις· ὁ δὲ φλυαρεῖ καὶ μάτην ἡμῶν λῆρον καταχεῖ, τοῦ χάους ἀρχαιότερον καὶ Κρονίων ἀπόζοντα.
χ 84 Χάος· Ἀριστοφάνης· Χάος ἦν καὶ Νὺξ Ἔρεβός τε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς· γῆ δ’ οὐδ’ ἀὴρ οὐδ’ οὐρανὸς ἦν· Ἐρέβους δ’ ἐν ἀπείροισι κόλποις τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν· ἐξ οὗ περιτελλομέναις ὥραις ἔβλαστ’ Ἔρως ὁ ποθεινός, στίλβων νῶτον πτερύγαιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις. οὗτος δὲ Χάει πτερόεντι μιχθεὶς νυχίῳ κατὰ Τάρταρον εὐρὺν ἐνεόττευσε γένος ἡμέ‐ τερον καὶ πρῶτον ἀνήγαγεν εἰς φῶς. πρότερον δ’ οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως συνέμιξεν ἅπαντα· ξυμμιγνυμένων ἑτέρων ἑτέροις, ἐγένετο Οὐρανὸς Ὠκεανός τε καὶ Γῆ, πάντων τε θεῶν μακάρων γένος ἄφθιτον.
χ 85 Χαρά: ἡδονή, εὐφροσύνη, τέρψις. τινές φασι κατὰ τὸ ὑποκείμενον ταὐτὸν σημαινόμενον εἶναι. Πρόδικος δὲ ἐπειρᾶτο ἑκάστῳ τῶν ὀνο‐ μάτων τούτων ἴδιόν τι σημαινόμενον ὑποτάσσειν, ὥσπερ καὶ οἱ ἀπὸ τῆς Στοᾶς, χαρὰν μὲν λέγοντες εὔλογον ἔπαρσιν, ἡδονὴν δὲ ἔπαρσιν ἄλογον, τέρψιν δὲ τὴν διὰ θεωρίας ἡδονήν, εὐφροσύνην δὲ τὴν διὰ λόγων ἡδονήν· νομοθετούντων δέ ἐστι τοῦτο. τὸ μὲν γὰρ εἰπεῖν ἡδονὴν χαρὰν οὐχ ἁμάρτημα, ὥσπερ οὐδὲ τὸ τὴν μονάδα ἀδιαίρετον· οὐδὲ γὰρ τὸ τὴν χαρὰν χαρὰν εἰπεῖν ἢ τὴν μονάδα μονάδα· τὸ δὲ συμβεβηκέναι θάτερον θατέρῳ λέγειν ἄτοπόν τε καὶ ψεῦδος.
χ 86 Χαράδρα: διώρυξ πηλοῦ μεστή, ὄλεθρον, οὐχ ὕδωρ ἔχουσα. Ἀρι‐ στοφάνης· φωνὴν δ’ εἶχε χαράδρας ὄλεθρον τετοκυίας. ἐν Ἐπι‐ γράμμασι· ὁππότε μιν κνημούς τε κατὰ λασίους τε χαράδρας ἐξ ὀρέων ποταμοῦ φράσσατ’ ἐπ’ ἠϊόνων.
χ 87 Χαράδραι: αἱ διαιρέσεις, καὶ τὰ σχίσματα, καὶ χειμάρροι γῆς.
χ 88 Χαραδραῖος λέων: ὁ παρὰ ταῖς χαράδραις. εἰ μὴ τὸν Θεσπιακὸν λέγει, ὃν πρῶτον ἀνεῖλεν Ἡρακλῆς ἐν Θεσπιαῖς. Χαράδρα δὲ καλεῖται ὁ τόπος ἐκεῖνος.
χ 89 Χαραδρεῶνος.
χ 90 Χαραδριός: ὄρνεον, εἰς ὃν ἀποβλέψαντες, ὡς λόγος, οἱ ἰκτε‐ ριῶντες ῥᾷον ἀπαλλάττονται. ὅθεν καὶ κρύπτουσιν αὐτοὺς οἱ πι‐ πράσκοντες, ἵνα μὴ προῖκα ὠφελῶνται οἱ κάμνοντες. καὶ μὴν κα‐ λύπτει· μῶν χαραδριὸν περνᾷς; οὕτως Ἱππώναξ. καὶ παροιμία ἐντεῦθεν· Χαραδριὸν μιμούμενος, ἐπὶ τῶν ἀποκρυπτομένων. οὕτως Εὐφρόνιος. ἐπεὶ γὰρ τοὺς ἰκτεριῶντας ὠφελεῖ ὁ χαραδριὸς ὀφθείς, καὶ τοῦτον οἱ περνῶντες κρύπτουσιν, ἵνα μὴ πρὸ τοῦ ὠνή‐ σασθαί τις ἰαθῇ περιέργως. ἔστι δὲ εἶδος ὀρνέου, μεταβαλλόμενον εἰς τὰ προκείμενα. καὶ ἐπὶ μὲν τοῦ ὀρνέου ὀξύνεται, ἐπὶ δὲ τῆς χαρά‐ δρας βαρύνεται. ἐπεὶ καὶ αἱ χαράδραι τρόπον τινὰ διὰ τῶν ῥευμάτων μελῳδίαν ποιοῦσι. χαραδριὸν οὖν μιμούμενος, ἀντὶ τοῦ ἀποκρυπτό‐ μενος. οἱ δέ φασιν οὐ τοὺς ἰδόντας τὸν χαραδριόν, ἀλλὰ τοὺς φα‐ γόντας ἀπαλλάσσεσθαι τῆς νόσου.
χ 91 Χαραδροῦται: ὀρύσσεται, κοιλαίνεται.
χ 92 Χάρακα: χαράκωμα, περίφραγμα.
χ 93 Χαράκωμα: ὃ περιεβάλλοντό τινες στρατοπέδῳ ἐπὶ σωτηρίᾳ. ὡς Δημοσθένης. καὶ Μένανδρος· πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν.
χ 94 Χαρακτῆρες λόγων φραστικῶν ὑψηλός, ἰσχνός, μέσος. ὁ δὲ Θουκυδίδης τὸν ὑψηλὸν ἐζήλωσεν, ὡς πρόσφορον τῇ οἰκείᾳ φύσει.
χ 95 Χάραξ, Περγαμηνός, ἱερεὺς καὶ φιλόσοφος· ὡς εὗρον ἐν ἀρχαίῳ βιβλίῳ ἐπίγραμμα οὕτως ἔχον· εἰμὶ Χάραξ ἱερεὺς γεραρῆς ἀπὸ Περ‐ γάμου ἄκρης, ἔνθα ποτὲ πτολέμιξεν Ἀχιλλῆϊ πτολιπόρθῳ Τήλεφος, Ἡρακλῆος ἀμύμονος υἱὸς ἀμύμων. ἔστι δὲ τῶν μετὰ Αὔγουστον πολλῷ νεώτερος. μέμνηται γοῦν ἐν τῷ δευτέρου τῶν βιβλίων Αὐγούστου, ὡς πάλαι γενομένου καίσαρος, καὶ ἐν τῷ ἑβδόμῳ Νέρωνος καὶ τῶν μετ’ αὐτὸν βασιλευσάντων. ἔγραψεν Ἑλληνικῶν τε καὶ ... ἱστοριῶν βι‐ βλία μʹ.
χ 96 Χάραξ: ἀρσενικῶς τὸ στρατόπεδον. ὅτι οἱ Ἕλληνες τοῦτον ἡγοῦνται χάρακα ἄριστον, ὃς ἂν ἔχῃ πλείστας ἐκφύσεις καὶ μεγάλας πέριξ τοῦ πρέμνου· παρὰ δὲ Ῥωμαίοις δύο κεραίας ἢ τρεῖς ἔχουσιν οἱ χάρακες. Δημόστρατος Δημοποίητα· οἱ μὲν προσέφερον τὸν χάρακα πρὸς τὴν ἄκραν. θηλυκῶς δέ, ὁ τῆς ἀμπέλου. ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.
χ 97 Χάραξ τὴν ἄμπελον: ὅταν ὑπὸ τοῦ σῴζοντος τὸ σῳζόμενον πάθῃ.
χ 98 Χάραξιν: ὀξέσι ξύλοις, ἢ καλάμοις, ἢ ἀκανθώδεσι φυτοῖς.
χ 99 Χάραξος: ὁ Σαπφοῦς ἀδελφός.
χ 100 Χάρεια.
χ 101 Χάρητος ὑποσχέσεις: Χάρης στρατηγὸς Ἀθηναίων εὐχερής τε καὶ ἑτοιμότατος πρὸς τὰς ὑποσχέσεις λέγεται γεγονέναι. ὅθεν ἡ παρ‐ οιμία τάττεται ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων.
χ 102 Χαρίδημος: ὄνομα κύριον.
χ 103 Χάριεν: οἱ Ἀττικοὶ πρὸ δύο ἀναπέμπουσι, τὸ δὲ πρὸ μιᾶς κοινόν. Ἀριστοφάνης Πλούτῳ· εἴ τί γ’ ἔνεστι λαμπρὸν καὶ καλὸν ἢ χάριεν ἀνθρώποισι, διὰ σὲ γίνεται.
χ 104 Χάριεν: προπαροξυτόνως ἀντὶ τοῦ χαριέντως. χαρίεν δὲ παρ‐ οξυτόνως ἐπὶ τοῦ ἐπιχαροῦς. καὶ Χαριέντως.
χ 105 Χαριεντίζεις καὶ καταπαίζεις ἡμῶν καὶ βωμολοχεύῃ. Δαμάσκιος· κινδυνεύομεν εἰς αὐτὰ ἐμπεπτωκέναι τὰ τῶν χαριέντων σκώμματα.
χ 106 Χαριεντιζόμενοι: εὐτραπελευόμενοι, σκώπτοντες. ὡς Ἀριστο‐ φάνης.
χ 107 Χαριεργός: ἡ κεχαριτωμένα ἐργαζομένη. ἃ δὴ χαριεργᾷ Ἀθάνᾳ ἐκ τέχνας θήκατο παυόμενος.
χ 108 Χαριεστέρους: ἐνδοξοτέρους, εὐπρεπεστέρους. Εὐνάπιος· ὁ δὲ Προκόπιος τοὺς χαριεστέρους ἀναλαβὼν ἐπὶ τὸν βασιλέα Οὐάλεντα διὰ Φρυγίας συνήπτετο.
χ 109 Χαριέττων: ὄνομα κύριον.
χ 110 Χαρίζεσθαι: κοινῶς μὲν ὡς οἱ πολλοί, ἰδίως δὲ ἐπὶ ἀφροδισίων, ἢ ὑπὸ τοῦ ἐν λόγῳ ὑποκατακλίνεσθαι. εἴτε σοι δεῖ χαρίζεσθαι. καὶ πάλιν· ἵνα σοι χαρίσωμαι. καὶ Χαριζόμενοι, χάριν τιθέμενοι. οἱ δὲ τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμον, ἀχαρίστῳ νοσήματι τῷ θυμῷ χαριζόμενοι.
χ 111 Χαρίζομαι· δοτικῇ.
χ 112 Χαρίκλεια: ὄνομα κύριον.
χ 113 Χαρικλῆς: εἷς τῶν λʹ.
χ 114 Χάριν: τέρψιν.
χ 115 Χαρινάδης: ὄνομα κύριον. οὗτος νωθὴς ἦν. καὶ παροιμία· κρείττων ἐστί σου Χαρινάδης βαδίζειν. ἐπὶ τῶν βραδυνόντων ἐν τῇ πορείᾳ.
χ 116 Χαριξένη: εὐήθης καὶ μωρὰ ἡ Χαριξένη, ἑταίρα. Ἀριστοφάνης· οὐ γὰρ τἀπὶ Χαριξένης τάδε γ’ ἐστί.
χ 117 Χαρίωνος: ὄνομα κύριον.
χ 118 Χάρις· χάρις χάριν γάρ ἐστιν ἡ τίκτους’ ἀεί. τουτέστιν ἡ φύουσα τὴν χάριν χάρις ἐστὶ προϋπάρξασα.
χ 119 Χαρίσασθαι: ἀντὶ τοῦ κατορθῶσαι. ὀλίγοις χαρίσασθαι. παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσι.
χ 120 Χάρισι καὶ Ἀφροδίτῃ ξύντροφος ἡ διαλλαγή: τουτέστιν ἡ εἰρήνη. διότι οἱ γάμοι καὶ αἱ ἑορταὶ ἐν καιρῷ τῆς εἰρήνης ἄγονται.
χ 121 Χαρίσιον: χαριστήριον. ταῦτα ἀναγεγράφθω μοι, χαρίσια ὀλίγα ἀντὶ πολλῶν ἀποδιδόντι. καὶ Χαρίσιοι, πλακοῦντος εἶδος. Ἀριστοφάνης Δαιταλεῦσι· πέμψω παλλακαῖς ἑσπέρας χαρισίους.
χ 122 Χαριστίωνος: ὄνομα κύριον.
χ 123 Χάριτας: τιμάς, εὐεργεσίας. ὁ δὲ στέλλει Θεόδωρον, ὁμολογή‐ σοντα χάριτας, ἀνθ’ ὧν τὸν μέγιστον Ῥωμαίων πρεσβευτὴν ἐτίμησεν ἐς τὰ μάλιστα. καὶ παροιμία· Αἱ Χάριτες γυμναί· ἤτοι ὅτι δεῖ ἀφελῶς καὶ ἀφανέρως χαρίζεσθαι· ἢ ὅτι αἱ Χάριτες τὸν ἑαυτῶν κόσμον ἀφῄρηνται. τρεῖς δὲ αἱ Χάριτες, Πειθώ, Ἀγλαΐα καὶ Εὐφρόνη.
χ 124 Χάριτας γυμνὰς ἱστοροῦσι, διότι δωρεὰν δεῖ χάριτας τίθεσθαι.
χ 125 Χαριτένης: ὄνομα κύριον.
χ 126 Χαριτία: ἡ χαρμονή.
χ 127 Χαρίτων θρύμμα: καλλώπισμα.
χ 128 Χαρίτων καὶ Μελάνιππος· ζήτει ἐν τῷ Ἀντέρως.
χ 129 Χαρίτων: ὄνομα κύριον.
χ 130 Χάρμα: χαρά, ἡδονή. Πολύβιος· τὸν δὲ ἅμα χάρμα καὶ ἄλγος ἔλαβε φρένας.
χ 131 Χάρμη: μάχη.
χ 132 Χάρμος· ὅτι Χάρμος ὁ Συρακούσιος εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρα‐ τιθεμένων στιχίδια καὶ παροιμίας ἔλεγε. Κλέαρχος δὲ ὁ Σολεὺς Δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι Ὀψολογίαν, Χρύσιππος Γαστρονομίαν, ἄλλοι Ἡδυπάθειαν.
χ 133 Χαροπός: περιχαρής, εὐόφθαλμος.
χ 134 Χάροψ: Χάροπος κλίνεται.
χ 135 Χάρων: ὁ θάνατος. καὶ πορθμευτικαὶ παρὰ Χάρωνος πεύσεις καὶ κηρύγματα· τίς εἰς ἀναπαύλας ἐκ κακῶν (πόνων) καὶ πραγμάτων; τίς εἰς τὸ Λήθης πεδίον; χωρίον διατετύπωκεν ἐν ᾅδου οὕτω λεγόμενον· ὡς καὶ τὸν Αὐαίνου λίθον. τίς εἰς ὄνου πόκας; οὕτω λέγουσι τὸ ἄχρηστον· οὐδὲ γὰρ τοῦ ὄνου πόκαι χρησιμεύουσι. λέγεται δὲ καὶ ἡ παροιμία ἐπὶ τῶν ἀνηνύτων, ἐν ᾧ τρόπῳ φαμὲν χύτραν ποικίλλεις· ἀνήνυτα δὲ καὶ τὰ ἐν ᾅδου. διὰ τοῦτο οὖν ὄνου πόκας ἀνεπλάσατο ποιητικῶς.
χ 136 Χάρων, Λαμψακηνός, υἱὸς Πυθοκλέους, γενόμενος κατὰ τὸν πρῶτον Δαρεῖον, οθʹ ὀλυμπιάδι· μᾶλλον δὲ ἦν ἐπὶ τῶν Περσικῶν, κατὰ τὴν οεʹ ὀλυμπιάδα· ἱστορικός. ἔγραψεν Αἰθιοπικά, Περσικὰ ἐν βιβλίοις βʹ, Ἑλληνικὰ ἐν βιβλίοις δʹ, Περὶ Λαμψάκου βʹ, Λιβυκά, Ὥρους Λαμψακηνῶν ἐν βιβλίοις δʹ, Πρυτάνεις ἢ ἄρχοντας τοὺς τῶν Λακε‐ δαιμονίων· ἔστι δὲ χρονικά· Κτίσεις πόλεων ἐν βιβλίοις βʹ, Κρητικὰ ἐν βιβλίοις γʹ· λέγει δὲ καὶ τοὺς ὑπὸ Μίνωος τεθέντας νόμους· Περίπλουν τῶν ἐκτὸς τῶν Ἡρακλέους στηλῶν.
χ 137 Χάρων, Καρχηδόνιος, ἱστορικός. ἔγραψε Τυράννους ὅσοι ἐν τῇ Εὐρώπῃ καὶ Ἀσίᾳ γεγόνασι, Βίους ἐνδόξων ἀνδρῶν ἐν βιβλίοις δʹ, Βίους γυναικῶν ὁμοίως ἐν τέσσαρσιν.
χ 138 Χάρων, Ναυκρατίτης, ἱστορικός. Ἱερεῖς τοὺς ἐν Ἀλεξανδρείᾳ καὶ τοὺς ἐν Αἰγύπτῳ καὶ τὰ ἐπὶ ἑκάστου πραχθέντα, Βασιλεῖς τοὺς ἐκ παλαιοῦ γεγονότας ἐν ἑκάστῳ ἔθνει καὶ ... Ναυκράτεως, καὶ ἄλλα τινὰ περὶ Αἰγύπτου.
χ 139 Χαρώνδας: ὄνομα κύριον.
χ 140 Χαρώνειος θύρα: μία τοῦ νομοφυλακίου θύρα, δι’ ἧς οἱ κατάδικοι τὴν ἐπὶ θάνατον ἐξάγονται. καὶ Ἀριστοφάνης ἐν Πλούτῳ· ὁ δὲ Χάρων σοι τὸ ξύμβολον δίδωσιν. ἀντὶ τοῦ μέλλεις ἀποθανεῖν.
χ 141 Χαρτά: χαρᾶς ἄξια. σύμβολον φρονήσεως, τὸ διακριτικὸν τῶν χαρτῶν καὶ λυπηρῶν.
χ 142 Χαρτόν· Σοφοκλῆς· χαίρειν δὲ τὸν κήρυκα προὐννέπω, χρόνῳ πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.
χ 143 Χαρτοφυλάκιον: τὰ παρὰ τὸ φυλάσσω ἅπαντα διὰ τοῦ ι γράφεται καὶ προπαροξύνεται· οἷον χαρτοφυλάκιον, σκευοφυλάκιον καὶ τὰ τούτοις ὅμοια· πλὴν τοῦ σιτοφυλακεῖον καὶ νομοφυλακεῖον.
χ 144 Χάρυβδις: ἡ ἀναπινομένη θάλασσα περὶ τὰ Γάδειρα καὶ πάλιν ῥαγδαιοτέρως ἐπαναστρέφουσα. εἴρηται δὲ πᾶν τὸ εἰς χάος καὶ ὄλεθρον κατάγον. Πρίσκος δὲ λέγει περὶ Χαρύβδεως· παραπλέουσι δὲ τὴν Σικελίαν πρὸς τῇ Μεσσήνῃ κατὰ τὸν πορθμὸν τῆς Ἰταλίας, ἐν ᾧπερ ἡ Χάρυβδις, πνευμάτων ἐπιλαβόντων δυσαῶν, αὐτοῖς ἀνδράσι κατέ‐ δυσαν. ὅτι Χάρυβδις καὶ Σκύλλα, ἐν στενῷ τόπῳ κειμένη, ὑπο‐ δέχεται τὰ τοῦ ὠκεανοῦ ῥεύματα καὶ τοὺς παραπλέοντας βυθίζει. ἐκεῖσε Ὀδυσσεὺς πάντας τοὺς ἑταίρους μετὰ τῶν πλοίων ἀποβαλὼν αὐτὸς μόνος περικαθίσας σανίδι ἐν τοῖς ῥεύμασι τῆς θαλάσσης ἐφέρετο· τοῦτον γὰρ ἑωρακότες τινὲς Φοίνικες ἐν τοῖς ὕδασι πλέοντα, ἀναλα‐ βόντες ἤγαγον ἐν Κρήτῃ πρὸς Ἰδομενέα γυμνόν. τοῦτον ἐξενοδόχησε τῇ ὥρᾳ τοῦ χειμῶνος καὶ ἀπέπεμψεν εἰς Φαιακίαν, τὴν νῦν λεγο‐ μένην Κέρκυραν· οἱ δὲ πέμπουσιν αὐτὸν σὺν δυσὶ ναυσὶ καὶ ἑταίροις.
χ 145 Χασσάμενος: ἀναχωρήσας. Ὅμηρος· ὁ δὲ χασσάμενος πελε‐ μίχθη. τὰ ἐμπησσόμενα τῇ ἀσπίδι δόρατα ἀναχωροῦντες διετίνασσον, ἵνα σκεδασθῇ.
χ 146 Χασμᾷ: μετεωροφρονεῖς, περὶ ἄλλα τὴν διάνοιαν ἔχεις. καὶ Χασκάζεις· Ἀριστοφάνης· σὺ δὲ χασκάζεις τὸν κωλακρέτην. καί, Χασμήσῃ σύ.
χ 147 Χάσμασιν· οἱ δὲ Πάρθοι τὰς κεφαλὰς τῶν θηρίων ἁρμόσαντες τοῖς κράνεσιν ἐχρῶντο τοῖς τῶν θηρίων χάσμασι.
χ 148 Χαυλιόδων: κεχαλασμένους ἔχων τοὺς ὀδόντας ἐξέχοντας. καὶ Ζῷα χαυλιόδοντα, τὰ φαίνοντα ἔξω τοὺς ὀδόντας, οἷον ἀσπάλαξ, ἐλέφας, καὶ εἴ τι ἄλλο.
χ 149 Χαῦνον: ὑψηλόν· ἢ πλατὺ καὶ μέγα· τὰ γὰρ χαῦνα εἰς πλάτος ἁπλοῦται. Ἀριστοφάνης Ὄρνισιν· ἐκ τῶν μετεώρων χωρίων χαῦνόν τι πάνυ.
χ 150 Χαυνοπολίτας: κεχαυνωμένους περὶ τὴν πολιτείαν, ἢ τὴν πόλιν.
χ 151 Χαύνωσιν: τουτέστι λύσιν τῶν δικῶν. πῶς ἂν μάθοι πόθ’ οὗτος ἀπόφευξιν δίκης ἢ κλῆσιν ἢ χαύνωσιν ἀναπειστηρίαν; κλῆσιν τουτέστιν μαρτυρίαν, χαύνωσιν λύσιν τῶν δικῶν, ἀναπειστηρίαν οἷον ἀπάτην καὶ διακένῳ ῥήματι ἀναπείθουσαν τοὺς ἀκούοντας, παρὰ τὸ πείθειν τὴν δίκην.
