The omicron section of the Suda (Σοῦδα, Στοιχεῖον Ο) contains 1,288 entries spanning rare vocabulary, proper names, and proverbial expressions. Early entries define agricultural and domestic terms such as ὄα (a small apple-like fruit) and ὀβελός (a spit or skewer), the latter accompanied by a Xenophon quotation and the proverb Τὸ θερμὸν τοῦ ὀβελοῦ, applied to those who choose worse over better.
The section also preserves literary citations that would otherwise be obscure. The entry οἰχνῶ quotes a line from a character identified as Electra, while οἴχωκ', ὄλωλα, διαπεπόρθημαι φίλοι is attributed to Tecmessa lamenting the death of Ajax, preserving tragic diction with lexicographic commentary. Mid-section entries such as ὅροι and ὀροιτύπος (woodcutter) illustrate the Suda's range from philosophical terminology to technical vocabulary.
This letter is useful for studying Byzantine reception of Attic prose and tragedy, for tracking rare omicron-initial glosses not well attested elsewhere, and for reconstructing lost or fragmentary texts through the Suda's quotation practice.
| ο 1 | Ὄα: ἀκροδρύων εἶδος, μήλοις μικροῖς ἐμφερές. ὀπώρα, ἡ ὄα. |
| ο 2 | Ὀαρίζω: τὸ γυναιξὶ λαλῶ. ὄαρος γὰρ ἡ ὁμιλία. |
| ο 3 | Ὀαρισμοί: διαλογισμοί. |
| ο 4 | Ὀαριστύς: γυναικώδης ὅμιλος. |
| ο 5 | Ὀβελίας ἄρτος. |
| ο 6 | Ὀβελός· καὶ Ὀβελίσκος, ἡ σούβλα. Ξενοφῶν· ἐπάταξεν ἔνδον βουπόρῳ τις ὀβελίσκῳ διαμπερὲς τὸν μηρὸν τοῦ ἐγγυτάτω. καὶ παροιμία· Τὸ θερμὸν τοῦ ὀβελοῦ. ἐπὶ τῶν τὰ χείρονα ἀντὶ τῶν κρειττόνων αἱρουμένων. |
| ο 7 | Ὀβολός: ὁ τόκος. εἶδος νομίσματος. ὀβολὸς δὲ παρὰ Ἀθηναίοις ἕξ ἐστι χαλκῶν, ὁ δὲ χαλκοῦς λεπτῶν ζʹ. τὸ δὲ τάλαντον τοῦ ἀργυρίου τῶν νῦν δʹ καὶ νομισμάτων ηʹ καὶ ϛʹ· ἡ δὲ μνᾶ ἑξηκοστόν ἐστι τοῦ ταλάντου. τὸ δὲ τάλαντον τοῦ χρυσίου ἑξαπλάσιόν ἐστι. |
| ο 8 | Ὀβολοῦ κοριάννοις τὴν βουλὴν ἀναλαβὼν ἐλήλυθα: Ἀριστοφάνης. ἀντὶ τοῦ συναρπάσας ἱκανοὺς καὶ κουφίσας καὶ μετεω‐ ρίσας εἰς ἐμαυτὸν τῇ εὐνοίᾳ ἔπεισα ῥέπειν. Ὀβολοὶ δέ εἰσιν οὓς καλοῦμεν φόλλεις. ὁ Ἰουστινιανός, τῶν ἀργυραμοιβῶν ὑπὲρ ἑνὸς στατῆρος χρυσοῦ προΐεσθαι τοῖς ξυμβάλλουσιν εἰωθότων ιʹ καὶ σʹ ὀβολούς, αὐτὸς ἐπιτεχνώμενος κέρδη οἰκεῖα πʹ καὶ ρʹ μόνους ὑπὲρ τοῦ στατῆρος διετάξατο δίδοσθαι ὀβολούς. καὶ αὖθις Ἀριστοφάνης· φεῦ, ὡς μέγα δύνασθον πανταχοῦ δύ’ ὀβολώ. διὰ τὸ λεγόμενον, ὅτι τοῖς νεκροῖς ἐπὶ τοῦ στόματος δύο ὀβολούς. λέγεται καὶ τριώβολον, τῶν στρατηγῶν βλακείας χάριν προστιθέντων. ζήτει περὶ ὀβολοῦ ἐν τῷ ἀσσάρια. |
| ο 9 | Ὀβολοστατεῖ: ἀντὶ τοῦ δανείζει. Λυσίας· οὐδ’ ἂν οἱ πολλοὶ ἐλάττονα τόκον λογίσαιτό τις, ἢ ὅσον οὗτοι ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται. ἔλεγον δὲ ὀβολοστάτας τοὺς δανειστάς, ὡς Ὑπερί‐ δης καὶ ἡ κωμῳδία. |
| ο 10 | Ὀβολοστάτης. χρησμὸς Πυθίας· ὃ βούλομαι δός, μὴ δίδου δ’, ὃ μὴ θέλω. |
| ο 11 | Ὁ βωμός: πρὸς τὸ ἱερόν. |
| ο 12 | Ὀβριμοεργός: ὁ μεγάλα ἔργα ποιῶν. |
| ο 13 | Ὄβριμος: ἰσχυρός. |
| ο 14 | Ὄβρων: ὄνομα πόλεως. |
| ο 15 | Ὄβρυζον χρυσίον: τὸ πολλάκις ἑψηθέν, τὸ καθαρώτατον. |
| ο 16 | Ὀγδόη: ἡ μέλλουσα κατάστασις. δὸς μερίδα τοῖς ἑπτὰ καί γε τοῖς ὀκτώ. |
| ο 17 | Ὀγδοήκοντα καὶ Ὀγδώκοντα. ἀλλ’ ἐπὶ τούτοις Κλείτων ὀγδώκοντ’ ἐξεπλήρως’ ἔτεα. |
| ο 18 | Ὀγδοηκοστός· ὁ Ὀγδοηκονταέτης. |
| ο 19 | Ὄγκινοι· ἐν δὲ τῷ χάσματι τούτῳ ὑπῆρχον ὄγκινοι, οἱ μὲν ἄνω, οἱ δὲ κάτω. |
| ο 20 | Ὄγκιον: ἀγγεῖον, ἐν ᾧ τὰ σίδηρα. |
| ο 21 | Ὄγκος: τὸ βάρος. Σοφοκλῆς· μικρὸς προσήκεις ὄγκος ἐν μικρῷ κύτει. περὶ τῶν Ὀρέστου λειψάνων. καὶ ἐν Τραχινίαις· ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν μητρῷον; καὶ Εὔογκον, τὸ εὐβά‐ στακτον. |
| ο 22 | Ὄγκος· Πισίδης· εἰς τρεῖς γὰρ ὄγκους τὸν στρατὸν περισχίσας ὑφεῖλκε τοὺς σούς, τῷ δοκεῖν περιτρέχων. Μαυρίκιος δὲ ὁ βασιλεὺς συνεκέρασεν ἐν ἑαυτῷ ἄμφω τὰ ἐναντίως ἔχοντα ἀλλήλοις, ὄγκον φρονήματος καὶ πραότητα. καὶ αὖθις· Καρτερὸς ὁ Μακεδὼν μέγιστός τε ὀφθῆναι καὶ οὐ πρόσω ὄγκου βασιλικοῦ. |
| ο 23 | Ὄγκοι: αἱ ἀκίδες. |
| ο 24 | Ὀγκύλλεσθαι: ὑψαυχενεῖν καὶ ὄγκους περιβάλλεσθαι, σεμνύνε‐ σθαι. ἐν τῷ περὶ Εἰρήνης δράματι φησὶν Ἀριστοφάνης· ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖς κάλοις· εἶτα μὴ ἑλκόντων φησιν· καὶ ὀγκύλλεσθε. καὶ αὖθις Ἀριστοφάνης· οἷον ὀγκύλλεσθε. ἀντὶ τοῦ οἷα ἐπερείδεσθε μὲν τῷ σχοινίῳ προσποιούμενοι ἕλκειν, οὐχ ἕλκετε δέ· ἢ τὸν ὄγκον περιβάλλεσθε καὶ ἀλαζονεύεσθε καὶ ὑπερηφανεύεσθε. ὡς φιλοπόλεμοι δὲ οὐχ εἷλκον, ἢ ὡς ἔκσπονδοι. |
| ο 25 | Ὀγκυλώμενος: ὑπερήφανος. |
| ο 26 | Ὄγμος: ἡ κατὰ στίχον ἔφοδος τῶν θεριστῶν. καὶ ὄγμοι στα‐ χύων. καὶ Σοφοκλῆς· φορβῆς χρείᾳ στίβον ὀγμεύει τόνδε πέλας που. καὶ Ἐπόγμιος Δημήτηρ, ἡ ἔφορος τοῦ θέρους. ἐν Ἐπιγράμμασι· τὰν ὄϊν, ὦ Δάματερ ἐπόγμιε, τάν τ’ ἀκέρωτον μόσχον. |
| ο 27 | Ὄγχναι: ἀχράδες, ἢ ἄπιοι. |
| ο 28 | Ὀδάξ: τοῖς ὀδοῦσιν ἐνδεδηχότως. Διόγενες, ἄγε, λέγε, τίς ἔλαβέ σε μόρος ἐς ἄϊδος; ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ. |
| ο 29 | Ὀδαξησμός: κνησμός, καὶ ὀδόντων τρισμός. |
| ο 30 | Ὁδαῖα: τὰ ἐφόδια. |
| ο 31 | Ὀδαίναθος, ἀπὸ Συρίας. οὗτος τῷ φιλοσόφῳ Πλουτάρχῳ συνὼν ἀποριῶν ἐνεπίπλα τὰς τοῦ διδασκάλου διατριβὰς καὶ οὐκ εἴα τὸν λόγον ἀνύτειν συμποδιζόμενον. ἀλλὰ πρὸς σύνεσιν τοῦ ἀληθοῦς ἐν‐ δεέστερος ἦν ὁ Ὀδαίναθος. οὔκουν οἴεσθαι δεῖν ἐκεῖνος ἠξίου τὸν φιλόσοφον ἐρωτᾶσθαι, οὐδὲ ἀποκρίνεσθαι ἐκ τοῦ παρατυχόντος ὁτιοῦν· μάλιστα δὲ χαλεπὸν καὶ ἐγγύς τι ἀδύνατον εἶναι περὶ θεῶν τι λέγειν ἢ φρονεῖν, ἀνθρώπους ὄντας. |
| ο 32 | Ὅδε ἐγώ: αὐτὸς ἐγώ. |
| ο 33 | Ὃ δέ τις: ἀντὶ τοῦ ἄλλος δέ τις. |
| ο 34 | Ὁ δεῖνα καλός: ἴδιον ἐραστῶν ἦν τὸ τὰ τῶν ἐρωμένων ὀνόματα γράφειν ἐν τοῖς τοίχοις ἢ δένδροις ἢ φύλλοις δένδρων, οὕτως, ὁ δεῖνα καλός. τοῦ δεῖνος, τὸν δεῖνα, τῷ δεῖνι. |
| ο 35 | Ὁδηγία: ἡ προπομπή. |
| ο 36 | Ὁδηγῶ· αἰτιατικῇ. |
| ο 37 | Ὄδησθος: ὄνομα κύριον. |
| ο 38 | Ὀδησσός: ὄνομα πόλεως. |
| ο 39 | Ὀδίος: ὄνομα κύριον. |
| ο 40 | Ὁ Διὸς Κόρινθος: παροιμία ἐπὶ τῶν πάλαι μὲν εὐπραγησάντων, ὕστερον δ’ οὐ καλῶς ἀπαλλαξάντων. |
| ο 41 | Ὀδίωνος. |
| ο 42 | Ὁδίτης: ὁδοιπόρος. |
| ο 43 | Ὀδμή: ἀποφορά, ὀσμή. |
| ο 44 | Ὀδόμαντες: ἔθνος Θρᾳκικόν. Ἀριστοφάνης· τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν; ἀντὶ τοῦ ἔτιλεν. |
| ο 45 | Ὁδοποιῶ· αἰτιατικῇ. |
| ο 46 | Ὀδός: οὐδός. Σοφοκλῆς· ἐπεὶ δ’ ἀφῖκτο τὸν καταφράκτην ὀδόν, (τουτέστι τὴν φλιάν), χαλκοῖσι γῆθεν ἐρριζωμένον. περὶ τοῦ ᾅδου φησί. |
| ο 47 | Ὁδός· Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους· ἢ ἐν ὁδῷ καθελών. ἀντὶ τοῦ ἐν λόχῳ καὶ ἐνέδρᾳ. τοιοῦτον δὲ καὶ τὸ Ὁμηρικόν· ἢ ὁδὸν ἐλθέμεναι. εἰ δὲ ψιλωθείη ἡ προτέρα συλλαβή, σημαίνει τὸν βαθμόν. |
| ο 48 | Ὁδοῦ παρούσης τὴν ἀτραπὸν ζητεῖς: τὸ λεγόμενον. Ἀρι‐ στοφάνης Ἀναγύρῳ· ὅρμου παρόντος, τὴν ἀτραπὸν κατερρύην. καὶ ὁδῷ· βίῳ, ἔργῳ, πίστει. Δαυίδ· καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη. |
| ο 49 | Ὁδοὶ καὶ πολιτεῖαι· ζήτει ἐν τῷ βίος. |
| ο 50 | Ὀδώδασιν. |
| ο 51 | Ὄδωδεν: ὄζει. ἧς καὶ ὑπ’ εὐώδει τύμβος ὄδωδε κρόκῳ. περὶ Λαΐδος ὁ λόγος τῆς ἑταίρας. |
| ο 52 | Ὀδωδώς: ὄζων. καὶ Ὀδωδότι. |
| ο 53 | Ὁδωτὴ θάλασσα. |
| ο 54 | Ὁδοιδόκος: ὁ ἐν ταῖς ὁδοῖς πανοῦργος κλώψ. καὶ Ὁδοι‐ δοκῶ, τὰς ὁδοὺς ἐπιτηρῶ. |
| ο 55 | Ὁδοιπορία. καὶ Ὁδοιπόριον, τὴν ἐπὶ τῷ συμπλεῦσαι εὐωχίαν. |
| ο 56 | Ὀδύνη: πόνος. |
| ο 57 | Ὀδυνηρός. |
| ο 58 | Ὀδυνήφατος: ἡ τὰς ὀδύνας ἀφανίζουσα. |
| ο 59 | Ὀδύρω· Ὀδύρωμαι δὲ ἀντὶ τοῦ ὀδυροῦμαι μέλλοντος. καὶ ὁ Λιβάνιος. νυνὶ δὲ τὴν κόνιν σιγῇ ὀδύρωμαι. |
| ο 60 | Ὀδύρομαι· αἰτιατικῇ. |
| ο 61 | Ὀδρύσαι: ὄνομα ἔθνους. |
| ο 62 | Ὀδυρτική: κατ’ ἐναλλαγὴν τοῦ ρ Ὀδύρση, τουτέστι Θρᾳκική. ἢ ἀπὸ τοῦ ὀδύρεσθαι· τουτέστι θρῆνον ἐμποιοῦσα καὶ ὀδυρμόν. Ἀρι‐ στοφάνης· λόγχη τις ἐμπέπηγέ μοι δι’ ὀστέων ὀδυρτή. |
| ο 63 | Ὀδύσσεια. καὶ Ὀδύσσειος μηχανή, ἐπὶ τῶν πανούργων. ὁ δὲ καταδὺς εἰς πᾶσαν Ὀδύσσειον καὶ πολύπλοκον μηχανὴν τὸν βίον ἤνυε. καὶ αὖθις· Ὀδύσσειόν τινα καὶ Θεμιστόκλειον παρεληλυθὼς πανουργίαν. ζήτει Ὀδυσσέως περὶ κλοπῆς Παλλαδίου ἐν τῷ Διομήδειος ἀνάγκη. |
| ο 64 | Ὁ ἐν Τεμέσῃ ἥρως: ὅταν τις ἀπαιτῶν τι μᾶλλον προσοφείλων εὑρεθῇ, τότε λέγεται ὁ ἐν Τεμέσῃ ἥρως. |
| ο 65 | Ὀζᾶν· ὅτι Δαβὶδ μετὰ τὸ νικῆσαι τοὺς Παλαιστίνους συναθροί‐ σας πάντας τοὺς ἐν ἀκμῇ παραγίνεται ἐπὶ τὴν κιβωτόν, ἣ ἔκειτο εἰς Καριαθαμά· ἣν βαστάσαντες ἐκ τῆς Ἀμιναδάβου οἰκίας, ἐπιθέντες ἐφ’ ἅμαξαν καινὴν ἕλκειν ἀδελφοῖς τε καὶ παισὶν ἐπέτρεψαν μετὰ βοῦν. προῆγε δ’ ὁ βασιλεὺς καὶ σὺν αὐτῷ τὸ πλῆθος, ὑμνοῦντες τὸν θεὸν καὶ ᾄδοντες πᾶν εἶδος ἐπιχώριον, σύν τε ὄχλῳ ποικίλῳ κρουμάτων καὶ ὀρχήσεων καὶ ψαλμῶν, κατάγοντες τὴν κιβωτὸν εἰς Ἱεροσόλυμα. ὡς δ’ ἧκον ἄχρι Χείδονος ἅλωνος, οὕτω καλουμένου τόπου, τελευτᾷ Ὀζᾶς κατ’ ὀργὴν θεοῦ· τῶν βοῶν γὰρ ἐπινευσάντων τὴν κιβωτόν, ἐκτείναντος τὴν χεῖρα καὶ κατασχεῖν θελήσαντος, ὅτι μὴ ὢν ἱερεὺς ἥψατο ταύτης, ἀποθανεῖν ἐποίησεν. ὁ δὲ λαὸς καὶ ὁ βασιλεὺς ἐδυσφό‐ ρησαν ἐπὶ τῷ θανάτῳ τοῦ Ὀζᾶ. |
| ο 66 | Ὄζαι: τὰ δέρματα τῶν ὀνάγρων. |
| ο 67 | Ὄζειν· Ἀριστοφάνης· ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μεγίστων πραγμάτων μοι δοκεῖ· καὶ μάλιστ’ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος. οὗτος τύραννος ἦν, ὃς ἐποίησε τοὺς Ἀθηναίους κατωνάκας φορεῖν, ὅπως μὴ δυνηθῶσι προενεγκεῖν τὰς χεῖρας. τοῦτον δὲ κατέλευσαν Λακεδαιμόνιοι. δʹ ὄντων τῶν Πεισιστρατιδῶν, ὁ δὲ Ἱππίας πρεσβύτε‐ ρος ἦν τῶν ἄλλων καὶ τυραννίαν ὑπέθετο. |
| ο 68 | Ὀζίας, Ἀμασίου υἱός, ἀγαθὸς καὶ δίκαιος τὴν φύσιν καὶ μεγα‐ λόφρων καὶ προνοῆσαι πραγμάτων φιλοπονώτατος καὶ πολλοὺς πολέ‐ μους νενικηκὼς καὶ πάντα μέχρι τῶν Αἰγυπτίων ὅρων χειρωσάμενος τῶν Ἱεροσολύμων ἤρχετο ποιεῖσθαι τὸ λοιπὸν τὴν ἐπιμέλειαν· καὶ τῶν τειχῶν ὅσα ὑπὸ χρόνου κατεβέβλητο προσῳκοδόμησε καὶ πύργους πολλοὺς ὀκτὼ πήχεων καὶ ἑκατὸν καὶ φρουροὺς ἐνετείχισε τοῖς ἐρήμοις χωρίοις, καὶ πολλοὺς ὀχετοὺς ὤρυξεν ὑδάτων. κτηνῶν ἄπειρόν τι πλῆθος. γεωργὸς δ’ ὢν σφόδρα τῆς γῆς ἐπεμελεῖτο. στρατιᾶς δ’ εἶχεν ἐπιλέκτου μυριάδας ζʹ καὶ λʹ, ταξιάρχας ͵βʹ καὶ ὅπλα παντοῖα. γενό‐ μενος δὲ ἐν τοιαύτῃ συντάξει καὶ παρασκευῇ διεφθάρη τὴν διάνοιαν ὑπὸ τύφου καὶ χαυνωθεὶς θνητῇ περιουσίᾳ τῆς ἀθανάτου καὶ πρὸς ἅπαντα διαρκοῦς τὸν χρόνον ἰσχύος ὠλιγώρησεν· αὕτη δ’ ἦν ἡ πρὸς τὸν θεὸν εὐσέβεια καὶ τὸ τηρεῖν τὰ νόμιμα. ὤλισθε δ’ ὑπ’ εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ τοῦ πατρὸς ἁμαρτήματα, πρὸς ἃ κἀκεῖνον ἡ τῶν ἀγαθῶν λαμπρότης καὶ τὸ μέγεθος τῶν πραγμάτων, οὐ δυνηθέντα προστῆναι καλῶς αὐτῶν, ἤγαγεν. ἐνστάσης δ’ ἡμέρας ἐπισήμου καὶ πάνδημον ἑορτὴν ἐχούσης, ἐνδὺς ἱερατικὴν στολὴν εἰσῆλθεν εἰς τὸ τέμενος, ἐπιθυσιάσων ἐπὶ τοῦ χρυσοῦ βωμοῦ τῷ θεῷ. τοῦ δὲ ἀρχιερέως Ζαχαρίου καὶ τῶν ὄντων σὺν αὐτῷ ἐξ Ἀαρὼν γένους καταβοώντων διεξιέναι καὶ τῶν ὀγδοήκοντα ἱερέων (οὐ γὰρ ἐξὸν ἐπιθύειν εἶπον, μόνοις δ’ ἐφεῖται τοῦτο ποιεῖν τοῖς ἀπὸ τοῦ γένους Ἀαρών), καὶ μὴ παρανομεῖν εἰς τὸν θεόν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσιν. |
| ο 69 | Ὀζίας, βασιλεὺς Ἰσραήλ. οὗτος εὐσεβὴς ἦν καὶ εὐοδούμενος ἐπήρθη καὶ εἰς ἀπόνοιαν ἐλθὼν ἠθέλησε θυμιάσαι τῷ θεῷ αὐτὸς δι’ ἑαυτοῦ, ὅπερ μόνοις ἐξῆν τοῖς ἱερεῦσι. καὶ θυμιάσας ἐν τῷ ναῷ εὐθὺς ἐλεπρώθη. ἐξανέτειλε γὰρ ἡ λέπρα ἐν τῷ μετώπῳ αὐτοῦ ἐν οἴκῳ κυρίου· καὶ κατέσπασεν αὐτὸν ἐκεῖθεν. |
| ο 70 | Ὀζόλης: ἐθνικόν. |
| ο 71 | Ὄζος: κλάδος. |
| ο 72 | Ὄζουσιν: εὐωδίας πλήρεις εἰσίν. αὐταὶ μὲν ὄζους’ ἀμβροσίης καὶ νέκταρος. ἐπὶ τῶν ἀποδοχῆς ἀξίων. λέγει δὲ περὶ τῆς τῶν Διο‐ νυσίων ἑορτῆς. |
| ο 73 | Ὄζω. Ἀριστοφάνης Πλούτῳ· ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου. ἀντὶ τοῦ ὀσμὴν ἡδεῖαν ἔλεγεν εἶναι ἀπὸ τοῦ σώματός μου. |
| ο 74 | Ὄζων κἀκ τῶν μασχαλῶν πατρὸς τραγασαίου· Ἀριστο‐ φάνης· οὐδ’ ὥσπερ ὁ πονηρὸς Ἀρτέμων, ὁ ταχὺς ἄγαν τὴν μουσικὴν ὄζων κἀκ τῶν μασχαλῶν πατρὸς Τραγασαίου. οὗτος ἐπὶ δυσοσμίᾳ διεβάλλετο, διὰ τὴν τράγων δυσωδίαν. ἦν δὲ μελοποιός. |
| ο 75 | Ὄζωνος: ὄνομα κύριον. |
| ο 76 | Ὀζωτά· Ἀριστοφάνης περὶ Εὐριπίδου φησίν· ὀζωτὰ καὶ στιλφωτά· ἅπερ, ὡς αὐτός φησι, καταπυγοσύνη ταῦτά ἐστι πρὸς κρέας μέγα. |