χ 152 Χαυῶνας: ἄρτους ἐλαίῳ ἀναφυραθέντας κριθίνους· ἢ λάχανα ὀπτά.
χ 153 Χαιός: ἡ ῥάβδος.
χ 154 Χαιρέας: ὄνομα κύριον.
χ 155 Χαιρέκακος.
χ 156 Χαιρέτω ληρῶν: ἐρυθριάτω φλυαρῶν. καὶ Χαίρειν, οἰμώζειν, στενάζειν.
χ 157 Χαῖρε φίλον φῶς: γυναῖκα βουλομένην ἀκολασταίνειν σβέσα‐ σαν τὴν λύχνον, φασὶ τοῦτο εἰπεῖν. οἱ δὲ αἰσχράν, ἄλλοι γραῦν.
χ 158 Χαιρεφῶν: Ἀθηναῖος, τῶν δήμων Σφήττιος, φιλόσοφος, Σω‐ κράτους ἀκουστής.
χ 159 Χαιρεφῶν: τῶν ἄγαν γνωρίμων Σωκράτους ὁ Χαιρεφῶν. οὐδὲν δὲ αὐτοῦ δοκεῖ σῴζεσθαι τῶν συγγραμμάτων. δοκεῖ γὰρ γενέσθαι πάνυ θερμὸς καὶ σφόδρα ἐχθρεῦσαι τἀδελφῷ. καί φησι Ξενοφῶν τὸν Σωκράτην συνάγοντα αὐτοὺς λέγειν, ὡς οὐδὲν ὀφθαλμῶν ὄφελος εἴη, εἰ μὴ συμφωνοῖεν, οὐδὲ χειρῶν οὐδὲ ποδῶν. δήμου δὲ ἦν ὁ Χαιρε‐ φῶν Σφήττιος.
χ 160 Χαιρεφῶν: ἐπὶ τῶν ὠχρῶν καὶ ἰσχνῶν. καὶ παροιμία· οὐδὲν διοίσεις Χαιρεφῶντος. ἅτε σοφίᾳ συντετηκώς. ὅθεν καὶ Νυκτερὶς ἐκαλεῖτο.
χ 161 Χαίρειν: οἰμώζειν, στενάζειν.
χ 162 Χαίρειν: τοῦτο ἐστὶ προσαγόρευσις ἀπαλλασσομένων ἢ καὶ προσερχομένων· ἐτίθετο δὲ κατ’ ἀρχὰς τῶν ἐπιστολῶν. Χαίρειν, πρόσρημα. ὀψὲ ταῖς ἐπιστολαῖς προστεθῆναί τινες νομίζουσιν· ἁπλῶς δ’ οὕτως ἀλλήλοις ἐπιστέλλειν, οἷον Ἄμασις Πολυκράτει τάδε λέγει. πρῶτον δὲ Κλέωνα φησὶν Εὔβουλος ὁ κωμικὸς οὕτως ἐπιστεῖλαι τοῖς Ἀθηναίοις ἀπὸ Σφακτηρίας, ἐφ’ ᾧ καὶ ὑπερησθῆναι· ἀγνοῶν, ὅτι καὶ οἱ παλαιοὶ ἐχρῶντο καὶ προσηγόρευον οὕτως ἀλλήλους, οὐ μόνον τὸ πρῶτον ἐντυγχάνοντες, ὡς ἡμεῖς, ἀλλὰ καὶ διαλυόμενοι ἀπ’ ἀλλήλων, ἀντὶ τοῦ ὑγιαίνειν καὶ ἐρρῶσθαι, χαίρειν διεκελεύοντο ἀλλήλοις.
χ 163 Χαίρειν· ὥσπερ οἱ ὄρνιθες, ἃ μανθάνουσι παρὰ τῶν ἀνθρώ‐ πων. τὸ χαῖρε καὶ τὸ εὖ πράττοις καὶ τὸ Ζεὺς ἵλεως καὶ τὰ τοι‐ αῦτα οἱ ὄρνιθες εὔχονται, οὔτε εἰδότες ὅ τι λέγουσιν, οὔτε διακείμενοι πρὸς τοὺς ἀνθρώπους, ἀλλὰ ἐρρυθμισμένοι τὴν γλῶτταν.
χ 164 Χαίρειν: ἀρχαῖον ἔθος τὸ ἐπιστολαῖς προστιθέναι τὸ χαίρειν. οἱ δὲ λέγοντες Κλέωνα πρῶτον χρήσασθαι τούτῳ, ψεύδονται.
χ 165 Χαίρειν, εὖ πράττειν, πολλὰ φρονεῖν: προσρήματα. οἱ δὲ Χαίρειν, οἰμώζειν, στενάζειν.
χ 166 Χαίρειν: οὕτως ἐπέγραφε Κλέων, ὁ δὲ Πλάτων εὖ πράττειν, ὁ δὲ Ἐπίκουρος εὖ διάγειν.
χ 167 Χαίρειν εἰπών: ἀντὶ τοῦ καταλιπών. ὁ δὲ δι’ ἄλλης ὁδοῦ παρεγένετο, τῇ Μισσιανῇ χαίρειν εἰπών.
χ 168 Χαίρειν, ἤν τε βούλησθ’, ἤν τε μή: ἀντὶ τοῦ παντὶ τρόπῳ. Ἀριστοφάνης Πλούτῳ. Χαίρειν φράσαντες, ἀποταξάμενοι κατα‐ γνόντες. Ἀριστοφάνης Πλούτῳ· χαίρειν μὲν ὑμᾶς ἐστιν, ὦ ἄνδρες δημόται, ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν.
χ 169 Χαιρηδόνος: χαρᾶς. τῷ τόνῳ δὲ ὡς ἀλγηδόνος· ὡς γὰρ ἀπὸ τοῦ ἀλγῶ ἀλγήσω μέλλοντος ἀλγηδών, ἀλγηδόνος, οὕτω καὶ ἀπὸ τοῦ χαιρήσω χαιρηδών, χαιρηδόνος.
χ 170 Χαιρήμων, κωμικός. τῶν δραμάτων αὐτοῦ ἐστι ταῦτα· Τραυ‐ ματίας, ὡς Ἀθήναιός φησιν, καὶ Οἰνεὺς καὶ Ἀλφεσίβοια καὶ Κένταυρος καὶ Διόνυσος καὶ Ὀδυσσεὺς καὶ Θυέστης καὶ Μινύαι. καὶ ἕτερος Χαι‐ ρήμων, γράψας Ἱερογλυφικά.
χ 171 Χαιριδεῖς: ἀπὸ τοῦ Χαίριδος πεπαιδευμένοι. ἢ μελετῶντες. Χαῖρις δὲ αὐλητὴς Θηβαῖος ἄμουσος. οὕτω δὲ λέγουσιν Ἀττικοὶ ἀπὸ τοῦ Χαίριδος Χαιριδεῖς καὶ ἀπὸ τῆς περιστερᾶς περιστεριδεῖς. οὗτος δὲ ηὔλει ἐν ταῖς θυσίαις. ἦν δὲ κιθαρῳδός. Ἀριστοφάνης· ἢν Χαῖρις ὑμᾶς ἴδῃ, πρόσεισιν, αὐλήσων ἄκλητος. καὶ παροιμία· Χαῖρις ᾄδων ὄρθιον· ὄρθιος δὲ αὐλητικὸς νόμος, οὕτω καλούμενος οἷον εὔτονος καὶ ἀνάτασιν ἔχων. καὶ Ὅμηρος· ἔνθα στᾶς’ ἤϋσε θεὰ μέγα τε δεινόν τε ὄρθι’ Ἀχαιοῖσι.
χ 172 Χαῖρις: κιθαρῳδός. μνημονεύει δὲ αὐτοῦ καὶ Φερεκράτης ἐν Ἀγροῖς· φέρ’ ἴδω, κιθαρῳδὸς τίς κάκιστος ἐγένετο; Πεισουμελὴς μετὰ Μέλητος ἦν. ἔχ’ ἀτρέμας. ἐγ’ᾦδα. Χαῖρίς ἐστι. καὶ ἕτερος, οὗ μνημονεύει Κρατῖνος ἐν Νεμέσει.
χ 173 Χαίρομαι· ὅτι Δάτις ὁ Πέρσης ἐπιτηδευόμενος ἑλληνίζειν, ἀντὶ τοῦ εἰπεῖν χαίρω χαίρομαι εἶπε. καί ἐστι Δατισμός.
χ 174 Χαίρω· δοτικῇ. τὸ εὐφραίνομαι. καί, Χαίρω σε ἐληλυθότα. Ὠρωπικοὶ οὕτως λέγουσιν. Εὐριπίδης Σισύφῳ· χαίρω γέ σε ὦ, βέλ‐ τιστε Ἀλκμήνης τέκος, ..... τόν τε μιαρὸν ἐξολωλότα. καὶ Χαι‐ ρούμενος.
χ 175 Χαίρων, Λακεδαιμόνιος, ὃς ἐπρέσβευσεν εἰς τὴν Ῥώμην, ἄνθρω‐ πος ἀγχίνους μὲν καὶ πρακτικός, νέος δὲ καὶ ταπεινὸς καὶ δημοτικῆς ἀγωγῆς τετευχώς. οὗτος ὀχλαγωγῶν καὶ κινήσας, ὃ μηθεὶς ἕτερος ἐθάρρει, ταχέως περιεποιήσατο φαντασίαν παρὰ τοῖς πολλοῖς. καὶ τὸ μὲν πρῶτον ἀφελόμενος τὴν χώραν, ἣν οἱ τύραννοι συνεχώρησαν ταῖς ὑπολειφθείσαις τῶν τυράννων ἀδελφαῖς καὶ γυναιξὶ καὶ μητράσι καὶ τέκνοις, ταύτην διέδωκε τοῖς λεπτοῖς εἰκῆ καὶ ἀνίσως κατὰ τὴν ἰδίαν ἐξουσίαν. μετὰ δὲ ταῦτα τοῖς κοινοῖς ὡς ἰδίοις χρώμενος ἐξεδαπάνα τὰς προσόδους, οὐ νόμου στοχαζόμενος, οὐ κοινοῦ δόγματος, οὐκ ἄρ‐ χοντος. ἐφ’ οἷς ἀγανακτήσαντες κατεστάθησαν δοκιμαστῆρες τῶν κοινῶν κατὰ τοὺς νόμους. ὁ δὲ Χαίρων θεωρῶν τὸ γινόμενον καὶ συνειδὼς αὑτῷ κακῶς κεχειρικότι τὰ τῆς πόλεως, τὸν ἐπιφανέστατον τῶν δοκιμαστήρων Ἀπολλωνίδην, ἀποπορευόμενον ἡμέρας ἐκ βαλα‐ νείου ἐξεκέντησε. τοῦ δὲ πλήθους ἀγανακτήσαντος ἐπὶ τοῖς γεγονόσιν, ὁ στρατηγὸς παραγενόμενος εἰς Λακεδαίμονα τὸν Χαίρωνα παρήγαγεν εἰς κρίσιν ὑπὲρ τοῦ φόνου τοῦ κατὰ τὸν Ἀπολλωνίδην καὶ κατα‐ κρίνας ἐποίησε δέσμιον τούς τε λοιποὺς δοκιμαστῆρας παρώξυνε πρὸς τὸ ποιεῖσθαι τὴν ζήτησιν τῶν δημοσίων ἀληθινήν, φροντίσαι δὲ καὶ περὶ τοῦ κομίσασθαι τὰς οὐσίας τοὺς τῶν φυγάδων ἀναγκαίους πάλιν, ἃς ὁ Χαίρων αὐτῶν ἀφείλετο βραχεῖ χρόνῳ πρότερον.
χ 176 Χαιρώνεια: πόλις· καὶ Χαιρωνειάτης ὁ πολίτης· καὶ Χαι‐ ρωνεύς, Χαιρωνέως.
χ 177 Χαιρωνικόν.
χ 178 Χαίρωνος: ὄνομα κύριον.
χ 179 Χαῖται: αἱ τρίχες, αἱ κόμαι.
χ 180 Χαιτήεις ἵππος: ὁ χαίτην τρέφων.
χ 181 Χέδροπας: ὄσπρια. καὶ ἑνικῶς χέδροψ, τὸ ὄσπριον. οὕτως Θουκυδίδης.
χ 182 Χεζητιῶν: βουλόμενος χέσαι. Ἀριστοφάνης· εἴτε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν, οὐκ ἂν ἐξίδισεν εἰς θοιμάτιον, ἀλλ’ ἀνέπτατο κἀποπαρδὼν κἀναπνεύσας, αὖθις κατέπτατο. ἀντὶ τοῦ ἀπε‐ πάτησε. δοκεῖ ὁ Πατροκλείδης πολιτικὸς εἶναι καὶ λόγιος, ἄλλως δὲ κατασχημονῶν τῶν στρωμάτων· διὸ καὶ Χεσᾶς ἐλέγετο. καὶ αὖθις Ἀριστοφάνης· Ἀντισθένη τις καλεσάτω πάσῃ τέχνῃ· οὗτος γὰρ ἀνὴρ ἕνεκά γε στεναγμάτων οἶδε τί πρωκτὸς βούλεται χεζητιῶν. οὗτος ὁ Ἀντισθένης ἰατρὸς ἦν θηλυδρίας. ἀπηλλάγη μὲν πολυχέσου νοσήματος.
χ 183 Χέζομεν: ζημιούμεθα. Ἀριστοφάνης· ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι ὑπὸ τοῦ γέροντος ὀκταπλασίονα χέζομεν. ἀντὶ τοῦ πολλαπλάσιον. τὸ δὲ νοούμενον, ὅτι μικροῖς λήμμασιν ὁ Κλέων τῆς πόλεως προδίδωσι τὰ πράγματα.
χ 184 Χεθέντος: πλατυνθέντος.
χ 185 Χελιδόνας: ἰχθὺς ποιός. λέγεται Χελιδὼν καὶ τῶν γυναι‐ κῶν τὸ μόριον· καὶ τὸ κοῖλον τῶν ἵππων τῆς ὁπλῆς· ἔνιοι καὶ τῶν κυνῶν τὸ αὐτὸ μέρος· καὶ νόμισμα δὲ ἀργυροῦν Πελοποννησιακόν. καλεῖσθαι δὲ χελιδόνα καὶ τοῦ ἀνθρώπου τὸ ἄνωθεν τοῦ ἀγκῶνος, τὸ κατὰ τὰς καμπάς. λέγεται δὲ Χελιδὼν καὶ ἡ ναῦς ἡ τοὺς εἰς Μασσα‐ λίαν διακομίσασα. καὶ χρησμολόγος δέ τις τῶν πάλαι. καὶ ὁ Κλεο‐ πάτρας κίναιδος.
χ 186 Χελιδόνιον μέλος: τῆς χελιδόνος. ἔστι δὲ αὐτῆς ἡ φωνὴ οὐ θρῆνος, ἀλλ’ ᾆσμα ἐνδοτικὸν καὶ κελευστικὸν πρὸς ἔργα. διὰ τοῦτο χειμῶνος οὔτε ἵπταται οὔτε φθέγγεται.
χ 187 Χελιδόνων μουσεῖα: ἐπὶ τῶν βάρβαρα καὶ ἀσύνετα ποιούν‐ των. καὶ γὰρ ἡ χελιδὼν ἐπὶ τῶν βαρβάρων· ἐπιφέρει γὰρ Θρηικίη χελιδών. καὶ ἐν τοῖς ἑξῆς· οὗ περιβρέμεται Θρηικία χελιδών. καὶ Εὐριπίδης· πολὺς δ’ ἀνεῖρπε κισσός, εὐφυὴς κλάδος, χελιδόνων μουσεῖον.
χ 188 Χελιδόνων φάρμακον: παρὰ Ἱππώνακτι τὸ φίλτρον τὸ δια‐ γινόμενον, ἐπειδὰν χελιδόνα πρῶτόν τις ἴδῃ.
χ 189 Χελώνας· τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος. διὰ τὸ κέντρον τῶν σφηκῶν.
χ 190 Χελώνη: τὸ χερσαῖον ζῷον, ἡ ὀστρακόνωτος· καὶ τὸ θαλάσσιον· καὶ παρατάξεως ὄνομα· καὶ εἶδος πολεμιστήριον, ἐξ οὗ καὶ χελῶναι χωστρίδες, πολιορκητικὸν μηχάνημα, καὶ κριοί. ζηλοτυποῦσαι αἱ Θετταλαὶ γυναῖκες τὴν Λαΐδα τὴν ἑταιρίδα ξυλίναις χελώναις ἐφόνευσαν τύπτουσαι ἐν τῷ ἱερῷ τῆς Ἀφροδίτης, πανηγύρεως οὔσης. ὕστερον δὲ ἱερὸν ἐποίησαν ἀνοσίας Ἀφροδίτης, ἐπειδὴ αἱ γυναῖκες ἐν τῷ ἱερῷ ἀνόσιον τετολμήκασι φόνον.
χ 191 Χελώνη μυιῶν: ἐπὶ τῶν ἀφροντιστούντων τινός. καὶ Χε‐ λώνῃ· τὴν παρρησίαν τὴν σὴν οἴει τεττάρων εἶναι ὀβολῶν, τὸ λεγό‐ μενον. οὐκ οἶσθα, ὅτι καὶ Θερσίτης ἐν τοῖς Ἕλλησιν ἐπαρρησιάζετο· τῷ δὲ Ἀγαμέμνονι τῆς Θερσίτου παρρησίας ἔλαττον ἔμελεν ἢ χελώνῃ μυιῶν, τὸ τῆς παροιμίας. ὅτι χελώνης ἐπιρριφείσης Αἰσχύλῳ τῷ Ἀθη‐ ναίῳ ὑπὸ ἀετοῦ φέροντος κατὰ τῆς κεφαλῆς, ἀπώλετο, ἐτῶν νηʹ γενόμενος.
χ 192 Χελώνης κρέα φαγεῖν· ζήτει ἐν τῷ ἢ δεῖ χελώνης κρέα φαγεῖν.
χ 193 Χελωνίδος: τοῦ οὐδοῦ τῆς θύρας.
χ 194 Χελύνη: τὸ ἄνω χεῖλος. εἰς τὴν ὑπερῴαν χελύνην ὀϊστὸς Μηδικὸς ἐνερρίζωτο. καὶ αὖθις· στὰς ἀνὴρ παρ’ ἄνδρ’, ὑπ’ ὀργῆς τὴν χελύνην ἐσθίων.
χ 195 Χέλυς: κιθάρα. καὶ ἡ Χελώνη, ἡ ὀστρακόνωτος.
χ 196 Χέμετλα: ὡς χέρνιβα.
χ 197 Χέω· αἰτιατικῇ.
χ 198 Χεράδος: ἡ μετὰ ὀστράκων, λίθων ὕλη.
χ 199 Χερεκράτης καὶ Χερώνδας διὰ τοῦ ε ψιλοῦ.
χ 200 Χέρρεως: φρούριόν τι. ἀπὸ γὰρ τοῦ ἐρύματος Χέρρεως διὰ μιᾶς ἐφοίτα ἐς τὴν Ἀντιόχειαν τῇ ὠκύτητι τῶν ποδῶν ὁ Ἴνδακος.
χ 201 Χερείων: χείριστος.
χ 202 Χέρρη: ὄνομα πόλεως.
χ 203 Χέρηες.
χ 204 Χέρης, Χέρητος: ὄνομα κύριον.
χ 205 Χεριφυρέα: Φοῖβε, δέξαι πλωτήρων μάζης χεριφυρέα δαῖτα. ἐν Ἐπιγράμμασιν.
χ 206 Χερμαδίῳ: χειροπληθεῖ λίθῳ. οὐδέ σε χερμαδίων ὦσε κτύ‐ πος, οὐ νέφος ἰῶν. καὶ Χερμάδος, λίθου πληροῦντος τὴν χεῖρα. οἱ δὲ ἀπὸ τοῦ τείχους πλῆθος χερμάδων καὶ βελῶν παντοίων κατέχεαν.
χ 207 Χερμαστήρ: ἡ σφενδόνη. ῥινοῦ χερμαστῆρος ἐΰστροφα κῶλα τιταίνων.
χ 208 Χερνῆτις: χήρα, ἡ ἀπὸ χειρῶν ζῶσα, χειρόβιος. ὁ δὲ ὑπὸ τῷ κνέφα σὺν τοῖς χερνήταις τοῖς ἐπὶ τοὺς ἀγροὺς ἰοῦσιν ὑπεξῆλθε. καὶ Χερνήτης, ὁ πένης, ἀρσενικῶς. ἐν Ἐπιγράμμασιν· οἷς ἔσχον χερνῆτα βίον δηναιόν, Ἀθάνα. ὁ δὲ τὰς θυγατέρας ἐπειρᾶτο ποιεῖν ταλασιουργοὺς καὶ χερνήτιδας.
χ 209 Χερνίβα: τὸ ὕδωρ. φησὶν Ἀριστοφάνης· τὸ κανοῦν αἴρεσθε καὶ τὴν χερνίβα.
χ 210 Χέρνιβα προπαροξυτόνως κατὰ τὴν ἀναλογίαν, παρὰ δὲ τοῖς ποιηταῖς παροξυτόνως. καὶ αὖθις· χερνιπτομένους τε καὶ πρὸς αὐτοῖς τοῖς βωμοῖς ἀπέκτειναν.
χ 211 Χέρνιβος· λοιδορεῖσθαι βούλομαι κοινῇ δικαίως, οἳ μιᾶς τε χέρ‐ νιβος βωμοὺς περιρραίνοντες ὥσπερ συγγενεῖς, Ὀλυμπιάσιν, ἐν Πύλαις, Πυθοῖ· πόσους εἴποιμ’ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;
χ 212 Χερνίβων· Δημοσθένης φησί· καὶ χερνίβων καὶ κανῶν ἁψό‐ μενον. εἴη δ’ ἂν ἀπὸ ὀρθῆς τῆς χέρνιψ. τῆς δὲ χέρνιβος μέμνηνται καὶ οἱ κωμικοί, ὡς παραλαμβανομένης εἰς τὰς θυσίας.
χ 213 Χερνιπτομένους: τὰς χεῖρας νιπτομένους. χερνιπτομένους πρὸς αὐτοῖς τοῖς βωμοῖς ἀπέκτειναν.
χ 214 Χερνιφθέντα· σὺν βοῒ χερνιφθέντα. ἀντὶ τοῦ τυθέντα. καὶ Χερνίψατο, τὰς χεῖρας ἔνιψαν.
χ 215 Χερρόνησος: Θρᾴκης χώρα. καὶ πόλις ὑποτελὴς τοῖς Ἀθη‐ ναίοις, εὔφορος εἰς πυρῶν γεωργίαν· ὅθεν καὶ ἐσιταγώγουν οἱ Ἀθη‐ ναῖοι. οὓς Κλέων διέσειε.
χ 216 Χερουβείμ: ἐπὶ τῶν ἑνικῶν διὰ διφθόγγου, ἐπὶ δὲ τῶν πλη‐ θυντικῶν διὰ τοῦ ι. ἑρμηνεύεται δὲ γνῶσις πεπληθυσμένη.
χ 217 Χερσαῖος.
χ 218 Χερσία: ἐρημία.
χ 219 Χεσᾶς: ὁ Προκλείδης, ὥς φησιν Ἀριστοφάνης. καὶ ζήτει ἐν τῷ χεζητιῶν.
χ 220 Χεσείω: ἐπείγομαι χέσαι, ἐπιθυμητικῶς τοῦ χέσαι ἔχω. ὅπερ πίνων ἀνὴρ πέπονθ’, ὅταν χεσείη· τοῖσι τρόποισι τοῖς σοῖς ὥσπερ βλαυτίοισι χρήσομαι. ἐπειδὴ εἰώθασιν οἱ πίνοντες τοῖς τῶν ἄλλων ὑποδήμασι χρῆσθαι, εἰ ἐπείγοιντο πρὸς λάσανον.
χ 221 Χετταῖοι: ὄνομα ἔθνους. οἱ Χαναναῖοι.
χ 222 Χεῦμα: ῥεῦμα ὕδατος.
χ 223 Χεύμασι: προχοὴ ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν.
χ 224 Χειᾷ: τῇ τῶν δρακόντων καταδύσει. ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρεῖσθαι. οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται. τοῦτο γὰρ μόνον μηχα‐ νῶνται οἱ ὄφεις, τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ εἰς ἔλυτρον.
χ 225 Χεῖλος: τὸ μέρος τοῦ σώματος. καὶ ἐγένετο πᾶσα ἡ γῆ χεῖλος ἕν. περὶ τῶν ἁμαρτιῶν λέγει.
χ 226 Χεῖμα: ὁ χειμών.
χ 227 Χειμεία: ἡ χείμευσις. ζήτει ἐν τῷ χημεία.
χ 228 Χειμαδίῳ τόπῳ: ἐφ’ οὗ ἄν τις δύναιτο χειμῶνος ἐγκαθορ‐ μίσασθαι.
χ 229 Χείμαρρος καὶ Χειμάρρους: ὁ ἐν τῷ χειμῶνι ῥέων. καὶ ὄνομα κύριον. Χίμαρος δὲ ὁ τράγος.
χ 230 Χειμασκήσαντα· διάληψιν εἶχε, τὰ στρατόπεδα χειμασκήσαντα βελτίω τὰ πράγματα ὑπελάμβανε γενήσεσθαι.
χ 231 Χείμεθλον: τὸ ἐν τῷ χειμῶνι γινόμενον ἐν ταῖς ῥήξεσι τῶν δακτύλων ἕλκος.
χ 232 Χειμερία ὥρα. καὶ Χειμερίζω, τὸ ἐν χειμῶνι διάγω. ὁ δὲ ἐν Βερεκύντῃ ἐχειμέριζεν. ἀντὶ τοῦ ἐχείμαζε.
χ 233 Χειμερινὸς καιρός.
χ 234 Χειμών, χειμῶνος. Χειμὼν δέ ἐστιν ὁ ὑπὲρ γῆς ἀὴρ κατ‐ εψυγμένος, διὰ τὴν τοῦ ἡλίου πρόσω ἄφοδον. Ὅμηρος· χειμῶνα φύγον. περὶ γεράνων. λέγει δὲ οὐ τὴν χειμερινὴν κατάστασιν, ἀλλὰ τὸν χειμερινὸν τόπον, τὴν Θρᾴκην. οὐ γὰρ ἐνστάντος χειμῶνος φεύ‐ γουσιν, ἀλλὰ προσδοκίας οὔσης.
χ 235 Χειμών· ζήτει περὶ τῶν Σκυθῶν ἐν τῷ ὑφαντοδόνητον.
χ 236 Χειμὼν ὀρνιθίας: ὁ ἐπὶ τὴν γῆν τὰ ὄρνεα στορεννὺς ὑπὸ τῆς ψυχρᾶς πνοῆς, τουτέστιν ὁ σφοδρός, ἐν ᾧ καὶ τὰ ὄρνεα φθείρεται. λέγεται δὲ καὶ ἄνεμος ὀρνιθίας. ἢ ὅτι τὰ ὄρνεα ταῦτα χειμῶνος φαίνεται, ὡς Ἄρατος φησί.
χ 237 Χείρ, χειρός.
χ 238 Χεῖρα: τὸ χειρόγραφον. Ὑπερίδης. Χεῖρας θεοῦ ὁ Δαβὶδ τὴν τοῦ θεοῦ προμήθειαν φησίν. εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. λύσις ὀνείρου· χεῖρας καθαίρειν φροντίδων δηλοῖ λύσιν.
χ 239 Χειραγωγία. καὶ Χειραγωγῶ· αἰτιατικῇ.
χ 240 Χειραλειπτήσας· Φάβιος Δικτάτωρ, καθάπερ ἀθλητὴς ἀγαθός, πολὺν χειραλειπτήσας χρόνον ἐπὶ τὸν ἀγῶνα κατήντα. ἀντὶ τοῦ ἀσκή‐ σας τὴν χεῖρα.
χ 241 Χειραψίαι: αἱ διὰ τῶν χειρῶν πράξεις. ἄπαυστοι καὶ συνεχεῖς ἐγίνοντο καταπειρασμοὶ καὶ χειραψίαι καὶ πεζῶν καὶ ἱππέων.
χ 242 Χεῖρες χαλκαῖ· ἐν τοῖς Ἀμαστριανοῖς. καὶ ζήτει ἐν τῷ Μαναΐμ.
χ 243 Χειρίαν· Σοφοκλῆς· μή με τῶν σῶν ὑπ’ ἐχθρῶν χειρίαν ἐφῇς τινι. τουτέστιν ὑποχειρίαν τοῖς ἐχθροῖς σὺν τῷ παιδὶ καταλείψεις.
χ 244 Χειριδωτός: ὁ χειρωτός.
χ 245 Χειρίζω ἀεί. καὶ Κεχειρικότες. Κάνδιδος ἱστοριογράφος φησὶν ὅτι ὁ Λέων ὁ Μακέλλης, ὁ μετὰ Μαρκιανὸν βασιλεύσας, περὶ τὴν ἐκστρατείαν τὴν κατὰ Βανδήλων ἄπειρα χρήματα δεδαπάνηκεν. ἦσαν γάρ, ὡς οἱ ταῦτα ἐφανέρωσαν κεχειρικότες, διὰ μὲν τῶν ὑπάρχων χρυσίου λίτραι τετρακισμύριαι πρὸς ἑπτακισχιλίαις· διὰ δὲ τοῦ κόμη‐ τος τῶν θησαυρῶν ἑπτακισχίλιαι πρὸς μυρίαις καὶ ἀργυρίου λίτραι ἑπτακόσιαι χιλιάδες, ἄτερ τῶν ἀνηλωμένων ἐκ τῶν δημευσίμων ἀρχόν‐ των καὶ ἐκ τοῦ βασιλέως Ἀνθεμίου. οὕνεχ’ ἡ πόλις δωρητὸν οὐκ αἰτητὸν εἰσεχείρισε, ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, λάθρα μ’ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται.
χ 246 Χειρισμόν: ἐπιχείρησιν. Πολύβιος· ὅταν γένηται ταῦτα κατὰ χειρισμὸν ἰσοταχῆ. καὶ αὖθις· ὥστε μὴ μόνον ἀλόγιστον, ἀλλὰ καὶ μανιώδη φαίνεσθαι τὸν χειρισμὸν τῶν πραγμάτων. ἀντὶ τοῦ τὴν ἐπι‐ χείρησιν, τὴν πρᾶξιν.
χ 247 Χείριστα: κάκιστα. καὶ Χειριστήν, αὐτουργόν, ὑπηρέτην. ὁ δὲ περὶ τῆς ἐπιβουλῆς ἐκοινώσατο καὶ παρεκάλει χειριστὴν γενέσθαι τῆς πράξεως. ἀντὶ τοῦ ἐπιτελεστήν, πληρωτήν.
χ 248 Χειρόβιοι: οἱ ἐκ χειρῶν ζῶντες καὶ ταῖς τέχναις προσκαθήμενοι. λέγονται καὶ ἀποχειρόβιοι.
χ 249 Χειροβρῶτι: ὁ δεσμός, ὁ ἀποβιβρώσκων τὼ χεῖρε.
χ 250 Χειροδάϊκτα θύματα: τὰ ὑπὸ τῶν χειρῶν δαϊχθέντα.
χ 251 Χειροδίκαιος.
χ 252 Χειρόηθες: ἥμερον, πρᾶον. καὶ Χειροήθης, χειροήθους.
χ 253 Χειρόκμητα: ὑπὸ χειρῶν γεγλυμμένα, ἢ περιεξεσμένα.
χ 254 Χειρόμακτρον: ὃ παρὰ Ῥωμαίοις καλεῖται μανδήλιον. παρὰ τὸ μάττειν τὴν ὕλην.
χ 255 Χειρομάστις.
χ 256 Χειρονομεῖν: πυκτεύειν. σκιαμαχοῦντος δὲ ὁ ἀνδριὰς παρέχεται σχῆμα, ὅτι Γλαῦκος ἦν ἐπιτηδειότατος χειρονομεῖν.
χ 257 Χειροπληθεῖ λίθῳ.
χ 258 Χειροσκοπικόν· ὅτι Ἕλενος συνέγραψε τὸ χειροσκοπικὸν οἰώνισμα· ὡς ὅταν τῆς ἐκτάσεως τῶν χειρῶν τῆς παλάμης ἀπὸ τῶν ῥυτίδων εἴπωμεν, παιδο‐ ποιεῖ ἤ τι τοιοῦτον.
χ 259 Χειροσκόποι: οἱ τὰς χειροτονίας ἐπισκοποῦντες.
χ 260 Χειροτονεῖν τὸ αἰδοῖον: τουτέστιν αἰσχρῶς ἀνακινεῖν καὶ ἀποσπερματίζειν.
χ 261 Χειροτονήσαντες: ἐκλεξάμενοι.
χ 262 Χειροτονητέον: τὴν χεῖρα ἐκτατέον. Ἀριστοφάνης· χαλεπὸν τὸ πρᾶγμα· ὅμως χειροτονητέον ἐξωμισάσαις τὸν ἕτερον βραχίονα. τουτέστιν ἄχρι τῶν ὤμων γυμνωσάσαις.
χ 263 Χειροτονία: ἐκλογή, πάντων κύρωσις. τῆς οὖν χειροτονίας αὐτοὺς ἀνειπούσης, Σεβαστοὶ ἀνηγορεύθησαν.
χ 264 Χειροτονῶ· αἰτιατικῇ.
χ 265 Χειροῦμαι· αἰτιατικῇ.
χ 266 Χειρουργίας: τόλμης. Ἀριστοφάνης· οὐδὲν ἐλλείψουσιν αὗται λιπαρᾶς χειρουργίας. ἀντὶ τοῦ προσεχοῦς· παρὰ τὸ λίαν παρεῖναι. Χειρουργοὶ ἐγένοντο ἄριστοι καὶ ἀκριβεῖς Φειδίας, Λύσιππος, Πο‐ λύκλειτος. ἀγαλματοποιοί.
χ 267 Χείρων, Κένταυρος· ὃς πρῶτος εὗρεν ἰατρικὴν διὰ βοτανῶν· Ὑποθήκας δι’ ἐπῶν, ἃς ποιεῖται πρὸς Ἀχιλλέα· καὶ Ἱππιατρικόν· διὸ καὶ Κένταυρος ὠνομάσθη.
χ 268 Χειρῶναξ: τεχνίτης. χειρῶν μόνων δεσπόζων· ἢ διὰ χειρῶν κτεατιζόμενος. ἢ Χειρώνακτες, διὰ χειρῶν ταλαιπωρούμενοι. πλῆθος ὅσον θητικὸν καὶ ἐν χειρωναξίαις καὶ ἄλλως ἐγκατῳκισμένον τῇ πόλει συναγαγών.
χ 269 Χειρώνειον ἕλκος: τὸ ἀπὸ πολλῆς στάσεως ἐν τοῖς ποσὶ γενόμενον τραῦμα καὶ διηνεκῶς ἰχῶρας ἐκκρῖνον. ἡ παροιμία ἐπὶ τῶν ἀνηκέστων καὶ ἀνιάτων ἑλκῶν.
χ 270 Χειρῶν νόμῳ· ὁ δὲ χειρῶν νόμῳ δέχεται τὴν ἐπιστολήν.
χ 271 Χείρων, Χείρωνος: ὄνομα κύριον. Χείρονος δὲ τὸ συγ‐ κριτικόν.
χ 272 Χειρώσασθαι: ὑποτάξαι. Αἰλιανός· καὶ ἐκ τούτων χειρώ‐ σασθαι τὸν ἄνδρα καὶ ἔχειν αὐτὸν ὡς εἰπεῖν ἰδιόξενον.
χ 273 Χειρῶσαι: ἐρημῶσαι.
χ 274 Χηλαργοῖς: τοῖς λευκόποσιν ἢ ταῖς ταχείαις ταῖς χηλαῖς. χηλὰς δὲ ἀντὶ τῶν ὁπλῶν εἶπε.
χ 275 Χηλαί: οἱ ἔμπροσθεν τοῦ πρὸς θάλασσαν τείχους προβεβλημένοι λίθοι, διὰ τὴν τῶν κυμάτων βίαν, μὴ τὸ τεῖχος βλάπτοιτο. παρὰ τὸ ἐοικέναι χηλῇ βοός.
χ 276 Χηλή: ὁπλή· ὄνυξ βοὸς καὶ προβάτου καὶ αἰγός. λέγεται δὲ καὶ τὰ τῶν θαλαττίων στόματα χηλαὶ καρκίνων. καὶ τῶν λιμένων αἱ ἐξοχαί.
χ 277 Χηλὴ ὄρους· οἱ δὲ ἀγχοῦ τῆς χηλῆς τοῦ ὄρους ηὐλίζοντο, ὡς τὴν ὕλην καὶ τὸ ἐκ ταύτης νέμος πρόβλημα εἶναι. τουτέστι τῆς ἐξοχῆς.
χ 278 Χηλός: κιβωτός. ἀπὸ τῆς γενομένης διαστάσεως κατὰ τὴν ἄνοιξιν· ἢ ἀπὸ τοῦ χεῖσθαί τι εἰς αὐτήν, οἷον ἐντίθεσθαι· ἢ ἀπὸ τοῦ τὰ ἐντι‐ θέμενα χωρεῖν. καὶ Χηλῷ, κιβωτῷ.
χ 279 Χημάς: ὁ ἰχθύς.
χ 280 Χημεία: ἡ τοῦ ἀργύρου καὶ χρυσοῦ κατασκευή, ἧς τὰ βιβλία διερευνησάμενος ὁ Διοκλητιανὸς ἔκαυσεν. ὅτι διὰ τὰ νεωτερισθέντα Αἰγυπτίοις Διοκλητιανῷ τούτοις ἀνημέρως καὶ φονικῶς ἐχρήσατο. ὅτε δὴ καὶ τὰ περὶ χημείας χρυσοῦ καὶ ἀργύρου τοῖς παλαιοῖς αὐτῶν γεγραμμένα βιβλία διερευνησάμενος ἔκαυσε πρὸς τὸ μηκέτι πλοῦτον Αἰγυπτίοις ἐκ τῆς τοιαύτης προσγίνεσθαι τέχνης μηδὲ χρημάτων αὐτοὺς θαρροῦντας περιουσίᾳ τοῦ λοιποῦ Ῥωμαίοις ἀνταίρειν. ζήτει ἐν τῷ δέρας.
χ 281 Χήμη: εἶδος ὀστρέου. τὸ κοινῶς χηβάδιον.
χ 282 Χήν, χηνός: τὸ χηνάριον.
χ 283 Χηναλώπηξ: εἶδος ὀρνέου. οὕτω δὲ ἐλέγετο καὶ Λυσίστρα‐ τος, ὃς ἐπὶ μαλακίᾳ διεβέβλητο· πένης καὶ αὐτὸς καὶ κυβευτὴς ἐν ἀγορᾷ Χολαργέων. Χολαργεῖς δὲ δῆμος τῆς Ἀττικῆς.
χ 284 Χῆνα ὀμνύναι: ὑπὲρ τοῦ μὴ τοὺς θεοὺς ἐπὶ πᾶσιν ὀνομάζειν Ῥαδάμανθυς ἐκέλευσε κατὰ χηνὸς καὶ κριοῦ ὀμνύναι· οὐχ ὥς τινες Σωκράτης.
χ 285 Χηνέας: ὄνομα κύριον.
χ 286 Χηνίσκος: μέρος τι τοῦ πλοίου.
χ 287 Χήρα. καὶ Χηρεία, ἐκ τοῦ χηρεύω.
χ 288 Χηράμβας.
χ 289 Χηραμοί: οἱ φωλεοὶ τῶν θηρίων, αἱ καταδύσεις.
χ 290 Χηρεύω· γενικῇ.
χ 291 Χῆρος: ὁ μετὰ τὴν τῆς πρώτης στέρησιν δευτέρᾳ μὴ συνεζευγμένος γυναικί.
χ 292 Χηρώσειεν: ἐρημώσειεν.
χ 293 Χηρωσταί: οἱ ἀλλότριοι τοῦ γένους κληρονόμοι.
χ 294 Χήτει: στερήσει. μὴ βραδύνειν ἐν τοῖς ἐπείγουσι, χήτει ξένων τε καὶ ὀθνείων ξυνεργῶν.
χ 295 Χήτει: ἐνδείᾳ, σπάνει, στερήσει. Ἀγαθίας· οἱ δὲ χήτει τῶν ἄλλων ἐπιτηδείων ἔθλιβον τοὺς βότρυας καὶ ἐνεφοροῦντο τοῦ γλεύ‐ κους· ἔνθεν αὐτοῖς ἡ γαστὴρ ἐπὶ μέγα ἐφέρετο καὶ διέρρει.
χ 296 Χιάζειν: Πραξιδάμας Δημόκριτον τὸν Χῖον καὶ Θεοξενίδην τὸν Σίφνιον πρώτους ἐπὶ χρώματος τάξαι τὴν ἰδίαν ποίησιν· ὡς Ἰσοκρά‐ της ἐν τοῖς πρὸς Εἰδοθέαν. ὡς παρὰ Ἀριστοφάνει κατατεταγμένου· ὑποτείνει δέ τις αὐτῶν βωμολοχεῦσαι αὐτὸς δείξας ἐν ἁρμονίαις χιάζων ἢ σιφνιάζων.
χ 297 Χιανεύει καὶ λαικάζει· Ἀριστοφάνης. Ἀγάθων ἄρχεται δρυόχους τιθέναι δράματος ἀρχάς· κάμπτει δὲ νέας ἁψίδας ἐπῶν· τὰ δὲ τορεύει, τὰ δὲ κολλομελεῖ καὶ γνωμοτυπεῖ κἀντονομάζει καὶ κηροχυτεῖ καὶ γογγυλίζει καὶ χιανεύει καὶ λαικάζει.
χ 298 Χίδρα: στάχυες νεογενεῖς· ἢ κρίμνα· ἢ τὰ ἐξ ὀσπρίων ἄλευρα. ἢ τὰ ὄσπρια. ἰδίως δὲ τὰ ἀπὸ χλωρᾶς κριθῆς. χίδρα δὲ εἴρηται παρὰ τὸ χεῖσθαι.
χ 299 Χίδρα: τὰ εἰς τὴν χεῖρα λεπτυνόμενα ἀπὸ τῶν ἀσταχύων σίτου καὶ κριθῆς.
χ 300 Χίδραν· χίδρον, τὸ ἀπὸ ἐλύμου γινόμενον ὄσπριον, ἔδεσμα περὶ Καρίαν, ἤτοι τὸ ἀπὸ χλωρῶν κριθῶν. οἱ δὲ εἶδος βοτάνης. ἐκ δὲ τούτου δηλοῖ τὴν εὐετηρίαν.
χ 301 Χίδρα ἐρεικτά: ἐκ κριθῆς νέας κρινόμενα, ὡς σεμίδαλις.
χ 302 Χιβούλδιος· οὗτος ἦν ἐκ τῆς Ἰουστινιανοῦ βασιλέως οἰκίας, ἐσάγαν μὲν δραστήριος τὰ πολέμια, ἐς τοσοῦτον δὲ χρημάτων κρείσ‐ σων, ὥστε ἀντὶ μεγίστου κτήματος ἐν τῇ οὐσίᾳ τῇ αὐτοῦ εἶχε τὸ κεκτῆσθαι μηδέν. ὥστε τούτου στρατηγήσαντος Θρᾴκης καὶ ἐπὶ τῇ τοῦ Ἴστρου φυλακῇ καταστάντος καὶ ἐν πολέμῳ ἀναιρεθέντος, συμβῆναι τὸν Ἴστρον ἐσβατὸν κατ’ ἐξουσίαν τοῖς βαρβάροις γενέσθαι καὶ τὰ Ῥω‐ μαίων πράγματα γέγονε, ξύμπασά τε ἡ Ῥωμαίων ἀρχὴ ἀνδρὸς ἑνὸς ἀρετῇ ἀντίρροπος γενέσθαι ἐν τῷ ἔργῳ τούτῳ οὐδαμῆ ἴσχυσεν.
χ 303 Χιλή: τροφή. καὶ Χιλός, ἀρσενικῶς, ἡ τροφή. Ξενοφῶν· τὰ δὲ κτήνη πάντα χιλῷ ἔνδον ἐτρέφοντο. διὰ τῆς ἑτέρης χώρης, τῇ χιλός τε ἵπποις καὶ ὕδατα ἦν. Ἡρόδοτος. ὅσος τε σῖτος καὶ χιλὸς ἐν τῇ χώρᾳ εἴσω τειχῶν κομίζεσθαι. ἀρσενικὸν ὁ χιλός. καὶ Ἀχιλλεύς, ὁ ἥρως, παρὰ τὸ μὴ μετασχεῖν χιλοῦ· μυελοῖς γὰρ ἐτρέ‐ φετο. ὅτι ὁ χιλὸς ἐν χέρσῳ φύεται· τοῦτο δέ ἐστι χόρτος. ὅθεν τὸ ἐκκεχι‐ λωμένην, ἀντὶ τοῦ ἐψευσμένην ἢ κεχερσωμένην, οἷον ἐξηλειμμένην.
χ 304 Χίλια: ὁ ἀριθμός.
χ 305 Χιλίαρχος: πεντεκαίδεκα πρὸς τοῖς τριακοσίοις ἐτῶν ἀπὸ τοῦ πρώτου συνοικισμοῦ τοῦ ἄστεος διαγεγονότων, χιλίαρχοι τὴν Ῥωμαίων ἀρχὴν παρείληφον.
χ 306 Χιλιοστύς: χίλιοι ἄνδρες. σημεῖα δὲ ἦν τοῖς Ἰνδοῖς καθε‐ κάστους, καὶ ἄλλα τῶν γενῶν πάτρια· τῶν δὲ ἱππέων καθ’ ἑκάστην χιλιοστὺν δράκων ἡγεῖτο ἐπὶ κάμακος ἀνατεταμένος. ἀργύρου μὲν ἡ κεφαλὴ πεποίητο, σεσηρότων ὀδόντων καὶ τοῦ χάσματος ἀπειλὴν ἔχοντος· τὸ δὲ ἄλλο σῶμα συγκεκυφὸς ἦν, ἔς τε μῆκος καὶ βάθος καὶ τὸ ποικίλον τῆς χρόας ὡς ἐς ἀληθινὸν δράκοντα. τοῦτον φέρων ἱπ‐ πεύς, μετεωρίσας εἰς τὸν ἀέρα τὸν κάμακα ῥύμῃ διώκει τὸν ἵππον. καὶ ἐμπίπτει μὲν ὥσπερ εἰκὸς ἐλαυνόμενον βίᾳ τοῦ πνεύματος· ἐν τοῖς κόλποις τοῦ ὅλου ὕφους καὶ διέξοδον εὑρεῖν διὰ τὸ στεγανὸν οὐ δυνάμενον κυμαίνει τε ἐς τὸν ἀέρα καὶ μετεωρίζον τὸ ποικίλον ἤτριον πάσας ἑλίσσει τροπάς, ὥσπερ ὁλκὸν δράκοντος ἀληθινοῦ.