| ο 77 | Ὅθεν αἱ τριήρεις αἱ καλαί: τουτέστιν ἐξ Ἀθηνῶν· μέγα γὰρ ἐφρόνουν Ἀθηναῖοι ἐπὶ ναυμαχίᾳ. εἰρηκότος γάρ· ποδαπὸν τὸ γένος; εἶπον, ὅθεν αἱ τριήρεις αἱ καλαί. |
| ο 78 | Ὅθι: ὅπου. |
| ο 79 | Ὀθόναις: λεπτοῖς ὑφάσμασι· καὶ πᾶν τὸ ἰσχνόν, κἂν μὴ λινοῦν ᾖ. τήν τε γὰρ σχοῖνον, δι’ ἧς ἡ ὀθόνη ἐπὶ τὴν τοῦ ἱστοῦ ἀνάγεται κεραίαν, δρεπάνῳ ἐξέτεμον. τὸ ἄρμενον λέγει. |
| ο 80 | Ὀθόνη: πᾶν τὸ λεπτὸν ὕφασμα. σκωπτόλαι τε καὶ ὑβρισταὶ καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ σοφίᾳ Ἀθηναῖοι. |
| ο 81 | Ὄθω: τὸ ἐπιστροφὴν ποιοῦμαι. |
| ο 82 | Ὄθων, ὁ μετὰ Γάλβαν βασιλεύσας, γένους ἀσήμου καὶ ἀφανοῦς ὢν καὶ τὸν ἔμπροσθεν βίον ἐξίτηλός τις καὶ τῷ Νέρωνι κατὰ τὸ τῆς ἐκδιαιτήσεως ὁμοιότροπον οἰκειότατος· ἔν γε μὴν τῇ βασιλείᾳ τὸν συνήθη τοῦ βίου μετελθεῖν τρόπον οὐχ ἱκανὸς γέγονε, πολέμων αὐτῷ χαλεπῶν εὐθὺς ἐκραγέντων. |
| ο 83 | Ὀθνεία: ξένη. καὶ Ὀθνεῖος, ἀλλογενής, ξένος, ἀλλότριος. |
| ο 84 | Ὀθνεῖος: οὐχ ὁ ἐκ τῆς ἀλλοδαπῆς ἀφιγμένος, ὥς τινες ἀπέδο‐ σαν, ἀλλοεθνής, ἀλλ’ ὁ ἀπὸ πόλεως τῆς αὐτῆς ὢν καὶ ἄλλως ἐπιτή‐ δειός πως, οὐ μέντοι κατὰ γένος προσήκων. ἐπολέμουν ἔμφυλον πόλεμον κακίονα τοῦ ὀθνείου. ὀθνεῖον γάρ τι καὶ ἔκφυλον ψεύ‐ δεσθαι σοφῷ ἀνδρί. πρῶτος ὀθνείων κατέστησεν εἰς πείραν πολέμων Ῥωμαίους. πόλεμον μακρὸν καὶ ὀθνεῖον ἐκφέρουσιν. |
| ο 85 | Ὀθρωνός. |
| ο 86 | Ὀθρυάδας: τῶν τʹ λογάδων εἷς, τῶν ἐπὶ Θυραίᾳ μαχεσαμένων· ὃς ἐν τοῖς νεκροῖς τραυματίας λαθών, ἀναχωρησάντων Ἀλκήνορος καὶ Χρομίου, οἳ τῶν Ἀργείων περιεσώθησαν, αὐτὸς σκυλεύσας τοὺς Ἀργείων νεκροὺς καὶ τρόπαιον ἀναστήσας ἀνθρωπείῳ αἵματι ἐτελεύτησεν εὐθὺς καὶ αἴτιος ἐγένετο Λακεδαιμονίοις τοῦ πάλιν ἀμφισβητῆσαι περὶ Θυραίας καὶ ἀγωνισαμένους νικῆσαι. |
| ο 87 | Ὀθρυονεύς: ὄνομα κύριον. τὸν Ὀθρυονῆα. |
| ο 88 | Ὀΐ: ὀδυρομένων ἐστὶν ἐπίφθεγμα καὶ δυσχεραινόντων· καὶ οἱ φοβούμενοι δὲ οὕτω λέγουσιν. |
| ο 89 | Ὄϊαι: διφθέραι, μηλωταί. |
| ο 90 | Ὀΐεσσι: προβάτοις. |
| ο 91 | Ὀϊζύω: ταλαιπωρῶ. |
| ο 92 | Ὀϊζυρήν: ταλαίπωρον, χαλεπήν. ἐν Ἐπιγράμμασι· εὕρετο παισὶν ὄλβον ὀϊζυρὴν ὠσάμενος πενίην. |
| ο 93 | Ὀϊζύς: πόνος, ταλαιπωρία. |
| ο 94 | Ὀϊλεύς: ὄνομα κύριον. |
| ο 95 | Ὄϊν: πρόβατον. τὰν ὄϊν, ὦ Δάματερ ἐπόγμιε, τάν τ’ ἀκέρωτον μόσχον. ἐν Ἐπιγράμμασι. |
| ο 96 | Ὀϊνγάρδαι: ὄνομα ἔθνους. |
| ο 97 | Ὀΐρωνος. |
| ο 98 | Ὄϊος: προβάτου. οὕτως Ἴωνες, Ἀττικοὶ δὲ οἶς. καὶ ὄϊν Ἴωνες, Ἀττικοὶ δὲ οἶν. καὶ παροιμία· Ὄϊς τὴν μάχαιραν. ἐπὶ τῶν ἀλυσιτελῶς σφίσιν αὐτοῖς χρωμένων. |
| ο 99 | Ὀΐω: ὑπολαμβάνω. καὶ Ὀϊσθείς, ὑπολαβών. |
| ο 100 | Ὄϊς: αἴξ, ἢ πρόβατον. |
| ο 101 | Ὀϊστεύσας: τοξεύσας, σαγιττεύσας. |
| ο 102 | Ὀϊστός: βέλος, σαγίττα. |
| ο 103 | Ὁ κάνης τῆς τύχης ὑπερέχει: ἐπὶ τῶν τὰ ἀναγκαῖα μείζω καὶ πλείω τῶν ἀναγκαίων κεκτημένων. |
| ο 104 | Ὁ κάτωθεν νόμος: Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους ἢ τὴν Ἡλιαίαν λέγει διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω, τὰ δὲ κάτω ὀνομάζεσθαι, ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστρο‐ φηδὸν γεγραμμένης, ἢ ἀπὸ τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοσθένης· ὅτι γάρ, φησί, βουστροφηδὸν ἦσαν οἱ ἄξονες καὶ οἱ κύρβεις γεγραμμένοι, δεδήλωκεν Εὐφορίων ἐν τῷ Ἀπολλοδώρῳ· ἢ ἐπεί, φησί, τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν Ἀναξιμένης ἐν Φιλιππικῷ. ὅτι διαμαρτάνει Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας λέγων, Πλαταιέας γεγράφθαι ἐν τῇ Ποικίλῃ στοᾷ· οὐδεὶς γὰρ τοῦτο εἴρηκεν. ὅτι ἑξακισχίλια ἦν τάλαντα τὸ τίμημα τῆς Ἀττικῆς. Δημοσθένης δὲ ἐν τῷ Περὶ τῶν συμμοριῶν φησιν οὕτως· ἡμῖν δὲ τῆς χώρας τίμημα ὑπάρχειν ἀφορμὴν τὰ ὀκτακισχίλια τάλαντα ἀκούσεται. ἤτοι οὖν γραφικόν ἐστιν ἁμάρτημα, ἢ ἴσως ὁ ῥήτωρ συναρπάζει, ἵνα δοκῇ πλεῖον τὴν ἀφορμὴν ἔχειν ἡ πόλις τοῦ εἰς τὸν πρὸς βασιλέα πολέμου. |
| ο 105 | Ὁ Καρπάθιος τὸν λαγῳόν: φασὶν ὅτι οἱ Καρπάθιοι νῆσον οἰκοῦντες ἐπηγάγοντο λαγῳόν, οὐκ ἔχοντες ἐν τῇ χώρᾳ. οἱ δὲ πολλοὶ γενόμενοι τὰ γεώργια αὐτῶν ἐλυμαίνοντο. εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν καθ’ ἑαυτῶν τι ἐπινοουμένων. |
| ο 106 | Ὀκέλλει: προσορμεῖ, ἐκρίπτεται. εἴρηται ἐπὶ τῶν νηῶν. καὶ Ὀκέλλοι, προσορμίζοι. |
| ο 107 | Ὁ Κίς: ὄνομα κύριον. |
| ο 108 | Ὀκλαδία: ἡ ὄκλασις. |
| ο 109 | Ὀκλαδίας: ὁ συγκεκλασμένος δίφρος, καὶ ποτὲ μὲν ἐκτεινόμενος, ποτὲ δὲ συστελλόμενος. καὶ αὖθις· βαθεῖαν εἰς ἰλὺν ὀκλαστὶ πηδών‐ των. περὶ βατράχου ὁ λόγος. |
| ο 110 | Ὀκλάζει: χωλεύει, εἰς τὸ γόνυ κάμπτεται, διστάζει, ἀποκάμνει, λαγγάζει. |
| ο 111 | Ὀκλὰξ καθήμενος: ἀντὶ τοῦ ἐπὶ γόνυ. |
| ο 112 | Ὀκνεῖ: εὐλαβῶς ἔχει. Ξενοφῶν· ὀκνοῦντες, μὴ οἱ Ἕλληνες διαβάντες τὴν γέφυραν μείνειαν. ἀντὶ τοῦ εὐλαβούμενοι, δεδιότες. |
| ο 113 | Ὀκνεῖν· κατάσκοπον οὐδένα ἐκ τῶν πολεμίων ὀκνεῖν, ἀλλὰ καὶ πρὸ ἔργου ἡγεῖσθαι γινώσκειν αὐτούς, ξὺν ὅσῃ τε καὶ ὅπως ὡπλισμένῃ δυνάμει ἔρχεται. |
| ο 114 | Ὀκνείω: ὀκνῶ, ἀποβάλλομαι. |
| ο 115 | Ὄκνος χαλκοῦς: βούλεται τοῦτο τοῖς Βιθυνοῖς ἐπιχωρίως δίφρου τινὸς γυναικείου εἶδος εἶναι. |
| ο 116 | Ὀκνῶ: φοβοῦμαι. καὶ πυκνῶς τούτῳ κέχρηται Σοφοκλῆς ἐπὶ τοῦ φοβεῖσθαι. φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. καὶ οἱ ῥήτορες οὐκ ἐπὶ δειλίας καὶ ῥᾳθυμίας ἐχρήσαντο τῷ ὀνόματι, ἀλλ’ ἐπὶ τοῦ φόβου καὶ τοῦ φοβεῖσθαι. Ἀντιφῶν· κακὸς δ’ ἂν εἰ ἀποῦσι μὲν καὶ μέλλουσι τοῖς κινδύνοις τῇ γλώττῃ θρασύνεται καὶ τῷ θέλειν ἐπείγειν, τὸ δὲ ἔργον ἂν παρῇ, ὀκνεῖν. καὶ Δημοσθένης ἐν Φιλιππι‐ κῶν αʹ· φημὶ διχῆ βοηθητέον εἶναι τοῖς πράγμασιν ὑμῖν, τῷ τε τὰς πόλεις τοῖς Ὀλυνθίοις σῴζειν καὶ τοὺς τοῦτο ποιήσοντας στρατιώτας ἐκπέμπειν, καὶ τῷ τὴν ἐκείνου χώραν κακῶς ποιεῖν καὶ τριήρεσι καὶ στρατιώταις ἑτέροις. εἰ δὲ θατέρου τούτων ὀλιγωρήσετε, ὀκνῶ, μὴ μάταιος ὑμῖν ἡ στρατεία γένηται. καὶ Ὁμήρῳ δὲ ἐπὶ τοῦ φόβου ὁ ὄκνος τέτακται· φησὶ γὰρ Ἀγαμέμνων περὶ τοῦ ἀδελφοῦ αὑτοῦ· οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο. |
| ο 117 | Ὀκνῶν: ἀναδυόμενος. Σοφοκλῆς· φιλεῖ γὰρ ὀκνεῖν πᾶς ἀνὴρ πράσσων μέγα. |
| ο 118 | Ὀκολούμ· ἐπηρώθη Ὡράτιος ὁ Ῥωμαῖος τὸν ὀφθαλμὸν καὶ ἐπεκλήθη Κόκλης· τὸν γὰρ ὀφθαλμὸν ὀκολοὺμ καλοῦσι Ῥωμαῖοι. |
| ο 119 | Ὁ Κώχ: ὄνομα κύριον. τὸ δὲ βέλος ἀνεῳγμένον προφθάσαν τὸ στόμα, ἐκεῖσε ἐμπεσὸν κατέπαυσε τὴν πτῆσιν. καὶ δὴ ὁ Κὼχ εὐθυωρὸν ἀπεβίω. |
| ο 120 | Ὁ Κρὴς τὴν θάλασσαν: παροιμία ἐπὶ τῶν προσποιουμένων φεύγειν ἐκεῖνα, ἐν οἷς διαφέρουσιν. ἐπειδὴ ναυτικώτατοι οἱ Κρῆτες ἐγένοντο. |
| ο 121 | Ὀκρίβαντας: ἐμβάτας. |
| ο 122 | Ὀκρίβας: σχῆμα ἡνιόχου. |
| ο 123 | Ὀκρίβας: σκηνὴ ἰδίως πάντων τῶν λεγόντων. τὰ πλαστικὰ πήγματα, ἐφ’ οἷς διατυποῦσι τὰς εἰκόνας, καὶ τὰ ὑπερείσματα τῶν ξυλίνων θεάτρων. βέλτιον φάναι τὸ λογεῖον, ἐφ’ οὗ ἵσταντο οἱ τρα‐ γῳδοὶ ἢ οἱ ὑποκριταὶ ἐκ μετεώρου καὶ ἔλεγον. οἱ δὲ ὄνον φασιν εἶναι, οἱ δὲ ἄγριον κριόν, ἄλλοι κλίμακα. |
| ο 124 | Ὀκριόεις: ὁ τραχύς. ἐν Ἐπιγράμμασι· καὶ λίθον ὀκριόεντα, δόναξ ὅθι δισσὸν ὀδόντα θήγεται (τὴν κίσηριν λέγων), ἀμβλυνθεὶς ἐκ δολιχογραφίης. καὶ Ὀκρυόεσσα, φρικτή, φοβερά. δέξαι μ’, εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα βᾶρις, ἀποφθίμενον τὸν Κύνα Διογένη. |
| ο 125 | Ὀκτάβλωμον: ὀκτὼ ἔχοντα δάγματα. |
| ο 126 | Ὀκτάκνημον: ὀκτάραβδον. |
| ο 127 | Ὀκτάμετρον· ὅτι τοῦ τετραμέτρου εὑρετὴς Ἀριστοφάνης ὁ ποιητής, ὡσαύτως καὶ τοῦ ὀκταμέτρου. |
| ο 128 | Ὀκτώ: ὁ ἀριθμός. |
| ο 129 | Ὀκτώβριος: ὄνομα μηνός. |
| ο 130 | Ὀκτώπουν: Κρατῖνος Θρᾴτταις· ὀκτώπουν ἀνεγείρεις. ἀντὶ τοῦ σκορπίον. παροιμία γάρ· σκορπίον ὀκτώπουν ἀνεγείρεις. ἐν δὲ ταῖς Αἰσχύλου Ξαντρίαις ἡ Λύσσα ἐπιθειάζουσα ταῖς Βάκχαις φησίν· ἐκ ποδῶν δ’ ἄνω ὑπέρχεται σπαραγμὸς εἰς ἄκρον κάρα, κέντημα γλώσσης, σκορπίου βέλος λέγω. |
| ο 131 | Ὀκχή: στήριγμα, βάσταγμα. γέντο δ’ ἐρείκης σκηπάνιον, ὃ δὴ πέλεν γήραος ὀκχή. καὶ Ὀκχήσασθαι, ἐπικαθεσθῆναι. |
| ο 132 | Ὀλβίζειν: μακαρίζειν, εὐδαίμονα ἡγεῖσθαι. Σοφοκλῆς· μηδέν’ ὀλβίζειν, πρὶν ἂν τέρμα τοῦ βίου περάσῃ, μηδὲν ἀλγεινὸν παθών. |
| ο 133 | Ὀλβιοδαίμων: εὐδαίμων, εὐτυχέστατος. ἡ κλητικὴ ὀλβιό‐ δαιμον. |
| ο 134 | Ὄλβιος: πλούσιος, εὐδαίμων, μακάριος. |
| ο 135 | Ὀλβοδότης: πλουτοδότης. |
| ο 136 | Ὄλβος: εὐδαιμονία, πλοῦτος. ἐν Ἐπιγράμμασι· ὄλβου παντὸς ὑπερπέταται, ὅς σε περιπλέγδην ἔχε πήχεσιν. |
| ο 137 | Ὀλαί: αἱ μεθ’ ἁλῶν μεμιγμέναι κριθαὶ καὶ τοῖς θύμασιν ἐπι‐ βαλλόμεναι. |
| ο 138 | Ὀλέθριον: μέχρι θανάτου. Σοφοκλῆς· ὀλέθριον αἰκίζει. |
| ο 139 | Ὀλέθρου πείρατ’ ἐφῆπται: ἐπιδέδεται καὶ ἐξῆπται τὸ τοῦ ὀλέθρου ὑμῶν πέρας. οἷον δέδεσθε τῷ ὀλέθρῳ. |
| ο 140 | Ὀλέκει: φονεύει. |
| ο 141 | Ὀλέκρανον: τινὲς τὸν ἀγκῶνα· οὐκέτι δὲ τὸ ἐν τῇ καμπῇ τῆς χειρὸς ὀξύ. ἐπώδυνος δὲ ὁ τόπος τοῖς τρωθεῖσιν εἰς αὐτόν. Ἀριστο‐ τέλης δὲ οὐ τὸν ἀγκῶνα, ἀλλὰ τὸ ἐν καμπῇ τῆς χειρὸς ὀξύ, ἀγκὼν δὲ τὸ ὑπὲρ ἐκεῖνο. Ἀριστοφάνης δὲ ὀλέκρανα λέγει τὰ τῶν ὠλενῶν κρανία, τουτέστι τῶν χειρῶν. δῆλον οὖν, ὅτι τὸ ὀξὺ καὶ ἐπικαμπὲς τῶν χειρῶν λέγει· ὃν ἀγκῶνα φαμὲν ἡμεῖς. μηδέποτε παύσοιτ’ ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενος. |
| ο 142 | Ὀλέκρανον: ἀγκών· οἷον τῆς ὠλένης κάρανον. Ἀριστοφά‐ νης. κατάρα εἰρηνικῶν· ὅστις πόλεμον μᾶλλον εἶναι βούλεται, μηδέ‐ ποτε παύσασθ’ αὐτόν, ὦ Διόνυς’ ἄναξ, ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον. |
| ο 143 | Ὀλέσκει: ὀλοθρεύει. |
| ο 144 | Ὀλετῆρα: φονέα. |
| ο 145 | Ὄληαι: ἀπόλῃ. |
| ο 146 | Ὅλην ἐξεκέχυτο τὴν ψυχήν: ἀντὶ τοῦ ἐπιμελῶς καὶ διὰ σπουδῆς εἶχεν. ἐς δὲ αὔξησιν ἀρετῆς καὶ μείωσιν κακίας ὅλην ἐξεκέχυτο τὴν ψυχήν. |
| ο 147 | Ὀλίγα ἄττα: ὀλίγα τινά. |
| ο 148 | Ὀλιγαρκία: τὸ ἐν ὀλίγοις ἀρκεῖσθαι. Ὀλιγαρτία δὲ ἡ λεῖψις τοῦ ἄρτου. |
| ο 149 | Ὀλιγαρχούμενοι: ὑπὸ ὀλίγων ἀρχόμενοι. τρεῖς εἰσι πολιτεῖαι, βασιλεία, ὀλιγαρχία, δημοκρατία. |
| ο 150 | Ὀλιγαῦλαξ: ἡ μικρὰ χώρα. ἥ τ’ ὀλιγαῦλαξ σπείρεσθαι. |
| ο 151 | Ὀλίγαιμος: ὁ ὀλίγον αἷμα ἔχων. |
| ο 152 | Ὀλιγηπελέων: ὀλιγοψυχῶν. |
| ο 153 | Ὀλιγηροσίη· πενιχρῆς ἐξ ὀλιγηροσίης μοῖραν ἁλοεῖται στάχυος. |
| ο 154 | Ὀλιγογνώμων: ὀλίγωρος. |
| ο 155 | Ὀλιγοδεής: ὀλίγων χρῄζων. |
| ο 156 | Ὀλιγοδεΐα: τὸ ὀλίγων δεῖσθαι. καὶ Ὀλιγοδεία ὁμοίως. |
| ο 157 | Ὀλιγοδρανέων καὶ Ὀλιγοδρανής: ὀλίγα ἰσχύων. |
| ο 158 | Ὀλίγον: ἀντὶ τοῦ οὐδόλως, παρ’ Ὁμήρῳ. ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο. καὶ Ὀλίγον, ἀντὶ τοῦ ἡσυχαίτερον. ὁ δὲ ὀλίγον φθέγγεται πρὸς τὴν κόρην, καὶ αἰτεῖ πιεῖν. καὶ ἀντὶ τοῦ μικρά. καὶ σπονδὴν ὀλίγῃ κιρναμένην κύλικι. |
| ο 159 | Ὀλίγγος: ὁ γόνος τῶν ἀκρίδων. |
| ο 160 | Ὀλιγοστός. |
| ο 161 | Ὀλιγότης. |
| ο 162 | Ὀλίγου δεῖν: σχεδόν, παρὰ μικρόν. λέγεται δὲ καὶ χωρὶς τοῦ δεῖν. καὶ ὀλίγου δέω φάναι ὡσαύτως. |
| ο 163 | Ὀλιγοχρονῶ. |
| ο 164 | Ὀλιγωρήσας: ἀμελήσας, ἀφροντιστήσας. τῶν νενομισμένων τοῖς τελευτήσασιν ὀλιγωρήσας τιμῶν. |
| ο 165 | Ὀλιγωρήσεται: ἀντὶ τοῦ ἀμελήσεται. Δημοσθένης Φιλιππικοῖς· ὀλιγωρεῖν γὰρ λέγεται τὸ ὀλίγην ὤραν ἔχειν. ἔστι δὲ τὸ μὲν ὀλίγην ἀντὶ τοῦ οὐδὲ ὀλίγην. ὡς ἐν τῷ, ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. ὤρα δὲ ἡ φροντίς. |
| ο 166 | Ὀλιγωρῶ· γενικῇ. |
| ο 167 | Ὀλιζῶνες: ἔθνος Θρᾳκικόν. |
| ο 168 | Ὀλίζονος: μικρᾶς. |
| ο 169 | Ὄλισβος: αἰδοῖον δερμάτινον, ᾧ ἐχρῶντο αἱ Μιλήσιαι γυναῖκες, ὡς τριβάδες καὶ αἰσχρουργοί· ἐχρῶντο δὲ αὐτοῖς καὶ αἱ χῆραι γυναῖκες. Ἀριστοφάνης· οὐκ εἶδον οὐδ’ ὄλισβον ὀκταδάκτυλον, ὃς ἂν ἡμῖν σκυτίνη ’πικουρία. παρὰ τὴν παροιμίαν, συκίνη ἐπικουρία. ἐπὶ τῶν ἀσθενῶν. |
| ο 170 | Ὀλισθηρός: εὐόλισθος, εὐχερῶς μεταγινώσκων. |
| ο 171 | Ὁλκάς: παρὰ Θουκυδίδῃ ἡ ἐμπορικὴ ναῦς. καὶ Ὁλκάδες, πλοῖα. ἐν ταῖς δὴ λεγομέναις ὁλκάσι μακραῖς τὰ βαρβαρικὰ διεβίβα‐ σαν πλήθη. |
| ο 172 | Ὁλκεῦσιν· οἱ δὲ Τρῶες ὁλκεῦσι πολλοῖς καὶ ἀρτήμασιν ἐνάψαντες ὑπότροχον ὄντα εἷλκον εἰς τὴν πόλιν. |
| ο 173 | Ὁλκῇ: δυνάμει, ἢ βάρει, ἢ σταθμῷ. καὶ τὸν στρεπτόν, ὃν ἐφόρει, ὁλκῆς γενικῆς χρυσοῦ ὄντα ἀφαιρεῖται. φησὶν Αἰλιανός. |
| ο 174 | Ὁλκήν: ἐπαγωγήν, τροπήν. |
| ο 175 | Ὁλκόν: ἰσχυρὸν τόνον, ἢ ἑλκυστικόν, ἢ ὅρμον, ἢ ὁδόν. ὁ δὲ τὸν ὁλκὸν τοῦ ὕδατος ἔκοψεν. |
| ο 176 | Ὁλκός: ὁδός, ἢ ἀγωγὸς ῥεύματος, ἢ οὐρά. ἢ ὁλκὸς κυρίως τὸ τῶν δρακόντων σύρμα, καταχρηστικῶς δὲ καὶ τὸ τῆς τρόπιδος ἔκταμα· δρακοντοειδὲς γὰρ διὰ πάσης τῆς νεὼς διῆκον. |