χ 307 Χιλιωθέντα: ἀντὶ τοῦ χίλια σοφὰ ὄντα· ὡς Λυκοῦργος. ὁ δ’ αὐτὸς καὶ χιλιῶσαι ἔφη.
χ 308 Χιλιῶν, δραχμῶν: περισπῶσιν οἱ Ἀττικοί.
χ 309 Χίλιοι διακόσιοι· Ἰσαῖός φησιν· οὐδεὶς Λυσίδης ἐστὶ τῶν διακοσίων καὶ χιλίων. οἱ πλουσιώτατοι Ἀθηναίων χίλιοι καὶ διακόσιοι ἦσαν, οἳ καὶ ἐλειτούργουν. μνημονεύουσι δὲ αὐτῶν καὶ ἕτεροι ῥήτορες.
χ 310 Χιλός· ζήτει ὀπίσω ἐν τῷ χιλή.
χ 311 Χίλων, Χίλωνος, Δαμαγήτου, Λακεδαιμόνιος, εἷς τῶν ἑπτὰ σοφῶν. ὃς ἦν βραχυλόγος. ὅθεν Ἀρισταγόρας ὁ Μιλήσιος τοῦτον τὸν τρόπον Χιλώνειον καλεῖ. καὶ Χιλώνειος τρόπος, ἡ βραχυ‐ λογία. ὁ γὰρ Χίλων βραχυλόγος ἦν.
χ 312 Χίμαρος: ὁ τράγος. καὶ Χίμαιρα, ἡ αἴξ. Χείμαρρος δὲ ὁ ἐν τῷ χειμῶνι ῥέων ποταμός.
χ 313 Χίμετλα: τὰ ἀποκαύματα λεγόμενα, ἅπερ γίνεται ἀπὸ χειμῶνος ἐν τοῖς ποσί.
χ 314 Χῖον κεράμειον· ζήτει ἐν τῷ Ἀθήναιος.
χ 315 Χιόνος. καὶ Χιονωθήσονται, ψυχρανθήσονται, ἢ λαμπρυν‐ θήσονται. Δαβίδ· χιονωθήσονται ἐν Σελμών.
χ 316 Χίος: ἡ νῆσος. λέγεται καὶ Αἴθλη. λύσις ὀνείρου· χιὼν φανεῖσα δυσμενῶν ἔχθρας φέρει.
χ 317 Χιών· ὅτι ἡ λευκότης τῆς χιόνος χωριστόν ἐστι συμβεβηκός. συνίσταται γὰρ ἐκ νέφους ὕλῃ καὶ πήξει, δι’ ὑπερβολὴν ψυχρότητος γινομένη μετὰ ἐναπολήψεως πνεύματός τινος, ᾗ ἐξ ἀνάγκης ἡ λευκό‐ της ἕπεται. ἡ γὰρ ἀέρος τοῦ ἐντὸς ἐν τῷ νέφει ἐναπόληψίς τε καὶ πῆξις καὶ τρίψις ἐν τῇ τοῦ νέφους πήξει, ἥτις δι’ ὑπερβολὴν ψυχρό‐ τητος γινομένη φθάνει τὴν ἔκκρισιν, αὕτη τοῦ τοιούτου χρώματος ἡ αἰτία· τριβόμενον γὰρ καὶ κινούμενον τὸ πνεῦμα λευκαίνεται· διὰ τοῦτο γὰρ καὶ ὁ ἀφρὸς λευκός. τρίψις δέ τις καὶ κίνησις γίνεται ἐν τῇ πήξει τοῦ νέφους τοῦ ἐν αὐτῷ πνεύματος συστελλομένου καὶ εἰς τὸ βάθος ἀποκλειομένου καὶ τὴν ἔκκρισιν ἐμποδιζομένου. καί ἐστιν ἐκεῖνα μὲν τῆς οὐσίας τῆς χιόνος. τὸ δὲ λευκὸν ἐπακολουθοῦν ἐκεί‐ νοις· καί ἐστι πάθος τι συμβεβηκός, τῷ μὴ εἶναι συμπληρωτικὸν τῆς οὐσίας τῆς χιόνος. εἰ γὰρ μήτε ὕλη τῆς χιόνος τὸ λευκὸν μήτε εἶδος, οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ τῆς χιόνος. τῷ δὲ συμπτώματι τῆς ὕλης ἐπιγιγνόμενον ἐν τῇ εἰς τοιοῦτον εἶδος μεταβολῇ, τούτῳ ἀχώριστόν ἐστιν αὐτῆς. πολλοὶ δὲ τοὺς ὀφθαλμοὺς ὑπὸ τῆς χιόνος διεφθάρησαν, καὶ τοὺς δακτύλους τῶν ποδῶν ἀποσεσηπότες ἕτεροι. ἦν δὲ τοῖς μὲν ὀφθαλμοῖς ἐπικούρημα τῆς χιόνος, εἴ τις μέλαν τι πρὸ τῶν ὀφθαλμῶν ἔχων ἐπορεύετο, τῶν δὲ ποδῶν, εἴ τις κινοῖτο καὶ μηδέποτε ἡσυχίαν ἔχοι καὶ εἰ τὴν νύκτα ὑπολύοιτο. ὅσοι δὲ ὑποδεδεμένοι ἐκοιμῶντο, εἰσεδύοντο ἐς τοὺς πόδας οἱ ἱμάντες καὶ τὰ ὑποδήματα ἐπήγνυντο.
χ 318 Χιωνίδης, Ἀθηναῖος, κωμικὸς τῆς ἀρχαίας κωμῳδίας· ὃν καὶ λέγουσι πρωταγωνιστὴν γενέσθαι τῆς ἀρχαίας κωμῳδίας, διδάσκειν δὲ ἔτεσιν ὀκτὼ πρὸ τῶν Περσικῶν. τῶν δραμάτων αὐτοῦ ἐστι καὶ ταῦτα· Ἥρως, Πτωχοί, Πέρσαι ἢ Ἀσσύριοι.
χ 319 Χιράς: εἶδος πάθους.
χ 320 Χιτών: ἱμάτιον ἀνδρικόν. καὶ χιτωνίσκος χειριδωτός, οἷος πρέπει δούλῳ παιδί. Χιτὼν οὖν ἐστι λεπτὸν ἱμάτιον, ὑποκάμισον· παρὰ τὸ ἐγχεῖσθαι τοῖς μέλεσι. χιτῶνά γ’ ἔχων οὔλων ἐρίων ὑπέ‐ νερθεν. κἂν ταῦτα λέγων ἐξαπατήσῃ, περὶ τοὺς ἰχθύας ἀνέκυψε. τουτέστιν ἀναφαίνεται περὶ τὰ ἰχθυοπώλια. τουτέστι γλύφων εὑρίσκε‐ ται. λύσις ὀνείρου· χιτὼν ῥαγεὶς ἔρρηξε φροντίδων βάρος.
χ 321 Χιτωνίσκους· Ξενοφῶν· χιτωνίσκους δὲ ἐνεδεδύκεσαν ὑπὲρ γονάτων, πάχος ὡς λινὸν στρωματοδέσμου.
χ 322 Χθαμαλά: ταπεινά, ὁμαλά, ἶσα. δοκιμάζων, ᾗ ἅμα μὲν στε‐ ρεόν, ἅμα δὲ χθαμαλὸν ἦν τοῦ ποταμοῦ. καὶ Χθαμαλώτατον, ταπεινότατον.
χ 323 Χθές: τὸ κατ’ ἀρχὴν ε ἀφελὼν λέγει ὁ Πλάτων. τὸ δὲ χθὲς παρὰ τὸ ἐκθεῖν, ὅ ἐστι παρελθεῖν. ἰστέον δὲ ὅτι ὁ μὲν Πλάτων προὔργου εἶχε τὸ κατέβην, τὸ δὲ χθὲς πάρεργον. ὁ δὲ Θεολόγος τὸ χθὲς εἶχε σκοπόν, τὸ δέ, τῇ λαμπρᾷ τῶν φώτων ἡμέρᾳ, παρέλκον. ὃ οὖν ἕκαστος εἶχε προηγούμενον, ἐκεῖνο προύτρεψε.
χ 324 Χθεσιφωνῶν: κακολογῶν.
χ 325 Χθιζοί: χθεσινοί, ἀργοί, ἄχρηστοι. καὶ Χθιζινός, ὁ χθεσινός.
χ 326 Χθονία: ἀντὶ τοῦ σκοτεινή. Πολιτείας δεκάτῃ· μὴ χθονίαν καὶ τραχεῖαν πορεύεσθαι, ἀλλὰ λείαν καὶ οὐρανίαν. ἀνθυποφέρει γὰρ τῇ μὲν τραχείᾳ λείαν, τῇ δὲ χθονίᾳ τὴν οὐρανίαν. ἀντὶ τοῦ λαμπράν. καὶ παρ’ Ἀλκμᾶνι δέ, ὅτε φησὶ χθόνιον τέρας ἐπὶ τῆς ἔριδος, τινὲς ἀντὶ τοῦ στυγνὸν ἐδέξαντο, ἔνιοι δὲ ἀντὶ τοῦ μέγα· ἐπεὶ πρὸς αὐτὴν λέγει.
χ 327 Χθόνια λουτρά: τὰ τοῖς νεκροῖς ἐπιφερόμενα· ἐκόμιζον γὰρ εἰς τοὺς τάφους λουτρά.
χ 328 Χθονίας βροντάς· κλῄσατε χθονίας βροντάς. ἀντὶ τοῦ ὑμνή‐ σατε. χθονίας δὲ φοβεράς. πάντα γὰρ τὰ δεινὰ γῆς γενεαλογοῦσιν. οἱ δὲ τὰς μέγαν ἦχον ἀποτελούσας· ἢ τὰς ἀπὸ τῆς γῆς γινομένας· ὅτε γὰρ ἠχεῖ ἡ γῆ, ἀναπέμπει τὸν ἦχον εἰς τὸν οὐρανόν, καὶ δοκοῦ‐ σιν οἱ ἄνθρωποι ἐξ οὐρανοῦ γίνεσθαι τὰς τοιαύτας βροντάς· ἢ τὰς μέχρι τῆς γῆς ἀκουομένας, ἢ τὰς τὴν γῆν κινούσας. καὶ Χθόνιος βροντή. καὶ Χθόνιος Ζεύς, ὁ καταχθόνιος.
χ 329 Χθονίων: ἐπιγείων.
χ 330 Χθονοπλάστου: ἀπὸ γῆς πλασθέντος.
χ 331 Χθονοστιβῆ: τὰ ἐν τῇ γῇ, τὰ ἐπίγεια. ἄρρητά τ’ οὐράνιά τε καὶ χθονοστιβῆ.
χ 332 Χθών: γῆ.
χ 333 Χλαμύς· Νουμᾶς ὁ πρῶτος Ῥωμαίων βασιλεὺς πρεσβείαν Ἰσαύ‐ ρων δεξάμενος καὶ τὸ σχῆμα τῆς φορεσίας αὐτῶν καταμαθών, ἐξ αὐτῶν λαβὼν ἐφεῦρε τῆς χλαμύδος στολήν, ἑνώσας τὴν βασίλειον τῇ συγκλήτῳ, οὐκ ἔξωθεν ἐπιθείς, ἀλλ’ ἔσωθεν ἐμβαλὼν τὴν τῆς πορφύ‐ ρας βαφήν· ὥστε ἐξ ἑκατέρου τούτων ἓν ἀποτελεσθῆναι σῶμα καὶ ἐν τοῖς τῶν βουλευτῶν ὑποδήμασιν ἀποσημαίνεσθαι τὸ Ῥωμαϊκὸν κάππα. καὶ παροιμία· ἡ Συλοσῶντος χλαμύς. ἐπὶ τῶν ἀλαζονευομένων ἐπ’ ἐσθῆτι· οὗτος γὰρ εἶχε πολυτελῆ ἐσθῆτα, ἣν ἐδωρήσατο Δαρείῳ ἰδιωτεύοντι ἔτι· καὶ ἔτυχε μετὰ ταῦτα καθόδου, βασιλεύσαντος Δαρείου.
χ 334 Χλανίς: ἱμάτιον στρατιωτικόν.
χ 335 Χλαῖνα: τὸ παχὺ καὶ χειμερινὸν ἱμάτιον. παρὰ τὸ χλιαίνω. Χιτὼν δὲ τὸ λεπτὸν ἱμάτιον, τὸ ὑποκάμισον· παρὰ τὸ ἐγχεῖσθαι τοῖς μέλεσιν.
χ 336 Χλαῖναι: περιβολαί. διαστέλλει Ὅμηρος τὸν πέπλον ἀπὸ τῶν χλαινῶν, ὅς ἐστι γυναικεῖον ἔνδυμα, ἐμπερόνημα. τὸ δὲ αὐτὸ καλεῖ καὶ ἑανόν.
χ 337 Χλευάζω· αἰτιατικῇ.
χ 338 Χλευασία: ὕβρις τις, εἶδος οὖσα τῆς ὕβρεως. καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται αὐτῆς· τῆς γὰρ ὕβρεως ἡ διὰ καταγέλωτος γινομένη χλευασία καλεῖται, ἡ δὲ διὰ πληγῶν ὕβρις ὁμωνύμως. καὶ αὖθις Αἰλιανός· περιϊὼν δὲ ἐς τὸν νεών, χλευάζων γε μὴν τοὺς θεοῦ θερα‐ πευτῆρας καὶ ἐπετώθαζεν.
χ 339 Χλιδανόν: τρυφερόν.
χ 340 Χλιδή: τρυφή, ἔκλυσις, καὶ μαλακία. εἴρηται δὲ ἀπὸ τοῦ ἐχλι‐ άνθαι. Ξενοφῶν· οὐκ ἐν χλιδῇ τεθράμμεθα, ἀλλὰ χωριτικῶς. καὶ αὖθις· συγχωρούντων ἐπαύρασθαι τῆς χλιδῆς. καὶ αὖθις· οὕτω μὲν οὖν ἐν τῷ τῶν Τούρκων ἡγεμόνι ἔνεστι χλιδῆς. καὶ Χλιδαῖς καρατόμοις, τοῖς ἀπὸ τοῦ κρατὸς τετμημένοις βοστρύχοις. λέγοι δ’ ἂν χλιδάς, ἤτοι καθόλου τοὺς πλοκάμους, οἵ εἰσι τρυφὴ τῆς κεφα‐ λῆς· ἢ παρόσον τρυφὴ καὶ κόσμος ἀπετίθεντο τοῖς νεκροῖς οἱ πλό‐ καμοι ἐν τῷ τάφῳ. Σοφοκλῆς· ἡμεῖς δὲ τὸν πατρὸς τάφον λοιβαῖς τὸ πρῶτον καὶ καρατόμοις χλιδαῖς στέψαντες, εἶτ’ ἄψορρον ἥξομεν πάλιν.
χ 341 Χλιδόνας: κόσμους περὶ τοὺς βραχίονας. καλοῦνται δὲ βραχιόλια.
χ 342 Χλίδος· Δημοσθένης ἐν τῷ Πρὸς Καλλικλέα περὶ χωρίου βλά‐ βης· ἔπειτα δὲ τὸ χλίδος ἐκβαλὼν εἰς τὴν ὁδόν, ἐξ ὧν ὑψηλοτέραν καὶ στενοτέραν τὴν αὐτὴν ὁδὸν πεποιῆσθαι συμβέβηκε. πᾶν πλῆθος χλίδος λέγεται. καί ἐστιν οἷον σωρός τις, μάλιστα δὲ τὸ τῶν ἀπο‐ καθαρμάτων τε καὶ ἀποψημάτων. καὶ ἡ τῶν ποταμῶν πρόχωσις, καὶ πολὺ μᾶλλον τῶν χειμάρρων, ὃ καὶ χέραδος καλεῖται. νῦν δ’ ἔοικεν ὁ ῥήτωρ λέγειν, ὅτι χοῦν καὶ φρυγανώδη τινὰ ἐκ τοῦ χωρίου σωρὸν ὁ Καλλικλῆς εἰς τὴν ὁδὸν ἐμβέβληκεν· ὡς καὶ αὐτὸς ἐν τοῖς ἑξῆς ὑποσημαίνει.
χ 343 Χλίδωνος.
χ 344 Χλιδῶσαι: τρυφῶσαι.
χ 345 Χλοάω, χλοῶ.
χ 346 Χλοερός: ὁ χλωρός.
χ 347 Χλόη: βοτάνη.
χ 348 Χλομάρων· ἀλλ’ ὅτε Ῥωμαῖοι ἀπεστένουν, ἐρεβοδιφοῦντες τὰ ὑποχθόνια στρατοπεδεύουσιν ἀμφὶ τὸ φρούριον τὸ Χλομάρων.
χ 349 Χλοῦναι: λωποδύται, οἱ ἐν τῇ χλόῃ εὐναζόμενοι. καὶ Χλού‐ νης, μονιός, πλήκτης, κακοῦργος, χαλεπός. καὶ ὁ ἀπόκοπος. χλούνης καὶ γύνανδρος ἀνήρ (εἰ δοίημεν αὐτὸν ἄνδρα εἶναι) διὰ τῶν Ἐπικούρου λόγων τὴν ψυχὴν ἐκνευρισθεὶς καὶ θῆλυς γενόμενος. ὁ πρὸ Στρατοκλέους Ἀθήνησι δᾳδουχήσας, ὁ χλούνης τε καὶ γύννις, καταγοητευθεὶς καὶ οἷον ἐν δεσμῷ τινι ἀφύκτῳ πεδηθείς.
χ 350 Χλούνειον: ὄνομα τόπου.
χ 351 Χλωθάριος: ὄνομα κύριον.
χ 352 Χλωθοαῖος: ὄνομα κύριον.
χ 353 Χλωθόμυρος: ὄνομα κύριον.
χ 354 Χλωρανθείς: ἀντὶ τοῦ χλωρὸς γεννηθείς. οὕτως Σοφοκλῆς.
χ 355 Χλωρεῖον: εἶδος ζῴου.
χ 356 Χλωρίς: ὄνομα κύριον.
χ 357 Χλωρόν: τὸ ἀκμάζον. Μένανδρος.
χ 358 Χλωρός: ἀπὸ τοῦ χολὴ χλοερὸς καὶ χλωρός, ἀπὸ τούτου δὲ τὸ ὠχρός. καὶ χλωρότης.
χ 359 Χνόας: τὰς σύριγγας τοῦ ἄξονος. σύριγξ δέ ἐστι τὸ εἰς τὴν ὀπὴν τοῦ τροχοῦ ἐμβαλλόμενον μέρος τοῦ ἄξονος· καὶ αὐτὴ δὲ ἡ ὀπὴ τοῦ τροχοῦ οὕτως καλεῖται. εἴρηται δὲ βαρέως· τὰ γὰρ εἰς η καθα‐ ρὸν δισύλλαβα τῷ ο παραληγόμενα, ὧν προηγεῖται δασύ, βαρύνεται· χνόη, φθόη, χλόη. τὸ δὲ πνοὴ οὐκ ἔχει δασύ.
χ 360 Χνοωδέστερα: λεπτοτέρα. ἥ τε ὑποκειμένη γῆ ψάμμου πάσης χνοωδέστερα διὰ λεπτότητα.
χ 361 Χνοῦς.
χ 362 Χοᾶ· χοῦς, μέτρον Ἀττικόν, χωροῦν κοτύλας ὀκτώ. Ἀριστο‐ φάνης· ἐπὶ δεῖπνον ταχὺ βάδιζε, τὴν κίστην λαβών. οἱ γὰρ καλοῦντες ἐπὶ δεῖπνον στεφάνους καὶ μύρα καὶ τραγήματα καὶ ἄλλα τινὰ τοιαῦτα παρετίθεσαν, οἱ δὲ καλούμενοι ἔφερον ἑψήματα καὶ κίστιν καὶ χοᾶ. Ὅμηρος περὶ τῆς κίστεώς φησι· μήτηρ δ’ ἐν κίστει ἐτίθει μενοεικέα δαῖτα ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες. χοᾶ δὲ ἐπεφέροντο οἱ καλούμενοι, ἵνα μὴ κοινωνήσωσιν ἄλλου ποτηρίου διὰ τὴν ἐπὶ τῷ Ὀρέστῃ γενομένην αἰτίαν. καὶ παροιμία· ἓξ χοᾶς χωρήσεται. ἐπὶ τῶν παραληρούντων. τουτέστιν ὁ ἐγκέφαλος αὐτοῦ. ἅμα δὲ ὡς ἐπὶ κερά‐ μου ἢ ἀσκοῦ ἔμεινε μεταφορᾶς· ὃς ἐὰν σμηχθῇ, πλέον χωρεῖ τῶν ἐμπεφρακότων ἀποβεβλημένων. καὶ αὖθις· τὴν ὑστάτην ἥκουσαν οἴνου τρεῖς χοᾶς ἡμῶν ἀποτίσειν κἐρεβίνθων χοίνικα. ὑποπίνοντες ἔκαπτον φρυκτοὺς ἐρεβίνθους.
χ 363 Χοάνης: χωνίου. καὶ Χόανα, τὰ μέταλλα.
χ 364 Χοάς: ἐκχύσεις, ἐναγίσματα ἐπὶ νεκροῖς, ἢ σπονδάς. ἐκπίπτει χρησμὸς δεῖν χοὰς τοῖς τεθνεῶσι τῶν Αἰτωλῶν ἐπάγειν ἀνὰ πᾶν ἔτος καὶ ἑορτὴν χοὰς ἄγειν. λέγονται καὶ θυσίαι νεκρῶν. Σοφοκλῆς· πρῶτον μὲν ἱερὰς ἐξ ἀειρρύτου χοὰς κρήνης ἐνεγκοῦ, δι’ ὁσίων χει‐ ρῶν θίγων. ὅταν δὲ χεῦμα τοῦτ’ ἀκήρατον λάβω; κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη, ὧν κατέρεψον καὶ λαβὰς ἀμφὶ στόμα.
χ 365 Χοᾶς: ὅτε ἐπὶ μέτρου τίθεται, περισπᾶται.
χ 366 Χοάσπειον ὕδωρ· καὶ Χοάσπης, ποταμός. καὶ κύριον ὄνομα.
χ 367 Χοβάρ: ποταμός.
χ 368 Χολοδογόμορ.
χ 369 Χόες: ἔστιν ἑορτὴ Ἀθήνησιν ἀγομένη μηνὶ Ἀνθεστηριῶνι. τὴν ἑορτήν φασιν οὕτω γεγονέναι, ὅτε Ὀρέστης ἀνελὼν τὴν μητέρα ἦλθεν εἰς Ἀθήνας καὶ ἐδέξαντο αὐτὸν Ἀθηναῖοι καὶ εἱστίασαν· οὐ μὴν ἐκοινώνησαν αὐτῷ τοῦ οἴνου· ἀλλὰ χωρὶς χοᾶ παραθεὶς αὐτῷ ὁ δῆμος, οὕτως εἱστιᾶτο, ἀπονείμας ὀλίγον τι χωρὶς τῷ Ὀρέστῃ. καὶ ἄλλως· ἑορτὴ Ἀθήνησι Χόες, ἀπὸ τοιαύτης αἰτίας· Ὀρέστης μετὰ τὴν τῆς μητρὸς ἀναίρεσιν ἦλθεν εἰς Ἀθήνας παρὰ Πανδίονα, συγγενῆ καθεστηκότα, ὃς ἔτυχε βασιλεύων τῶν Ἀθηναίων. κατέλαβε δὲ αὐτὸν εὐωχίαν τινὰ δημοτελῆ ποιοῦντα. ὁ τοίνυν Πανδίων παραπέμψασθαι μὲν τὸν Ὀρέστην αἰδούμενος, κοινωνῆσαι δὲ ποτοῦ καὶ τραπέζης ἀσεβὲς ἡγούμενος, μὴ καθαρθέντος αὐτοῦ τὸν φόνον, ὡς ἂν μὴ ἀπὸ τοῦ αὐτοῦ κρατῆρος πίνοι, ἕνα ἑκάστῳ τῶν κεκλημένων παρέθηκε χοᾶ.