| ο 177 | Ὁλκὸς ἄνθρωπος: ὁ ἑλκυστικὸς καὶ ἐπαγωγός. |
| ο 178 | Ὁλκοῖς: ἄγειν καὶ ἐφέλκεσθαι δυναμένοις. |
| ο 179 | Ὁλκούς: ἐφελκομένας. |
| ο 180 | Ὁλκούς: ναυστάθμους. |
| ο 181 | Ὅλμος: τὸ μαγειρικὸν ἐργαλεῖον. καὶ ὁ τρίπους τοῦ Ἀπόλλω‐ νος. καὶ ὁλμειός, στρογγύλος λίθος, εἰς ὃν κόπτουσιν ὄσπρια καὶ ἄλλα τινά. |
| ο 182 | Ὀλοή: ὀλεθρία. |
| ο 183 | Ὀλοθρεύων· αἰτιατικῇ. ἔστιν ἐν τῷ ὕσσωπος. |
| ο 184 | Ὁλοκαρπούμενον: ὅλον προσφερόμενον. |
| ο 185 | Ὁλοκαυτώματα: ἡ θυσία. |
| ο 186 | Ὀλολυγή: ἡ βοή. |
| ο 187 | Ὀλολύγιον. |
| ο 188 | Ὄλωλα: ἀπόλωλα. καὶ Ὄλοιτο, εὐκτικῶς. |
| ο 189 | Ὀλώλαμεν: ἀπολώλαμεν. |
| ο 190 | Ὅλῳ ποδί: ὅλῃ δυνάμει. |
| ο 191 | Ὀλολυζέτω: θρηνείτω. κυρίως ἐπὶ γυναικῶν. Ὅμηρος· αἱ δ’ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον. |
| ο 192 | Ὀλολυζέτω πίτυς, ὅτι πέπτωκε κέδρος: τουτέστι τῶν ἰσχυρῶν πιπτόντων τὰ ἀσθενέστερα παιδευέσθωσαν καὶ σωφρονιζέσθω‐ σαν. καὶ ὁ Σολομῶν λέγει· τῶν ἀσεβῶν πιπτόντων, δίκαιοι κατάφοβοι γίνονται. καί, λοιμοῦ μαστιζομένου ἄφρων πανουργότερος γίνεται. |
| ο 193 | Ὀλολύζειν: τὸ μετὰ κραυγῆς εὔχεσθαι. Ὅμηρος· αἱ δ’ ὀλόλυξαν. |
| ο 194 | Ὀλολύζει ὁ γέρων, εἰς τὴν θηλύτητα αὐτοῦ καὶ λαγνείαν ἀποβλέπων. |
| ο 195 | Ολοός: δασυνομένης μὲν τῆς πρώτης συλλαβῆς δηλοῖ ὁ φρόνι‐ μος καὶ ὑγιής, ψιλουμένης δὲ ὀλέθριος. |
| ο 196 | Ὀλοόφρονος: τοῦ ὀλέθρια φρονοῦντος. |
| ο 197 | Ὄλορος, Ὀλόρου: ὄνομα κύριον. |
| ο 198 | Ὀλός: θολός. |
| ο 199 | Ὅλος καὶ πᾶς· ἦν δὲ ὅλος καὶ πᾶς πρὸς τὸ πολεμεῖν. ἤ, πρὸς τὸ παραβάλλεσθαι καὶ διακινδυνεύειν ὅλος καὶ πᾶς ἦν. ὅλος καὶ πᾶς ἦν τῇ διανοίᾳ περὶ τοὺς ἐνεστῶτας κινδύνους. ἀντὶ τοῦ πάσῃ δυνάμει. |
| ο 200 | Ὁλοσχερῶς: ὁλοτελῶς. |
| ο 201 | Ὁλοσχοίνῳ· Αἰσχίνης ἐν τῷ Περὶ τῆς παραπρεσβείας. Θεόφρα‐ στος δὲ τρία εἴδη σχοίνου φησίν, ὧν ὁ τρίτος μεγέθει καὶ εὐσαρκίᾳ διαφέρων ὁλόσχοινος καλεῖται. |
| ο 202 | Ὀλοφώϊον: ὀλέθριον. |
| ο 203 | Ὁλόφωνος: ὁ ἀλεκτρυών. οὕτω Κρατῖνος. |
| ο 204 | Ὁλόφυλος: ὁ ὁλόκληρος. |
| ο 205 | Ὀλόφυξος: Θρᾳκία πόλις περὶ Ἄθων, ἧς πολίτης Ἡρόδοτος Ὀλοφύξιος περὶ Νυμφῶν ὥς φασι γράψαι καὶ ἱερῶν. |
| ο 206 | Ὀλοφύρεται: ἀποδύρεται, κλαίει. |
| ο 207 | Ὀλοφυρμός: θρῆνος. |
| ο 208 | Ὄλπη: ἡ λήκυθος. οἱονεὶ ἐλαιόπη τις οὖσα, διὰ τὸ δι’ αὐτῆς ὀπιπεύεσθαι τὸ ἔλαιον. ἐν Ἐπιγράμμασι· χάλκεον ἀργυρέῳ με πανείκελον, Ἰνδικὸν ἔργον, ὄλπην ἡδίστου ξείνιον εἰς ἑτάρου, ἦμαρ ἐπεὶ τόδε σεῖο γενέθλιον, πέμπει γηθομένῃ σὺν φρενὶ Κριναγόρης. |
| ο 209 | Ὁλοοίτροχος: περιφερής, στρογγύλος. καὶ ὁλοίτροχος. |
| ο 210 | Ὁλοφέρνης, ἀρχιστράτηγος Καμβύσου, υἱοῦ Κύρου. πόλεμον δὲ ἔχων ὁ Καμβύσης πρὸς Ἀρφαζάδ, βασιλέα Μήδων, καὶ συμμαχίαν αἰτήσας παρὰ τῶν ἐθνῶν ἁπάντων ἕως Αἰγύπτου καὶ μὴ δεδωκότων αὐτῷ, μετὰ τὸ νικῆσαι Ἀρφαζὰδ πόλεμον ἔθετο κατὰ τῶν μὴ δεδω‐ κότων αὐτῷ βοήθειαν, ἀποστείλας Ὁλοφέρνην μετὰ δυνάμεως πολλῆς· ὃς πάντων ἐκράτησεν. ἐλθὼν δὲ περὶ Βετυλούαν τὴν τῶν Ἰουδαίων πόλιν ἀπέστειλεν Ἀχίωρ τὸν στρατηγὸν αὐτοῦ, ἐπαπειλήσας αὐτῷ, εἰ μὴ ἕλοιτο τὴν πόλιν, ἀναιρήσειν αὐτόν. ὁ δὲ Ἀχίωρ κρατήσας τὰ ὕδατα ἠνάγκασεν ἑτοίμως ἔχειν ἐκδοῦναι αὐτῷ τὴν πόλιν. ἡ δὲ Ἰουδὴθ ἐξελθοῦσα κεκοσμημένη ὡς νύμφη ἀπεκεφάλισε τὸν Ὁλοφέρνην, καὶ ἐσώθη ἡ πόλις. καὶ κλίνεται εἰς ου. |
| ο 211 | Ὁλοίτροχος· λίθος ὁλοίτροχος ἀπὸ μηχανῆς εἰς τὸν εὑρετὴν τοῦ τεχνήματος ἐμπεσὼν τοῦ τε στόματος ἐξήραξε καὶ τοὺς ὀφθαλμοὺς ἐξέωσεν ἄμφω. Ἡρόδοτος· καὶ δὴ προσιόντων τῶν βαρβάρων πρὸς τὰς πύλας, ὁλοιτρόχους ἀφίεσαν. καὶ αὖθις· ὁλοιτρόχους μεγάλους κατὰ τοῦ λόφου κυλίοντες. λίθους ὅλους τροχοειδεῖς. |
| ο 212 | Ὁλοιτρόχους: στρογγύλους, τροχοειδεῖς λίθους. Ξενοφῶν· ἐκυλίνδουν οἱ βάρβαροι ὁλοιτρόχους ἁμαξιαίους, οἳ φερόμενοι διεσφεν‐ δονῶντο. |
| ο 213 | Ὀλυμπιάνειος σοφιστής: τοῦ Ὀλυμπιανοῦ. |
| ο 214 | Ὀλυμπιάς: οὕτω καλεῖται παρ’ Ἕλλησιν ὁ κατὰ τέσσαρα ἔτη συντελούμενος ἀγών, διὰ τὴν κατὰ τετραετίαν τῶν τοῦ ἡλίου δρόμων ἐκ τῶν κατ’ ἔτος ὡρῶν τριῶν συντελουμένην ἡμέραν. ἐτέθη δὲ πρώτη Ὀλυμπιὰς ἐπὶ Σολομῶντος, εἰς ἑορτὴν κοσμικὴν τοῦ Διός. |
| ο 215 | Ὀλυμπιάς: τετραετηρικὸς ἀγών. εἰσὶ δὲ δʹ ἀγῶνες, Ὀλύμπια, Ἴσθμια, Νέμεα καὶ Πύθια. λέγεται καὶ Ὀλυμπίασι, τουτέστιν ἐν τοῖς Ὀλυμπίοις, ἔνθα ἠγωνίζοντο. |
| ο 216 | Ὀλυμπιόδωρος, φιλόσοφος Ἀλεξανδρεύς· οὗ κλέος εὐρύ. παρὰ τοῦτον φοιτᾷ Πρόκλος ὁ Λύκιος ἐπ’ Ἀριστοτελικοῖς λόγοις. Ὀλυμπιο‐ δώρου δὲ ἀκροώμενος ἀνδρὸς δυνατοῦ λέγειν καὶ διὰ τὴν περὶ τοῦτο εὐκολίαν καὶ ἐντρέχειαν ὀλίγοις τῶν ἀκουόντων ὄντος ἐφικτοῦ· ἠγάσθη δὲ τὸ μειράκιον, ὥστε καὶ θυγάτριον ἔχων ἠγμένον καὶ αὐτὸ φιλοσό‐ φως βουληθῆναι αὐτῷ κατεγγυῆσαι. |
| ο 217 | Ὀλυμπιονίκης: ὁ ἐν Ὀλυμπίᾳ νικῶν. |
| ο 218 | Ὄλυμπος, ἀδελφὸς Γενερώσης· ὃς ἧκεν ἀπὸ τῆς Κιλικίας εἰς Ἀλεξάνδρειαν ἐπὶ τὴν θεραπείαν τοῦ Σαρπηδόνος. ἦν δὲ ἐς πάντα φύσιν ἀξιάγαστον κεκτημένος, μέγας μὲν τὸ σῶμα καὶ εὐμήκης ἰδεῖν, καλὸς δὲ καὶ ἀγαθὸς τὴν ὄψιν. τῆς δὲ ἡλικίας ἐν τῷ φρονιμωτάτῳ τότε γεγονὼς εὐόμιλός τε ἦν καὶ ἡδὺς ἱκανῶς τοῖς ἐντυγχάνουσι καὶ ὠφέλιμος εἴπερ τις ἕτερος τοῖς πειθομένοις. οὐδεὶς δὲ ἦν οὕτως ἀτεράμων καὶ βάρβαρος τὴν ψυχήν, ὃς οὐκ ἐπείθετο καὶ κατεκηλεῖτο τοῖς ἀπὸ τοῦ ἱεροῦ στόματος ἐκείνου ῥέουσι λόγοις· τοιάδε τις ἐπεκάθητο πειθὼ τοῖς χείλεσι τοῦ ἀνδρός, οὐκ ἀνθρώπειόν τι χρῆμα, ἀλλὰ θειό‐ τερον. ταῦτά τοι τοῖς Ἀλεξανδρεῦσι κατέστη ἱεροδιδάσκαλος, ἤδη κατασυρομένοις ὑπὸ τοῦ χειμάρρου τῆς πολιτείας. ὁ δὲ συναγείρων ἑκάστοτε τοὺς παρατυγχάνοντας ἐδίδασκε τὰ ἀρχαῖα νόμιμα καὶ τὴν τούτοις ἐφεπομένην εὐδαιμονίαν, ὅση τε καὶ οἵα θεόθεν ἀπήντα τοῖς ἀκριβῶς ταῦτα διαφυλάττουσιν. οὕτω δὲ ἦν ὁ Ὄλυμπος πλήρης τοῦ θεοῦ, ὥστε καὶ προεῖπε τοῖς ἑταίροις, ὅτι Σάραπις ἀφίησι τὸν νεών· ὃ καὶ γέγονεν. |
| ο 219 | Ὄλυμπος, Μαίονος, Μυσός, αὐλητὴς καὶ ποιητὴς μελῶν καὶ ἐλεγείων, ἡγεμών τε γενόμενος τῆς κρουματικῆς μουσικῆς τῆς διὰ τῶν αὐλῶν· μαθητὴς καὶ ἐρώμενος Μαρσύου, τὸ γένος ὄντος Σατύρου, ἀκουστοῦ δὲ καὶ παιδὸς Ὑάγνιδος. γέγονε δὲ πρὸ τῶν Τρωϊκῶν ὁ Ὄλυμπος, ἐξ οὗ τὸ ὄρος τὸ ἐν Μυσίᾳ ὀνομάζεται. |
| ο 220 | Ὄλυμπος: ὁ τοὺς νόμους τῆς κιθαρῳδίας ἐνθεὶς καὶ διδάξας. |
| ο 221 | Ὄλυμπος, Φρύξ, νεώτερος, αὐλητὴς γεγονὼς ἐπὶ Μίδου τοῦ Γορδίου. |
| ο 222 | Ὄλυμπος: οὐρανός· θεοῦ οἰκητήριον. |
| ο 223 | Ὄλυνθος: παρὰ τὸ ὅλος ἀνθεῖν, ἤγουν ἐκ πρώτης ἀνθήσεως τὸ αὐτὸ ἔχειν. Ὄλυνθος οὖν ἡ ὠμὴ συκῆ. |
| ο 224 | Ὄλυρα: ζειά, εἶδος σπέρματος. |
| ο 225 | Ὄμμα γὰρ αἰθέρος ἀκάματον σελαγεῖται: τουτέστιν ὁ ἥλιος. ἐπεὶ καὶ οἱ τραγικοὶ εἰώθασιν ὀφθαλμὸν ὀνομάζειν αὐτόν. |
| ο 226 | Ὅμαδος: θόρυβος. |
| ο 227 | Ὅμαυλος: ὁμόθρους, ὁμόφωνος. στονόεσσά τε γῆρυς ὅμαυλος. Σοφοκλῆς. |
| ο 228 | Ὁμαλές: ἀπὸ τῆς ὁμαλής εὐθείας. Προκόπιος· οἱ δὲ εἰς φυγὴν ὥρμηντο, οὔτε εἰς τοῦ Βουργαῶνος τὴν ὑπερβολὴν ἀναδραμεῖν ἔχοντες, οὔτε εἰς τὸ ὁμαλές, διὰ τὸ ἐπικεῖσθαι τοὺς ἐναντίους. |
| ο 229 | Ὁμαρτῶν: ἀκολουθῶν· ἢ ὁμοῦ πέμπων. |
| ο 230 | Ὀμβρήσας: βρέξας. |
| ο 231 | Ὀμβρῶ, ὀμβρήσω. καὶ Ὀμβροβλυτῶ. καὶ Ὀμβρήσαντος, πηγάσαντος. |
| ο 232 | Ὀμβρία χάλαζ’ ἐπιρράξασα ἢ Διὸς κεραυνός. |
| ο 233 | Ὄμβριον ὕδωρ. |
| ο 234 | Ὅμαιμος: ἀδελφός. ἐν Ἐπιγράμμασι· οἱ τρισσοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι. λέγονται καὶ σύναιμοι. |
| ο 235 | Ὁμαίμονος: ἀδελφοῦ. |
| ο 236 | Ὅμαιμος καὶ Ὁμαίμων: ἀδελφός, ἢ συγγενής. καὶ ὁμονήδυος. |
| ο 237 | Ὁμαιχμία: ὁμομαχία, συμμαχία, φιλία. παρὰ τὸ ὁμοῦ τὰς αἰχμὰς τίθεσθαι. Ἡρόδοτος· καὶ ὀλίγον μὲν χρόνον ὁμαιχμία ξυνέμεινεν· ἔπειτα διενεχθέντες οἱ Λακεδαιμόνιοι καὶ οἱ Ἀθηναῖοι ἐπολέμησαν πρὸς ἀλλήλους. καὶ αὖθις. ἐπηγάγετο δὲ ἐς ὁμαιχμίαν τοὺς Γότθους. καὶ αὖθις· ἐπὶ Ἀννίβα τοῦ Καρχηδονίου στρατηγοῦ τῆς Ἰταλίας ἁπάσης ἐς τὴν Ῥωμαίων συστάσης ὁμαιχμίαν. |
| ο 238 | Ὁμέθνιον: ὁμόφυλον. |
| ο 239 | Ὁμέστιον: ὁμόοικον, ὁμορόφιον γαμετήν. |
| ο 240 | Ὁμευνέτης, ὁμευνέτου: συγκοίτου ἀνδρός. τὸ δὲ θηλυκὸν ὁμευνέτις διὰ τοῦ ι. ὁμευνέτιδος. |
| ο 241 | Ὀμῇ σύ: ὀμοῦμαι. Ὀμῇ, δευτέρου προσώπου. |
| ο 242 | Ὁμήγυριν: ἄθροισμα, πλῆθος. ἡ εὐθεῖα ὁμήγυρις. |
| ο 243 | Ὁμήλιξ: ὁ ὁμοήλιξ. |
| ο 244 | Ὁμηρεύειν: συμφωνεῖν. οἱ δὲ Σάμιοι καίπερ ἐξομηρευομένων αὐτοῖς τῶν νεανίσκων ὅμως οὐκ ἐπέμειναν, ἀλλ’ ἐπανέστησαν τοῖς φυλάσσουσι τὴν πόλιν τῶν Μακεδόνων. |
| ο 245 | Ὁμηρεύοντας: Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος ἐπὶ τῶν ἄνω πεμφθέντων Λακεδαιμονίων Ἀλεξάνδρῳ. ἦσαν δὲ νʹ. |
| ο 246 | Ὁμηρεία: ἡ ἀντιπρόσοψις. |
| ο 247 | Ὁμήρειος λόγος: ὁ τοῦ Ὁμήρου. |
| ο 248 | Ὁμηρίδαι: οἱ τὰ Ὁμήρου ὑποκρινόμενοι. οἱ δὲ γένος ἐν Χίῳ ἀπὸ τοῦ ποιητοῦ ὠνομασμένον· ἄλλοι δέ φασιν ἁμαρτάνειν τοὺς οὕτω νομίζοντας· ὠνομάσθαι γὰρ ἀπὸ τῶν ὁμήρων· ἐπεὶ αἱ γυναῖκές ποτε τῶν Χίων ἐν Διονυσίοις παραφρονήσασαι εἰς μάχην ἦλθον τοῖς ἀνδράσι, καὶ δόντες ἀλλήλοις ὅμηρα νυμφίους καὶ νύμφας ἐπαύσαντο· ὧν τοὺς ἀπογόνους Ὁμηρίδας λέγουσιν. |
| ο 249 | Ὁμηρίζω: τοῖς Ὁμήρου χρῶμαι. |
| ο 250 | Ὅμηρον: παρὰ Θουκυδίδῃ ἐνέχυρον, τὸ εἰς εἰρήνην διδόμε‐ νον. ἐπὶ συνθήκαις. Αἰλιανός· ὁ δὲ ὑφαιρεῖται τὸν κώδωνα καὶ φιλίας σύμβολον καὶ ὅμηρον πρῶτον κομίζει τῷ ἑταίρῳ αὐτοῦ. Ὅμηροι δέ εἰσιν οἱ ἐπὶ συμβάσει διδόμενοι· ὁμηρῶσαι γὰρ τὸ συμ‐ βαλεῖν. Θεόπομπος δὲ ὁμηρεῖν φησι παρὰ τοῖς Ἀχαιοῖς λέγεσθαι τὸ ἀκολουθεῖν. τοὺς οὖν ἐπ’ ἀκολουθίᾳ τῶν ὡμολογημένων διδομένους ἐντεῦθεν ὁμήρους φασὶ λέγεσθαι. |
| ο 251 | Ὅμηρος ὁ ποιητής, Μέλητος τοῦ ἐν Σμύρνῃ ποταμοῦ καὶ Κριθηΐδος νύμφης, ὡς δὲ ἄλλοι Ἀπόλλωνος καὶ Καλλιόπης τῆς Μούσης· ὡς δὲ Χάραξ ὁ ἱστορικὸς Μαίονος ἢ Μητίου καὶ Εὐμήτιδος μητρός· κατὰ δὲ ἄλλους Τηλεμάχου τοῦ Ὀδυσσέως καὶ Πολυκάστης τῆς Νέστο‐ ρος. ἔστι δὲ ἡ τοῦ γένους τάξις κατὰ τὸν ἱστορικὸν Χάρακα αὕτη· Αἰθούσης Θρᾴσσης Λίνος, τοῦ δὲ Πίερος, τοῦ δὲ Οἴαγρος, τοῦ δὲ Ὀρφεύς, τοῦ δὲ Δρής, τοῦ δὲ Εὐκλέης, τοῦ δὲ Ἰδμονίδης, τοῦ δὲ Φιλοτερπής, τοῦ δὲ Εὔφημος, τοῦ δ’ Ἐπιφράδης, τοῦ δὲ Μελάνωπος, τοῦ δὲ Ἀπελλῆς, τοῦ δὲ Μαίων, ὃς ἦλθεν ἅμα ταῖς Ἀμαζόσιν ἐν Σμύρνῃ καὶ γήμας Εὔμητιν τὴν Εὐέπους τοῦ Μνησιγένους ἐποίησεν Ὅμηρον. ὁμοίως δὲ καὶ τὴν πατρίδα ἀμφίβολος διὰ τὸ ἀπιστηθῆναι ὅλως εἶναι θνητὸν τῷ μεγέθει τῆς φύσεως. οἱ μὲν γὰρ ἔφασαν γενέσθαι Σμυρναῖον, οἱ δὲ Χῖον, οἱ δὲ Κολοφώνιον, οἱ δὲ Ἰήτην, οἱ δὲ Κυμαῖον, οἱ δὲ ἐκ Τροίας ἀπὸ χωρίου Κεγχρεῶν, οἱ δὲ Λυδόν, οἱ δὲ Ἀθηναῖον, οἱ δὲ Αἰγύπτιον, οἱ δὲ Ἰθακήσιον, οἱ δὲ Κύπριον, οἱ δὲ Κνώσσιον, οἱ δὲ Σαλαμίνιον, οἱ δὲ Μυκηναῖον, οἱ δὲ Θετταλόν, οἱ δὲ Ἰταλιώτην, οἱ δὲ Λευκανόν, οἱ δὲ Γρύνιον, οἱ δὲ Ῥωμαῖον, οἱ δὲ Ῥόδιον. καὶ προσηγορεύετο μὲν κυρίως Μελησιγένης· καὶ γὰρ ἐτέχθη παρὰ τῷ Μέλητι ποταμῷ κατὰ τοὺς Σμυρναῖον αὐτὸν γενεαλογοῦντας. ἐκλήθη δὲ Ὅμηρος διὰ τὸ πολέμου ἐνισταμένου Σμυρναίοις πρὸς Κολοφωνίους ὅμηρον δοθῆναι, ἢ ὅτι βουλευομένων Σμυρναίων δαιμονίᾳ τινὶ ἐνεργεία φθέγξασθαι καὶ συμβουλεῦσαι ἐκκλησιάζουσι περὶ τοῦ πολέμου. καὶ γέγονε δὲ πρὸ τοῦ τεθῆναι τὴν πρώτην ὀλυμπιάδα πρὸ ἐνιαυτῶν νζʹ· Πορφύριος δὲ ἐν τῇ Φιλοσόφῳ ἱστορίᾳ πρὸ ρλβʹ φησίν. ἐτέθη δὲ αὕτη μετὰ τὴν Τροίας ἅλωσιν ἐνιαυτοῖς ὕστερον υζʹ. τινὲς δὲ μετὰ ρξʹ ἐνιαυτοὺς μόνους τῆς Ἰλίου ἁλώσεως τετέχθαι ἱστοροῦσιν Ὅμηρον· ὁ δὲ ῥηθεὶς Πορφύριος μετὰ σοεʹ. γήμας δ’ ἐν Χίῳ Ἀρησιφόνην τὴν Γνώτορος τοῦ Κυμαίου θυγατέρα ἔσχεν υἱεῖς δύο καὶ θυγατέρα, ἣν ἔγημε Στασῖνος ὁ Κύπριος· οἱ δὲ υἱεῖς Ἐρίφων καὶ Θεόλαος. ποιή‐ ματα δὲ αὐτοῦ ἀναμφίλεκτα Ἰλιὰς καὶ Ὀδύσσεια. ἔγραψε δὲ τὴν Ἰλιάδα οὐχ ἅμα οὐδὲ κατὰ τὸ συνεχές, καθάπερ σύγκειται, ἀλλ’ αὐτὸς μὲν ἑκάστην ῥαψῳδίαν γράψας καὶ ἐπιδειξάμενος τῷ περινοστεῖν τὰς πόλεις τροφῆς ἕνεκεν ἀπέλιπεν. ὕστερον δὲ συνετέθη καὶ συνετάχθη ὑπὸ πολλῶν καὶ μάλιστα ὑπὸ Πεισιστράτου τοῦ τῶν Ἀθηναίων τυράν‐ νου. ἀναφέρεται δὲ εἰς αὐτὸν καὶ ἄλλα τινὰ ποιήματα· Ἀμαζονία, Ἰλιὰς μικρά, Νόστοι, Ἐπικιχλίδες, Ἠθιέπακτος ἤτοι Ἴαμβοι, Βατραχο‐ μαχία, Μυοβατραχομαχία, Ἀραχνομαχία, Γερανομαχία, Κεραμεῖς, Ἀμ‐ φιαράου ἐξέλασις, παίγνια, Σικελίας ἅλωσις, ἐπιθαλάμια, Κύκλος, ὕμνοι, Κύπρια. γηραιὸς δὲ τελευτήσας ἐν τῇ νήσῳ τῇ Ἴῳ τέθαπται, τυφλὸς ἐκ παίδων γεγονώς· τὸ δὲ ἀληθές, ὅτι οὐχ ἡττήθη ἐπιθυμίας ἣ διὰ τῶν ὀφθαλμῶν ἄρχεται, καὶ παρὰ τοῦτο