χ 370 Χόες: ἑορτή τις ἦν παρ’ Ἀθηναίοις, ἀγομένη Ἀνθεστηριῶνος δωδεκάτῃ. φησὶ δὲ Ἀπολλόδωρος Ἀνθεστήρια καλεῖσθαι κοινῶς τὴν ὅλην ἑορτήν, Διονύσῳ ἀγομένην, κατὰ μέρος δὲ Πιθοιγίαν, Χόας, Χύτρους. καὶ αὖθις· ὅτι Ὀρέστης μετὰ τὸν φόνον εἰς Ἀθήνας ἀφικόμενος (ἦν δὲ ἑορτὴ Διονύσου Ληναίου), ὡς μὴ γένοιτο σφίσιν ὁμόσπονδος, ἀπεκτονὼς τὴν μητέρα, ἐμηχανήσατο τοιόνδε τι. χοᾶ οἴνου τῶν δαιτυμόνων ἑκάστῳ παραστήσας ἐξ αὐτοῦ πίνειν ἐκέλευσε, μηδὲν ὑπομιγνύντας ἀλλήλοις, ὡς μήτε ἀπὸ τοῦ αὐτοῦ κρατῆρος πίοι Ὀρέστης μήτε ἐκεῖνος ἄχθοιτο καθ’ αὑτὸν πίνων μόνος. καὶ ἀπ’ ἐκείνου Ἀθηναίοις ἑορτὴ ἐνομίσθη οἱ Χόες.
χ 371 Χοζίας: ὄνομα κύριον.
χ 372 Χοεῖον: παχὺ ἔντερον.
χ 373 Χοὴ καὶ Χοαί: ἡ ἐπιχεομένη τοῖς νεκροῖς γῆ.
χ 374 Χόης: ποταμός.
χ 375 Χοΐδια· σταμνία κατεσκεύασαν χοΐδια τὸ μέγεθος, λεπτὰ ταῖς κατασκευαῖς διαφερόντως.
χ 376 Χοϊκός: ὁ πήλινος.
χ 377 Χολάδες: τὰ ἔντερα. ἐν Ἐπιγράμμασι· ἀντιβίων τε πολλάκις ἐγχείην γευσαμένην χολάδων.
χ 378 Χολαργέων· Χολαργεῖς, δῆμος τῆς Ἀττικῆς. ἡ εὐθεῖα Χο‐ λαργεύς.
χ 379 Χολαῖον: ἧπαρ.
χ 380 Χολέρα· καὶ Χολεριῶ, ῥῆμα.
χ 381 Χολλεῖδαι: δῆμος τῆς Λεοντίδος.
χ 382 Χοληδόχον ἀγγεῖον.
χ 383 Χόλικες: τὰ παχέα ἔντερα τῶν βοῶν. ταῦτα δὲ οὐχ ἱεροῦντο, ὡς τὸ ἄλλο σῶμα. τινὲς δὲ χόλικα φασὶν εἶδος ἰχθύος. θηλυκῶς δὲ ἡ Χόλιξ.
χ 384 Χολοδαγομόρ: ἐθνικόν.
χ 385 Χόλον: ὀργήν. ἀλλὰ πρόσκαιρον. παρὰ τὸ χεῖσθαι.
χ 386 Χολῶ· δοτικῇ.
χ 387 Χολωσέμεναι: εἰς ὀργὴν ἐμβαλεῖν.
χ 388 Χολῶσιν· ἐς τοσοῦτον μανιῶν ἐλήλυθας, ὥστ’ ἀνδράσι πείθῃ χολῶσι.
χ 389 Χόνας: ὄνομα ἔθνους.
χ 390 Χονδρίτης: σεμίδαλις.
χ 391 Χόνδρος: τοῦ στομάχου τὸ ἔντερον. καὶ Χόνδροι ἁλῶν, θρόμβοι, παχὺς ἅλς.
χ 392 Χονσά: παρὰ Βουλγάροις οἱ κλέπται.
χ 393 Χοός· ἀνατετραμμένου χοός. Ἀριστοφάνης· ἀντὶ τοῦ ἀνακα‐ λυφθέντος ἢ κενωθέντος εἰς γῆν, ὥσπερ οἱ ἐν τοῖς πότοις σφαλλό‐ μενοι ὑπὸ μέθης ἐν τῷ ὑπηρετεῖν. ἢ παίζοντες τὰ τοιαῦτά φασι.
χ 394 Χοός: διξέστου· χοῦς γὰρ δύο ξέσται, χοεὺς δὲ ἕξ. Ἀριστο‐ φάνης· εἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοὸς ἢ τῶν κοτυλῶν τὸ νό‐ μισμα διαλυμαίνεται.
χ 395 Χόρδευε: τέμνε, τουτέστι σύμπλεκε ἀλλήλοις καὶ συγκύκα· τὰ γὰρ ἔντερα τῶν τετραπόδων χορδὰς καλοῦσιν. ἀπὸ τῆς τέχνης οὖν τοῦ ἀλλαντοπώλου τὸ ὄνομα εἴρηται· ὥσπερ γὰρ γεμίζεις καὶ πλη‐ ροῖς τὰ ἔντερα παντὸς τοῦ φυράματος, οὕτω χόρδευε καὶ τάραττε καὶ τὰ πολιτικὰ καὶ συντάραττε καὶ συμφύρα τὰ πράγματα, ὑπογλυ‐ καίνων ῥηματίοις μαγειρικοῖς, ἡδύσμασι χρώμενος καὶ ἀρτύων κακίαις. καὶ Πολύβιός φησι· καί τις ἦν περὶ τοὺς πλείστους καλλωπισμός, ὑπερέχων τὴν ἐκ τοῦ βίου χορηγίαν. τουτέστι παροχήν.
χ 396 Χορδή: νευρά. καὶ τὸ παχὺ ἔντερον τοῦ προβάτου.
χ 397 Χορευτής: ἐπιστήμων.
χ 398 Χορείαν: οἱ παλαιοὶ τὴν μετὰ ᾠδῆς ὄρχησιν. δύο δὲ ὀρχή‐ σεις οἶδεν Ὅμηρος, τὴν τῶν κυβιστητήρων καὶ τὴν διὰ τῆς σφαίρας. τὴν δὲ σφαιριστικὴν ἔπαιζεν Ἀριστόνικος ὁ Καρύστιος, ὁ Ἀλεξάνδρου τοῦ βασιλέως συσφαιριστής. καὶ Χορεῖον, ἡ χόρευσις.
χ 399 Χορηγία: δόσις. καὶ Πολύβιος· μὴ οἷον κατὰ θάλατταν τὰς παρασκευὰς καὶ τὰ χορήγια παρακομίζειν τοῖς στρατοπέδοις μηδὲ ἐπὶ ὑποζυγίων, ἀλλ’ ἐν ταῖς πήραις δέχ’ ἡμερῶν ἔχοντας ἐφόδια.
χ 400 Χορηγός: ὁ τοῦ χοροῦ ἡγούμενος, καὶ δοτήρ.
χ 401 Χορηγῶ· δοτικῇ.
χ 402 Χορίαμβος: μέτρον στίχων. Βαβρίας ἢ Βάβριος, Μύθους ἤτοι Μυθικά· εἰσὶ γὰρ διὰ χοριάμβων, ἐν βιβλίοις δέκα. οὗτος ἐκ τῶν Αἰσωπείων μύθων μετέβαλεν ἀπὸ τῆς αὐτῶν λογοποιΐας εἰς ἔμμετρα· ἤγουν τοὺς χο‐ ριάμβους.
χ 403 Χορικός: ὁ τοῦ χοροῦ ἐξάρχων. τοιοῦτος ἦν Ἀγάθων, ὃς ὑποκριτικὰ μέλη ἐποίει καὶ αὐτὸς ὑποκρίνεται· διὸ καὶ χορικὰ λέγει.
χ 404 Χορίλη: ἡ Ἑκάβη.
χ 405 Χόριον: τὸ κάλυμμα, τὸ συγγενόμενον ἐκ τῆς κοιλίας τοῖς βρέφεσι.
χ 406 Χοροβατῶ: τὸ εἰς χορὸν βαίνω.
χ 407 Χοροδέκτης: ὁ τοῦ χοροῦ προεξάρχων. ὥσπερ οὖν παρά τινος χοροδέκτου λαβεῖν τὴν στάσιν.
χ 408 Χορὸν δίδωμι: ἐν ἴσῳ τῷ εὐδοκιμεῖν καὶ νικᾶν· παρὰ γὰρ τοῖς Ἀθηναίοις χοροῦ ἐτύγχανον κωμῳδίας καὶ τραγῳδίας ποιηταί, οὐ πάντες, ἀλλὰ οἱ εὐδοκιμοῦντες καὶ δοκιμασθέντες ἄξιοι.
χ 409 Χορός: τὸ σύστημα τῶν ἐν ταῖς ἐκκλησίαις ᾀδόντων. διῃρέθη‐ σαν δὲ οἱ χοροὶ τῶν ἐκκλησιῶν εἰς δύο μέρη ἐπὶ Κωνσταντίου τοῦ υἱοῦ Κωνσταντίνου τοῦ μεγάλου καὶ Φλαβιανοῦ, ἐπισκόπου Ἀντιο‐ χείας, διχῆ τοὺς Δαυιτικοὺς ψαλμοὺς ᾄδοντες. ὅπερ ἐν Ἀντιοχείᾳ πρῶτον ἀρξάμενον εἰς πάντα περιῆλθε τῆς οἰκουμένης τὰ πέρατα.
χ 410 Χορός: καὶ οἱ χορευταί, καὶ ὁ τόπος. Ὅμηρος· ἐν δὲ χορὸν ποίκιλλεν. ἐν ᾧ τὸ σύστημα τῶν χορευτῶν. καὶ παροιμία· χορὸς τραγικὸς ἐξ ιεʹ προσώπων, χορὸς κωμικὸς ἐξ κδʹ προσώπων.
χ 411 Χοροστατῶν: χοροῦ κατάρχων.
χ 412 Χορτάζω· γενικῇ.
χ 413 Χορταῖος: ὁ δασὺς καὶ μαλλωτὸς χιτών.
χ 414 Χοροῖσι τῶν τραγῳδιῶν ἄχθεται: ἐπὶ τῶν πεινώντων· ὡς μακρῶν ὄντων τούτων. Ἀριστοφάνης· εἶτα πεινῶν τοῖς χοροῖς τῶν τραγῳδιῶν ἤχθετο, ἐκπετόμενος ἂν οὗτος ἠρίστησεν, ἐλθὼν οἴκαδε.
χ 415 Χοροιτύπος: ἐν τῷ χορῷ τύπτων.
χ 416 Χορυμαῖοι: ἔθνος.
χ 417 Χοσβίας: ὄνομα κύριον. ὁ ὑπὸ τοῦ ἀρχιερέως Φινεὲς συν‐ διαφθαρεὶς τῷ Ζαμβρῆ.
χ 418 Χοσρόης: ὁ Περσῶν βασιλεύς. ὑμνοῦσιν αὐτὸν καὶ ἄγανται πέρα τῆς ἀξίας μὴ ὅτι οἱ Πέρσαι, ἀλλὰ καὶ ἔνιοι τῶν Ῥωμαίων, ὡς λόγων ἐραστὴν καὶ φιλοσοφίας τῆς παρ’ ἡμῖν ἐς ἄκρον ἐλθόντα, μετα‐ βεβλημένων αὐτῷ ὑπό του ἐς τὴν Περσίδα φωνὴν τῶν Ἑλληνικῶν συγγραμμάτων. καὶ τοίνυν φασίν, ὅτι δὴ ὅλον τὸν Σταγειρίτην κατα‐ πιὼν εἴη μᾶλλον ἢ ὁ ῥήτωρ ὁ Παιανιεὺς τὸν Ὀλώρου, τῶν τε Πλά‐ τωνος τοῦ Ἀρίστωνος ἀναπέπλησται δογμάτων, καὶ οὔτε ὁ Τίμαιος αὐτὸν ἀποδράσειεν ἄν, εἰ καὶ σφόδρα γραμμικῇ θεωρίᾳ πεποίκιλται, καὶ τὰς τῆς φύσεως ἀνιχνεύει κινήσεις, οὔτε ὁ Φαίδων οὔτε ὁ Γορ‐ γίας, οὐμενοῦν οὐδὲ ἄλλος τις τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων δια‐ λόγων, ὁποῖος ὁ Παρμενίδης. ἐγὼ δέ, φησὶν Ἀγαθίας, οὕτως αὐτὸν ἄριστα ἔχειν παιδείας, καὶ ταῦτα τῆς ἀκροτάτης, οὐκ ἄν ποτε οἰηθείην. πῶς μὲν γὰρ οἷόν τε ἦν τὸ ἀκραιφνὲς ἐκεῖνο τῶν παλαιῶν ὀνομάτων, ἐλευθέριον καὶ πρός γε τῇ τῶν πραγμάτων φύσει πρόσφορόν τε καὶ ἐπικαιρότατον, ἀγρίᾳ τινὶ γλώττῃ καὶ ἀμουσοτάτῃ ἀποσωθῆναι; πῶς δὲ ἀνὴρ βασιλείῳ τύφῳ ἐκ παίδων καὶ κολακείᾳ πολλῇ γεγαννυμένος δίαιτάν τε λαχὼν ἐς ὅτι βαρυτάτην καὶ πρὸς πολέμους ἀεὶ καὶ παρα‐ τάξεις ὁρῶσαν, πῶς δὴ οὖν ὧδε βιοὺς ἔμελλε μέγα τι καὶ λόγου ἄξιον ἐν τοῖσδε ἀπόνασθαι τοῖς διδάγμασι καὶ ἐνασκηθῆναι; εἰ μὲν οὖν ἐπαινοίη τις αὐτόν, ὅτι δὴ βασιλεύς γε ὢν καὶ Πέρσης, ἐθνῶν τε τοσούτων καὶ πράξεων μέλον αὐτῷ· ὁ δὲ ἐφίετο γοῦν ὅμως ἀμηγέπη ἀπογεύεσθαι λόγων, καὶ τῇ περὶ ταῦτα γάννυσθαι δόξῃ· ξυνεπαινέσαιμι ἂν καὶ ἔγωγε τὸν ἄνδρα καὶ μείζονα θείην τῶν ἄλλων βαρβάρων. ὅσοι δὲ λίαν αὐτὸν σοφὸν ἀποκαλοῦσι καὶ μονονουχὶ τοὺς ὅποι ποτὲ πεφιλοσοφηκότας ὑπερβαλλόμενον, ὡς καὶ ἁπάσης τέχνης τε καὶ ἐπιστήμης τὰς ἀρχὰς καὶ αἰτίας διαγινώσκειν, ἐκεῖνοι ἂν μάλιστα φωραθεῖεν οὐ τῶν ἀληθῶν ἐστοχασμένοι, μόνῃ δὲ τῇ τῶν πολλῶν ἑπόμενοι φήμῃ.
χ 419 Χοῦς θανάτου: ὁ τάφος, ἅτε δὴ χωννυμένων τῶν θαπτομένων. Δαβίδ· καὶ εἰς χοῦν θανάτου κατήγαγές με.
χ 420 Χουσί: ὄνομα κύριον.
χ 421 Χωβάλ: πόλις.
χ 422 Χώβαρος: ὄνομα κύριον.
χ 423 Χωλή: ἀντὶ τοῦ ἀτελής. Περὶ ψυχῆς Πλάτων· ἀλλ’ εἰ ταύτῃ ἔσται χωλὴ ἡ φύσις.
χ 424 Χωλίαμβος: εἶδος στίχου.
χ 425 Χωλός: καὶ ἐπὶ ποδὸς καὶ ἐπὶ χειρός. Εὔπολις· ὅτι χωλὸς τὴν χεῖρα σὺ σφόδρα. καὶ κυλλοὺς οἱ Ἀττικοὶ ἐπὶ ποδῶν καὶ χειρῶν ὁμοίως. καὶ Χωλοποιός. Ἀριστοφάνης· οὐ δῆτα, πρίν γ’ ἂν τοῦτον ἀποφήνω σαφῶς τὸν χωλοποιόν, οἷος ὢν θρασύνεται. Χῶλος δὲ ὄνομα κύριον.
χ 426 Χῶμα: ὕψωμα γῆς, ὅπερ οἱ πολέμιοι ἐν ταῖς πολιορκίαις εἰώθασι προσχοῦν τὰ τείχη. Τραϊανὸς εἰς Βαβυλῶνα ἀφικόμενος ἐντυγχάνει χώματι μεγίστῳ, ὅπερ χῶσαι ἐλέγετο Σεμίραμις. ἦν δὲ αὐτοῦ τὸ μὲν ὕψος ποδῶν εʹ καὶ κʹ, τὸ δὲ εὖρος ἐς νʹ, κατὰ μῆκος ἐπεῖχε σταδίους σʹ, κατηγορεῖ δὲ τὴν δύναμιν τῆς πόλεως.
χ 427 Χώματα χοῦν: Ἡρόδοτος ἱστορεῖ, βʹ ἀντὶ τοῦ γῆν ὑψοῦν.
χ 428 Χωμισδαίτης: ὁ Ἡρακλῆς.
χ 429 Χῶναι: ὄνομα τόπου.
χ 430 Χωνεύω: τὸ εἰς χῶνον ἐμβάλλω. καὶ Χωνεία, ἐκ τοῦ χωνεύω. καὶ Χωννύω, ὁμοίως.
χ 431 Χῶνος: τὸ χωνεῖον. καὶ Χῶνες, οἱ χωνευταί.
χ 432 Χωξύγγιος.
χ 433 Χὠξυμπότης.
χ 434 Χωόμενος: ὀργιζόμενος.
χ 435 Χώρα: ὁ τόπος. παρὰ δὲ Θουκυδίδῃ χώρα, ἡ τάξις.
χ 436 Χωραζίν: ὄνομα τόπου. καὶ ὁ προφήτης· οὐαί σοι Χωραζίν.
χ 437 Χωράσμιος: ὄνομα κύριον.
χ 438 Χώραυλος: ὁ ἐπὶ χώρας διατρίβων.
χ 439 Χωρεῖν: πορεύεσθαι, ὁρμᾶν. ἀλλὰ χωρεῖν καὶ συναποθνήσκειν ταῖς ἐπιβολαῖς τῶν πραγμάτων. οὐ χωρούντων αὐτῷ τῶν ἐν Σι‐ κελίᾳ πραγμάτων κατὰ νοῦν (ἀντὶ τοῦ γινομένων), διὰ τὸ μὴ βασιλι‐ κὴν φανῆναι τὴν ἡγεμονίαν, ἀλλὰ δεσποτικὴν ταῖς πόλεσι. καὶ Χωρῶ· αἰτιατικῇ.
χ 440 Χωρήβ: ὄνομα ὄρους.
χ 441 Χωρήσατε: προσδέξασθε.
χ 442 Χωρίζω: τὸ διαχωρίζω. καὶ Χωρίζομαι· γενικῇ.
χ 443 Χωρισμός: ἡ διάστασις.
χ 444 Χωρὶς ἱππεῖς: Δάτιδος ἐκβαλόντος εἰς τὴν Ἀττικήν, τοὺς Ἴωνας φασίν, ἀναχωρήσαντος αὐτοῦ, ἀνελθόντας ἐπὶ τὰ δένδρα ση‐ μαίνειν τοῖς Ἀθηναίοις, ὡς εἶεν χωρὶς οἱ ἱππεῖς· καὶ Μιλτιάδην συνιέντα τὴν ἀποχώρησιν αὐτῶν, συμβαλεῖν οὕτως καὶ νικῆσαι. ὅθεν καὶ τὴν παροιμίαν λεχθῆναι ἐπὶ τῶν τάξεις διαλυόντων.
χ 445 Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα. χωρὶς τό τ’ εἰπεῖν πολλὰ καὶ τὸ καίρια. ὡς δὴ σὺ βραχέα, ταῦτα δ’ ἐν καιρῷ λέγεις· τουτέστιν ἄλλο ἐστὶ τὸ φλυαρεῖν καὶ ἄλλο τὸ ἀναγκαῖα λέγειν. οὐ δῆθ’, ὅτῳ γε νοῦς ἴσως καὶ σοὶ πάρα. ἀντὶ τοῦ κατὰ σὲ οὐ δοκῶ καίρια λέγειν. καὶ αὖθις· φιλοσοφοῦντος οὐκ ἔστι μαντικὴν ἐπαγγέλ‐ λεσθαι καὶ προφέρειν, οὐδὲ τὴν ἄλλην ἱερατικὴν ἐπιστήμην· χωρὶς γὰρ τὰ τῶν φιλοσόφων καὶ τὰ τῶν ἱερέων ὁρίσματα οὐδὲν ἧττον ἢ τὰ λεγόμενα Μυσῶν καὶ Φρυγῶν.
χ 446 Χωρίτης: ἀπὸ τῆς χώρας.
χ 447 Χωριτικός: ὁ χωρίτης, ὁ ἰδιώτης.
χ 448 Χῶρος: τόπος.
χ 449 Χωρῶ, χωρήσω· αἰτιατικῇ. Χωρίζω δὲ τὸ διαχωρίζω.
χ 450 Χώσασθαι: λυπηθῆναι.
χ 451 Χωστρίς: τόπος, ἐν ᾧ τι ἐχώννυον.
χ 452 Χραίνειν· αἰτιατικῇ. μιαίνειν, μολύνειν, ῥυποῦν.
χ 453 Χραίσμωσιν: ὠφελήσουσιν.
χ 454 Χρεμέτης: ὄνομα ποταμοῦ.
χ 455 Χρεμετίζει: ἦχον τῷ στόματι ἀποτελεῖ, πτάρνυται· καὶ χρέμ‐ πτεται, ὁμοίως. τὴν ἀρχήν, ὁπόθεν εὑρέθη ὁ μῦθος καὶ ὅστις πρῶ‐ τος ἐφεῦρεν, οὐ μᾶλλον εὕροι τις ἄν, ἢ εἴ τις ἐπιχειρήσειε τὸν πρῶ‐ τον πταρέντα ἢ χρεμψάμενον ἀναζητεῖν.
χ 456 Χρεμψιθέατρον: ἢ ὅτι εἰσιόντες εἰς τὸ θέατρον χρέμπτονται, ἢ ὅτι χρεμπτόμενοι ἐκβάλλονται.
χ 457 Χρεωκοπεῖται: ὑπὸ χρεῶν ἐνοχλεῖται. τῆς παρὰ τοῖς Αἰτωλοῖς χρεωκοπίας κατὰ τὴν Θεσσαλίαν ζηλωθείσης καὶ πάσης πό‐ λεως εἰς στάσεις καὶ ταραχὰς ἐμπιπτούσης.
χ 458 Χρέος: παρὰ τὸ χρειῶδες λέγεται. Χρέος καὶ ἡ χρειὼ παρὰ Ἀριστοφάνει· τί δ’, ὦ τάλας, τοῦδ’ ἔχῃ τοῦ πλέκους χρέος; λέγει δὲ σπυρίδος.
χ 459 Χρέος: τὸ δάνειον. καὶ Χρεῖος.
χ 460 Χρεωλυτῶ.
χ 461 Χρεών: εἱμαρμένον, τέλος ζωῆς. Αἰλιανός· ἐπεὶ δὲ ἐς γῆρας ἀφίκετο, τὸ κοινὸν τῇ πεπρωμένῃ χρεὼν ἐξέτισε καὶ τῆς προσηκούσης κηδεύσεως ἔτυχε. τὸ δὲ χρεὼν μετοχή ἐστιν, ἀπὸ τοῦ χρῶ, χρέω γινόμενον, οὐδέτερον χρέον. παρατροπὴ δὲ παρηκολούθησε τοῦ τόνου, καὶ κατὰ Ἀττικὴν ἔκτασιν ἐτράπη τὸ ο εἰς ω, καί ἐστιν ἄκλιτον. τὰ δὲ εἰς ον ἐπιρρήματα διὰ τοῦ ο μικροῦ γράφεται, πλὴν τοῦ χρεὼν καὶ ἐμποδών.
χ 462 Χρεῶν ἀποκοπαί: ὅταν τὰ ὑπὸ τῶν πενήτων ἀφαιρεθέντα ἄφεσιν λάβωσιν.
χ 463 Χρεώστης: ὁ δανειστής.
χ 464 Χρεωφειλέτης: ὁ χρεωστῶν.
χ 465 Χρεία: ὑπόθεσις, πρόνοια. ὁ δὲ ὑπελάμβανεν ὑγιασθεὶς ἐκ τοῦ τραύματος ἀληθινὴν παρέχεσθαι χρείαν τοῖς κοινοῖς πράγμασι. καὶ παροιμία· Χρεία διδάσκει, κἂν ἄμουσος ᾖ, σοφόν. Καρ‐ χηδόνιον. τουτέστιν ἐνδεχομένην ἐκ τοῦ καιροῦ ποιησάμενοι τὴν ἐπίνοιαν.
χ 466 Χρείειν: τύπτειν.
χ 467 Χρείῃ: δέοι.
χ 468 Χρείω: ἡ χρεία.
χ 469 Χρείω: τὸ χρησμοδοτῶ. ἐπὶ ἐνεστῶτος καὶ μόνου καὶ παρα‐ τατικοῦ, ἐπὶ δὲ τῶν λοιπῶν διὰ τοῦ η.
χ 470 Χρείω: τὸ μαντεύομαι. διὰ διφθόγγου· ὁ δὲ μέλλων χρήσω διὰ τοῦ η. Χρίω δὲ τὸ ἀλείφω, διὰ τοῦ ι.
χ 471 Χρή: ὀξυτόνως δεῖ· χρῇ δὲ περισπωμένως, τὸ ὑποτακτικόν, σημαίνει τὸ δέῃ. Εὔπολις Αἰξίν· ἐγὼ τελῶ τὸν μισθόν, ὅν τιν’ ἂν χρῇ. χρῆν δὲ σὺν τῷ ν καὶ περισπωμένως τὸ παρεληλυθός, τὸ ἔδει. λέ‐ γουσι δέ ποτε καὶ χρήσται, ἀντὶ τοῦ δεῖ. Φερεκράτης Λήροις· τὸ δ’ ὄνομά μοι κάτειπε, τί σε χρῆσται καλεῖν. Ἀριστοφάνης Λημνίαις· ἡ καρδίω τε τίς; ἀλλὰ πῶς χρῆσται ποιεῖν; χρῇς δὲ τὸ χρῄζεις, καὶ δέῃ. Κρατῖνος Νόμοις· νῦν γὰρ δή σοι πάρα μὲν θεσμοὶ τῶν ἡμετέρων, πάρα δ’ ἄλλ’ ὅ τι χρῆσται. χρείη δὲ τὸ δέοι. Πλάτων Εὐθύφρονι· πευσόμενοι τοῦ ἐξηγητοῦ τί χρείη ποιεῖν.
χ 472 Χρῄζω· γενικῇ. θέλω.
χ 473 Χρῆμα: πρᾶγμα, ἢ κτῆμα, πλοῦτος, οὐσία, λῆμμα. τὸ δὲ δω‐ μάτιον ζοφῶδες ἦν καὶ ἀδιατύπωτον καὶ ὥρᾳ θέρους ἐς τὰ μάλιστα ἀναρμόδιον, ὡς δοκεῖν εἶναι τὸ χρῆμα εἱρκτήν. καὶ αὖθις· ὁ δὲ κατέσεισεν ἅπαντα καὶ κατεβρόντησεν ἐς τοσοῦτον, ὥστε ὁ τοῦ μύθου Σαλμωνεὺς μικρόν τι χρῆμα πρὸς αὐτὸν ἦν. Ἰουλιανός· περὶ τὴν Ἑρκυνίαν ὕλην ἐθέομεν, καὶ εἶδον ἐγὼ χρῆμα ἐξαίσιον. ἰδοὺ γοῦν σοι θαρρῶν ἐγὼ ἐγγυῶμαι μήποτε ὦφθαι τοιοῦτον μηδὲ ὅσα γε ἴσμεν ἡμεῖς ἐν τῇ Ῥωμαίων, ἀλλ’ εἴτε τὰ Θετταλικὰ Τέμπη δύσβατα νομίζει τις, εἴτε τὰ ἐν Θερμοπύλαις, εἴτε τὸν μέγαν καὶ διωλύγιον Ταῦρον, ἐλάχιστον ἔστω χαλεπότητος ἕνεκα πρὸς τὸ Ἑρκύνιον τοὔνομα. καὶ Εὐνάπιός φησιν· ὁ δὲ τὰς δυνάμεις ἤθροισε, τὸ χρῆμα τῆς διαβάσεως ἐπισπέρχων ἤδη καὶ συμβιαζόμενος καὶ πλὴν ἀγαθῆς ψυχῆς σῶμα οὐκ ἔχων.
χ 474 Χρῆμα: πρᾶγμα. μέγα τι χρῆμα καὶ θαυμάσιον, ἀνὴρ καὶ ψυχὴ δεόντως ἁρμοσθεῖσα κατὰ τὴν ἐξ ἀρχῆς σύστασιν, πρὸς ὅ τι ἂν ὁρμήσῃ τῶν ἐξ ἀρχῆς ἔργων. καὶ αὖθις· εἰκάζειν ἂν βοῶν ἀγέλῃ μεγίστῃ τὸ χρῆμα. περὶ βαρβαρικῆς παρατάξεως ὁ λόγος. Ἡρό‐ δοτος· ἦν τε τοῦ χειμῶνος χρῆμα ἀφόρητον. Ἀριστοφάνης· τὸ χρῆμα τῶν νυκτῶν ὅσον. τὸ μέγεθος, τὸ ἔκταμα. ἔθος δὲ τοῖς Ἀττι‐ κοῖς ἐπαγωγῇ χρῆσθαι, οἷον ἵππος σπάνιόν τι χρῆμα· γυνὴ κακόν τι χρῆμα. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὧν ἂν ἐξαίρειν βούλωνται. ὁ δὲ χρημάτων οὐκ ἦν εὔπορος, οὐδὲ ὅσα ἂν ἐξήρκεσεν ἑτέρῳ πρὸς τὴν τοῦ ἀναγκαίου βίου διαγωγήν, οὐδὲ τοσαῦτα κεκτημένος.
χ 475 Χρῆμα: χρῆσις. Θουκυδίδης. Ἰώσηπος· ἦν δὲ σάββατον ἀργία παντὸς χρήματος ἡμέρα, τοῖς Ἰουδαίοις τιμιωτάτη. καὶ αὖθις· κιν‐ δυνεύει ἀποσβῆναι τῆς ἀληθείας τὸ χρῆμα. καὶ Χρήματα παρὰ Ἡροδότῳ, ἀντὶ τοῦ πράγματα.
χ 476 Χρήμασιν ἐδωρήσατο.
χ 477 Χρήματα χρήματ’ ἀνήρ, πενιχρὸς δ’ οὐδέποτ’ ἐσθ‐ λός: ἐπὶ τῶν διὰ πλοῦτον εὐημερούντων. Ἀριστόδημός φησι. μέμνη‐ ται τοῦ Ἀριστοδήμου καὶ Ἀλκαῖος· ὡς γὰρ δή ποτ’ Ἀριστόδαμον φασὶν ἐν Σπάρτᾳ οὐκ ἀπάλαμνον λόγον εἰπεῖν, χρήματα, χρήματα· καὶ τὰ ἑξῆς. καὶ αὖθις Ἀριστοφάνης· οὐκ οἶδ’ ὅ τι χρῆμά με ποιεῖς. σκέψαι τοίνυν, ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν ὑπὸ τῶν ἀεὶ δημιζόντων. Σοφοκλῆς· τί χρῆμα δρᾷς, Αἶαν; τί τῷδ’ ἄκλητος οὐδ’ ὑπ’ ἀγγέλων κληθεὶς ἀφορμᾷς πεῖραν, οὔτε του κλύων σάλπιγ‐ γος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. ὁ δ’ εἶπε πρός με βαιά, ἀεὶ δ’ ὑμνούμενα, γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. κἀγὼ μαθοῦς’ ἔληξα· ὁ δ’ ἐσσύθη μόνος.
χ 478 Χρήματα, χρήματ’ ἀνήρ: αὕτη ἀποφθεγματική ἐστιν, ὡς τὰ παραγγέλματα τῶν ἑπτὰ σοφῶν. μέμνηται αὐτῆς Πίνδαρος καὶ Ἀλ‐ καῖος. ὁμοία τῇ ὡς καὶ ἀρχὴ ἄνδρα δείκνυσι, καὶ τὴν κατὰ σαυτὸν ἔλα, καὶ τὸ γνῶθι σαυτόν. λεχθῆναι δὲ αὐτὴν Ἀλκαῖος μὲν ὑπὸ Ἀριστοδήμου τοῦ Σπαρτιάτου φησί, Πίνδαρος δὲ ὑπό τινος Ἀργείου τὸ ὄνομα, οὕτως λέγων. ὁ δ’ Ἀριστόδημος ἐγκαταριθμεῖται τοῖς σοφοῖς ὑπό τινων.
χ 479 Χρηματίζεσθαι: χρήματα πράττεσθαι. ἐὰν δέ τις εἴπῃ τὴν λέξιν ἐνεργητικῶς χρηματίζει, οὐκέτι τὸ αὐτὸ δηλοῖ, ἀλλὰ τὸ πράγ‐ μασι χρῆσθαι· οἷον φαμέν, χρηματίζει ἡ βουλὴ καὶ ὁ δῆμος· οἷον πράγμασι σχολάζει. ἀφ’ οὗ χρήματα, τὰ πράγματα.
χ 480 Χρηματίζεσθαι: πλουτεῖν. οὐδὲ χρηματίζομαι· πάλαι γάρ μοι ταῦτα ἐδόκει καὶ ἐκ μειρακίων λῆρος καὶ φλήναφοι.
χ 481 Χρηματίζει· δοτικῇ. ἀποκρίνεται, πρᾶγμα διοικεῖ. οὕτως Ἀπ‐ πιανὸς ὁ ἱστορικός. τοῖς πρέσβεσιν ἐχρημάτισε. Χρηματίζειν ἐστὶ τὸ λόγους διδόναι ἀλλήλοις. Ἀριστοφάνης· καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου, ὅ τι χρὴ παθεῖν.
χ 482 Χρηματισαμένων: χρήματα λαβόντων. Ἀρριανός· χρηματισα‐ μένων δὲ καὶ αὐτῶν, τρίτη παρεγένετο πρεσβεία.
χ 483 Χρηματισάμενοι: πραγματευσάμενοι. καὶ χρηματίσαι μέν ἐστι τὸ πρᾶξαι, χρηματίσασθαι τὸ κερδᾶναι. παρὰ Θουκυδίδῃ.
χ 484 Χρηματίσεσθαι: χρήματα λαβεῖν. Ἡροφίλα ἡ καὶ Σίβυλλα Ἐρυθραία ἔγραψε βιβλία γʹ μαντικά· καὶ ἦλθεν εἰς Ῥώμην χρημα‐ τίσεσθαι· καταφρονηθεῖσα δὲ ἔκαυσε τὰς δύο βίβλους.
χ 485 Χρημάτισις: χρημάτων συναγωγή. Αἰλιανός· ὁ δὲ τῆς θεο‐ συλίας τε καὶ ἀθέσμου χρηματίσεως διαφθαρεὶς τὸν μισθὸν ἠνέγκατο τοῦτον πικρότατόν τε καὶ πικρωδέστατον.
χ 486 Χρηματισμός. πᾶσι δὲ συνετάττετο ποιήσασθαι τοὺς χρημα‐ τισμούς. τουτέστι τὰς διοικήσεις. καὶ αὖθις· ὁ δὲ τοὺς πρεσβευτὰς ἑτοίμως δεξάμενος ἐχρημάτιζε τούτοις. ἀντὶ τοῦ ἐκοινολογεῖτο, λόγους ἐδίδου. καὶ αὖθις· ἐν χρηματισμῷ δικαίῳ δὲ καταστάς. ὅτι φησὶ Δαμάσκιος, τὸν χρηματισμόν (τουτέστι τὴν τῶν χρημάτων συλλογήν) μηδὲν φανεῖσθαι τοῖς ἐν ᾅδου πρὸς βοήθειαν, οὐδὲ τὴν τρυφήν, οὐδὲ τὰς πολυαράτους ταύτας τιμάς, ὧν οὐδὲν προτιμῶσιν οἱ πολιτικοὶ καὶ σφόδρα ὑπὸ τῶν πολλῶν μακαριζόμενοι ὡς εὐδαίμονες, ὄντες γε τῇ ἀληθείᾳ κακοδαίμονες.
χ 487 Χρηματιστής: χρημάτων ποριστής, ὁ ῥᾳδίως χρήματα πορί‐ ζων οὕτω προσαγορεύεται. κεῖται τὸ ὄνομα παρὰ Λυσίᾳ.
χ 488 Χρημάτων: συνήθως μὲν οἵ τε ἰδιῶται καὶ οἱ ῥήτορες τῷ ὀνόματι τῶν χρημάτων ἐπὶ νομίσματι χρῶνται ἀργυρίου καὶ χρυσίου καὶ ἐπὶ τῆς ὅλης οὐσίας τὴν λέξιν ταύτην ἔταξαν· τὸν ἀποκτείναντα ὅσιον εἶναι καὶ θνήσκειν καὶ τὰ χρήματα αὐτοῦ πεπρᾶσθαι. κεῖται δὲ ἡ λέξις καὶ ἐπὶ πράγματος ἢ προσώπου ἢ λόγου, ὡς Ἀντιφῶν· τάσσουσι δὲ τὴν λέξιν καὶ ἐπὶ τῶν ἐμπορικῶν φορτίων. ὁ δὲ Λυσίας ἐπὶ τοῦ χρυ‐ σοῦ κατασκευάσματος τίθησι.
χ 489 Χρημάτων: χρυσοῦ νομίσματος. οἱ δὲ ἤγοντο, χρημάτων με‐ γάλων ἐωνημένοι.
χ 490 Χρῆμα οἰκτροί: ταπεινοί, ἐλέους ἄξιοι. Λιβύων δὲ πρέσβεις, χρῆμα οἰκτροί, κατὰ κλέος τὸ τῆς παρθένου ἧκον καὶ ἐδέοντο λύσιν τινὰ λοιμοῦ λαβεῖν.
χ 491 Χρήμη: χρεία, καὶ σπάνις. Ἡρόδοτος εἰς τὸν βίον Ὁμήρου· τοὺς ἐναντιωθέντας τῇ χρήμῃ αὐτοῦ. ὅμως ἐν δαπανήμασι μεγά‐ λοις ἐγένετο. τουτέστι μετρίῳ πλούτῳ καὶ περιουσίᾳ.
χ 492 Χρῆ μοι: μαντεύεται. Σοφοκλῆς· χρῆ μοι τοιαῦθ’ ὁ Φοῖβος, ὧν πεύσῃ τάχα.
χ 493 Χρῆν: ἔδει. καὶ Ἐχρῆν, ἔπρεπε. χρῆν δὲ μή, τὸ λεγό‐ μενον, ἄστροις τὰ καθ’ ὑμᾶς σημαίνεσθαι, μηδὲ τί λέγει φήμη πυνθά‐ νεσθαι, ἀλλὰ μάλιστα μὲν ἔχειν συνόντας, εἰ δὲ μή, γράμμασιν ὑμε‐ τέροις ἐντυγχάνειν.
χ 494 Χρῆναι: πρέπειν. χρῆναι γὰρ ἤδη ἀφῖχθαι παρ’ αὐτόν.
χ 495 Χρῇς: χρῄζεις. ζήτει ἐν τῷ χρή.
χ 496 Χρήσασθαι: δανείσασθαι. ὅτι τὸ χρῆσαι τοῦ δανεῖσαι αἱρετώτερον· τὸ μὲν γὰρ χρῆσαι ἐπὶ φίλων, τὸ δὲ δανεῖσαι πρὸς τοὺς τυχόντας.
χ 497 Χρήσιμον: τὸ ἀγαθόν, ὅ τι χρῆσιν ὠφελείας παρέχεται.
χ 498 Χρήσιμον: ὠφέλιμον. οἱ δὲ οὕτω διεφθάρησαν, ὡς μηδὲ τῶν ναυαγίων μηδὲν γίνεσθαι χρήσιμον, ἀλλ’ ἀχρειωθῆναι αὐτούς.
χ 499 Χρήσιμον πρᾶγμα: ὅ τι χρείαν ὠφελείας παρέχεται· εὔχρηστον δέ, ὅ τι χρείαν ἐπαινετὴν ἀπεργάζεται.
χ 500 Χρῆσις. χρῆσις λέγεται τῶν χρησίμων τινὸς χρεία, χρήσιμα δὲ λέγεται τῶν ἀγαθῶν ἰδίως τὰ ὀργανικά. ὧν οὖν αἱ χρήσεις αἱρετώτε‐ ραι, καὶ αὐτὰ αἱρετώτερα· εἰ γὰρ ἡ χρῆσις τοῦ πλούτου τῆς χρήσεως τῆς ἰσχύος αἱρετωτέρα, καὶ ὁ πλοῦτος ἰσχύος αἱρετώτερος.
χ 501 Χρῆσθαι: διοικεῖσθαι, δαπανᾶν, καταναλίσκειν. τά τε ἐπιτήδεια παρεσκευακέναι ἄφθονα καὶ ταῦτα προῖκα παρέξειν τῇ στρατιᾷ χρῆσθαι.
χ 502 Χρήσθων: ἀντὶ τοῦ χρήσθωσαν. καὶ ζήτει ἐν τῷ δρώντων.
χ 503 Χρησμοδοτῶ καὶ Χρησμοδότημα· Χρησμῳδῶ δέ.
χ 504 Χρησμός: προφητεία. ὁ δὲ Σκιπίων, ὁ στρατηγὸς τῶν Ῥω‐ μαίων, μετὰ τὴν τῆς Καρχηδόνος καθαίρεσιν θαρσούντων Ῥωμαίων ὡς τῇ εἰρήνῃ καὶ ἡσυχίᾳ τὸ λοιπὸν διάξουσι τοῦ χρόνου, παρελθὼν εἰς μέσους ἔφη· νῦν μέντοι πολέμων ἀρχαὶ τὰ παρόντα· καὶ ἦν χρησμός, οὐ λόγος· κινδυνεύσομεν γὰρ μὴ ἔχοντες μήτε οὓς φοβήσομεν, μήτε οὓς φοβηθῶμεν. καὶ αὖθις· τοῖς Ἀθηναίοις ἐκπίπτει χρησμός, λέ‐ γων δεῖν χοὰς τοῖς ἐκδίκως τῶν Αἰτωλῶν τεθνεῶσιν ἐπάγειν ἀνὰ πᾶν ἔτος καὶ ἑορτὴν χοὰς ἄγειν· καὶ ἐκ τούτου εὐθηνεῖτο τὰ τῆς Ἀττικῆς. ζήτει χρησμὸν ἐν τῷ δόρυ κηρύκειον.
χ 505 Χρησμός· ζήτει ἐν τῷ Τυρταῖος, καὶ ζήτει ἐν τῷ ἀνεῖλε, καὶ ζήτει ἐν τῷ Θοῦλις, καὶ ζήτει ἐν τῷ Αὔγουστος Καῖσαρ. καὶ ζήτει τὸ τέλος τοῦ τοιούτου χρησ‐ μοῦ ἐν τῷ Σκηπίων. ζήτει χρησμὸν θαυμάσιον ἐν τῷ δαφίδας. ζήτει χρησμὸν περὶ ἔρωτος ἐν τῷ Διογένης. ζήτει χρησμὸν περὶ Αἰγιέων ἐν τῷ Αἰγιεῖς. ζήτει χρησμὸν καὶ ἐν τῷ Οἰδίπους.
χ 506 Χρησμῳδεῖν: θεολογεῖν.
χ 507 Χρησμῴδημα: μάντευμα.
χ 508 Χρηστά: χρήσιμα, καλά.
χ 509 Χρῆσται: δανεισταί. Χρήστης καὶ ὁ δανείζων καὶ ὁ δανειζό‐ μενος. ὁ δὲ Ἀριστοφάνης χρήστας τοὺς δανειστὰς λέγει· ἡ μὲν γὰρ συνήθεια τοὺς χρεωφειλέτας χρήστας καλεῖ· Ἀθηναῖοι δὲ τοὺς μὲν δανειστὰς χρήστας λέγουσιν, τοὺς δὲ ὀφειλέτας χρεωφειλέτας. Φωκυ‐ λίδης δὲ κατὰ τὴν συνήθειαν τοὺς χρεωφειλέτας χρήστας καλεῖ, λέγων· χρήστας κακοὺς ἔμμεναι ἀνδρὸς φεύγειν μή γε ἀνιήσειε διδούς, παρὰ καιρὸν ἀπαιτέων.
χ 510 Χρῆσται: δύο σημαίνει τοὔνομα τἀναντία· καὶ γὰρ τοὺς δα‐ νειστάς, ὡς παρ’ Ἰσαίῳ. Ἀριστοφάνης· ὑπὸ γὰρ τόκων χρήστων τε δυσκολωτάτων ἄγομαι, φέρομαι, τὰ χρήματα ἐνεχυράζομαι. ἐπὶ δὲ τοῦ δανειζομένου Δημοσθένης φησί· οἱ δὲ δανεισταὶ τὸ ἐξ ἀρχῆς ἠπατη‐ μένοι, ὁρῶντες ἑαυτοὺς ἀντὶ τῶν χρημάτων ἄνθρωπον πονηρὸν χρή‐ στην, ἄλλο δὲ οὐδέν.
χ 511 Χρήστην: καὶ τὸν δανείσαντα, καὶ τὸν δανεισάμενον.