ἱστορήθη τυφλός. ἐπιγέγραπται δὲ ἐν τῷ τάφῳ αὐτοῦ τόδε τὸ ἐλεγεῖον, ὃ ὑπὸ τῶν Ἰητῶν ἐποιήθη χρόνῳ· ἐνθάδε τὴν ἱερὰν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. ὅτι Διοσκορίδης ἐν τοῖς παρ’ Ὁμήρῳ νόμοις φησίν, ὡς ὁ ποιητὴς ὁρῶν τὴν σωφροσύνην οἰκειοτάτην ἀρετὴν οὖσαν καὶ πρώτην τοῖς νέοις, ἔτι δὲ ἁρμόττουσαν καὶ καλῶν χορηγὸν οὖσαν, βουλόμενος πάλιν ἐμφῦσαι αὐτὴν ἀπ’ ἀρχῆς καὶ ἐφεξῆς, ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλον ἐν τοῖς καλοῖς ἔργοις ἀναλίσκωσι καὶ ὦσιν εὐεργετικοὶ καὶ κοινοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶ τὰς ἡδονὰς ἰσχυρο‐ τάτας γίνεσθαι καὶ πρώτας ἔτι τε καὶ ἐμφύτους οὔσας περὶ ἐδωδὴν καὶ πόσιν, τοὺς δὲ διαμεμενηκότας ἐν ταῖς εὐτελείαις εὐτάκτους καὶ περὶ τὸν ἄλλον βίον γινομένους ἐγκρατεῖς. ἐφ’ ᾧ καὶ ἁπλῆν ἀποδέ‐ δωκε τὴν δίαιταν πᾶσι καὶ τὴν αὐτὴν ὁμοίως βασιλεῦσί τε καὶ ἰδιώ‐ ταις, λέγων· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν, σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα, δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας, καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπιτοπολὺ βοείων. παρὰ δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτε ἐν γάμοις οὔτε ἐν ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν, καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους. Μενέλαός τε τῆς Ἑρμιόνης γάμους ποιεῖται καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρός, καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου, νῶτα βοὸς παρέθηκεν ἀείρας ὄπτ’, ἐν χερσὶν ἑλών, τὰ ῥὰ οἱ γέρα παρέθεσαν αὐτῷ. οὐ γὰρ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν Ὅμηρος, ἀλλὰ ἀφ’ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. καὶ Αἴαντα μετὰ τὴν μονομαχίαν νώτοισι γέραιρεν ὁ Ἀγαμέμνων, καὶ τῷ Νέστορι γηραιῷ ὄντι κρέας ὀπτὸν βοὸς δίδωσι, καὶ Ἀλκίνῳ δὲ τρυφερὸν ᾑρημένῳ βίον, σπουδάζων ἡμᾶς ἀποστῆσαι τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ Νέστορα δὲ ποιεῖ, παρὰ τῇ θαλάσσῃ τῷ Ποσειδῶνι κεχαρισμένην τινὰ θυσίαν ἐπιτελοῦντα καὶ πολλοὺς ἔχοντα, τάδε παρακελευόμενον· ἀλλ’ ἄγ’, ὁ μὲν πεδίονδ’ ἐπὶ βοῦν ἴτω, καὶ τὰ ἑξῆς. καὶ Ἀλκίνους δὲ τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας. καὶ τοὺς μνηστῆρας, ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους, οὔτε ἰχθύας ἐσθίοντας ποιεὶ οὔτε ὄρνιθας οὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει τὰς μαγειρικὰς μαγγανείας. περὶ Ὁμήρου τοῦ ποιητοῦ. ὅτι Ὅμηρος πηρὸς ὢν τὰς ὄψεις περιενόστει καὶ ἀφίκετο εἰς Γλαῦκον ποιμένα. ὁ δὲ πρὸς τὸν ἴδιον δεσπότην αὐτὸν ἤγαγεν. ὁ δὲ ἰδὼν αὐτὸν δεξιὸν καὶ πολλῶν ἔμπειρον πείθει αὐτὸν αὐτόθι μένειν καὶ τῶν παίδων ἐπιμέλειαν ποιεῖσθαι. ὁ δὲ ἔπρασσε ταῦτα καὶ τοὺς Κέρκωπας καὶ τὴν Μυοβατραχομαχίαν καὶ Ψαρομαχίαν καὶ Ἑπταπάκτιον καὶ Ἐπικιχλίδας καὶ ἄλλα ὅσα παίγνιά ἐστιν Ὁμήρῳ ἐποίησε παρὰ τῷ Χίῳ ἐν Βολισσῷ. εἶτα ἀφίκετο εἰς Σάμον καὶ εὗρε γυναῖκα Κουροτρόφῳ θύουσαν καὶ λέγει τὰ ἔπη τάδε· κλῦθί μοι εὐχομένῳ, Κουροτρόφε· δὸς δὲ γυναῖκα τήνδε νέων μὲν ἀπανήνασθαι φιλότητα καὶ εὐνήν, ἡ δ’ ἐπιτερπέσθω πολιοκροτάφοισι γέρουσιν, ὧν οὐραὶ μὲν ἀπήμβλυνται, θυμὸς δὲ μενοινᾷ. ἐπεὶ δὲ ἧκεν εἰς τὴν φρήτραν, ἔνθα ἐδαίνυντο, πῦρ ἀνέκαυσαν. ὁ δὲ Ὅμηρος εἶπεν· ἀνδρὸς μὲν παῖδες στέφανος, πύργοι δὲ πόληος, ἵπποι δ’ ἐν πεδίῳ κόσμος, νῆες δ’ ἐν θαλάσσαις· χρήματα αὔξει οἶκον, ἀτὰρ γεραροὶ βασιλῆες ἥμενοι εἰν ἀγορῇ, κόσμος τ’ ἄλλοισιν ὁρᾶσθαι. αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι. ὁ αὐτὸς Ὅμηρος μέλλων πλεῖν καὶ τῶν ναυτῶν δεξα‐ μένων αὐτὸν, ἐμβὰς εἰς τὴν ναῦν ἔφη τὰ ἔπη ταῦτα· κλῦθι, Ποσείδαον μεγαλοσθενές, ἐννοσίγαιε, εὐρυχόρου μεδέων ἠδὲ ξανθοῦ Ἑλικῶνος· δὸς δ’ οὖρον καλὸν καὶ ἀπήμονα νόστον ἀρέσθαι ναύταις, οἳ νηὸς πομποὶ ἠδ’ ἀρχοὶ ἔασι. δὸς δ’ ἐς ὑπώρειαν ὑψικρήμνοιο Μίμαντος αἰδοίων μετελθόντα βροτῶν ὁσίων τε κυρῆσαι· φῶτά τε τισαίμην, ὃς ἐμὸν νόον ἠπεροπεύσας ὠδύσατο Ζῆνα ξένιον ξενίην τε τράπεζαν. ὁ αὐτὸς ἐπιτυχών τισι μέλλουσι πλεῖν εἰς Χῖον ἐδεῖτο αὐτῶν ἀναλαβεῖν αὐτόν. οἱ δὲ οὐκ ἐδέξαντο αὐτόν, καὶ λέγει τὰ ἔπη τάδε· ναῦται ποντοπόροι, στυγερῇ ἐναλίγκιοι αἴσῃ, πτωκάσιν αἰθυίῃσιν ἰὸν δύσζηλον ἔχοντες, αἰδεῖσθε ξενίοιο Διὸς σέβας ὑψιμέδοντος· δεινὴ γὰρ μετόπισθεν ὄπις [ξενίου] Διός, ὅς κ’ ἀλίτηται. τῷ αὐτῷ ἀναπαυομένῳ τὴν νύκτα ὑπὸ πίτυν ἐπιπίπτει καρπός, ὃν μετεξέτεροι στρόβιλον, οἱ δὲ κῶνον καλοῦσι· καὶ λέγει τάδε· ἄλλη τίς σου πεύκη ἀμείνονα καρπὸν ἀνήσοι Ἴδης ἐν κορυφῇσι πολυπτύχου ἠνεμοέσσης, ἔνθα σίδηρος ἄριστος ἐπιχθονίοισι βροτοῖσιν ἔσσεται, εὖτ’ ἄν μιν Κεβρήνιοι ἄνδρες ἔχωσιν. ὁ αὐτὸς δειπνῶν μετὰ Γλαύκου, καὶ τῶν κυνῶν ἑστώτων καὶ ὑλακτούντων, καὶ δειπνησάντων, λέγει τάδε· Γλαῦκε βροτῶν ἐπιόπτα, ἔπος τί τοι ἐν φρεσὶ θήσω· πρῶτον μὲν κυσὶ δεῖπνον ἐπ’ αὐλείῃσι θύρῃσι δοῦναι. τὼς γὰρ ἄμεινον· ὁ γὰρ καὶ πρόσθεν ἀκούει ἀνδρὸς ἐπερχο‐ μένου καὶ ἐς ἕρκεα θηρὸς ἰόντος. ταῦτα ἀκούσας ὁ Γλαῦκος ἐθαύ‐ μασε. τὸν αὐτὸν ἰδόντες κεραμέες κάμινον ἐγκάοντες κεράμου λεπτοῦ προσεκαλέσαντο αὐτόν, πεπυσμένοι ὅτι σοφὸς εἴη, καὶ ἐκέλευον σφίσιν ἀεῖσαι, φάμενοι δώσειν αὐτῷ τοῦ κεράμου. ὁ δὲ Ὅμηρος ᾄδει αὐτοῖς τὰ ἔπη ταῦτα, ἃ καλεῖται Κάμινος· εἰ μὲν δώσετε μισθὸν ἀοιδῆς, ὦ κεραμῆες, δεῦρ’, ἀγαθὴ γαίη, καὶ ὑπέρσχεθε χεῖρα καμίνου, εὖ δὲ μαρανθεῖεν κότυλοι καὶ πάντα μάλ’ ἱρά, φρυχθῆναί τε καλῶς καὶ τιμῆς ὄναρ ἑλέσθαι, πολλὰ μὲν εἰν ἀγορῇ πωλεύμενα, πολλὰ δ’ ἀγυιαῖς, πολλὰ δὲ κερδῆναι, ἡμῖν δὲ δὴ ὥς σφιν ἀεῖσαι. ἢν δ’ ἐπ’ ἀναιδείην στρεφθέντες ψεύδη ἄρησθε, συγκαλέω δ’ ἤπειτα καμίνων δηλητῆρας συντρῖψαι, Σμάραγόν τε καὶ Ἄσβεστον ἠδὲ Σαβάκτην Ὠμόδαμόν θ’, ὃς τῇδε τέχνῃ κακὰ πολλὰ πορίζει. στεῖλαι πυραίθουσαν καὶ δώματα· σὺν δὲ κάμινος πᾶσα κυκηθείη, κεραμέων μέγα κωκυσάντων. ὡς γνάθος ἱππείη βρύκει, βρύκοι δὲ κάμινος, πάντα ἔντοσθεν αὐτῆς κεραμήϊα λεπτὰ ποοῦσα. δεῦρο καὶ Ἠελίοιο θύγατερ, πολυφάρμακε Κίρκη, ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα· δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους, οἵ θ’ Ἡρακλῆος χεῖρας φύγον οἵ τ’ ἀπόλοντο. τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος· αὐτοὶ δ’ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά. γηθήσω δ’ ὁρόων αὐτῶν κακο‐ δαίμονα τέχνην. ὃς δέ χ’ ὑπερκύψοι, περὶ τούτου πᾶν τὸ πρόσωπον φλεχθῇ, ὅπως πάντες ἐπίστωνται αἴσιμα ῥέζειν. ὁ αὐτὸς παραχειμάζων ἐν τῇ Σάμῳ καὶ προσπορευόμενος πρὸς τὰς οἰκίας τῶν ἐπιφανεστάτων, ἐλάμβανέ τι, ἀείδων τὰ ἔπεα ταῦτα, ἃ καλεῖται Εἰρεσιώνη, ὡδήγουν δὲ αὐτὸν καὶ συμπαρῆσαν ἀεὶ τῶν παίδων τινὲς τῶν ἐγχωρίων. δῶμα προσετραπόμεσθα ἀνδρὸς μέγα δυναμένοιο, ὃς μέγα μὲν ἀυτεῖ, μέγα δὲ βρέμει, ὄλβιος ἀεί. αὐτὰρ ἀνακλίνεσθε θύραι· πλοῦτος γὰρ ἔπεισι πολύς, σὺν πλούτῳ δὲ καὶ εὐφροσύνη τεθαλυῖα εἰρήνη τ’ ἀγαθή· ὅσσα δ’ ἄγγεα, μεστὰ μὲν εἴη, κυρκαίη δ’ ἀεὶ κατὰ δόρπου ἕρπεο μᾶζα. νῦν μὲν κριθαίην εὐώπιδα σησαμόεσσαν. τοῦ παιδὸς δὲ γυνὴ κατὰ δίφρακα βήσεται ὑμνεῖν, ἡμίονοι δ’ αὔξουσι κραταίποδες ἐς τόδε δῶμα. αὐτὴ δ’ ὕφαιν’ ἱστὸν ἐπὶ λέκτρα βεβηκυῖα, νεύματι τοι εὐμαὶ ἐνιαύσιος, ἔσται χελιδών. ἕστηκε προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρ’ αἶψα πέρσαι τῷ Ἀπόλλωνος γυιάτιδος. καί· εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐχ ἑστήξο‐ μεν· οὐ γὰρ συνοικήσοντες ἐνθάδ’ ἤλθομεν. ᾔδετο ταῦτα ἐπὶ πολὺν χρόνον παρὰ τῶν παίδων ἐν τῇ Σάμῳ. ἀπήρχετο δὲ εἰς Ἴον καὶ κατὰ τὴν ὁδὸν ἤρξατο μαλακῶς ἔχειν καὶ ἐξελθὼν ἐκ τοῦ πλοίου ἀνεπαύετο ἐπὶ τῆς κυματωγῆς ἐπὶ πλείους ἡμέρας. κατέπλωσαν δὲ παῖδες ἁλιεῖς καὶ ἐκβάντες ἐκ τοῦ ἀκατίου, προσελθόντες πρὸς αὐτὸν εἶπον· ἄγε, ὦ ξένοι, ἐπακούσατε ἡμέων, ἂν ἄρα δύνησθε ἀναγνῶναι, ἅσς’ ἂν ὑμῖν εἴπωμεν. καί τις τῶν παρεόντων ἐκέλευε λέγειν. οἱ δὲ εἶπαν· ἡμεῖς, ἅσς’ ἂν εἵλομεν, κατελίπομεν· ἃ δὲ μὴ εἵλομεν, φέρομεν. οἱ δὲ φασὶ μέτρῳ εἰπεῖν αὐτούς· ἅσς’ ἕλομεν, λειπόμεσθα· ἃ δ’ οὐχ ἕλομεν, φερόμεσθα. οὐ δυναμένων δὲ τῶν παρόντων γνῶναι τὰ λεχθέντα, διηγήσαντο οἱ παῖδες, ὅτι ἁλιεύοντες οὐδὲν ἐδύναντο ἑλεῖν, καθήμενοι δὲ ἐν τῇ γῇ ἐφθειρίζοντο· καὶ ὅσους μὲν ἔλαβον τῶν φθειρῶν ἀνῄρουν, ὅσους δὲ μὴ ἐδύναντο, εἰς οἶκον ἀπεφέροντο. ὁ δὲ Ὅμηρος ἀκούσας ταῦτα ἔλεγε τὰ ἔπη τάδε· τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε, οὔτε βαθυκλήρων οὔτε ἄσπετα μῆλα νεμόντων. ἐκ δὲ τῆς ἀσθενείας ταύτης συνέβη τὸν Ὅμηρον τελευτῆσαι ἐν τῇ Ἴῳ, οὐ παρὰ τὸ μὴ γνῶναι τὸ παρὰ τῶν παίδων λεχθέν, καθάπερ οἴονταί τινες, ἀλλὰ τῇ μαλακίᾳ. καὶ ἐτάφη ἐν τῇ Ἴῳ ἐπ’ ἀκτῆς, καὶ ἐπέγραψαν οἱ Ἰῆται ἐπίγραμμα· ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. ἡ δὲ ποίησις ἐκπέπτωκε καὶ ἐθαυμάζετο ὑπὸ πάντων. |
| ο 252 | Ὅμηρος: ἄγνωστος τοῖς ἀνθρώποις. Ἡρόδοτος δὲ ὁ ἱστορικὸς ἔγραψε βίον Ὁμήρου, μᾶλλον τοῦδε ἁρμοδιώτερον. |
| ο 253 | Ὅμηρος: Ἀνδρομάχου καὶ Μυροῦς Βυζαντίας, γραμματικὸς καὶ τραγῳδιῶν ποιητής· διὸ συνηριθμήθη τοῖς ἑπτά, οἳ τὰ δευτερεῖα τῶν τραγικῶν ἔχουσι καὶ ἐκλήθησαν τῆς Πλειάδος. ἤκμαζεν ὀλυμπιάδι ρκδʹ. ἔγραψε δὲ τραγῳδίας μεʹ. |
| ο 254 | Ὅμηρος, Σέλλιος χρηματίσας, γραμματικός. ἐποίησε τάδε· ὕμνους, παίγνια δι’ ἐπῶν, εἴδη πλεῖστα· καταλογάδην Περὶ τῶν κωμικῶν προσώπων, Περιοχὰς τῶν Μενάνδρου δραμάτων. |
| ο 255 | Ὁμιλαδόν: κατ’ ἀθροίσματα καὶ τάγματα. |
| ο 256 | Ὁμιλεῖ· δοτικῇ. συναναστρέφεται, ἢ ἀπαντᾷ, ἢ ἐντυγχάνει. |
| ο 257 | Ὅμιλος: ἄθροισμα, ὄχλος, πλῆθος. Ὅμηρος· ὅμιλος τερπό‐ μενοι. πρὸς τὸ νοητὸν ἀπήντηκε τὸ ὅμιλος. |
| ο 258 | Ὁμίχλη: ἀορασία, ἢ παχὺς ἀήρ. Ὁμίχλη, ὁ τεθολωμένος ἀὴρ καὶ μὴ διαυγής, μηδὲ λαμπρός. Ὅμηρος· εὖτ’ ὄρεος κορυφῇσι νότος κατέχευεν ὁμίχλην. ἐτυμολογεῖται δὲ παρὰ τὸ τοῖς ὄμμασιν ἀχλὺν παρέχειν. Ἀριστοφάνης· ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης, ἃ πανουργεῖς, μὴ καθορᾶται. ἀντὶ τοῦ ὑπὸ τῶν περιεστώτων κακῶν καὶ τοῦ πολέμου συνεχόμενος μὴ ἐλέγχῃ τὰ σὰ κακουργήματα. |
| ο 259 | Ὀμιχῶ: ῥῆμα. |
| ο 260 | Ὄμνυμι· δοτικῆ. καὶ Ὀμνύναι· Ἀριστοφάνης Ὄρνισιν. οὐκ ὄμνυσι γάρ, ἀλλ’ εὔχεται. ὄμνυμι μένειν ἐν τούτοις, ὡς πᾶσι τοῖς κριταῖς νικᾶν. χαριέντως δὲ εὐχόμενος ὑπὲρ τῆς νίκης· ἔκριναν γὰρ κριταὶ τοὺς κωμικούς. οἱ δὲ λαμβάνοντες τὰς εʹ ψήφους εὐδαιμόνουν. |
| ο 261 | Ὁμογάλακτας Φιλόχορος καλεῖ τοὺς γεννήτας, τοὺς ἐκ τοῦ αὐτοῦ πρώ‐ του γένους τῶν λʹ γενῶν. ζήτει ἐν τῷ γεννῆται. |
| ο 262 | Ὁμόγνια: ὁμογενῆ, γνήσια, ἢ φίλα. |
| ο 263 | Ὁμόγνιος: ὁ τὰ τοῦ γένους ἐφορῶν δίκαια. ἢ ὁμογενὴς ἢ γνήσιος, φίλος. |
| ο 264 | Ὁμόγνιε Ζεῦ: τὴν ὁμοιότητα θαυμάζων λέγει. οἷον ὦ ὁμοιό‐ τατε. |
| ο 265 | Ὁμογνώμονος. |
| ο 266 | Ὁμοδίαιτος: ὁμοτράπεζος. |
| ο 267 | Ὁμόδουλος: σύνδουλος. |
| ο 268 | Ὁμοερκεύς: Δείναρχος, ἀντὶ τοῦ ὑφ’ ἓν ἕρκος. τουτέστιν ὑπὸ τὸν αὐτὸν περίβολον. |
| ο 269 | Ὁμοθυμαδόν: ὁμοφρόνως, ὁμοψύχως. |
| ο 270 | Ὁμόθυμος: ὁμόψυχος, ὁμόφρων, ὁμόλογος. |
| ο 271 | Ὁμοκλήσας: ἀπειλήσας. |
| ο 272 | Ὁμολογία· ὅτι Ἀριστοτέλης ἐν τοῖς Τόποις, ὅπερ ἐν τοῖς Ἀναλυτικοῖς ἐξ ὑποθέσεως κοινότερον εἶπε, τοῦτο ἐν τοῖς Τόποις προσεχέστερον ἐξ ὁμολογίας εἶπεν. ἐπεὶ γὰρ μὴ αὔταρκες τὸ ἐφ’ ἑνός τινος δεικνύναι τῶν ὑπό τι κοινῶν πρὸς τὴν τοῦ κοινοῦ τε καὶ καθόλου κατασκευήν (οὐ γάρ ἐστι τὸ ἐν μέρει τοῦ καθόλου δεικτικόν), δεῖν φησι προδιομολογεῖσθαι καὶ συντίθεσθαι, ὅτι ὡς ἐφ’ ἑνός, οὕτω καὶ ἐπὶ τῶν ἄλλων· ὡς ἐπὶ μιᾶς αἰσθήσεως οὕτω καὶ ἐπὶ πασῶν. δείξαντες ἐπὶ μιᾶς, οἷον τῆς ἁφῆς, ὅτι διὰ πάθους τὴν ἀντίληψιν ποιεῖται, ἔχοιμεν ἂν ὅτι καὶ τὰς ὁμοίας ὁ αὐτὸς λόγος. καὶ ἐπὶ τῶν ἀντικειμένων, δειχθέντος ἐπὶ τῶν πρός τι, ὅτι ἡ αὐτὴ ἐπιστήμη, ἢ ὅτι τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου γίνεται, εἴη ἂν κείμενον καὶ ἐπὶ τῶν ἄλλων ἀντικειμένων οὕτως ἔχειν. |
| ο 273 | Ὁμολογία: καὶ ἡ συμφωνία. Αἰλιανός· οἱ δὲ ὁμολογίας ἐμμελεῖς ποιησάμενοι πρὸς τοὺς Ἀρκάδας τοὺς αἰχμαλώτους ἐκομί‐ σαντο. |
| ο 274 | Ὁμολογῶ: ἀντὶ τοῦ συναινῶ. Ἀριστοφάνης Πλούτῳ. περὶ τοῦ Διὸς γὰρ εἰπόντος Καρίωνος, ὅτι διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους, ἔφη· ὁμολογῶ σοι. καὶ Αἰλιανός· ὁ δὲ ὅσα ἤκουσε τοῖς οἰκείοις ὁμολογεῖ, καὶ ἐκεῖνοι περιχαρείας αὐτίκα ὑπεπλήσθησαν. |
| ο 275 | Ὁμολώϊος: Ζεὺς ἐν Θήβαις καὶ ἐν ἄλλαις πόλεσι Βοιωτικαῖς καὶ ἐν Θεσσαλίᾳ· ἀπὸ Ὁμολῴας προφήτιδος, τῆς Ἐνυέως· ἣν προφῆτιν εἰς Δελφοὺς πεμφθῆναι, ὡς Ἀριστοφάνης ἐν βʹ Θηβαϊκῶν. Ἴστρος δὲ ἐν τῇ δωδεκάτῃ τῆς Συναγωγῆς, διὰ τὸ παρ’ Αἰολεῦσι τὸ ὁμονοητι‐ κὸν καὶ εἰρηνικὸν ὅμολον λέγεσθαι. ἔστι δὲ καὶ Δημήτηρ Ὁμολωΐα ἐν Θήβαις. |
| ο 276 | Ὁμονήδυος: ἀδελφὸς γνήσιος. |
| ο 277 | Ὀμόργνυσιν: ἀπομάσσει, ἀποψήχει. |
| ο 278 | Ὀμόρξας: ἐκμάξας, ἀποψήσας. |
| ο 279 | Ὁμορροθεῖ: συμφωνεῖ. καὶ Ὁμορροθῶ, τὸ αὐτὸ φρονῶ. ὁμορροθεῖν δὲ κυρίως τὸ ἅμα καὶ συμφώνως ἐρέσσειν. νῦν δὲ ἀντὶ τοῦ συνεργῶ. Ἀριστοφάνης Ὄρνισιν· ὁμορροθῶ, συνθέλω. |
| ο 280 | Ὅμορος: πλησιόχωρος. |
| ο 281 | Ὁμοροῦσα: γειτνιῶσα, πλησίον ἐλθοῦσα. |
| ο 282 | Ὁμορρόφιον: ὁμόσκηνον. |
| ο 283 | Ὁμόσε: ὁμοῦ, εἰς τὸν αὐτὸν τόπον, ἢ ἐξ ἐναντίας, σφοδρῶς, θρασέως. Αἰλιανός· οἱ Ἀκαρνᾶνες συγγραφεῖς ὁμόσε ἔχουσι τοῖς ποιηταῖς. καὶ αὖθις· οὐ μὴν συνήθροισεν ἔτι τὰ ὀστᾶ, ὁμόσε τῷ δαί‐ μονι τῷ ταῦτα πράξαντι μὴ χωρῶν. καὶ αὖθις· ὁμόσε ἰτέον τοῖς πολεμίοις. |
| ο 284 | Ὁμόσε ἰέναι: ἀντὶ τοῦ παραβαλέσθαι· λέγεται δὲ ἐκ μεταφορᾶς ὁμόσε ταῖς λόγχαις ἰέναι, ἀντὶ τοῦ ἐξ ἐναντίας εἰς τὸ αὐτὸ ἔρχεσθαι καὶ μὴ στρέφεσθαι μηδὲ φεύγειν. ὁμοῦ. καὶ αὖθις ὁμόσε· ὁμοῦ λαβόντες τὰ ὅπλα ὁμόσε ἴασι τοῖς πολεμίοις. |
| ο 285 | Ὁμόσιτον: ὁμοῦ τρεφόμενον. |
| ο 286 | Ὁμόσπονδος: φίλος. |
| ο 287 | Ὁμοστιχάει: ὁμοῦ περιπατεῖ. |
| ο 288 | Ὁμόστολος: τῆς αὐτῆς ὁδοῦ. καὶ αὖθις· τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα. |
| ο 289 | Ὁμόσφυρος: ὁ ἐν ταὐτῷ τὴν πορείαν ποιούμενος. |
| ο 290 | Ὁμοτέρμονας: πλησιοχώρους, τοὺς ὁμοῦ τὰ τέλη ἔχοντας. |
| ο 291 | Ὁμοῦ: ἔγγιστα. ὁμοῦ τι τῇ πληγῇ ἡ παῖς ἦν, καὶ ἀπέσφακτο ἄν, εἰ μὴ σκηπτὸς κατηνέχθη ἀμφοῖν μέσος. |
| ο 292 | Ὁμοῦ: ἐγγύς. Ἀριστοφάνης· πρὶν οὖν ὁμοῦ γενέσθαι, σιγᾶθ’, ἵν’ αὐτῆς πυθώμεθα. καὶ Μένανδρος· ἔστι δὲ ὁμοῦ τὸ χρῆμα. παρὰ δὲ Σοφοκλεῖ ἀντὶ τῆς σύν· θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ κράτος κατακτήσαιτ’· ἐγὼ δὲ καὶ δίχα κείνων πέποιθα τοῦτ’ ἐπισπάσειν κλέος. καὶ Δημοσθένης τῷ ὁμοῦ ἀντὶ τοῦ ἐγγὺς κέχρηται ἐν τῷ κατὰ Ἀριστογείτονος· εἰσὶν ὁμοῦ δισμύριαι χιλιάδες Ἀθηναίων. ἔνθα γὰρ βούλεται δηλοῦν ὅτι ἐγγὺς τῶν δισμυρίων εἰσιν, ἐπεὶ ὅτι γε οὐκ ἦσαν δισμύριοι φανερόν. Ἰσαῖος δὲ τὸ ὁμοῦ ἐπὶ χρόνου ἔταξεν ἐν τῷ πρὸς Δωρόθεον· 〈ἐσ〉 τοσοῦτον πονηρίας ὁμοῦ καὶ τόλμης ἐλήλυθε. καὶ ἐν τῷ πρὸς Καλλικράτην· οὐ μὴν ἀλλὰ τούτου πάντα ὁμοῦ ταῦτα ἐπιτάξαντος. Λυσίας δὲ ἐπὶ τόπου τοῦτο ἔταξεν ἐν τῇ πρὸς Μετάνει‐ ραν ἐπιστολῇ· γυναικῶν δὲ πολλῶν καὶ ἀνδρῶν ὁμοῦ κατακειμένων. καὶ Ὅμηρος ἐπὶ τόπου· Πάτροκλος γὰρ λέγει· μὴ ἐμὰ σῶν ἀπάνευθε τιθέμεναι ὀστέ’, Ἀχιλλεῦ, ἀλλ’ ὁμοῦ, ὡς ἐτράφην ἐν ἡμετέροισι δό‐ μοισι. καὶ Αἰλιανός· ὁ δὲ Σύφαξ ὁμοῦ τι τῷ θανάτῳ ὢν ἀνεφθέγξατο τὰ ἐκ τῆς τραγῳδίας ἰαμβεῖα, ὡς δεδιττόμενος τὸν Μακεδόνα· ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς, μὴ πῆμα σαυτῇ καὶ μετάνοιαν τιθῇς. οὐ μὴν ἔσπασέ τι ἡ μήρινθος αὐτῷ. καὶ αὖθις· μὴ ἰσχύουσα τεκεῖν ὁμοῦ τι τῷ ῥαγῆναι ἦν. ἔστι δὲ τοῦτο πολὺ παρὰ Ἀττικοῖς. ὡς καὶ Μένανδρος· ἤδη γὰρ τοῦ τίκτειν ὁμοῦ. |
| ο 293 | Ὀμοῦμαι. |
| ο 294 | Ὁμοφυής: ὁμογενής. |
| ο 295 | Ὁμοχώρους: πλησιοχώρους. |
| ο 296 | Ὁμῶλαξ: ὁ ὁμοαῦλαξ, ὁ γείτων. |
| ο 297 | Ὀμώμοκα. |
| ο 298 | Ὀμωμοσμένος. |
| ο 299 | Ὁμώνυμα: τῶν πολλαχῶς λεγομένων ἄλλα κατ’ ἄλλον τρόπον λέγεται. καὶ τὰ μὲν ἐν ὀνόμασι τὸ διττὸν ἔχει, ἃ καλοῦμεν ὁμώνυμα, τὰ δὲ ἐν λόγῳ, ἃ καλοῦσιν οἱ φιλόσοφοι ἀμφίβολα. καὶ τὰ μὲν ὁμώ‐ νυμά ἐστι προφανῆ, τὰ δὲ ἀμφίβολα, οἷον ἡ ἐπιστήμη, ἐπεὶ πλειόνων ἐστί, πλείω σημαίνει καὶ ἔστιν ἀμφίβολος. ἢ γὰρ οὕτως πλειόνων ἡ αὐτὴ καὶ μία ἐπιστήμη, ὡς τοῦ τέλους καὶ τῶν πρὸς τὸ τέλος, οἷον οἰκοδομικὴ καὶ οἰκίας ἐστὶν ἐπιστήμη ὡς τέλους καὶ δι’ ὧν οἰκία γίνεται, ἅπερ ἐστὶ πρὸς τὸ τέλος· πλειόνων οὖν ἡ αὐτή. ὁμοίως καὶ ἰατρικὴ ὑγιείας ποιητικῶν, οἷον διαίτης καὶ τομῆς καὶ καύσεως καὶ ἑτέρων πλειόνων. |
| ο 300 | Ὁμωρόφιος. |
| ο 301 | Ὅμως: ἐπίρρημα. |
| ο 302 | Ὁμωχαίτας: Θουκυδίδης τοὺς συννάους θεοὺς καὶ ὁμορροφίους. Βοιωτικὴ δὲ ἡ λέξις. Ὁμωχαίτας δαίμονας, τοὺς συμμετέχον‐ τας τῶν αὐτῶν ναῶν καὶ τῶν αὐτῶν ἱερῶν. |
| ο 303 | Ὄμπνιον νέφος: μέγα, πολύ, ηὐξημένον. Σοφοκλῆς Θησεῖ. καὶ Ὄμπνιος χείρ, ἡ πλουσία. |
| ο 304 | Ὄμπνιον ὕδωρ: τὸ τρόφιμον, καὶ πολύ. λέγεται καὶ Ὀμπνιηρὸν ὕδωρ, τὸ τρόφιμον. |
| ο 305 | Ὄμπνιος: ἡ Δημήτηρ, αἰτία οὖσα τοῦ ἀναπνεῖν. |
| ο 306 | Ὄμπνιος λειμών: ὁ σῖτος, καὶ οἱ Δημητριακοὶ καρποί· ἐπεὶ Ὀμπνία ἡ Δημήτηρ λέγεται. |
| ο 307 | Ὄμπνιος χείρ: πλουσία χείρ. |
| ο 308 | Ὁμοίας λαβάς: ἀντὶ τοῦ μεταλήψεις καὶ ἀντιμεταθέσεις. |
| ο 309 | Ὁμοίϊος: ὁ ὁμοίως πᾶσι χαλεπός. |
| ο 310 | Ὁμοιομέρεια. Ἀναξαγόρας ὁ φιλόσοφος ἔλεγε τὴν σελήνην οἰκήσεις ἔχειν καὶ λόφους καὶ φάραγγας. ἀρχὰς δὲ τὰς ὁμοιομερείας· καθάπερ γὰρ ἐκ τῶν ψηγμάτων λέγομεν τὸν χρυσὸν συνεστάναι, οὕτως ἐκ τῶν ὁμοιομερῶν μικρῶν σωμάτων τὸ πᾶν συγκεκρίσθαι. |
| ο 311 | Ὅμοιον, εἰ καὶ Φιλέας Ἀνδοκίδην ἱεροσυλίας ἐγράψατο, ὥσπερ οὐκ αὐτὸς ὢν ὁ τῆς θεοῦ τὸ Γοργόνειον ἐξ ἀκροπόλεως ἀφελόμενος. |
| ο 312 | Ὁμοιόστομος ἐν πορείᾳ διφαλαγγία ἐστιν, ἥτις τοὺς ἡγεμόνας ἑκατέρας τῆς φάλαγγος ἐκ τῶν αὐτῶν μερῶν τεταγμένους οἷον ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων ἑκατέρας φάλαγγος ἔχει. |
| ο 313 | Ὁμοίωσις: ὁμοιότης. καὶ ζήτει ἐν τῷ ὑποβολῇ. καὶ ὁμοιότητι δοτική. |
| ο 314 | Ὁμοίωσις διττή, ἡ μέν τις ταὐτόν, ἡ δὲ ἕτερον. ὅτε δὲ λέγει Πλωτῖνος· ὁμοίωσις θεῷ, ἄλλον τρόπον ληπτέον. |
| ο 315 | Ὀμφακίαν: ὠμὸν καὶ σκληρόν. Ἀριστοφάνης· δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τ’ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον. ἀντὶ τοῦ ὠμὸν καὶ σκληρόν. μετα‐ φορικῶς ἀπὸ τῶν ὀμφάκων. οὕτω δὲ αἱ σταφυλαὶ δριμεῖαι οὖσαι καὶ οὔπω πέπειροι· ἐκ γὰρ τοῦ ἐναντίου, πέπανον τὸ ὥριμον καὶ ἡδύ. ἴσον δὲ ἴσῳ φέρον, ἀντὶ τοῦ δίκαιον, καὶ ἐξ ἴσου. ἀπὸ μεταφορᾶς τοῦ κιρναμένου οἴνου πρὸς ὕδωρ. λέγει δὲ κατ’ ἴσον εἰπεῖν καὶ ἀκοῦσαι. |
| ο 316 | Ὀμφαλητομία: ὅτε αἱ μαῖαι τὸν ὀμφαλὸν τοῦ βρέφους ἀποτέμνουσι. καὶ αὐταὶ δὲ ὀμφαλητόμοι λέγονται. καὶ Ὀμφάλιον, ὁ ὀμφαλὸς τῆς ἀσπίδος. Ζηνὶ τόδ’ ὀμφάλιον σάκεος τρύφος, ᾧ ἐπὶ λαιὰν ἔσχεν ἀριστεύων, ἄνθετο Νικαγόρας. |
| ο 317 | Ὀμφαλόν: τὸ μεσαίτατον. καὶ Ὀμφάλιον ἀσπίδος, τὸ μεσαίτατον αὐτῆς. |
| ο 318 | Ὀμφαλός: οἷόν τις ῥίζα τοῦ βρέφους ἐστί· δι’ ἐκείνου γὰρ αὔξεται καὶ τρέφεται. ὀμφαλός σου οὐ περιετμήθη. |
| ο 319 | Ὄμφαξ: σταφυλὴ δριμεῖα οὖσα καὶ οὐ πέπειρος. θηλυκῶς δὲ λέγει τὰς ὄμφακας Πλάτων ὁ κωμικὸς ἐν δράματι Ἑορταῖς· καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας. |
| ο 320 | Ὄμφαξ: ὠμόφαξ τις ὤν. ὁ ὠμὸς εἰς τὸ φαγεῖν. καὶ παροι‐ μία· Σικελὸς ὀμφακίζεται. |
| ο 321 | Ὀμφή: θεία κλῃδών, ἢ φήμη. |
| ο 322 | Ὀμφήν: κλῃδόνα, φήμην θείαν, ἢ ὀνείρου φάντασμα. |
| ο 323 | Ὄν: τὸ οἷόν τε ἐστὶ ποιεῖν ἢ πάσχειν. |
| ο 324 | Ὄναγρος: εἶδος ζῴου. |
| ο 325 | Ὄναγροι: μηχανήματα, οἱ λεγόμενοι ἅρπαγες, οἵγε ἁρπάζειν τοὺς προσιόντας ἐπιβαλλόμενοι εἶχον. |
| ο 326 | Ὄναρ: ὄνειρος. ζήτει ἐν τῷ Ἀλκιβιάδης. λύσις ὀνείρου· ὄναρ καθ’ ὕπνους νητρεκὲς λαλεῖν τόδε. ὄναρ ἡ μάρτυς αὐτῇ ἐφίσταται. |
| ο 327 | Ὀνάσιμος, Κύπριος ἢ Σπαρτιάτης, ἱστορικὸς καὶ σοφιστής, τῶν ἐπὶ Κωνσταντίνου γενομένων. ἔγραψε Στάσεων διαιρέσεις, Τέχνην δικανικὴν πρὸς Ἀψίνην, Περὶ ἀντιρρητικῆς τέχνης, προγυμνάσματα, μελέτας, ἐγκώμια, καὶ ἄλλα πλεῖστα. |
| ο 328 | Ὄνασθαι: ἐπαπολαῦσαι, ὠφεληθῆναι. ἐπὶ τούτοις πολλὰ καὶ ἀγαθὰ τῷ βασιλεῖ ηὔχοντο καὶ ὄνασθαι τῶν παρόντων. |
| ο 329 | Ὀναίατο: ἀπολαύσειαν. Σοφοκλῆς· μηδέποτ’ ἀγλαΐας ὀναίατο· τουτέστιν ἡδονῆς, δόξης· τοιάδ’ ἀνύσαντες ἔργα. ἤτοι τὸν ἐμὸν πατέρα ἀνελόντες. |
| ο 330 | Ὀναίμην: ἐπιτύχοιμι, ἀπολαύσω. καὐτὴ γὰρ ἐγώ, οὕτως ὀναίμην τῶν τέκνων. |
| ο 331 | Ὄναιντο: ὠφεληθεῖεν. καὶ ὄνασθαι, ὠφεληθῆναι. |
| ο 332 | Ὀνεία: ἡ τοῦ ὄνου δορά. τὴν σάγην τε τοῦ κτήνους καὶ τὴν ὀνείαν προσεπέθηκεν ἐκδείρας. Βάβριός φησιν. |
| ο 333 | Ὄνειαρ: ὄνειρον. ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ· ἦ ῥ’ ἐτεὸν κεράων, οὐδ’ ἐλέφαντος ἔης. ἀντὶ τοῦ ἀληθής· παρὰ τὸ Ὁμηρικόν· δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσιν ὀνείρων. |
| ο 334 | Ὀνείατα: οὐ πάντως βρώματα, ὡς οἱ γλωσσογράφοι, ἀλλὰ πάντα τὰ εἰς ὄνησιν ἐπιτήδεια. Ὅμηρος· ὀνείατ’ ἄγοντα. οὐκ εἶπε δὲ φέροντα· οὐδὲ γὰρ ἐβάσταζεν. |
| ο 335 | Ὀνείδειος λόγος: ὁ ὀνειδιστικός. |
| ο 336 | Ὀνειδίζω. σὺ δ’ ἄθλιός γε ταῦτ’ ὀνειδίζων, ἅ σοι οὐδεὶς οὐχὶ τῶνδ’ ὀνειδιεῖ τάχα. οἷον οὐδείς ἐστιν ὃς οὐ ταῦτά σοι ὀνειδισεῖ, ἅπερ μοι ὠνείδισας. τὸ δὲ τάχα ἀντὶ τοῦ ταχέως. καί σε μετ’ ὀλίγον ἐροῦσι τυφλόν. πρὸς Τειρεσίαν ὁ λόγος. |
| ο 337 | Ὀνειδίζω· δοτικῇ. οἴεσθε καὶ τὸν Σολομῶντα πικρῶς ὑμῖν ὀνειδίζειν. καί, μηδενὶ συμφορὰν ὀνειδίσῃς. αἰτιατικῇ δέ· καὶ τίς ἐστιν οὗτος, ὃς ὠνείδισε θεοῦ παράταξιν; καί, μή μοι γένοιτο καὶ τοῦτο ὀνειδισθῆναι. |
| ο 338 | Ὀνειδιῶ: ὀνειδίσω. |
| ο 339 | Ὀνειδίσας: μεμψάμενος. ὀνειδίσας εἰς ἀνανδρίαν αὐτῷ καὶ κακίαν. |
| ο 340 | Ὄνειδος: μέμψις. ζώειν γὰρ δίχα παντὸς ὀνείδεος ἤθελ’ ἑκάστα, ξεῖνε, τὸν ἐκ χειρῶν ἀρνυμένα βίοτον. |
| ο 341 | Ὀνεῖον: ἐν ᾧ οἱ ὄνοι ἵστανται. |
| ο 342 | Ὀνειρείῃσι: ποιητικῶς. |
| ο 343 | Ὀνειρολεσχία: ἡ ὕβρις. |
| ο 344 | Ὀνειρόπληκτον: ὑπὸ ὀνείρων πληττόμενον. ὅτι, ὥς φησι Πυθαγόρας, ὀνείρους καὶ τοῖς κτήνεσι γίνεσθαι καὶ νόσους καὶ σημεῖα. |
| ο 345 | Ὄνειρον ἐνυπνίου διαφέρει· ἕτερον γάρ ἐστι καὶ οὐ ταὐτό. ἀλλὰ καὶ τὸ ὄνειρον καὶ ἐνύπνιον καλῶς εἴποι τις ἄν· ὅταν δὲ τεχνικῶς λέγῃ τις, κυρίως ἕκαστον χρὴ καλεῖν, καὶ τὸ μὲν ἀσήμαντον καὶ οὐδενὸς προαγορευτικόν, ἀλλ’ ἐν μόνῳ τῷ ὕπνῳ τὴν δύναμιν ἔχον, γινόμενον δὲ ἐξ ἐπιθυμίας ἀλόγου ἢ ὑπερβάλλοντος φόβου ἢ πλησμονῆς ἢ ἐνδείας, ἐνύπνιον χρὴ καλεῖν, τὸ δὲ μετὰ τὸν ὕπνον ἐνέργεια ὂν καὶ ἀποβησόμενόν ἐστιν ἀγαθὸν ἢ κακὸν ὄνειρον. πολ‐ λάκις δὲ καταχρηστέον τοῖς ὀνόμασιν, ὡς καὶ Ὅμηρος· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. |
| ο 346 | Ὀνειροπολεῖ: φαντάζεται. οὐ χρεὼν οὖν ταῦτα τοὺς Σαρα‐ κηνοὺς ὀνειροπολεῖν. Ὀνειροπολεῖν τοῦ ὀνειρώσσειν διενήνοχε· τὸ μὲν ὀνειροπολεῖν ἐπὶ τῶν ἐνύπνιον ὁρώντων, τὸ δὲ ὀνειρώσσειν ἐπὶ τῶν αὐτομάτως γονὴν ἀφιέντων· ὅπερ οἱ ἐρωτόληπτοι πάσχουσιν, ἢ ἀπὸ βρωμάτων ἢ ἀπὸ δαιμόνων ἐνεργείας τοῦτο πάσχοντες. |
| ο 347 | Ὀνειροπόλος: ὀνειροκρίτης. |
| ο 348 | Ὄνειρος· ζήτει ἐν τῷ ἄνθρωπος. |
| ο 349 | Ὄνειρος· ἀγκῶνες, οἵ εἰσι μέρος τι τῆς οἰκίας. καὶ πάντα τὰ προσπησσό‐ μενα κατ’ ὄναρ τὸ κόσμιον τοῦ βίου σημαίνει ἐνύπνιον. ὅτι τὰ ἐνύπνια ἀναπτε‐ ροῦσιν ἄφρονας. |
| ο 350 | Ὀνείρωξις: ἡ τῶν ὀνειράτων δεῖξις. καὶ Ὀνειρώσσω, τὸ ἐνυπνιάζομαι. |
| ο 351 | Ὀνησίκριτος: ὄνομα κύριον. ὁ δὲ Ὀνησίκριτος ἀπόγραφος ἐξ ἀρχετύπου δευτερεύει. τουτέστι τοῦ Ξενοφῶντος. |
| ο 352 | Ὀνηθῆναι: ὠφεληθῆναι. Ξενοφῶν· ἔχρῃζον πρὸς τὰ χωρία προσβάλλειν καὶ τὴν στρατιὰν ὀνηθῆναί τι. |
| ο 353 | Ὀνηλάτης: ὁ ὄνους ἐλαύνων. |
| ο 354 | Ὀνήσασθαι: ὠφελεῖσθαι, ἀπολαβεῖν. |
| ο 355 | Ὀνησιδώρα: ὄνομα κύριον. |
| ο 356 | Ὀνήσιμος: ὠφέλιμος. καὶ ὄνομα κύριον. |
| ο 357 | Ὀνησιφόρος: ὠφέλειαν φέρων. |
| ο 358 | Ὀνητήν: ἐναπόλαυστον. |
| ο 359 | Ὀνήτωρ: πρὸς ὃν Δημοσθένης ἔγραψε τοὺς ἐξούλης λόγους. εἷς δὲ ἦν τῶν χορηγησάντων, οὗ καὶ Ἰσοκράτης ἐν τῷ Περὶ ἀντιδό‐ σεως μέμνηται. |
| ο 360 | Ὀνίας: ὄνομα κύριον. |
| ο 361 | Ὀνιαία: τοῦ ἵππου τὸ ἀφόδευμα. καὶ Ὀνίδες, τὰ τῶν ὄνων ἀποπατήματα, ἃ ἐπίτηδες πεπλασμένα ἐστίν. |
| ο 362 | Ὀνίδιον: ὑποκοριστικῶς τὸ ὀνάριον. |
| ο 363 | Ὀνίνασθαι: ὄνασθαι, ὠφελεῖσθαι. |
| ο 364 | Ὀνίνησιν: ὠφελεῖ. καὶ Ὀνίνημι· αἰτιατικῇ. |
| ο 365 | Ὄνιον: ὠφέλιμον. |
| ο 366 | Ὄνθος: βόλβιτον. τουτέστιν ἡ τῶν βοῶν κόπρος. Ὅμηρος· ἐν δ’ ὄνθου βοέος πλῆτο στόμα. φασὶ δὲ κάνθαρον τὸ ζωΰφιον· λέγεται δὲ εἰς ὄνθον ἀποσπερματίζειν καὶ οὕτω περιστρέφειν τοῖς ποσίν, ἕως ὅτου ἐγγυμνασθὲν τὸ σπέρμα ἀποδοθῇ καὶ ἐγγεννήσῃ. θῆλυς δὲ κάνθαρος οὐ γίνεται, ἀλλὰ πάντες ἄρσενες γεννῶνται. καὶ ὀνθηλεύουσι τὸν οἶνον συμμιγνύντες αὐτῷ σαπρόν. |