χ 512 Χρηστήρια: τολμήματα, πράξεις. Σοφοκλῆς· κείνου χρηστήρια τἀνδρός. ἢ τὰ διεφθαρμένα ποίμνια· παρὰ τὸ διαχρήσασθαι αὐτά. Χριστήρια δὲ τὰ μετὰ ἐλαίου κεχρισμένα, μεθ’ οὗ ἐχρίοντο οἱ ἱερεῖς. διὰ τοῦ ι.
χ 513 Χρηστήριον: τὸ μάντευμα, ἤτοι τὸν χρησμὸν τὸ χωρίον, τὸ ἱερεῖον. τὸ δὲ μαντεῖον διχῶς.
χ 514 Χρηστόν: χρήσιμον. ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
χ 515 Χρηστός: ὁ ἀγαθός. καὶ χρηστὸς ἐξ ἀγάπης, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. Χριστὸς δὲ ὁ ἐν ἐλαίῳ κεχρισμένος. καὶ Χριστός, ὁ κύριος καὶ θεὸς ἡμῶν. καὶ Χριστὸς βασιλεύς.
χ 516 Χρηστουργία: ἀγαθοεργία. ἡ δὲ φεύγει, ἐπιθυμοῦσα ἀμείψασθαί ποτε χρηστουργίᾳ τὸν ἄνθρωπον.
χ 517 Χρηστῶς: ἀντὶ τοῦ φυλακτικῶς. Ἀριστοφάνης· ἡ δ’ Ἀθη‐ ναίων πόλις, εἰ τοῦτο χρηστῶς εἶχεν, οὐκ ἂν ἐσῴζετο, εἰ μή τι καινὸν ἄλλο περιειργάζετο. ἀντὶ τοῦ εἰ ἐφύλαττε τὸν ἀρχαῖον νόμον καὶ μὴ ἐπολυπραγμόνει καὶ τὰς καινὰς ἔφερε πολιτείας.
χ 518 Χρίμπτεται: προσκνᾶται, πελάζει, ἐγγίζει. εἰ δή τις φθι‐ μένοις χρίμπτεται εὐφροσύνη.
χ 519 Χρίομαι· αἰτιατικῇ. ἀλείφομαι. Χρείω δὲ τὸ μαντεύομαι, διὰ διφθόγ‐ γου ἐπὶ ἐνεστῶτος μόνου, ἐπὶ δὲ μέλλοντος διὰ τοῦ η.
χ 520 Χρίσασθαι: ἀλείψασθαι. καὶ ἀποδυσάμενον χρίσασθαι κελεύει ἐλαίῳ.
χ 521 Χρῖσις: τὸ χρῖσμα τοῦ τῆς βασιλείας ἐλαίου, ὅπερ οἱ προφῆται διὰ κέρατος ἐπιφερόμενοι, ἔχριον τοῖς βασιλεῦσι. καὶ ὁ Δαβὶδ τῆς μὲν χρίσεως ἠξιώθη διὰ Σαμουήλ· τὰς δὲ τοῦ λαοῦ ἀναγορεύσεις ἡ ἱστορία χρίσεις ἀδιαφόρως ὠνόμασε. καὶ αὖθις· νέκταρι δ’ εἰνάλιαι Νηρηΐδες ἐχρίσαντο (ἀντὶ τοῦ ἔχρισαν) καὶ νέκυν ἀκταίῃ θῆκαν ὑπὸ σπιλάδι.
χ 522 Χρῖσμα: τὸ τῆς βασιλείας. ὅτι ὁ Δαβὶδ εἰς βασιλείαν τρίτον ἐχρίσθη. καὶ σημαίνει καὶ τὸν ἐλαίῳ κεχρισμένον, καὶ τὸν προφήτην. Χριστήρια δέ, μεθ’ ὧν οἱ ἱερεῖς ἐχρίοντο τοπαλαιόν.
χ 523 Χριστιανοί· ἐπὶ Κλαυδίου βασιλέως Ῥωμαίων, Πέτρου τοῦ ἀποστόλου χειροτονήσαντος Εὐόδιον ἐν Ἀντιοχείᾳ, μετωνομάσθησαν οἱ πάλαι λεγόμενοι Ναζιραῖοι καὶ Γαλιλαῖοι Χριστιανοί.
χ 524 Χριστίνα: ὄνομα κύριον. καὶ Χριστίων, Χριστίωνος.
χ 525 Χριστόδωρος, Πανίσκου, ἀπὸ Κοπτοῦ πόλεως τῆς Αἰγύπτου, ἐποποιός. ἤκμαζεν ἐπὶ τῶν Ἀναστασίου τοῦ βασιλέως χρόνων. ἔγρα‐ ψεν Ἰσαυρικὰ ἐν βιβλίοις ἕξ· ἔχει δὲ τὴν Ἰσαυρίας ἅλωσιν τὴν ὑπὸ Ἀναστασίου τοῦ βασιλέως γενομένην· Πάτρια Κωνσταντινουπόλεως ἐπικῶς βιβλία ιβʹ, Πάτρια Θεσσαλονίκης ἐπικῶς βιβλία κεʹ, Πάτρια Νάκλης· ἔστι δὲ πόλις περὶ Ἡλιούπολιν, ἐν ᾗ τὰ καλούμενα Ἄφακα· Πάτρια Μιλήτου τῆς Ἰωνίας, Πάτρια Τράλλεων, Πάτρια Ἀφρο‐ δισιάδος, Ἔκφρασιν τῶν ἐν τῷ Ζευξίππῳ ἀγαλμάτων· καὶ ἄλλα πολλά.
χ 526 Χριστόδωρος, Θηβαῖος, ἰλλούστριος. ἔγραψεν Ἰξευτικὰ δι’ ἐπῶν· καὶ θαύματα τῶν ἁγίων Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ.
χ 527 Χριστός: ὁ κύριος ἡμῶν καὶ θεός. Χριστός καὶ ὁ κεχρισμένος ἐν ἐλαίῳ. Χρηστός δὲ ὁ ἀγαθός, διὰ τοῦ η. ζήτει ὀπίσω χρηστός.
χ 528 Χρόα: ἡ χροιά. βαρυτόνως, ὡς ψόα.
χ 529 Χροῒ δῆλα· ὅτι Φερεκύδην τὸν σοφόν φασι φθειριάσαντα τε‐ λευτῆσαι· ὅτε καὶ Πυθαγόρου παραγενομένου καὶ πυνθανομένου, πῶς διακέοιτο, διαβαλόντα τῆς θύρας τὸν δάκτυλον εἰπεῖν· χροῒ δῆλα. καὶ τὸ ἐντεῦθεν παρὰ τοῖς φιλολόγοις ἡ λέξις ἐπὶ τῶν χειρόνων τάττεται. οἱ δὲ ἐπὶ τῶν βελτίστων χρώμενοι διαμαρτάνουσι.
χ 530 Χρόμαδος.
χ 531 Χρόμιος: ὄνομα κύριον.
χ 532 Χρόμωνος.
χ 533 Χρόνος· οἱ φιλόσοφοι ἀσώματον αὐτὸν εἶναί φασι, διάστημα ὄντα τῆς τοῦ κόσμου κινήσεως. τούτου δὲ τὸν μὲν παρῳχηκότα καὶ τὸν μέλλοντα ἀπείρους, τὸν δὲ ἐνεστῶτα πεπερασμένον. ἀρέσκει δ’ αὐτοῖς καὶ φθαρτὸν εἶναι τὸν κόσμον· οὗ γὰρ τὰ μέρη φθαρτά ἐστι, καὶ τὸ ὅλον. τὰ δὲ μέρη τοῦ κόσμου φθαρτά· εἰς ἄλληλα γὰρ μετα‐ βάλλει· φθαρτὸς ἄρα καὶ ὁ κόσμος. καὶ εἴ τι ἐπιδεκτικόν ἐστι τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς, φθαρτόν ἐστι· καὶ ὁ κόσμος· ἐξαυχμοῦται γοῦν καὶ ἐξυδατοῦται.
χ 534 Χρόνος γὰρ εὐμαρὴς θεός: τουτέστιν ὁ χρόνος εὐμαρῶς παρέρχεται. ἢ οὕτως· εὐχερής ἐστιν ὁ χρόνος ὥστε μετελθεῖν τοὺς ἀδίκους.
χ 535 Χρόνου πόδα: ἀπὸ Εὐριπίδου. Ἀριστοφάνης· αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα. ἀντὶ τοῦ Εὐριπίδου τοῦ ταῦτα λέγοντος. καὶ αὖθις· χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργει λόγος. Σοφοκλῆς. ἀφαιρεῖται γὰρ τὴν εὐκαιρίαν τῶν μελλόντων πραχθῆναι ἡ τῶν λό‐ γων ἀδολεσχία.
χ 536 Χροός: σώματος. καὶ Ὅμηρος· ἀλλ’ οὔπη χροὸς εἴσατο. δι‐ ῄρηται ὁ χρόος, ἀντὶ τοῦ ὁ χρώς. διὸ καὶ βαρύνεται. τὸ δὲ εἴσατο, ἐφάνη. λοῦσαι δ’ Ἰνωπῷ καθαρὸν χρόα, βᾶθι δ’ ἐς οἴκους.
χ 537 Χρῴζω καὶ Καταχρῴζω· τὸ καλὸν τοῦ πράγματος κατέχρῳζε.
χ 538 Χρῶμα: τοῦτο σημαίνει τὸ ἐν τοῖς σώμασιν, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὰ τούτων μεταξύ· σημαίνει καὶ τὸ ἐν τοῖς μέλεσι· λέ‐ γεται γάρ τι καὶ κατὰ μουσικὴν χρῶμα· τρία γὰρ μέλη τῆς μελῳδίας ἁρμονικοὶ εἶναί φασιν, ἃς ἰδίως χρόας καλοῦσι, τήν τε τοῦ μαλακοῦ χρώματος καὶ τὴν τοῦ διατονικοῦ χρώματος. καὶ εἰσὶ διαφοραί, ἄλλαι μὲν τοῦ ἐν τοῖς σώμασι χρώματος, ὡς τὸ συγκριτικὸν καὶ διακριτικὸν ὄψεως, ἄλλαι δὲ τοῦ ἐν τοῖς μέλεσι· τὸ γὰρ ἡμιτονιαῖον καὶ διεσιαῖον καὶ τὸ μαλακόν, ὁμώνυμον. Διόδωρος· ὁ δὲ βάρβαρος μαστιζό‐ μενος, ὄμμα ἔχων ἄτρεπτον καὶ χρῶμα καθάπερ θηρίον ἐκαρτέρει.
χ 539 Χρῶμα· ὅτι ὁπηνίκα τὸ κρυσταλλοειδὲς τοῦ ὀφθαλμοῦ ἀπό τινος πάθους χρωματισθῇ, δοκοῦμεν τῷ αὐτῷ χρώματι καὶ τὸν ἀέρα καὶ τὰ ἄλλα ὁρατὰ κεχρῶσθαι. Χρῶμα δέ φησιν ὁρατὸν τὸ ἐπὶ τοῦ καθ’ αὑτὸ ὑπάρχον ὁρατοῦ· καθ’ αὑτὸ δὲ ὁρατόν φησι τὴν ἐπιφάνειαν. καθ’ αὑτὸ δὲ ὁρατὸν ἡ ἐπιφάνεια, οὐχ οὕτως, ὡς τῷ ὁρισμῷ καθ’ αὑτό· διττὸν γὰρ τὸ καθ’ αὑτό. ἢ ὅπερ ἐν τῷ ὁρισμῷ τοῦ ὑποκει‐ μένου παραλαμβάνεται, ὡς τὸ ζῷον, καὶ τὸ λογικὸν ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου (ταῦτα γὰρ καθ’ αὑτὸ ὑπάρχει τῷ ἀνθρώπῳ)· ἢ οὗ ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον παραλαμβάνεται, ὡς ἐν τῷ ὁρισμῷ τοῦ ἀρτίου ἢ τοῦ περιττοῦ ὁ ἀριθμός· καὶ ἐν τῷ ὁρισμῷ τῆς σιμότητος ἡ ῥίς. ταῦτα γὰρ καθ’ αὑτὸ ὑπάρχουσι τῷ ὁρισμῷ. οὐχ οὕτως οὖν φησι καθ’ αὑτὸ ὁρατὸν τὴν ἐπιφάνειαν, ἀλλ’ ὡς ἔχουσαν ἐν ἑαυτῇ τὸ αἴτιον τοῦ ὁρατὸν εἶναι. τοῦτο δέ ἐστι τὸ χρῶμα· τὸ γὰρ ἐν τῇ ἐπιφανείᾳ χρῶμα τοῦτό ἐστι τὸ ὁρατόν, καὶ τούτου αἱ ὄψεις ἀντιλαμ‐ βάνονται, ... τοῦ ἐν βάθει χρώματος· τοὺς γὰρ διαφανεῖς τῶν λίθων εἰ καὶ δοκοῦμεν ὁρᾶν δι’ ὅλου τοῦ βάθους κεχρωσμένους, τὰς ὄψεις ἀπατώμεθα. τῷ μὲν γὰρ διαφανεῖς εἶναι τοὺς λίθους διαβαίνουσι διὰ τοῦ βάθους αἱ ὄψεις ἢ τῶν χρωμάτων αἱ ἐνέργειαι. διὰ τοῦ χρώ‐ ματος δὲ τοῦ ἐν τῇ ἐπιφανείᾳ τῶν λίθων ἀντιλαμβανόμεθα· καὶ διὰ τοῦτο δοκοῦμεν καὶ τὸ ἐν βάθει χρῶμα ἑωρακέναι. καὶ Πισίδης· οὐκ ἔστι ταῦτα πρὸς χάριν κεχρωσμένα· ἁπλοῖ δὲ πάντες τῆς ἀληθείας λόγοι. ζήτει περὶ χρώματος ἐν τῷ φαιόν.
χ 540 Χρῶμαι· δοτικῇ.
χ 541 Χρωμένῳ: χρησμὸν αἰτοῦντι, χρησμὸν ἐπερωτῶντι, ἢ μαντευ‐ ομένῳ.
χ 542 Χρῶμις: ὄνομα κύριον.
χ 543 Χρωννύω.
χ 544 Χρωννῦσα.
χ 545 Χρῶνται.
χ 546 Χρώς: σῶμα, ἰδέα.
χ 547 Χρῶσαν: τὴν χρησμῳδοῦσαν. Θουκυδίδης· χρῶσαν Λακεδαι‐ μονίοις.
χ 548 Χρωσθῆναι: χρωματισθῆναι.
χ 549 Χρωστήρ: ὁ χρωματίζων. ἐν Ἐπιγράμμασι· καὶ μολίβῳ χρω‐ στῆρι κανὼν τύπον ὀρθὸν ὀπάζων.
χ 550 Χρωτί: σώματι.
χ 551 Χρωτίζεται: πλησιάζει. Ἀριστοφάνης Νεφέλαις· τῆς ἀνδρείας ἕνεκα ταύτης. εὐτυχία γένοιτ’ ἀνθρώπῳ ὅτι προήκων εἰς βαθὺ τῆς ἡλικίας, νεωτέροις τὴν φύσιν αὐτοῦ πράγμασι χρωτίζεται (ἤγουν πλη‐ σιάζει) καὶ σοφίαν ἐπασκεῖ. λέγεται δὲ ἐπὶ τῶν μουσικῶν χρω‐ ματικὸν καὶ διατονικόν, μουσικῆς εἴδη.
χ 552 Χροιά: χροία δὲ παροξυτόνως οἱ Ἀττικοί. ὡς ἥδομαι πρῶτα τὴν χροίαν ἰδών. ἡ δὲ κοινὴ ὀξυτόνως. Χρόα δὲ βαρυτόνως, ὡς ψόα.
χ 553 Χρυσᾶ: τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ, πάντα τὰ τοιαῦτα περισπῶσιν οἱ Ἀττικοί, ἀργυρᾶ, χρυσᾶ καὶ κεραμεᾶ ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ ἀπὸ τοῦ φοινικοῦν.
χ 554 Χρυσάμπυκας: χρυσοχαλίνους.
χ 555 Χρυσάνθιος· οὗτος ἐκ Σάρδεων ἦν, φιλόσοφος· ὃν διὰ γραμ‐ μάτων μεταπέμπεται Ἰουλιανός. ὁ δὲ κατὰ χώραν ἔμενε, τοῦτο ἐπελ‐ θὸν αὐτῷ πράττειν ἐκ τοῦ θείου. ὅς γε οὐ πρὸς τὴν περιτρέχουσαν καὶ κενὴν δόξαν ἀνέφερε τὸν ἑαυτοῦ βίον, ἀλλὰ πάντα εἰς τὸ θεῖον ὑπερτιθείς, ἐκεῖθεν ἅπαντα ἔπραττε.
χ 556 Χρυσάορον: χρυσοφάσγανον, ἢ χρυσοκίθαρον.
χ 557 Χρυσαυγοῦντα: ἀστράπτοντα, στίλβοντα.
χ 558 Χρύσεος: ὁ χρυσοῦς.
χ 559 Χρύσειος χείρ. καὶ Χρύσειον ἔργον.
χ 560 Χρυσῆ εἰκών: ὤμνυον οἱ Ἀθήνησιν ἄρχοντες, ἂν μὴ παρέλ‐ θωσιν ἐφ’ οἷς ἄρχουσι, χρυσῆν εἰκόνα αὐτῶν ἀναθήσειν ἐν ἄστει, ἐν Πυθοῖ, ἐν Ὀλυμπίᾳ.
χ 561 Χρυσηΐς: ὄνομα κύριον.
χ 562 Χρυσηλάκατος: ἡ καλλίτοξος, ἡ χρυσότοξος.
χ 563 Χρυσήνιος: κυρίως ἡ ἀπὸ μέρους καλή. δίφρος εὐάρμοστος.
χ 564 Χρυσῆν σειρήν: οὕτως ὑπὸ Ὁμήρου τὸν ἥλιον λεγόμενον ἐν Θεαιτήτῳ Πλάτων φησί.
χ 565 Χρυσίδιον: τὸ μικρὸν χρυσίον, ὑποκοριστικῶς.
χ 566 Χρυσίζω: τὸ χρυσὸν λαμβάνω.
χ 567 Χρυσίππειοι μαθηταί: οἱ τοῦ Χρυσίππου.
χ 568 Χρύσιππος, Ἀπολλωνίδου, Σολεὺς ἢ Ταρσεύς, φιλόσοφος, μα‐ θητὴς Κλεάνθους, καθηγησάμενος τῆς Στωϊκῆς σχολῆς μετὰ Κλεάνθην. καὶ τελευτήσας οʹ καὶ τρίων ἐτῶν, ὑπὸ τοῦ πιεῖν ἄκρατον καὶ ἰλιγ‐ γιάσαι· κατὰ δὲ ἄλλους ὑπὸ γέλωτος ἀπείρου· ἐπὶ ρμγʹ ὀλυμπιάδος. συντέταχε δὲ βιβλία πλεῖον ἢ ψʹ φιλόσοφά τε καὶ ἱστορικὰ καὶ γραμ‐ ματικά.
χ 569 Χρύσιππος: ὄνομα κύριον. ὅτι Χρύσιππος ὁ φιλόσοφος τοιούτους τινὰς ἠρώτα λόγους· ὁ λέγων τοῖς ἀμυήτοις τὰ μυστήρια ἀσεβεῖ· ὁ δέ γε ἱεροφάντης τοῖς ἀμυήτοις λέγει· ἀσεβεῖ ἄρα ὁ ἱερο‐ φάντης. ὅ ἐστιν ἐν τῇ πόλει, τοῦτο καὶ ἐν τῇ οἰκίᾳ· οὐκ ἔστι δὲ φρέαρ ἐν τῇ πόλει· οὐδ’ ἄρα ἐν τῇ οἰκίᾳ. ἔστι τις κεφαλή· ἐκείνην δὲ οὐκ ἔχεις· ἔστι δέ γε τις κεφαλή, ἣν οὐκ ἔχεις· οὐκ ἄρα ἔχεις κεφαλήν. εἴ τίς ἐστιν ἐν Μεγάροις, οὐκ ἔστιν ἐν Ἀθήναις· ἄνθρωπος δέ ἐστιν ἐν Μεγάροις· οὐκ ἄρα ἐστὶν ἄνθρωπος ἐν Ἀθήναις. εἴ τι λαλεῖς, τοῦτό σου διὰ στόματος διέρχεται· ἅμαξαν δὲ λαλεῖς· ἅμαξά σου ἄρα διὰ τοῦ στόματος διέρχεται. εἴ τι οὐκ ἀπέβαλες, τοῦτο ἔχεις· κέρατα δὲ οὐκ ἀπέβαλες· κέρατα ἄρα ἔχεις.
χ 570 Χρυσίς: ἡ χρυσῆ φιάλη. οἴ μ’ ὡς ἐλεήμων εἴμ’ ἀεὶ τῶν χρυ‐ σίδων. ἀντὶ τοῦ ἥττων.
χ 571 Χρυσίτης: εἶδος λίθου· χρυσῖτις δὲ γῆ. πλὴν τοῦ ἀετίτης, λυχ‐ νίτης καὶ ἀχάτης, τὰ δὲ λοιπὰ διὰ τοῦ ι.
χ 572 Χρυσόγεων: τὸ ἔχον χρυσῆν γῆν. Χρυσόγειον δέ.
χ 573 Χρυσόγονος: ὄνομα κύριον.