| ο 367 | Ὀνόγυρος: φυτὸν ἀλεξίκακον, ὅπερ τριβόμενον ὄζει· οἱ δὲ ἀνάγυρον αὐτό φασιν. ὅθεν μετηνέχθαι καὶ τὴν παροιμίαν· κινεῖς τὸν ἀνάγυρον. ἐπὶ τῶν ἐπισπωμένων ἑαυτοῖς τὰ κακά. |
| ο 368 | Ὀνοκίνδιος: ὀνηλάτης, ἀστραβηλάτης. |
| ο 369 | Ὀνομάδημος: ὄνομα κύριον. |
| ο 370 | Ὀνομάζων: ἀντὶ τοῦ φράζων, ἑρμηνείᾳ χρώμενος. Δημοσθένης ὑπὲρ Κτησιφῶντος. |
| ο 371 | Ὀνομακλῆς: ὄνομα κύριον. ἡ δοτικὴ Ὀνομακλέϊ, Ὀνομακλεῖ. |
| ο 372 | Ὀνομάκλυτος Ἄλτης: ὑφ’ ἓν ἀναγνωστέον· σημαίνει γὰρ τὸ ὅλον ὀνόματι κλυτός. ὁ γὰρ αὐτὸς εἴη τοῦ διαβεβοημένου. |
| ο 373 | Ὀνομαστί: ἐξ ὀνόματος. |
| ο 374 | Ὀνομαστός: πολύς. καί, Οὐδ’ ὀνομαστός, ὁ μὴ ῥηθῆναι δυνάμενος, ὁ πολύς. τοῦ δὲ λέων ὤρουσε κατὰ στίβον, ἀνδράσι δεῖμα θαρσαλέοις, Γάλλῳ δ’ οὐδ’ ὀνομαστὸν ἄχος. |
| ο 375 | Ὀνόματα: γνῶσις. Δαβίδ· ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. τουτέστι διαφορὰς καὶ τὴν τούτων θέσιν τε καὶ διάταξιν καὶ τὴν πρὸς ἄλληλα σχέσιν· οὐ γὰρ ὀνόμασι κεχρημένος ὁ θεὸς τοὺς ἀστέρας καλεῖ· ἄψυχα γὰρ ταῦτα καὶ λόγου ἐστερημένα· ἄνθρωποι δὲ ταῦτα ἔθεσαν. |
| ο 376 | Ὀνομήνω: ὀνομάσω. |
| ο 377 | Ὄνον ἀπότρεψαι κνώμενον. |
| ο 378 | Ὄνον ὄρνιν: λέγεταί τι τοιοῦτον, ὡς συμβολικὸς ἐρωτώμενος περὶ ἀρρώστου εἶδεν ὄνον ἐκ πτώματος ἀναστάντα. ἀκήκοε δὲ καὶ ἑτέρου λέγοντος, πῶς ὄνος ὢν ἀνέστη; ὁ δὲ ἔφη· ὁ νοσῶν ἀναστή‐ σεται. καὶ ἀνέστη. καὶ αὖθις· ὄρνιν νόμιζε πάνθ’ ὅσα περὶ μαντείας διακρίνει. πάντα γὰρ οἰωνοὺς ἐκάλουν, καὶ τὰ μὴ ὄρνεα. θεράποντ’ ὄρνιν. ἐπεί τινας εἰώθασι τῶν θεραπόντων καλόποδας λέγειν καὶ καλοιωνίστους. |
| ο 379 | Ὀνόουλφις: ὄνομα κύριον. ἐθνικόν. ζήτει ἐν τῷ Ἁρμάτιος. |
| ο 380 | Ὄνος: τὸ ζῷον, καὶ ὄργανον. |
| ο 381 | Ὄνος: τὸ περὶ τὰ τῶν ὑδάτων ἀγγεῖα πολύπουν καὶ συστρεφό‐ μενον. |
| ο 382 | Ὄνος ἄγων μυστήρια: ἐπὶ τῶν παρ’ ἀξίαν τι πραττόν‐ των. τοῖς γὰρ μυστηρίοις ἐξ ἄστεος εἰς Ἐλευσῖνα διὰ τῶν ὄνων ἔφερον τὰ εἰς τὴν χρείαν. ὅθεν ἡ παροιμία, διὰ τὸ κακοπαθεῖν μάλιστα τοὺς ὄνους ἀχθοφοροῦντας. ὡς ἂν οὖν ὅμοια πάσχων τῷ πιεζεῖσθαι τῷ ἐπικειμένῳ ἄχθει, τὴν παροιμίαν μίγνυσιν Ἀριστοφάνης. |
| ο 383 | Ὄνος ἄγων μυστήρια: ἐπὶ τῶν παρ’ ἀξίαν τι πραττόντων. τότε γὰρ θλίβονται μᾶλλον τὰ πρὸς τὴν χρείαν ἀγόμενα βαστάζοντες. Δήμων ἐπὶ τοῦ μύλου γενέσθαι φησίν, ὅτι στεφανοῦσιν αὐτὸν τότε. |
| ο 384 | Ὄνος ἀκροᾷ σάλπιγγος· Εὔπολις Ταξιάρχαις. |
| ο 385 | Ὄνος πρὸς αὐλόν: παροιμία ἐπὶ τῶν μὴ συγκατατιθεμένων μηδὲ ἐπαι‐ νούντων· διὰ τὸ παντελῶς ἀναίσθητον τοῦ ὄνου. |
| ο 386 | Ὀνόσανδρος, φιλόσοφος Πλατωνικός. Τακτικά, Περὶ στρατηγη‐ μάτων, Ὑπομνήματα εἰς τὰς Πλάτωνος Πολιτείας. |
| ο 387 | Ὀνόσαιτο: ἐκφαυλίσοι. |
| ο 388 | Ὄνος ἐν μελίτταις· Κράτης Τόλμαις. καί, ὄνος ἐν μύρῳ, παροιμία. |
| ο 389 | Ὄνος εἰς ἄχυρα: παροιμία ἐπὶ τῶν παρ’ ἐλπίδας εἰς ἀγαθὰ ἐμπιπτόντων καὶ τούτοις ἀπολαυστικῶς χρωμένων. |
| ο 390 | Ὄνος εἰς Κυμαίους: ἐπὶ τῶν παραδόξων καὶ σπανίων. διότι παρὰ Κυμαίοις ἐδόκει φοβερὸς εἶναι ὁ ὄνος. καὶ κατὰ τουτουσὶ τοὺς καιροὺς πάντες ἦσαν Κυμαῖοι, σεισμοῦ καὶ χαλάζης φοβερώτατα εἶναι τὸν ὄνον ἡγούμενοι. ὅτι τὸ ἐπ’ ὄνου φέρειν τινὰ γυμνὸν τῶν ἀτιμιῶν ἡ μεγίστη Παρθυαίοις νενόμισται. |
| ο 391 | Ὄνος λύρας· Μένανδρος Ψοφοδεεῖ. ἡ δ’ ὅλη παροιμία, ὄνος λύρας ἤκουε καὶ σάλπιγγος ὗς. λέγεται ἐπὶ τῶν μὴ συγκατατιθεμένων μηδὲ ἐπαινούντων. ὅτι Ἀμμωνιανῷ τῷ γραμματικῷ συμβέβηκεν ὄνον κεκτῆσθαι, σοφίας ἀκροατήν. καὶ ζήτει ἐν τῷ Ἀμμωνιανός. |
| ο 392 | Ὄνος στύπαξ: τὸ στύπαξ, ὅτι στυπιοπώλης. |
| ο 393 | Ὄνος τὰ ὦτα κινῶν: ἐπὶ τῶν ἀναισθήτων κατὰ ἀμφότερα. τό τε γὰρ ζῷόν ἐστι νωχελές· τὸ δὲ τὰ ὦτα κινεῖν, οἱονεὶ πρὸ τοῦ λαλῆσαί τινα πάνυ τοῦτο ἀκηκοέναι προσποιεῖσθαι· ὅπερ ἐστιν ἀναισθη‐ σίας. πῶς γὰρ ἂν γένοιτο τινι πάντα ἐγνωκέναι καὶ πρὸ τοῦ λαληθῆναι αὐτῷ, κἂν ὦτα μεγάλα ἔχῃ καθάπερ ὄνος. |
| ο 394 | Ὄνος ὕεται: ἐπὶ τῶν μὴ ἐπιστρεφομένων. Κηφισόδωρος Ἀμα‐ ζόσι· σκώπτεις μ’· ἐγὼ δὲ τοῖς λόγοις ὄνος ὕομαι. Κρατῖνος Δραπε‐ τίσιν· οἱ δὲ πυππάζουσι περιτρέχοντες, ὁ δ’ ὄνος ὕεται. |
| ο 395 | Ὀνοτοί: ψεκτοί, μεμπτοί. |
| ο 396 | Ὄνου θανάτους: ἐπὶ τῶν ἀλλόκοτα διηγουμένων. |
| ο 397 | Ὄνου παρακύψεως: ἐπὶ τῶν καταγελάστως συκοφαντουμένων εἴρηται ἡ παροιμία. φασὶ γάρ, ὅτι κεραμεύς τις, οἱ δὲ κοροπλάθος, ἔπλαττε πολλὰς ὄρνις ἐν τῷ ἐργαστηρίῳ. ὄνος δὲ παριών, ἀκολου‐ θοῦντος ἀμελῶς τοῦ ὀνηλάτου, παρακύψας διὰ τῆς θυρίδος ἀνέτρεψε τὰς ὄρνιθας καὶ τὰ ἐν τῷ ἐργαστηρίῳ συνέτριψε σκεύη. ὁ τοίνυν κύριος τοῦ ἐργαστηρίου ἐπὶ κρίσιν ἤγαγε τὸν ὀνηλάτην. ἐρωτώμενος δὲ ἐκεῖνος ὑπὸ τῶν ἀπαντώντων, τίνος κρίνοιτο, ἔλεγεν, ὄνου παρα‐ κύψεως. |
| ο 398 | Ὄνου παρακύψεως: ὄνου παρακύψαντος, ὄρνιθες πτοηθεῖσαι ἱστὸν ἀνέρρηξαν. ὁ δὲ δεσπότης τοῦ ἱστοῦ τῷ τοῦ ὄνου δεσπότῃ ἐνεκάλεσεν· ὅθεν ἡ παροιμία. |
| ο 399 | Ὄνου πόκαι: ἐπὶ τῶν ἀνηνύτων καὶ μὴ ὄντων λέγεται ἡ παροιμία ὑπὸ τῶν Ἀττικῶν· ὥσπερ αἱ τοιαῦται, πλίνθον πλύνειν, ἀσκὸν τίλλειν, χύτραν ποικίλλειν, εἰς κόπρον θυμιᾶν. Ἀρίσταρχος δὲ διὰ τὸ Κρατῖνον ὑποθέσθαι ἐν ᾅδου τινὰ σχοινίον πλέκοντα, ὄνον δὲ τὸ πλεκόμενον ἀπεσθίοντα, οἷον ἀποκείροντα. παρ’ ὅσον οὖν τὰ ἐν ᾅδου ἀνήνυτά εἰσι, τοῦτο ἐπλάσθη. |
| ο 400 | Ὄνου σκιὰ καὶ Περὶ ὄνου σκιᾶς· Σοφοκλῆς Κηδαλίωνι· ὅ τι ἄν τι γίνηται, τὰ πάντ’ ὄνου σκιά. Ἀριστοφάνης Δαιδάλῳ· περὶ τοῦ γὰρ ὑμῖν ὁ πόλεμος νῦν ἐστι; περὶ ὄνου σκιᾶς. Ἀριστοτέλης δ’ ἐν Διδασκαλίαις καὶ δράματός τινος φέρει ἐπιγραφὴν Ὄνου σκιάν. οἱ δὲ πρῶτον φθέγξασθαι τοῦτο Δημοσθένην, ἀπολογούμενον ὑπέρ τινος ἐπὶ μεγάλαις αἰτίαις κρινομένου, ὡς ἑώρα θορυβοῦντας τοὺς ἀκροω‐ μένους. παρακαλέσας γὰρ αὐτοὺς μικρὰ προσέχειν ἤρξατο διηγεῖσθαι, ὡς Μεγαράδε ἀπιὼν μισθώσαιτο ὄνον, καύματος δὲ ἐν τῇ ὁδῷ γενο‐ μένου, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου βουληθείη ἀναπαύσασθαι, οὐ παρεῖναι γὰρ οὔτε δένδρον οὔτ’ ἄλλο τοιοῦτον οὐδέν· τὸν δὲ ὀνηλάτην κωλύειν φάσκοντα, ὄνον αὐτῷ μεμισθωκέναι μόνον, οὐ μὴν καὶ σκιάν· ὥστε διατριβὴν αὐτοῖς καὶ φιλονεικίαν πολλὴν περὶ τούτου γενέσθαι. ταῦτα δ’ εἰπών, ὡς εἶδε τοὺς Ἀθηναίους προσέχοντας σφόδρα καὶ ἡδομένους καὶ ποθοῦντας τὰ ἑξῆς ἀκοῦσαι, ἐπέπληξεν αὐτοῖς, εἰ περὶ ὄνου μὲν σκιᾶς ἀκροᾶσθαι δέονται καὶ παρακαλοῦσιν, ὑπὲρ δὲ ἀνδρὸς περὶ τοῦ ζῆν κινδυνεύοντος οὐκ ἐθέλουσιν ἀκούειν. δῆλον δὲ ὅτι λεγομένῳ τούτῳ ἐχρήσατο Δημοσθένης. διόπερ καὶ ἐν τοῖς Φιλιππικοῖς παρῳδῶν τὴν παροιμίαν φησὶ διαφέρεσθαι τοὺς Ἀθηναίους περὶ τῆς ἐν Δελφοῖς σκιᾶς. |
| ο 401 | Ὄνου σκιά: ἐπὶ τῆς οὐθενείας. φασὶ γάρ, ὅτι νεανίσκος Ἀθή‐ νηθεν εἰς Δελφοὺς ὄνον ἐμισθώσατο· μεσημβρίας δὲ λαβούσης, στήσας τὸν ὄνον ὑπέδυ τὴν σκιάν. |
| ο 402 | Ὀνῶ· αἰτιατικῇ. τὸ ὠφελῶ. |
| ο 403 | Ὁνωρᾶτος: ὄνομα κύριον. |
| ο 404 | Ὁνωρία, ἀδελφὴ Βαλεντινιανοῦ· ἥτις καὶ αὐτὴ τῶν βασιλικῶν εἴχετο σκήπτρων. Εὐγενίῳ δέ τινι τὴν ἐπιμέλειαν τῶν αὐτῆς ἔχοντι πραγμάτων ἥλω ἐς λάθριον ἐρχομένη λέχος, καὶ ἐπὶ τῷ ἁμαρτήματι ἀνῃρέθη μὲν ἐκεῖνος, ἡ δὲ τῶν βασιλείων ἐξηλάθη. |
| ο 405 | Ὁνώριος: ὄνομα κύριον. |
| ο 406 | Ὄντα· τῶν ὄντων τὰ μὲν ἀγαθὰ εἶναι, τὰ δὲ κακά, τὰ δὲ οὐδέτερα. ἀγαθὰ μὲν αἱ ἀρεταί· κακὰ δὲ τὰ ἐναντία, ἀφροσύνη, ἀδικία, καὶ τὰ λοιπά· οὐδέτερα δὲ ὅσα μήτε ὠφελεῖ μήτε βλάπτει, οἷον ζωή, ὑγεία, ἡδονή, κάλλος, ἰσχύς, πλοῦτος, δόξα, εὐγένεια· καὶ τὰ τούτοις ἐναντία, θάνατος, νόσος, πόνος, αἶσχος, ἀσθένεια, πενία, ἀδοξία, δυσγένεια καὶ τὰ παραπλήσια· μὴ γὰρ εἶναι ταῦτα ἀγαθά, ἀλλ’ ἀδιάφορα, κατ’ εἶδος προηγμένα. ὡς γὰρ ἴδιον θερμοῦ τὸ θερμαίνειν, οὕτω καὶ ἀγαθοῦ τὸ ὠφελεῖν. οὐ μᾶλλον δὲ ὠφελεῖ ἢ βλάπτει ὁ πλοῦτος καὶ ἡ ὑγεία· οὐκ ἄρα ἀγαθόν· ᾧ δὲ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι οὐκ ἔστιν ἀγαθόν· πλούτῳ δὲ καὶ ὑγείᾳ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι· οὐκ ἄρα ἀγαθὸν πλοῦτος καὶ ὑγεία. ἀλλ’ οὐδὲ ἡ ἡδονὴ ἀγαθόν· εἶναι γὰρ καὶ αἰσχρὰς ἡδονάς· μηδὲν δὲ αἰσχρὸν εἶναι ἀγαθόν. |
| ο 407 | Ὄντος: ὑπάρχοντος. |
| ο 408 | Ὄντως: ἀληθῶς. |
| ο 409 | Ὄνοι κανθήλιοι. |
| ο 410 | Ὄνυξ. |
| ο 411 | Ὀνυχίζεται: ἀκριβολογεῖται. οὕτως Ἀριστοφάνης. ἐν δὲ τῇ συνηθείᾳ τὸ ἐπὶ βλάβῃ τινι ἐξαπατηθῆναι. καί, ἀπονυχιῶ σου τὰ ’ν πρυτάνῃ σιτία· ἀντὶ τοῦ ἀφαιρήσομαι. ἀπὸ μεταφορᾶς τῶν ὀνυχιζομένων· ἀφαιρή‐ σομαι γάρ, φησί, τὴν σίτησιν. ἀπονυχίσαι μᾶλλον λέγουσιν ἢ ὀνυχίσαι. |
| ο 412 | Ὀνύχιος: εἶδος λίθου. καὶ Ὀνυχίτης. |
| ο 413 | Ὄξεϊ: δοτική· ἡ εὐθεῖα τὸ ὄξος. καὶ Ὀξείδιον. ὅτι τὸ ὄξος καὶ ἀλίβας λέγεται ἀπὸ τοῦ μὴ λείβεσθαι. ὅτι νενεκρωμένος οἶνός ἐστιν. καὶ ἀλίβας, ὁ νεκρός. |
| ο 414 | Ὀξεῖα: ἡ λόγχη. καὶ παροιμία· Δι’ ὀξείας δραμεῖν, ἐπὶ τῶν διακινδυνευόντων. |
| ο 415 | Ὀξίνην· Ἀριστοφάνης· ἐμαχόμεσθ’ αὐτοῖσι, θυμὸν ὀξίνην πεπω‐ κότες. |
| ο 416 | Ὀξίς· Ἀριστοφάνης Πλούτῳ· ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονεν. ἔστι δὲ ἀγγεῖον ὄξους δεκτικόν. ἢ λοπάδος εἶδος, εἰς ὀξὺ λῆγον. |
| ο 417 | Ὄξος ἑψητόν, τὸ ἀπὸ φοινίκων. |
| ο 418 | Ὀξώδης, ὀξώδους. |
| ο 419 | Ὄξωνος. |
| ο 420 | Ὀξὺ καὶ βαρὺ κατὰ μεταφορὰν ἐκλήθησαν ἐπὶ τῆς ἀκουστικῆς· ἐν ὄγκοις γάρ εἰσι τό τε ὀξὺ καὶ τὸ βαρύ. ὀξὺ γὰρ λέγεται ἐπὶ τῆς ἁφῆς τὸ ταχέως ἐνεργοῦν, οἷον τὸ μαχαίριον ὀξύ, ὅτι ταχέως κεντεῖ, ἀμβλὺ δὲ τὸ βραδέως ἐνεργοῦν καὶ οἷον οὐ κεντοῦν, ἀλλ’ ὠθοῦν, ὡς τὸ ὕπερον. ὅσα μὲν γὰρ ἐπιτήδεια εἰς τὸ κεντεῖν ποιῆσαι βουλόμεθα, ὀξυγώνια αὐτὰ ποιοῦμεν· ὅσα δὲ εἰς τὸ ὠθεῖν, ἀμβλυγώνια. οὕτως οὖν καὶ ἐπὶ τῶν ψόφων ὀξὺν μὲν λέγομεν τὸν ταχέως παραγινόμενον ἐπὶ τὴν αἴσθησιν καὶ ταχέως ἀποπαυόμενον, βαρὺν δὲ τὸν ἀνάλογον τῷ ἀμβλεῖ, τὸν βραδέως παραγινόμενον ἐπὶ τὴν αἴσθησιν καὶ ταχέως ἀποπαυόμενον. ὥσπερ αἱ τεταμέναι μᾶλλον νευραὶ οἷον ἡ νεάτη τῶν ἐπ’ ἔλαττον τεταμένων, οἷον τῆς ὑπάτης, ὀξυτέρους τοὺς φθόγγους ἀποδιδοῦσιν. ἡ γὰρ νεάτη τῶν ἄλλων μᾶλλον ἐν τῷ κρούεσθαι διὰ τὴν τάσιν ταχέως πλήττουσα τὸν ἀέρα ὀξύτατον ποιεῖ τὸν φθόγγον. καὶ ἐν ὀλίγῳ μὲν χρόνῳ ἐποίησε τοῦτο, ἐπὶ πολὺ δὲ ἐφύλαξε. τὸ δὲ ὀξὺ καὶ τὸ ἀμβλὺ ἐν διαφόροις γένεσίν εἰσι καὶ οὐχ ὑπ’ ἀλλήλοις, ἐν φωνῇ, ἐν χυμῷ, ἐν μαχαίρᾳ. |
| ο 421 | Ὀξύβαφον: τὸ δεχόμενον τὸ ὄξος. μεῖζον δὲ τὸ τρυβλίον τοῦ ὀξυβάφου. Ἀριστοφάνης Ὄρνισιν· ὀξύβαφον ἐντευθενὶ πρόσθου λαβὼν ἢ τρυβλίον. ὅτι φασὶ Διοκλέα τὸν Ἀθηναῖον εὑρεῖν τὴν ἐν τοῖς ὀξυβάφοις ἁρμονίαν, ἐν ὀστρακίνοις ἀγγείοις, ἅπερ ἔκρουεν ἐν ξυλιφίῳ. |
| ο 422 | Ὀξυβελής: ὀξέως βάλλων, ἢ ὀξὺ βέλος ἔχων. |
| ο 423 | Ὀξυδέρκεια· Ὀξυδορκία δέ. |
| ο 424 | Ὀξυθύμια· ὅσα καθαίροντες τὰς οἰκίας Ἀθηναῖοι νύκτωρ ἔθος εἶχον ἐν ταῖς τριόδοις τιθέναι, ταῦτα ὀξυθύμια ἐλέγετο. |
| ο 425 | Ὀξυθύμια· Ὑπερίδης ἐν τῷ κατὰ Δημάδου φησί· περὶ οὗ πολλῷ ἂν δικαιότερον ἐν τοῖς ὀξυθύμοις ἡ στήλη σταθείη ἢ ἐν τοῖς ἡμετέροις ἱεροῖς. ἔνιοι μέν, ὧν ἐστι καὶ Ἀρίσταρχος, ὀξυθύμια λέγεσθαί φασι τὰ ξύλα, ἀφ’ ὧν ἀπάγχονταί τινες, ἀπὸ τοῦ ὀξέως τῷ θυμῷ χρῆσθαι, ταῦτα δὲ ἐκκόπτοντες ἐξορίζουσι καὶ καίουσι. Δίδυμος δέ φησιν ὀξυθύμια τὰ καθάρματα λέγεσθαι καὶ ἀπολύματα· ταῦτα γὰρ ἀποφέρεσθαι εἰς τὰς τριόδους, ὅταν τὰς οἰκίας καθαίρωσιν. |
| ο 426 | Ὀξυλοβῶ: τὸ ταχέως ἀκούω. |
| ο 427 | Ὄξυλος: ὄνομα κύριον. |
| ο 428 | Ὀξύνω: παροξύνω. καὶ Ὀξυνῶ, ὀξυνεῖς. |
| ο 429 | Ὀξυωπέστερον: ὀξύτερον βλέπων. |
| ο 430 | Ὀξυωπεῖν: ὀξέως βλέπειν. τὸ ῥῆμα Ὀξυωπῶ. |
| ο 431 | Ὀξυπαθῶς: λίαν περιπαθῶς. οἱ δὲ Ῥωμαῖοι ὀξυπαθῶς εἶχον ἐπὶ τοῖς ἔναγχος ὑπὸ Χοσρόου παρεστρατηγημένοις αὐτοῖς. |
| ο 432 | Ὀξυρεγμία. ἡ δὲ περιπάτους ἐποιεῖτο συχνοὺς ὀξυρεγμίαν προσποιουμένη. Ὀξυρεγμία δὲ λέγεται, ὅταν ἡ τροφὴ ἐποξίσῃ. |
| ο 433 | Ὀξύρροπον: ὀξέως θέον. |
| ο 434 | Ὀξύς: ταχύς. |
| ο 435 | Ὀξυτενής: ἡ ὀξεῖα τρίβος. |
| ο 436 | Ὀξύτης: πικρία, αὐστηρία. Ἀρριανός· κατὰ τὴν βασιλέως ὀξύτητα καὶ αὐτὸς ὠμῶς τε καὶ ξὺν ὕβρει ἐξηγεῖτο. |
| ο 437 | Ὀξύτης· ὅτι τρία μέρη εὐμαθείας, ἀγχίνοια, μνήμη, ὀξύτης. καὶ μνήμη μέν ἐστι τήρησις ὧν ἔμαθέ τις, ὀξύτης δὲ ἡ ταχύτης τῆς διανοίας, ἀγχίνοια δὲ τὸ ἐξ ὧν ἔμαθε θηρεύειν καὶ ἃ μὴ ἔμαθεν. |
| ο 438 | Ὁ ὤν: ὁ ἀεὶ ὢν θεὸς ἡμῶν. |
| ο 439 | Ὄπα: φωνήν. |
| ο 440 | Ὀπαδός: ἀκόλουθος. ὁ χρόνος δὲ ὁ ἄπρατός τε καὶ ἀδέ‐ καστος καὶ ἡ τούτου φύλαξ καὶ ὀπαδὸς καὶ ἔφορος ἀλήθεια. |
| ο 441 | Ὀπάζει: θεωρεῖ, ἢ παρέχει, ἢ διώκει. |
| ο 442 | Ὀπασάμενος: ἑταίρους λαβών. |
| ο 443 | Ὀπάσας: ἀντὶ τοῦ παρασχών. οὔτινι δ’ ἔμπης ἀντιβίων ὀπάσας εὖχος ἑοῦ θανάτου. |
| ο 444 | Ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν: ἀντὶ τοῦ ἐκροφήσων· ἢ ἐπικαλύψων με τῷ κύματι, αἰσχρῶς μέλλων με καταπιεῖν. |
| ο 445 | Ὁ παῖς τὸν κρύσταλλον: ἐπὶ τῶν μήτε κατέχειν δυναμένων μήτε μεθεῖναι βουλομένων. |
| ο 446 | Ὅπερ· τοῦτο τὸ ὅπερ τοῦ κυρίως ἐστὶ δηλωτικόν, καὶ ᾧ ἐὰν προστεθῇ, τὸ κυρίως ἐκεῖνο εἶναι σημαίνει· οἷον ὅπερ ἄνθρωπος, ὁ κυρίως ἄνθρωπος· καὶ ὅπερ ὂν καὶ ὅπερ ἀγαθὸν τὸ κυρίως, ἀγαθόν. καὶ τῶν κατηγορουμένων δὴ κατ’ ἄλλου, ᾧ ἂν τὸ ὅπερ προστεθῇ, κυρίως ἐκείνου κατηγορεῖσθαι σημαίνει. καὶ τὸ εἶναι τὸ ὑποκείμενον κυρίως ἐν τούτῳ τε καὶ τοῦτο. |
| ο 447 | Ὅπη: ὅπου. |
| ο 448 | Ὁπηνίκα: ὁπότε, ὅταν. Ξενοφῶν· οἱ δὲ ἐθύσαντο, ὅπως ὁπηνίκα δοκοίη τῆς ὥρας τὴν πορείαν ποιοῖντο. |
| ο 449 | Ὀπὴ νυκτερίς: ἡ διάτρησις. |
| ο 450 | Ὅπη παρείκοι: ὅπου ἐνεδέχετο καὶ ἐνεχώρει. |
| ο 451 | Ὀπήτιον: τὸ σουπλίον, τὸ τὰς ὀπὰς ἐμποιοῦν. |
| ο 452 | Ὀππιανός, Κίλιξ, ἀπὸ Κωρύκου πόλεως, γραμματικὸς καὶ ἐπο‐ ποιός, γεγονὼς ἐπὶ Μάρκου Ἀντωνίνου βασιλέως. Ἁλιευτικὰ ἐν βιβλίοις εʹ, Κυνηγετικὰ ἐν βιβλίοις δʹ, Ἰξευτικὰ βιβλία βʹ. ἀναγνωσ‐ θέντων δὲ τῶν ποιημάτων αὐτοῦ ἐπὶ τοῦ αὐτοκράτορος, ἐδωρήσατο αὐτῷ πρὸς ἕνα στίχον ἐν μέτρῳ στατῆρα χρυσοῦν, ἤγουν νόμισμα· ὡς λαβεῖν αὐτὸν ἐπὶ πᾶσι νομισμάτων μυριάδας δύο. |
| ο 453 | Ὄπιμα· ὁ δὲ Κράσσος τὸν βασιλέα Δάλδων ἀποκτείνας τὰ σκῦλα τῷ Διῒ ὄπιμα ἀνέθηκε. Ῥωμαϊκὴ ἡ λέξις. |
| ο 454 | Ὀπιπεύω: περισκοπῶ. |
| ο 455 | Ὄπις: ἡ ἐπιστροφή. |
| ο 456 | Ὀπισθοβάμων: ὁ πάγουρος. ὀπισθοβάμονα, τρίχηλον, ὀκτά‐ πουν νηκτάν. |
| ο 457 | Ὀπισθόδομος: μέρος τι τῆς ἀκροπόλεως τῶν Ἀθηναίων, ἔνθα ἦν τὸ ταμιεῖον, ὄπισθεν τοῦ τῆς Ἀθηνᾶς ναοῦ. ἐν ᾧ ἀπετίθεντο τὰ χρήματα. Δημοσθένης ἐν τῷ Περὶ συντάξεως· ἀνέῳξαν δήπου πρῴην τινὲς τὸν ὀπισθόδομον. |
| ο 458 | Ὀπισθόπους δίκη: ἡ μεθ’ ἡμέραν ἀκολουθοῦσα τοῖς ἀδική‐ μασιν. |
| ο 459 | Ὀπίσω: ὄπισθεν. |
| ο 460 | Ὀπίστατον: τελευταιότατον. |
| ο 461 | Ὀπίτης: ὄνομα κύριον. |
| ο 462 | Ὅπλα φωτός: ὁ Ἀπόστολος, αἱ τῶν ἀρετῶν ἐργασίαι. |
| ο 463 | Ὁπλαί: αἱ πυξίδες, τῶν ἵππων οἱ ὄνυχες. |
| ο 464 | Ὁπλή: ὁ κυκλοειδὴς ποῦς τῶν κτηνῶν, οἷον βοῶν, προβάτων καὶ τῶν λοιπῶν τῶν ἐχόντων μικροὺς ὄνυχας ἐν τοῖς τῶν ποδῶν ὀπισθίοις. κυρίως δὲ ἐπὶ ἵππων. Ἀριστοφάνης δὲ ἐπὶ τῶν χοίρων ὁπλὴν εἴρηκε. καὶ Σιμωνίδης· ὁπλὰς ἐκίνει τῶν ὀπισθίων ποδῶν. καὶ Ἡσίοδος ἐπὶ βοῶν ὁπλάς. καὶ τὸ ἐναντίον ἐπὶ ἵππου· νύσσοντες χηλῇσιν. |
| ο 465 | Ὁπλιστής: ὁ ἐκ τῶν ὅπλων. πάντα τὸν ὁπλιστὰν κόσμον ὀλωλεκότα. |
| ο 466 | Ὁπλῖται, πελτασταί, ψιλοί, τῆς πεζικῆς εἰσι καὶ μαχίμου δυνά‐ μεως, ἔχουσι δὲ διαφοράς· ὁπλῖται μὲν γὰρ λέγονται οἱ βαρυτάτῃ κεχρημένοι ὁπλίσει κατὰ τὸν Μακεδονικὸν τρόπον ἀσπίσι περιφερέσι καὶ δόρασι περιμηκεστέροις, Ψιλοὶ δὲ οἳ κουφοτάτῃ κέχρηνται, τόξῳ καὶ ἀκοντίῳ καὶ λίθοις ἐκ σφενδόνης ἢ ἐκ χειρός· οἱ δὲ πελτασταὶ μέσῃ πως κέχρηνται σκευῇ· ἥ τε γὰρ πέλτη μικρά τίς ἐστιν ἀσπιδίσκη καὶ κούφη· καὶ τὰ δόρατα πολὺ τῶν ὁπλιτῶν λειπόμενα. εἰσὶ δὲ καὶ τῆς ὀχηματικῆς δυνάμεως τρεῖς διαφοραί. καὶ Ἀριστοφάνης· τὸν θυμὸν κατάθου κύψας παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης. οἷον ὅπλα μὴ ἔχων, θυμῷ πολέμει μόνον. |
| ο 467 | Ὁπλιτεύειν: ὁπλίζεσθαι. |
| ο 468 | Ὁπλίτης: ὡς μὴ ἐρέσσων παραλαμβάνεται παρὰ Θουκυδίδῃ· ὁ δὲ ναύτης ὡς κοινωνὸς τῆς εἰρεσίας ἀναλαμβάνεται. |
| ο 469 | Ὁπλότερος: κατ’ ἄμφω τίθεται παρ’ Ὁμήρῳ, καὶ συγκριτικῶς καὶ ἀπολελυμένως. Χαρίτων δὲ ὁπλοτεράων, ἐπειδὴ δύο γενέσεις Χα‐ ρίτων ὑποτίθεται Ὅμηρος, πρεσβυτέραν καὶ νεωτέραν. διὸ συγκριτικῶς λέγει ὁπλοτεράων. |
| ο 470 | Ὀπός: τὸ τῶν δένδρων δάκρυον, καὶ τὸ ἀποστάλαγμα τοῦ γά‐ λακτος. πρόκριτός ἐστι, Φίλιννα, τεὴ ῥυτὶς ἢ ὀπὸς ἥβης πάσης. |
| ο 471 | Ὀπός· καὶ δι’ αἰφνιδίου ὀπός, τουτέστιν ἐνθουσιαστικῆς. |
| ο 472 | Ὁπόσην πλείστην· στρατιὰν ἐκπέμπειν ὁπόσην πλείστην ἐκ τῶν ὑπαρχόντων ἂν οἷός τε ᾖ. |
| ο 473 | Ὁπόσον καὶ Ὁποσοῦν καὶ Ὁποσονοῦν, ἐπίρρημα. Ὁπωσοῦν δέ. |
| ο 474 | Ὁπότερος: ὁποῖος. Ἀριστοφάνης Νεφέλαις· ὁπότερα τὴν γνώμην ἔχοι περὶ τῆς ἐμπίδος. τουτέστι πῶς διαλογίζεται καὶ διανο‐ εῖται περὶ τῶν ἐμπίδων. ἐμπίδες δὲ οὓς ἡμεῖς κώνωπας καλοῦμεν. |
| ο 475 | Ὁποτέρωθεν: ἀπὸ ποίου μέρους. |
| ο 476 | Ὅπου γε δή. |
| ο 477 | Ὅπου αἱ ἔλαφοι τὰ κέρατα ἀποβάλλουσι: τουτέστιν ἐν δυσβάτοις καὶ τραχέσι τόποις. φασὶ τὰς ἐλάφους παρατριβούσας τὰ κέρατα ἀποβάλλειν πρὸς θάμνους. ὅθεν ἐπὶ τῶν ἐργώδεις τὰς δια‐ τριβὰς ποιουμένων εἰρῆσθαι τὴν παροιμίαν. |
| ο 478 | Ὀπούντιος: οὗτος ἐσυκοφαντεῖτο ὡς πονηρὸς καὶ μονόφθαλμος. Ἀριστοφάνης· ἀλλ’ ἔγωγ’ Ὀπούντιος οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου. λέγει δέ, ὅτι οὐκ ἂν γενοίμην τυφλός. τοὺς οὖν τυφλοὺς οὕτω φασίν. |
| ο 479 | Ὄπωπα: ἐθεασάμην. |
| ο 480 | Ὀπωπή: ἡ πρόσοψις. |
| ο 481 | Ὀπώρα. καὶ Ὀπωρίμων· τοὺς βασιλικοὺς παραδείσους ἐξέτεμεν, οἳ δὴ πλέοι ὀπωρίμων δένδρων ἦσαν. σημείωσαι ὅτι οἱ διὰ χρόνου ἐσθίοντες ὀπώραν πολλὴν βλάπτονται· ζήτει ἐν τῷ βληχωνία καὶ τὴν θερα‐ πείαν καὶ ἐν τῷ διὰ χρόνου. |
| ο 482 | Ὀπωρινός. |
| ο 483 | Ὀπωροφυλάκιον: τὸ τὰς ὀπώρας φυλάττον. |
| ο 484 | Ὀπωρώνης: ὁ τὰς ὀπώρας πωλῶν καὶ ἀγοράζων. μῆλόν τις διϊὼν ἥρπασε, τὸν δὲ ὀπωρώνην τοῦ ἀργυρίου ἕνεκα ἀντιλαμβανό‐ μενον αὐτοῦ ἔχεσθαι. |
| ο 485 | Ὅπως καὶ Ὁπωσοῦν. Δαβίδ· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς. τὸ ὅπως οὐκ ἔστιν αἰτίας δηλωτικὸν, ἀλλ’ ἐκβάσεως. καὶ Ὁπωστιοῦν. τὸ γὰρ Λουκούλλου στράτευμα στασιάζον ἀεί, τοῦτο παραλαβὼν ὁ Πομπήϊος οὐδ’ ὁπωστιοῦν στασιάζοντας ἔσχεν. |
| ο 486 | Ὀπτανεῖον: τὸ μαγειρεῖον. |
| ο 487 | Ὀπτανία: ἡ ἀπόβλεψις. |
| ο 488 | Ὀπτῆρας: κατασκόπους. καί μοί τις αὐτὸν σὺν νεορράντῳ ξίφει ὀπτὴρ ἐσιδὼν πηδῶντα φράζει. Σοφοκλῆς. |
| ο 489 | Ὀπτῶντες: ἕψοντες. καὶ ὀπτώμενα. ὀπτῶντες οὖν ἐκ τοῦ ἀσχολεῖσθαι καὶ περιέπειν τὴν τῶν κρεῶν ὄπτησιν. ἑψῶντες δέ, ἐξ οὗ καὶ ἑφθόν. καὶ ἕψοντες δὲ ταὐτό, ψῶντες δὲ σπογγίζοντες. ἔστι καὶ ψάω, ψῶ, τὸ ψηκτρίζω. καὶ ἐξ αὐτοῦ γίνεται ψήχω καὶ ψῆκτρον. |
| ο 490 | Ὅποι: ὅπου. ἀπαγγέλλειν κελεύσας, ὅποι ποτὲ γῆς Χοσρόην τὸν Καβάδου ἀπολιπὼν εἴη. |
| ο 491 | Ὁποῖος: ποδαπός. |
| ο 492 | Ὅποι ποτέ: ὅπου ποτέ. |
| ο 493 | Ὅρα δὴ καὶ σκόπει: Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην. ἀντὶ τοῦ βλέπε τοῖς ὀφθαλμοῖς. |
| ο 494 | Ὁραθείς: θεαθείς. |
| ο 495 | Ὀράμνους· ἐν Ἐπιγράμμασι· ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνῳ φυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάριν. |
| ο 496 | Ὀράριον. Ῥωμαϊκῶς καλεῖται. |
| ο 497 | Ὅρασις: γνῶσις. καὶ ὁ Εὐαγγελιστής· θεὸν οὐδεὶς ἑώρακε πώποτε. ἀντὶ τοῦ ἔγνω τρανῶς. ζήτει περὶ ὁράσεως ἐν τῷ αἰσθήσεις πέντε. |
| ο 498 | Ὁρᾶτε: ἀντὶ τοῦ ἐνθυμεῖσθε. Δημοσθένης ἐν τῷ Περὶ τῆς παραπρεσβείας. |
| ο 499 | Ὁράτιος: ὄνομα κύριον. ὁ δὲ Ὁράτιος λελωβημένος ἦν τὰ σκέλη ὑπατείας τε οὐκ ἔτυχεν οὔτε ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ, διὰ τὴν ἀχρηστίαν τῶν ποδῶν. |
| ο 500 | Ὁρατὸν καὶ ἀόρατον τό τε χρῶμα καὶ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν. τοιαῦτα δέ ἐστι πυρολαμπίδες, κεφαλαὶ ἰχθύων, λεπίδες, ὀφθαλμοὶ ἐχίνων, τὰ ὄστρακα τῶν θαλαττίων, ἅπερ ἐν φωτὶ μὲν οὐχ ὁρᾶται, ἐν σκότῳ δέ. οὐ γὰρ δοκεῖ χρῶμα εἶναι τὸ ἐν τού‐ τοις φαινόμενον πυρῶδές τι ἐν τῷ σκότῳ· ἴδιον γὰρ χρώματος τὸ ἐν φωτὶ ὁρᾶσθαι· τὸ δὲ τούτων πυρῶδες οὐχ ὁρᾶται ἐν φωτί. ὅτι ὁρᾶν ἔστιν ἐκ τοῦ τὸν ἀέρα ἔχειν τὸ διαφανές, διαπορθμευτικὴν τὴν τῶν χρωμάτων δύναμιν, αὐτὸς ἀχρωμάτιστος ὤν. ὅτι τῶν ὁρατῶν δʹ εἰσι διαφοραί. τὰ μὲν γὰρ αὐτῶν ἐν ἡμέρᾳ μόνως ὁρᾶται, τὰ δὲ ἐν νυκτὶ μόνως, τὰ δὲ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, τὰ δὲ ὅλως οὐ συνυπάρχειν πέφυκε τῷ σκότῳ. τῶν γὰρ ὁρατῶν τὰ μέν ἐστι χρώματα, τὰ δὲ ἀνώνυμα. τὰ μὲν οὖν χρώματα μόνως ἐν ἡμέρᾳ θεωρεῖται, οὐδαμῶς δὲ ἐν νυκτί. τῶν δὲ λαμπρῶν λεγομένων τὰ μὲν ἐν νυκτὶ μόνως ὁρᾶται, τὰ δὲ ἐν ἡμέρᾳ μόνως, τὰ δὲ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. τὰ μὲν γὰρ αὐτῶν ἐστιν ὑπέρλαμπρα, τὰ δὲ ἀμυδρά, τὰ δὲ μέσως. τὰ μὲν οὖν ἀμυδρὸν ἔχοντα τὸ λαμπρὸν μόνως ἐν νυκτὶ ὁρᾶται, οἷον πυγολαμπίδες, λεπίδες καὶ τὰ ὅμοια· τούτων γὰρ ἐν ἡμέρᾳ τὸ λαμ‐ πρὸν οὐ φαίνεται, νικώμενον ὑπὸ τοῦ μείζονος· ἔτι δὲ καὶ ἀστέρων οἱ πλείους. τὰ μέσα ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, οἷον σελήνη καί τινα τῶν ἀστέρων, ὡς ὁ ἑωσφόρος, ὅταν πρὸς τῷ ὁρίζοντι γένηται ὁ ἥλιος καὶ αὐτὸς ὁ ἑωσφόρος περιγειότερος ᾖ. ἔτι δὲ καὶ πῦρ· τοῦτο γὰρ ὅσον δύναται ἀέρα τελειοῖ καὶ εἰς ἐνέργειαν ἄγει τὸ διαφανὲς αὐτοῦ, ὡς καὶ τὰ ἐν αὐτῷ χρώματα δείκνυσθαι, ἐν δὲ τῷ λοιπῷ ἑαυτὸ μὲν δεί‐ κνυσιν, ἐκείνου δὲ τὸ διαφανὲς οὐκ ἄγει εἰς ἐνέργειαν. ὅθεν αὐτοῦ τὸ μὲν ὁρῶμεν πόρρωθεν ἐν σκότῳ ὄντες, οὐδὲν δὲ τῶν περὶ ἡμᾶς χρωμάτων. ἐν δὲ τῇ ἡμέρᾳ τὸ πῦρ πάλιν φαίνεται ὡς μὲν λαμπρόν, οὐδὲν δὲ δρῶν εἰς τὸν ἀέρα διὰ τὸ ἤδη ὑπὸ τοῦ μείζονος λαμπροῦ παθεῖν· καὶ τὸ τῆς σελήνης λαμπρὸν διὰ τὸ μὴ ἄγαν ἀμυδρὸν εἶναι φαίνεται ἐν ἡμέρᾳ. τὰ δὲ ὑπέρλαμπρα μόνως ἐν ἡμέρᾳ, οἷον ὁ ἥλιος, ἐπειδὴ καὶ αὐτὸς τῆς ἡμέρας τοῦ φωτὸς αἴτιος. |
| ο 501 | Ὀρβηλοῖο· ἐν Ἐπιγράμμασι· τὸν πάρος Ὀρβηλοῖο μεμυκότα δειράσι ταῦρον. |
| ο 502 | Ὀργᾶν: ἐπιθυμεῖν. καὶ Ὀργῶντες παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ ἐπιθυμοῦντες. Ἡρόδοτος ἰδὼν Θουκυδίδην ὑπὸ ἐνθουσιασμοῦ τινος δακρύοντα, ἔφη, μακαρίζω σε, Ὄλορε, τῆς εὐτεκνίας· ὁ γὰρ σὸς υἱὸς ὀργῶσαν ἔχει τὴν ψυχὴν πρὸς τὰ μαθήματα. |
| ο 503 | Ὀργάνειας: ταράξειας, εἰς ὀργὴν ἐμβάλοις. καὶ γὰρ ἂν πέτρου φύσιν σύ γ’ ὀργάνειας. |
| ο 504 | Ὀργάς: ἡ εὔγειος καὶ σύμφυτος καὶ λιπαρὰ καὶ ἀκμαία γῆ. ἐνεκάλεσε δὲ ὁ Περικλῆς τοῖς Μεγαρεῦσιν, ὅτι τὴν ἱερὰν γῆν τὴν ὀργάδα ἐγεώργησαν. ἢ τὴν προσήκουσαν ὀργάδα κατανέμειν ἢ τὴν τιμὴν μόνοις διακρατεῖν. περὶ Ῥώμου καὶ Ῥήμου. καὶ αὖθις· τμή‐ ξας εὐαρότου ῥάχιν ὀργάδος. |
| ο 505 | Ὀργάς: τὰ λοχμώδη καὶ ὀρεινὰ χωρία καὶ οὐκ ἐπεργαζόμενα οὕτως καλεῖται. ὅθεν καὶ ἡ Μεγαρικὴ ὀργὰς προσωνομάσθη, τοιαύτη τις οὖσα. |
| ο 506 | Ὀργάσας: μαλάξας. |
| ο 507 | Ὄργασον: κυρίως τὸ πίσσωσον. ὀργὴ γὰρ παρ’ Ἴωσιν ἡ πίσσα. σημαίνει δὲ καὶ τὸ σπαργᾶν καὶ ὀργιάζεσθαι. καὶ τὸ μάλαξον. Ἀριστο‐ φάνης· πηλὸν ἀποδὺς ὄργασον. ἀντὶ τοῦ φύρασον, μάλαξον. |
| ο 508 | Ὀργαῖος. |
| ο 509 | Ὀργεῶν: ἀντὶ τοῦ ὀργεώνων. Λυσίας. |
| ο 510 | Ὀργεῶνες: οἱ θύται. |
| ο 511 | Ὀργεῶνες: οἱ τοῖς ἰδίᾳ ἀφιδρυμένοις θεοῖς ὀργιάζοντες. ὀργιά‐ ζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέστι μυστήρια καὶ νόμιμα. Νόμων δʹ· μὴ κεκτῆσθαι ἔσω ἐν ἰδίαις οἰκίαις ἱερά. τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια. Σέλευκος δ’ ἐν τῷ ὑπομνήματι τῶν Σόλωνος Ἀξόνων ὀργεῶνάς φησι καλεῖσθαι τοὺς συλλόγους ἔχοντας περί τινας ἥρωας ἢ θεούς. ἤδη δὲ μεταφέροντες καὶ τοὺς ἱερέας οὕτω καλοῦσιν. ὁ γοῦν Ἀντίμαχος ἐν τῇ Λύδῃ· γενεᾷ Καβάρνους θῆκεν ἀβακλέας ὀργεῶνας. καὶ οἷον ὁ Αἰσχύλος ἐν Μυσοῖς, τὸν ἱερέα τοῦ Καΐκου προσαγορεύων· ποταμοῦ Καΐκου χαῖρε πρῶτος ὀργεών, εὐχαῖς δὲ σώσοις δεσπότας παιωνίαις. περὶ δὲ τῶν ὀργεώ‐ νων γέγραφε καὶ Φιλόχορος· τοὺς δὲ φράτορας ἐπάναγκες δέχεσθαι καὶ τοὺς ὀργεῶνας καὶ τοὺς ὁμογάλακτας, οὓς γεννήτας καλοῦμεν. |
| ο 512 | Ὀργεῶνας· Ἰσαίου λόγος ἐστὶν ὡς ὀργεῶνας. ὀργεῶνες δέ εἰσιν οἱ ἐπὶ τιμῇ θεῶν ἢ ἡρώων συνιόντες· ὀργιάζειν γάρ ἐστι τὸ θύειν καὶ τὰ νομιζόμενα ὁρᾶν· ἢ παρὰ τὸ ὀρέγειν τὼ χεῖρε· ἢ παρὰ τὰ ὄργια· ἢ διὰ τὸ ἐν ταῖς ὀργάσι καὶ τοῖς ἄλσεσι τὰ ἱερὰ δρᾶν. οἱ μέντοι ποιηταὶ ἔταττον τοὔνομα ἁπλῶς ἐπὶ τῶν ἱερέων. μήποτε δὲ ὕστερον νενομίσθαι τὸ ἐπὶ τιμῇ τινας τῶν ἀποθανόντων συνιέναι καὶ ὀργεῶνας ὀνομάζεσθαι, ὡς ἔστι συνιδεῖν ἐκ τῶν Θεοφράστου δια‐ θηκῶν. τῶν ἐξ Ἐλευσῖνος ὀργεώνων εἷς· φησὶν Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας. |
| ο 513 | Ὀργή· ὅτι οὐ τὸ παρακολουθοῦν τινι γένος. τῇ γοῦν ὀργῇ παρακολουθεῖ λύπη, οὐ μὴν ὡς γένος· οὐ γὰρ ἡ ὀργὴ λύπη, οὐδὲ διὰ τοῦτό ἐστιν ἡ λύπη ἡ μετὰ τῆς ὀργῆς οὖσα, διότι ἡ ὀργή ἐστιν, ἀλλ’ ἐπὶ τῇ λύπῃ ἡ ὀργή· προτέρα γὰρ ἡ λύπη τῆς ὀργῆς· λυπηθεὶς γάρ τις ὡς ἠδικημένος ὀργίζεται. οὐ τοιοῦτον δὲ τὸ γένος ὡς προϋπάρχον χρόνῳ τοῦ εἴδους. ὀργὴ δέ ἐστι λύπη μεθ’ ὑπολήψεως τοῦ ὠλιγω‐ ρῆσθαι· ἡ τοίνυν διὰ τὴν τοιαύτην ὑπόληψιν γενομένη λύπη ὀργή ἐστιν. |