χ 574 Ἐπιστολὴ Ἀναστασίας τῆς μάρτυρος πρὸς Χρυσό‐ γονον. τῷ ἁγίῳ ὁμολογητῇ Χριστοῦ Χρυσογόνῳ Ἀναστασία χαίρειν. εἰ καὶ μάλιστα ὁ ἐμὸς πατὴρ τὰ εἴδωλα προσεκύνει, ἀλλ’ οὖν ἡ μήτηρ μου Φάνεια, διὰ παντὸς ἐν Χριστιανοῖς οὖσα, ἐξότου με ἐγέννησε, Χριστιανήν με ἐποίησε. μετὰ δὲ τὸν θάνατον αὐτῆς ἐζεύχθην ἀνδρὶ μιαρωτάτῳ, οὗτινος χάριτι θεοῦ τὴν συνάφειαν διέφυγον, δεομένη τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ νυκτός τε καὶ ἡμέρας ῥυσθῆναι ἀπὸ τοῦ μιαροῦ εἰδωλολάτρου ἐκείνου, ὅστις τὴν ἐμὴν περιουσίαν ἑξῆς διαφαίνεται, μετὰ μιαρῶν καὶ εἰδωλολατρῶν ἀνδρῶν ἐξήντλησεν, ἐμὲ δὲ ὡσανεὶ φαρμακὸν καὶ ἱερόσυλον βαρυτάτῃ φυλακῇ παραδέδωκεν, ὥστε με τὴν πρόσκαιρον ἀπολέσαι ζωήν· καὶ οὐδέν μοι παρὲξ τῆς ψυχῆς περιλέλειπται. πλὴν εὔχομαι μετὰ τῆς τοῦ θεοῦ ἐλπίδος ἀπο‐ θανεῖν. ὅμως, εἰ καὶ καυχῶμαι ἐν τῇ ὁμολογίᾳ τοῦ Χριστοῦ μου, πάνυ λυποῦμαι, ὅτι τὴν ἐμὴν περιουσίαν, ἣν ηὐχόμην περὶ τοὺς δούλους τοῦ θεοῦ δαπανῆσαι, ὁ μιαρὸς ἐκεῖνος ἄνθρωπος δαιμονολάτραις ἐπι‐ χορηγεῖ· καὶ ἅπερ ἐγὼ ἐπιδοῦναι τοῖς τοῦ θεοῦ δούλοις ηὐχόμην, ταῦτα αἰσχροῖς καὶ ἀνοσίοις ἀνθρώποις ἐπιδίδωσι. καὶ διὰ τοῦτο παρα‐ καλῶ σε, δοῦλε Χριστοῦ τοῦ θεοῦ, ἵνα σπουδαίως ὑπὲρ ἐμοῦ τὸν θεὸν δυσωπήσῃς, ὥστε, εἰ μὲν προγινώσκει ὁ θεός, πιστεῦσαι τὸν ἐμὸν ἄνδρα Πόπλιον εἰς τὸν Χριστόν· εἰ δὲ μή γε, συγχωρῆσαι αὐτὸν ταῖς οἰκείαις ἐναπολέσθαι ἀπάταις, ἐμὲ δὲ ῥύσασθαι ἀπ’ αὐτοῦ. κάλλιον γάρ μοι τὸ ἀποθανεῖν ἢ τὸν υἱὸν τοῦ θεοῦ ἀπαρνήσασθαι καὶ τοῖς πιστεύ‐ ουσιν εἰς αὐτὸν ἐμποδίσαι. αὐτὸς δὲ ὁ παντοδυνάστης Χριστὸς μαρ‐ τυρεῖ, ὅταν ἀπαλλαγήσωμαι τῆς πλάνης ταύτης, τοῖς ἁγίοις προσ‐ καρτερήσω καὶ τὰς ὑπὲρ αὐτῶν φροντίδας, καθάπερ ἠρξάμην, μέχρι παντὸς ἀναδέξομαι. ἔρρωσο, δοῦλε τοῦ θεοῦ, καὶ μέμνησό μου. ὁ δὲ Χρυσόγονος δεξάμενος ἔγραψεν οὕτως. Χρυσόγονος Ἀναστασίᾳ χαίρειν. χειμαζομένῃ σοι ταῖς θυέλλαις τοῦ βίου ὁ ἐπὶ τῶν κυμάτων βαδίσας Χριστὸς βοηθήσοι, ἵνα τὴν τοῦ Διαβόλου δύναμιν τῷ λόγῳ αὐτοῦ καταργήσῃς. μεγαλοφρόνως τοίνυν καὶ ὡσανεὶ ἐν μέσῃ τῇ θα‐ λάσσῃ κειμένη, πίστευσον τῷ Χριστῷ ἐπισκέψασθαί σε· καὶ πρὸς ἑαυτὴν ἐπιστρέψασα ἀναβόησον μετὰ τοῦ προφήτου, εἰπόντος· ἵνα τί περί‐ λυπος εἶ, ἡ ψυχή μου, καὶ τὰ ἑξῆς. διπλῆ γὰρ ἡ δύναμις τῆς τοῦ θεοῦ χάριτος ἀποδείκνυται. καὶ γὰρ τὰ πρόσκαιρά σοι περιττεύσει, καὶ προστεθήσεταί σοι τὰ ἐπουράνια. ὁ δὲ θεὸς τοὺς μὴ παρακαλοῦντας αὐτὸν ὑπὲρ ἀγαθῶν ἀποστρέφεται. οὐδὲ γάρ ἐστιν εὐτελὲς τὸ χά‐ ρισμα αὐτοῦ. βλέπε, μὴ ταραχθῇς ἐν τούτῳ, ὅτι εὐσεβῶς διαγινομένῃ σοι πρὸς τὸν Χριστὸν συμβαίνει τἀναντία. οὐδὲ γὰρ ἀπατᾷ σε ὁ Χριστός, ἀλλὰ δοκιμάζει σε. οὔτε ἀσφαλής ἐστιν παρὰ τῶν ἀνθρώπων βοήθεια, ὡς σὺ νομίζεις, τῆς γραφῆς λεγούσης· ἐπικατάρατος ἄνθρω‐ πος ὁ ἐλπίζων ἐπ’ ἄνθρωπον, καὶ εὐλογημένος ὁ ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ τὸν θεόν. βλέπε γενναίως καὶ ἀγρύπνως καὶ τρανῶς διάφυγε πᾶσαν ἁμαρτίαν. ταύτην παρὰ τοῦ θεοῦ ζήτησον παραμυθίαν, οὗ τινος τὰς ἐντολὰς φύλαττε. ἤδη γὰρ ὁ τῆς σωτηρίας καιρὸς ἐλεύσεται ἐπί σε, καὶ καθάπερ μετὰ σκοτεινὴν νύκτα τὸ διαυγὲς φῶς τοῦ θεοῦ ἐπι‐ λάμψει σοι, καὶ καθάπερ μετὰ χειμῶνα ἱλαρός σοι καὶ εὔδιος ἐπιγε‐ λάσει καιρός, καὶ ὡς πᾶσι τοῖς διὰ τὸν θεὸν θλιβομένοις, παράσχῃ σοι τὴν πρόσκαιρον ὑπομονήν, δι’ ἣν τὸν αἰώνιον ἀπολήψῃ μισθόν. ἔρ‐ ρωσο ἐν κυρίῳ καὶ εὔχου ὑπὲρ ἐμοῦ. καὶ αὖθις γράφει ἡ αὐτὴ πρὸς τὸν αὐτόν. Χρυσογόνῳ τῷ ὁμολογητῇ τοῦ Χριστοῦ Ἀναστασία χαί‐ ρειν. ὅτι τὸ τέλος πάρεστι τῷ σώματί μου, εὔχου ὑπὲρ ἐμοῦ, ἵνα ἐκεῖνός μου ἀποδέξηται τὴν ψυχήν, δι’ ὃν ταύτας τὰς θλίψεις ὑπο‐ μένω. πρὸς ταῦτα Χρυσόγονος ἀντέγραψεν οὕτως. τῇ τοῦ θεοῦ δούλῃ Ἀναστασίᾳ Χρυσόγονος. δηλόν ἐστιν, ὅτι τὸ φῶς ἀποκρύπτει τὸ σκό‐ τος· οὕτω καὶ μετὰ ἀσθένειαν ἡ σωτηρία ἐπέρχεται, καὶ ἡ ζωὴ μετὰ θάνατον τοῖς ἀξίοις ἐπιδίδοται. τὸ γὰρ αὐτὸ ἔχει τέλος ἥ τε εὐτυχία ἥ τε δυστυχία τῶν ἀνθρωπίνων πραγμάτων, ἵνα μηδὲ οἱ ταπεινοὶ στυγνάζωσι μηδὲ οἱ μεγαλοφρονοῦντες καυχήσωνται. μία γὰρ θάλασσά ἐστιν, ἐν ᾗ τὰ πλοῖα τοῦ ἡμετέρου σώματος διατρέχει, καὶ ὑφ’ ἑνὸς κυβερνήτου εὐθύνεται. ὧν τινων τοίνυν αἱ ναῦς ἰσχύρωνται ταῖς τρο‐ πίσιν ὠχυρωμέναι, ἀβλαβεῖς τὸ πέλαγος διατρέχουσιν· αἱ δὲ ἀσθενεῖς καὶ δίχα κυμάτων ἐπ’ αὐτῆς τῆς γαλήνης κινδυνεύουσιν· ἐγγὺς γὰρ ἀπωλείας εἰσὶν αἱ μὴ πρὸς τὸν λιμένα τῆς σωτηρίας σπουδάζουσαι ἐλθεῖν. σὺ δὲ ἀκατάγνωστος τυγχάνουσα τοῦ Χριστοῦ δούλη τὸν σταυρὸν ἐν πάσῃ σου τῇ ψυχῇ διακράτησον καὶ σεαυτὴν πρὸς σω‐ τηρίαν παρασκεύασον, ὥστε μετὰ τῶν μαρτύρων τοῦ Χριστοῦ ἀριθμη‐ θῆναί σε.
χ 575 Χρυσοδαίδαλτον: τίμιον.
χ 576 Χρυσοεψητεῖον: ἔνθα χωνεύουσι καὶ ἕψουσι τὸν χρυσόν.
χ 577 Χρυσομαλλώ: ὄνομα ὀρχηστρίδος, εἶτα ἑταίρας. ἤκμαζεν ἐπὶ Ἰουστινιανοῦ καὶ Θεοδώρας.
χ 578 Χρυσομανῶ· δοτικῇ.
χ 579 Χρυσόπολις: ἐμπόριον τῆς Χαλκηδονίας, ἔνθα οἱ Ἕλληνες οἱ σὺν Κύρῳ μισθοφορήσαντες ἔμειναν ἡμέρας ἑπτὰ λαφυροπωλοῦντες, ὥς φησι Ξενοφῶν.
χ 580 Χρυσόρραπις: χρυσῆν ῥάβδον ἔχων.
χ 581 Χρυσόροφος.
χ 582 Χρυσὸς Κολοφώνιος: οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν εἰργάσαντο· καὶ γὰρ πολύ φασι παραλλάττειν τοῦ ἄλλου τὸν Κολο‐ φώνιον χρυσόν. καὶ τάχα ἴσως οἱ ἐκπεσόντες τῆς οἰκείας Λυδῶν τὰ περὶ Θρᾴκην καὶ Στρυμόνα χρύσεια κατέσχον μέταλλα σύν τισιν Ἰώνων καὶ ἐσπούδασαν περὶ τὸν χρυσόν. λύσις ὀνείρου· χρυσὸν κρατῶν ἄπρακτος ὧν θέλεις ἔσῃ.
χ 583 Χρυσοτόρευτα: χρυσόγλυφα.
χ 584 Χρυσοῦν δέρας· ζήτει ἐν τῷ δέρας.
χ 585 Χρυσοχάλινον: τὸ λαμπρόν, τὸ τερπνόν. οὐκέτι χρυσοχάλινον ὁρᾷ φάος ἠελίοιο.
χ 586 Χρυσοχοεῖον· Δείναρχός φησι· πάλιν παρ’ Αἰσχίνην ἀποφοι‐ τήσας, παρὰ τούτῳ δηλονότι χρυσοχοεῖν ἐμάνθανεν, ἀλλ’ οὐ τὸ προ‐ κείμενον αὐτῷ πράττειν ἢ πάσχειν. κέχρηται δὲ τῇ παροιμίᾳ καὶ Πλάτων· τί δέ; ἦδ’ ὃς ὁ Θρασύμαχος, χρυσοχοεῖ. ἄρξασθαι δέ φασι τὴν παροιμίαν ἐντεῦθεν· ἔπεσέ τις φήμη ποτὲ εἰς τὸ πλῆθος τῶν Ἀθηναίων, ὡς ἐν Ὑμηττῷ χρυσοῦ ψῆγμα πολὺ φανείη καὶ φυλάττοιτο ὑπὸ τῶν μαχίμων μυρμήκων. οἱ δὲ ἀναλαβόντες ὅπλα ἐξέθεον ἐπ’ αὐτούς· ἄπρακτοι δὲ ὑποστρέψαντες καὶ μάτην κεκακοπαθηκότες ἔσκωπτον ἀλλήλους, λέγοντες, σὺ δὲ ᾤου χρυσοχοήσειν. ὅπερ δηλοῖ, σὺ δὲ ᾤου ψῆγμα πολὺ συλλέξας καὶ χρυσοχοήσας πλουτήσειν. ἐχλευ‐ άζοντο δὲ ὑπὸ τῶν κωμικῶν. Εὔβουλος γοῦν φησιν· ἡμεῖς ποτ’ ἄνδρας Κεκροπίδας ἐπείσαμεν λαβόντας εἰς Ὑμηττὸν ἐξελθεῖν ὅπλα.
χ 587 Χρυσοχοεῖον.
χ 588 Χρυσῷ καταπάττων ἡμᾶς οὐ γινώσκεις: ἐπὶ τῶν εἰκῆ διαλοιδορουμένων. ἐπιφέρει γάρ· νῦν δὲ κόσμος τοῦτ’ ἐστί μοι. τουτ‐ έστι τὸ τοιαῦτ’ ἀκούειν.
χ 589 Χοινίκαιον: ὄρος.
χ 590 Χοίνικες: οὐ μόνον τὸ μέτρον, ἀλλὰ καὶ τὰς πέδας σημαίνει τὸ ὄνομα. αἱ χοίνικες πέδαι τινές εἰσι· χοῖνιξ δὲ πᾶν περιφερές. διὸ καὶ τὸ μέτρον χοῖνιξ καλεῖται. Ἀριστοφάνης Πλούτῳ· αἱ κνῆ‐ μαι δέ σου βοῶσιν, ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι.
χ 591 Χοίνικες: οἷς τὰς περιόδους μετροῦσιν Αἰγύπτιοι. σπανιώτερον δὲ τὸ γένος τῶν θεωρητικωτάτων ψυχῶν ἢ τὸ τοῦ χοίνικος, ᾧ τὰς περιόδους μετροῦσιν Αἰγύπτιοι· οἷος ἦν Ἀμοῦς καὶ Ἀντώνιος.
χ 592 Χοιράδες: πέτραι λεῖαι ἐν θαλάσσῃ· ἢ ἐξοχαί· ἢ ὄχθοι πετρῶν.
χ 593 Χοιρίλη: ἡ Ἑκάβη.
χ 594 Χοιρίλος, Ἀθηναῖος, τραγικός, ξδʹ ὀλυμπιάδι καθεὶς εἰς ἀγῶνας· καὶ ἐδίδαξε μὲν δράματα ἑξήκοντα καὶ ἑκατόν, ἐνίκησε δὲ ιγʹ. οὗτος κατά τινας τοῖς προσωπείοις καὶ τῇ σκηνῇ τῶν στολῶν ἐπεχείρησεν.
χ 595 Χοιρίλος, Σάμιος, τινὲς δὲ Ἰασέα, ἄλλοι δὲ Ἁλικαρνασέα ἱστο‐ ροῦσι. γενέσθαι δὲ κατὰ Πανύασιν τοῖς χρόνοις, ἐπὶ δὲ τῶν Περσικῶν, ὀλυμπιάδι οεʹ, νεανίσκον ἤδη εἶναι· δοῦλόν τε Σαμίου τινὸς αὐτὸν γενέσθαι, εὐειδῆ πάνυ τὴν ὥραν· φυγεῖν τε ἐκ Σάμου καὶ Ἡροδότῳ τῷ ἱστορικῷ παρεδρεύσαντα λόγων ἐρασθῆναι· οὗτινος αὐτὸν καὶ παιδικὰ γεγονέναι φασίν. ἐπιθέσθαι δὲ ποιητικῇ καὶ τελευτῆσαι ἐν Μακεδονίᾳ παρὰ Ἀρχελάῳ, τῷ τότε αὐτῆς βασιλεῖ. ἔγραψε δὲ ταῦτα· τὴν Ἀθηναίων νίκην κατὰ Ξέρξου· ἐφ’ οὗ ποιήματος κατὰ στίχον στατῆρα χρυσοῦν ἔλαβε καὶ σὺν τοῖς Ὁμήρου ἀναγινώσκεσθαι ἐψη‐ φίσθη· Λαμιακά· καὶ ἄλλα τινὰ ποιήματα αὐτοῦ φέρεται.
χ 596 Χοιρῖναι: κόγχαι θαλάσσιαι, αἷς καὶ ἐν τοῖς δικαστηρίοις ἐχρῶντο Ἀθήνησι. καὶ ἡ θρὶξ τοῦ χοίρου. οὕτω κιττῶμαι διὰ τῶν σανί‐ δων μετὰ χοιρίνης περιελθεῖν.
χ 597 Χοιρίων μυστηρικῶν: ἐν τοῖς μυστηρίοις τῆς Δήμητρος χοῖρος ἐθύετο· ἀνάκειται γὰρ τὸ ζῷον τῇ θεῷ.
χ 598 Χοιρογρύλλιος: ὕστριξ, ἀκανθόχοιρος. τουτέστιν ἐχῖνος χερσαῖος.
χ 599 Χοιρόθλιψ· ὦ οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ.
χ 600 Χοιροκομεῖον: πλεκτὸν ἀγγεῖον, ἐν ᾧ τοὺς νέους ἔτρεφον χοίρους περιδήσαντες. ἢ ὁ πάτταλος, ἐν ᾧ δεσμεύοντες τοὺς χοίρους ἔτρεφον. Ἀριστοφάνης· ἀπὸ τῆς Σπάρτης οἵδε πρέσβεις χωροῦσιν, ἕλκοντες ὑπήνας ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες. ἐπεὶ ἦλθον ἐγκεκολπωμένα τὰ ἱμάτια ἔχοντες.
χ 601 Χοῖρος: τὸ ζῷον. παρὰ Κορινθίοις δὲ τὸ γυναικεῖον αἰδοῖον. ἔνθεν καὶ παροιμία· Ἀκροκορινθία ἔοικας χοιροπωλήσειν. ἀντὶ τοῦ ἔοικας μισθαρνήσειν ἐν Κορίνθῳ· πολλαὶ γὰρ ἐκεῖ ἑταῖραι.
χ 602 Χυδαῖος: εὐτελής, παμπληθής.
χ 603 Χύδην: κεχυμένως.
χ 604 Χυλῷ: τῷ ῥοφήματι. Ἀριστοφάνης· μίξον ἡμᾶς φιλίας χυλῷ. καὶ Χυλὸς πτισάνης, ἡ ἀπὸ τῆς ζείας.
χ 605 Χῦμα. Χυμός· ζήτει ἐν τῷ ὕδωρ· καὶ ζήτει ἐν τῷ φαιόν· καὶ ζήτει ἐν τῷ γλῶττα.
χ 606 Χυτή: ἡ ἐπιχεομένη τοῖς νεκροῖς γῆ.
χ 607 Χύτλα: ὑδρέλαιον. καὶ χυτλάζειν, τὸ μιγνύναι, καὶ διαχεῖν. χύτλα λέγεται κυρίως τὸ ὑγροῦ ἔτι ἀπὸ ὕδατος ὄντος τοῦ σώματος ἀλείψασθαι. φράσον δέ μοι, εἰς ὅ τι τεῦχος χεύομαι ποσὶ χύτλα, καὶ ὁππόθεν. ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασι γυμνα‐ στικῶς. Ἀριστοφάνης. Χύτλος γὰρ τὸ μεθ’ ὕδατος ἔλαιον.
χ 608 Χυτλώσαιντο: ἀλείψαιντο.
χ 609 Χυτόν: χῶμα. καὶ ὁ ξεστὸς λίθος. Ἡρόδοτος.
χ 610 Χύτραν ποικίλλειν: ἐπὶ τῶν ἀδυνάτων. καὶ ἀνηνύτων.
χ 611 Χύτραν τρέφειν: ἐπὶ τῶν τεγῶν ἐτίθεσαν, ὅπως μὴ προσέρ‐ χωνται αἱ γλαῦκες.
χ 612 Χύτρασον: ὕγρανον.
χ 613 Χύτραις ἱδρυτέον· Ἀριστοφάνης· τί δ’ ἄλλο γ’, ἢ ταύτην χύτραις ἱδρυτέον; τουτέστι τὴν εἰρήνην· ὁπότε γὰρ μέλλοιεν βωμοὺς καθιδρύειν ἢ ἀγάλματα θεοῦ, ἕψοντες ὄσπρια ἀπήρχοντο τούτων τοῖς ἀφιδρυμένοις, χαριστήρια ἀπονέμοντες τῆς πρώτης διαίτης. Ἀριστο‐ φάνης Δαναΐσι· μαρτύρομαι δὲ Ζηνὸς Ἑρκείου χύτρας, μεθ’ ὧν ὁ βωμὸς οὗτος ἱδρύσθη ποτέ. ἔστι δ’ ὅτε καὶ πολυτελεστέρῳ ἱερείῳ ἀφιδρύοντο. ἑρμᾶς δὲ ἱδρύοντες πρὸ τῶν θυρῶν καὶ ἄλλα τινὰ ἱδρύματα, ὑπὲρ τοῦ μὴ βραδύνειν τὴν ἀνάστασιν, χύτραις ἀθάρας ἱδρύεσθαι. μεμφόμενοι δὲ ὡς πολυτίμητον οὖσαν ἄλλαις ἱερωσύναις αὐτὴν ἱδρύσαντο. ὡς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο, εἰ‐ ρήνην εἵλοντο, ἱδρύσανθ’ ἱερείῳ. ὡς τοῦ Ἑρμοῦ χύτραισιν ἱδρυμένου.
χ 614 Χύτραις λημᾶν καὶ κολοκύνταις: ἐπὶ τῶν ἀμβλυωττόντων.
χ 615 Χυτρέα: τὸν κεραμέα, καὶ δημιουργὸν τῶν τοιούτων σκευῶν. καὶ Πλάτων ἐν Πολιτείᾳ.
χ 616 Χυτρεύς: κεραμεύς. ἀφ’ ἑνὸς εἴδους τῶν κεραμευομένων, τῆς χύτρας.
χ 617 Χυτρεοῦν: ὀστράκινον, εὐτελῆ, χύτρας ἄξιον. Ἀριστοφάνης· οἴ‐ μοι δείλαιος, ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.
χ 618 Χυτρεῖον: ἐν ᾧ αἱ χύτραι.
χ 619 Χυτρίνδα: παιδιά· καθέζεται γὰρ ἐν μέσῳ· οἱ δὲ κύκλῳ περι‐ θέοντες παίζουσιν αὐτόν, ἕως ἐφάψηταί τινος, ὃς ἀντ’ αὐτοῦ κάθηται. χυτρίνδα, ὡς βασιλίνδα καὶ ἄλλα εἴδη. πρὸ μιᾶς ὁ τόνος.
χ 620 Χύτρον: χῶμα. καὶ φιλήματος εἶδος. καὶ ἐν Ἐπιγράμμασι· χύτρον τοι ταύτην τε κρεαγρίδα.
χ 621 Χυτρόπους. εἰσιὼν καὶ ἐξιὼν ὁ Σαλούστιος πρὸς τοὺς ἑταίρους ἑώρα τοὺς χυτρόποδας ἀχράντους ἀεὶ καὶ ἀκάπνους, ὥσπερ ἐν ἀγορᾷ πρὸς ὠνὴν ἐγκειμένους· ἐποιεῖτο δὲ μέγιστον ἀπύρῳ διαίτῃ κεχρῆσθαι πολὺν χρόνον.
χ 622 Χύτροι: ἑορτὴ Ἀθήνησιν· ἐν μιᾷ δὲ ἡμέρᾳ ἤγοντο οἵ τε Χύτροι καὶ οἱ Χόες· ἐν ᾧ πᾶν σπέρμα εἰς χύτραν ἑψήσαντες ἔθυον Διονύσῳ καὶ Ἑρμῇ. Θεόπομπός φησι τοὺς διασωθέντας ἐκ τοῦ κατακλυσμοῦ ἕψειν χύτρα πανσπερμίας, ὅθεν οὕτω κληθῆναι τὴν ἑορτήν, καὶ θύειν τοῖς Χοῦσιν Ἑρμῇ Χθονίῳ· τῆς δὲ χύτρας οὐδένα γεύσασθαι. τοῦτο δὲ ποιῆσαι τοὺς περισωθέντας, ἱλασκομένους τὸν Ἑρμῆν καὶ περὶ τῶν ἀποθανόντων.
χ 623 Χύτροι: πόλις ἐστὶν ἐν Κύπρῳ, οὕτω καλουμένη. ἔστι δὲ καὶ Ἀττική τις ἑορτὴ Χύτροι. ἤγετο δὲ ἡ ἑορτὴ Ἀνθεστηριῶνος τρίτῃ ἐπὶ δέκα· ὡς Φιλόχορος.

Also published as PDF.