| ο 514 | Ὀργῇ παρὰ Θουκυδίδῃ ἀντὶ τοῦ διανοίᾳ, τρόπῳ, σκοπῷ. |
| ο 515 | Ὄργια: μυστήρια, ἱερά. εὐθὺς ἅπασι πρόχειρον λέγειν, ὅτι ἄνθρωπος οὗτος τῇ Χίων θεῷ καὶ τοῖς ἰθυφάλλοις ὠργίακεν. |
| ο 516 | Ὀργιάζων: θύων, ἐπιτελῶν. |
| ο 517 | Ὀργάσας: μαλάξας. |
| ο 518 | Ὀργμεύοντες· ἦσαν δὲ ὄρη παντοίων θηρίων ἀνάπλεα, ἃ κατὰ κύκλους ὀργμεύοντες οἱ στρατιῶται πολλὰ τῶν θηρίων ᾕρουν. |
| ο 519 | Ὀργῶ: ἀντὶ τοῦ ἐπιθυμητικῶς ἔχω. Ἀριστοφάνης· ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι, ὃν διαμάττειν οὐ κωλύει. ἀπὸ τῶν ἀλφίτων. ὁμοῦ γὰρ ἐφύρων, εἶτα εἰς μοίρας διένεμον. προπε‐ φύραται οὖν ἀντὶ τοῦ προγεγύμνασται, προκατεσκεύασται, ηὐτρέπισται. ἡ μεταφορὰ ἀπὸ τῶν τὰ ἄλευρα φυρώντων, εἶτα μάζας ποιούντων. |
| ο 520 | Ὀργῶσα: ἐπιθυμοῦσα, ἢ μανιῶσα. |
| ο 521 | Ὀργυιά: ἐπὶ τοῦ μέτρου. καὶ Τετρόργυιος. τοῦτο κατ’ εὐψαμάθου κείμενον ἠϊόνος δισσάκι τετρόργυιον. |
| ο 522 | Ὀργυιωμένοις: ἐκτεταμένοις, ἐπιθυμοῦσιν. |
| ο 523 | Ὀργυιαί: τὰ μετὰ τῶν ἰδίων χειρῶν μέτρα. καὶ Ὀργυιαῖος, ὁ μέγας. |
| ο 524 | Ὀρέγεται: ἐπιθυμεῖ. |
| ο 525 | Ὀρέγει: παρέχει. |
| ο 526 | Ὀρεγνύς: ἐκτείνας. |
| ο 527 | Ὀρεγόμενος: ἐπιθυμῶν. |
| ο 528 | Ὀρεκτεῖν: ἐπιθυμεῖν. τὸν αὐτὸν καὶ ὀρεκτιᾶν. |
| ο 529 | Ὀρέξει· δοτικῇ. δώσει, ἐκτενεῖ. |
| ο 530 | Ὄρεξις: ἐπιθυμία. |
| ο 531 | Ὀρεοκόμος: ὁ τοῦ ὄρους ἐπιμελούμενος. Ὀρεωκόμος δὲ ὁ ἐπιμελητὴς τῶν ἡμιόνων. ὀρεὺς γὰρ ὁ ἡμίονος ἢ ἡμιόνων. καὶ Ὀρικῷ ζεύγει, ἀντὶ τοῦ ἡμιόνων. |
| ο 532 | Ὀρεοπολῶ: περὶ τὰ ὄρη ἀναστρέφομαι. Ὀρεωπολῶ δὲ τὸ περὶ τοὺς ὄνους ἀναστρέφομαι. ἐκ τοῦ ὀρεύς, ὀρέως, ὃ σημαίνει ἡμίονον. |
| ο 533 | Ὀρεωπώλης: ὁ τοὺς ἡμιόνους πωλῶν. |
| ο 534 | Ὀρεπύγιον: ὁ λεγόμενος ἀφεδρών. |
| ο 535 | Ὀρεσκῷος: ὁ ἐν τοῖς ὄρεσι διατρίβων. |
| ο 536 | Ὀρέστειον: ὄνομα τόπου. |
| ο 537 | Ὀρέστης: ὁ ἐν ὄρεσι διαιτώμενος. Ἀριστοφάνης· εἶτα κατεάξειέ τις αὐτὸν τῆς κεφαλῆς Ὀρέστης μαινόμενος. |
| ο 538 | Ὀρέστης· οὗτος προσποιούμενος μανίαν τοὺς παριόντας ἀπέδυεν· ἦν γὰρ λωποδύτης. ἢ κατὰ προσωνυμίαν, ἀντὶ τοῦ μαινόμενος ὡς ὁ Ὀρέστης. καὶ παροιμία· Ὀρέστῃ χλαῖναν ὑφαίνειν. εἰ γὰρ ἐντύχοι τις ἥρῳ τῶν βροτῶν νύκτωρ Ὀρέστῃ, γυμνὸς ἦν πληγεὶς ὑπ’ αὐτοῦ πάντα τἀπιδέξια. οἱ ἥρωες δυσόργητοι καὶ χαλεποὶ τοῖς ἐμπελάζουσιν ἐγίνοντο· διὸ καὶ οἱ τὰ ἡρῷα παριόντες ἐσίγων. ἐπιδέξια δέ, τουτέστι τὰ δεξιὰ τῆς ὄψεως· ἐπλήττοντο γὰρ οἱ ἐντυγχάνοντες τῷ Ὀρέστῃ· οὐχὶ δὲ τῷ Ἀγαμέμνονος, ἀλλὰ λωποδύτῃ τινί. ἢ ἐπιδέξια, ὀφθαλμοὺς καὶ κεφαλήν. ἢ ὅτι οἱ ἐντυγχάνοντες νυκτὸς ἥρωσι διέστρεφον τὰς ὄψεις. |
| ο 539 | Ὀρεχθεῖν: κινεῖν, συνταράττεσθαι. Ἀριστοφάνης· κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν; ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην. |
| ο 540 | Ὀρεία: ἡ ἐν ὄρεσιν ἀναστρεφομένη. τάσδε θεῇ χαίτας περι‐ κλεῖδι θῆκεν ὀρείᾳ. τῇ ἐν ὄρεσι. καὶ Ὄρεια μῆλα, τὰ ἐν ὄρεσι γινόμενα. |
| ο 541 | Ὀρεία: τραχεῖα, σύνδενδρος. ἡ δὲ ὁδὸς ὀρεία τε ἦν καὶ στενή. καὶ Ὄρεια οὐδετέρως, τὰ τοῦ ὄρους. ὃς τάδ’ ὄρεια ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους. καὶ Φώτιος ὁ πατριάρχης· ὄρειά σου τὰ δῶρα, κάστανα καὶ ἀμανῖται. |
| ο 542 | Ὀρείαυλος: ὁ ἐν τῷ ὄρει αὐλῶν. |
| ο 543 | Ὀρειβάσιος, Σαρδιανός, γνώριμος Ἰουλιανοῦ τοῦ Ῥωμαίων βασιλέως καὶ κοιαίστωρ ὑπ’ αὐτοῦ κατασταθεὶς Κωνσταντίνου πόλεως. ἔγραψε Πρὸς τοὺς ἀποροῦντας τῶν ἰατρῶν βιβλία δʹ, Πρὸς Ἰουλιανὸν τὸν βασιλέα βιβλία οβʹ, Ἐπιτομὴν αὐτῶν ἐν βιβλίοις θʹ, Πρὸς Εὐστάθιον τὸν υἱὸν καὶ Περὶ βασιλείας καὶ Περὶ παθῶν. |
| ο 544 | Ὀρειβάτης: ὁ ἐν ὄρεσι βαίνων. ἡ τραγῳδία φησίν· ἀλλ’ αὖ θανοῦμαι τῷδ’ ἐν αὐλίῳ μόνος· οὐ πτηνὸν ὄρνιν, οὐδὲ θῆρ’ ὀρειβάτην τόξοις ἐναίρων τοῖσιδ’, ἀλλ’ αὐτὸς τάλας θανὼν παρέξω δαῖθ’, ὑφ’ ὧν ἐφερβόμην. καὶ Ὀρειβατεῖν ὁμοίως. |
| ο 545 | Ὀρείαις: ταῖς ὀρειναῖς. Ἀριστοφάνης· μεθ’ ἧς ἐγὼ νάπαισί τ’ ὀρείαις ἱζόμενος. |
| ο 546 | Ὀρεικὸν ζεῦγος: τὸ τῶν ἡμιόνων. |
| ο 547 | Ὀρεινή: ἀπὸ τοῦ ὄρους. καὶ Ὀρεινομῶ, τὸ ἐν ὄρεσι διαι‐ τῶμαι. καὶ Ὀρεινὸς ὁμοίως. |
| ο 548 | Ὀρεινόμων: τῶν ἐν ὄρεσι διαιτωμένων. ἐν Ἐπιγράμμασι· τρισσοὶ θῆκαν ἄρμενα τέχνας, Δᾶμις μὲν θηρῶν ἄρκυν ὀρειονόμων. |
| ο 549 | Ὄρειον πρέμνον καὶ Ὄρειος ὁμίχλη. |
| ο 550 | Ὀρείων: τῶν ἐν ὄρεσι διαιτωμένων. Φιλοκτήτης φησίν· ὦ λι‐ μένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι. |
| ο 551 | Ὀρειπολῶ. |
| ο 552 | Ὀρεῖς: τοὺς ἡμιόνους. ἡ εὐθεῖα Ὀρεύς. |
| ο 553 | Ὀρειφοίτης: ὁ ἐν ὄρει φοιτῶν. |
| ο 554 | Ὀρείχαλκος: ὁ διαυγὴς χαλκός. ὁ δόκιμος. φιτρὸν ἐλάτης κοιλάναντες ἐναρμόζουσιν εἰς αὐτὸν κώδωνας ὀρειχάλκους. ἐν Ἐπι‐ γράμμασι· ταῦτ’ ὀρειχάλκου λάλα κύμβαλα καὶ μυρόεντα βόστρυχον θήκατο. καὶ Ὀρείχαλκος στήλη. |
| ο 555 | Ὄρηαι: διεγερθείης. |
| ο 556 | Ὄρη ἔρημα: τὰ ἀοίκητα. τουτέστι βόρεια καὶ νότια τμήματα. ταῦτα γάρ, τὰ μὲν διὰ ψυχρότητα, τὰ δὲ διὰ θερμότητα ἀοίκητα μεμένηκε παντελῶς. |
| ο 557 | Ὅρια ἐθνῶν καὶ ὅρια πατέρων. |
| ο 558 | Ὀριβρεμέτης: ὁ βροντῶν ἀπὸ ὄρους. |
| ο 559 | Ὀρίγανος: ἡ βοτάνη. θηλυκῶς παρὰ Ἀριστοφάνει. Ὀρει‐ γενὴς δὲ ὁ ἐν τῷ ὄρει γεννηθείς. |
| ο 560 | Ὀριγνηθῆναι: ἀντὶ τοῦ ἐπιθυμῆσαι. καὶ Ὀριγνώμεθα, ὀρε‐ γόμεθα. ὁ δὲ ἐδήλωσεν ὡς ὀριγνώμενος Χριστιανὸς γενέσθαι. |
| ο 561 | Ὀρίδρομος: ὁ ἐν ὄρει τρέχων. |
| ο 562 | Ὀρικὸν ζεῦγος: τὸ τῶν ἡμιόνων. |
| ο 563 | Ὀρίνεται: ταράσσεται, ἐπιθυμεῖ. ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξω ὅσς’ ἐπ’ Ἀχιλλῆος Πύρρος ἔτευξε τάφῳ. |
| ο 564 | Ὅριον: ὁ ὁρισμός. Ὄρειον δὲ τὸ ἀπὸ τοῦ ὄρους. |
| ο 565 | Ὁρισμός· ὅτι τῶν ὁρισμῶν λαμβανομένων τῶν μὲν ἐκ τῆς ὕλης, τῶν δὲ ἐκ τοῦ εἴδους, τῶν δὲ ἐκ τοῦ συναμφοτέρου, ὁ μέν ἐστιν ἀρχὴ ἀποδείξεως ὁ ἐκ τοῦ εἴδους, ὁ δὲ συμπέρασμα ὁ ἐκ τῆς ὕλης, ὁ δὲ ἀπόδειξις τῇ θέσει διαφέρουσα ὁ ἐκ τοῦ συναμφοτέρου. οἷον βουλό‐ μενός τις ὁρίσασθαι τὸν θυμὸν κέχρηται συλλογισμῷ τοιούτῳ· ὁ θυ‐ μούμενος ὀρέγεται ἀντιλυπῆσαι τὸν ἄρξαντα τῆς λύπης· τοῦ ὀρεγομένου ἀντιλυπῆσαι ζεῖ τὸ περὶ καρδίαν αἷμα· εἶτα τὸ συμπέρασμα· τοῦ θυμου‐ μένου ἄρα ζεῖ τὸ περὶ καρδίαν αἷμα. τούτου οὖν τοῦ συλλογισμοῦ καὶ τῆς ἀποδείξεως ὁ μὲν ἐκ τῆς ὕλης ὁρισμὸς τοῦ θυμοῦ συμπέρασμά ἐστιν, ὁ δὲ ἐκ τοῦ εἴδους ἀρχή· ἔστι γὰρ ἡ πρώτη πρότασις ἡ λέγουσα, ὁ θυμούμενος ὀρέγεται ἀντιλυπήσεως, ἡ δευτέρα δὲ τοῦ ὀρεγομένου ἀντιλυπήσεως ζεῖ τὸ περὶ καρδίαν αἷμα, ἐν μέντοι τῷ ὁρισμῷ τῷ ἐκ τοῦ συναμφοτέρου ἀνάπαλιν ἀρχόμεθα· ζέσις γὰρ φαμὲν τοῦ περικαρδίου αἵματος, εἶτα δι’ ὄρεξιν ἀντιλυπήσεως. ὁ δὲ τέλειος ὁρισμὸς οὐ μόνον τὸ ὅτι, ἀλλὰ καὶ τὴν αἰτίαν διδάσκει. |
| ο 566 | Ὄρθαι: διεγερθῆναι. |
| ο 567 | Ὀρθαῖς ἀκοαῖς: προθύμοις. ὁ δὲ ἤκουσε τοῦ θεοῦ ὀρθαῖς ἀκοαῖς. |
| ο 568 | Ὀρθή· Πολύβιος· διόπερ ὡς οὐδέποτε μᾶλλον ὀρθὴ καὶ περί‐ φοβος ἡ τῶν Ῥωμαίων πόλις ἐγεγόνει, καραδοκοῦσα τὸ συμβησόμενον. καὶ αὖθις· τὰ ἔθνη τῆς Ἰβηρίας ὀρθῶς αὐτοῖς ἀντικαθιστάμενα. ἀντὶ τοῦ ἀναίδην, ἀποτόμως. |
| ο 569 | Ὀρθὴν δ’ ἐντυγχάνει: Ὑπερίδης ἀντὶ τοῦ εὐθύς. |
| ο 570 | Ὀρθῆς δὲ τῆς πόλεως οὔσης ἐπὶ τούτοις: ἀντὶ τοῦ κεκι‐ νημένης καὶ πεφοβημένης. Ὑπερίδης φησίν· ὀρθῆς δ’ ἡμῖν τῆς πα‐ τρίδος οὔσης. Αἰσχίνης δὲ ἀντὶ τοῦ ἀπαθοῦς καὶ ἀκεραίου. καὶ Πολύβιος· τούτων δὲ προσαγγελθέντων τοῖς Καρχηδονίοις, ὀρθὴ καὶ περίφοβος ἦν ἡ πόλις διὰ τὴν ἀδηλότητα τῶν προσδοκωμένων. |
| ο 571 | Ὀρθῆς φρενός: τῆς ἀληθοῦς. ἐξ ὀμμάτων δ’ ὀρθῶν δὲ κἀξ ὀρθῆς φρενός. |
| ο 572 | Ὀρθία· ὀρθία λέγεται φάλαγξ, ὅταν ἐπὶ κέρας πορεύηται, πολλα‐ πλάσιον ἔχουσα τὸ βάθος τοῦ μήκους. καθόλου μὲν παράμηκες λέγεται πᾶν τάγμα, ὃ ἂν τὸ μῆκος ἔχῃ πλέον τοῦ βάθους, ὄρθιον δὲ ὃ ἂν τὸ βάθος τοῦ μήκους. |
| ο 573 | Ὀρθιασμάτων: ἀνατάσεως ῥημάτων· ἢ τῶν μετὰ βοῆς κόμπων· ἢ τῶν μελῶν· παρόσον ὄρθιος νόμος κιθαρῳδικός. καὶ Ὄρθιος νόμος· Τιμόθεος ὁ αὐλητὴς ηὔλει ποτὲ τῆς Ἀθηνᾶς τὸν ὄρθιον νόμον καλούμενον καὶ ἐς τοσόνδε ἐξέπληττεν Ἀλέξανδρον τοῖς μέλεσιν, ὡς μεταξὺ καὶ ἀκούσαντα ἀΐξαι ἐπὶ τὰ ὅπλα. τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι τὰ βασιλικὰ αὐλήματα. ὁ δὲ Τιμόθεος ἀνελήλυθε πρὸς αὐτόν, σπουδῇ μετάπεμπτος γενόμενος. |
| ο 574 | Ὄρθιος νόμος: ὁ κιθαρῳδικὸς τῆς ἁρμονίας. ἦσαν δὲ ἑπτά. |
| ο 575 | Ὄρθιον νόμον καὶ τροχαῖον: τοὺς δύο νόμους ἀπὸ τῶν ῥυθμῶν ὠνόμασε Τέρπανδρος. ἀνατεταμένοι δ’ ἦσαν καὶ εὔτονοι. Ὅμηρος· ἔνθα στᾶς’ ἤϋσε θεὰ μέγα τε δεινόν τε ὄρθι’ Ἀχαιοῖσιν. |
| ο 576 | Ὀρθομίλιον: τὸ παρ’ ἡμῖν. |
| ο 577 | Ὀρθοπλὴξ ἵππος: ὀρθὸς ἐπαιρόμενος καὶ πλήσσων. Ἀριστο‐ φάνης Ἀναγύρῳ· ὡς δὲ ὀρθοπλήξ· πέφυκε γὰρ δυσγάργαλις. |
| ο 578 | Ὀρθός: λέγεται καὶ ὄρθιος. Μάρκος· ὀρθὸν δὲ εἶναι καὶ μὴ ὀρθούμενον. |
| ο 579 | Ὀρθοστάδια· οἱ στατοὶ χιτῶνες ὀρθοστάδιοι, οἱ δὲ συρόμενοι συρτοί. |
| ο 580 | Ὀρθοτίτθιος: ἡ παρθένος ἡ ὀρθοὺς τοὺς τιτθοὺς ἔχουσα. ὅθεν καὶ ἐπιτίτθιον, τὸ ὑπομάζιον. |
| ο 581 | Ὀρθοφοιτοσυκοφαντοδικοταλαιπώρων· Ἀριστοφάνης· ὁτιὴ βούλομαι τούτων ἀπαλλαχθέντα τῶν ὀρθοφοιτοσυκοφαντοδικο‐ ταλαιπώρων τρόπων, ζῆν βίον γενναῖον, ὥσπερ Μόρυχος, αἰτίαν ἔχων ταῦτα δρᾶν. |
| ο 582 | Ὀρθῷ νόμῳ: τῷ τῆς ἀγάπης. ἐμῶν φίλων μόνοι ἐμμένοντες ὀρθῶ νόμῳ. |
| ο 583 | Ὀρθωσία: ἡ ὄρθωσις. |
| ο 584 | Ὀρθρία: ἡ τοῦ ὄρθρου κατάστασις. |
| ο 585 | Ὄρθριος νόμος: οὕτω καλούμενος νόμος κιθαρῳδικός. Ἀρι‐ στοφάνης· πολλάκις ἀναστήσασά μ’ εἰς ἐκκλησίαν ἀωρὶ νύκτωρ διὰ τὸν ὄρθριον νόμον. οἶμαι, ὄρθιον θέλει, ἢ ὄρθριον, διὰ τὸν ὄρθρον. |
| ο 586 | Ὀρθριοφοίτης: ὁ παραγενόμενος ὄρθρου. |
| ο 587 | Ὀρθρογόη: χελιδών. λέγεται καὶ ὀρθρόλαλος. κερκίδας ὀρ‐ θρολάλοισι χελιδόσιν εἰκελοφώνους. |
| ο 588 | Ὀρθόκραιρος ναῦς: ἡ ὀρθὰς κεραίας ἔχουσα. |
| ο 589 | Ὀρθοί: ἐκπεπληγμένοι. οἱ δὲ Ῥωμαῖοι μαθόντες ὅτι Ἀννίβας πολιορκεῖ τὰς δυνάμεις, ὀρθοὶ ταῖς διανοίαις καὶ περίφοβοι πάντες ἦσαν, ὡς καὶ πρὸς τὰ ὅλα διατεινούσης τῆς ἐνεστηκυίας κρίσεως. |
| ο 590 | Ὁρκάνας: εἱρκτάς. |
| ο 591 | Ὁρκάνη· Λυκοῦργος κατὰ Λυκόφρονος βʹ. μήποτε ὁ φραγμός, τουτέστι τὸ περίφραγμα καὶ ἡ αἱμασιά, οὕτως καλεῖται. παρὰ τὸ ἐρύ‐ κειν, ἢ παρὰ τὸ ἕρκος εἶναι. Ὅμηρος· αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος. |
| ο 592 | Ὁρκαπάτην: χλευαστὴν δι’ ὅρκων. |
| ο 593 | Ὅρκιος Ζεύς. καὶ Ὅρκιον σκῆπτρον, καθ’ οὗ ὤμνυον οἱ βασιλεῖς· ἢ ῥάβδος. Ὁρκῶ σε καὶ Ὁρκίζω σε. |
| ο 594 | Ὅρκος· τύπος· οὕτω παισὶ χρήσαιο κληρονόμοις. οὕτω τὰ καὶ τὰ θεός σοι δοίη. |
| ο 595 | Ὁρκωμοσία καὶ Ὁρκωμότης καὶ Ὁρκωμοτῶ. |
| ο 596 | Ὁρμαθός: σύνδεσμος, στίχος. τοσοῦτον ὁρμαθὸν κακῶν συν‐ ειληφὼς ἔκρυψε τὰ τοῦ Τιβερίου μειονεκτήματα. ὅσα γὰρ Αὐγούστῳ ἐν πολλῷ χρόνῳ περιεποιήθη, οὗτος ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήσατο. |
| ο 597 | Ὁρμαίνοντα: ἐνθυμούμενον. |
| ο 598 | Ὄρμενα: τῶν λαχάνων πάντα τὰ ἐκκεκαυληκότα. οἱ δὲ τῆς κράμβης τὸ ἐντὸς κύημα· οἱ δὲ τὸν ἄγριον ἀσπάραγον. |
| ο 599 | Ὄρμενος: ὄνομα κύριον. |
| ο 600 | Ὁρμεῖν: ἐπὶ ξηρᾶς. Ὁρμίζω δὲ ἐπὶ θαλάσσης, καὶ νηός, καὶ ἐπὶ ἀναπαύσεως. |
| ο 601 | Ὁρμή· ὁρμὴ ἡ πρώτη τοῖς ζῴοις σύνεστιν ἐπὶ τὸ τηρεῖν ἑαυτά, οἰκειούσης αὐτοῖς τῆς φύσεως ἀπ’ ἀρχῆς. πρῶτον γὰρ οἰκεῖον παντὶ ζῴῳ ἡ σύστασις καὶ ἡ ταύτης σύνδεσις, καὶ οἰκείως ἔχειν πρὸς ἑαυτά. διὸ τὰ βλάπτοντα διωθεῖται, τὰ δ’ οἰκεῖα προσίεται. καὶ οὐ πρὸς ἡδονὴν γίνεται ἡ πρώτη ὁρμὴ τοῖς ζῴοις· ἐπιγένημα γὰρ ἂν ἦν· εἰ ἄρα ἔστιν ἡδονὴν εἶναι, ὅταν αὐτὴν καθ’ αὑτὴν ἡ φύσις ἐπιζητήσασα τὰ ἐναρμόζοντα οὐ τῇ ἐν συστάσει ἀπολάβῃ· ὃν τρόπον ἀντιλαμβάνεται τὰ ζῷα καὶ θάλλει τὰ φυτά. καὶ οὐ διήλλαξεν ἡ φύσις ἐπὶ φυτῶν καὶ ζῴων, ὅτε χωρὶς ὁρμῆς καὶ αἰσθήσεως κἀκεῖνα οἰκονομεῖ, καὶ ἐφ’ ἡμῶν τινα φυτοειδῶς γίνονται. ἐκ περιττοῦ δὲ τῆς ὁρμῆς τοῖς ζῴοις ἐπιγενομένης, ᾗ συγχρώμενα πορεύεται, τούτοις μὲν τὸ κατὰ φύσιν τὸ κατὰ τὴν ὁρμὴν διοικεῖσθαι. τοῦ δὲ λόγου τοῖς λογικοῖς κατὰ τελει‐ οτέραν προστασίαν δεδομένου, τὸ κατὰ λόγον ζῆν ὀρθῶς γίνεσθαι τοῖς κατὰ φύσιν· τέχνη γὰρ οὗτος ἐπιγίνεται τῆς ὁρμῆς. διὸ καὶ Ζήνων τέλος εἶπεν εἶναι τὸ ὁμολογουμένως τῇ φύσει ζῆν, ὅπερ ἐστὶ κατ’ ἀρετὴν ζῆν· ἄγει γὰρ καὶ πρὸς ταύτην ἡμᾶς ἡ φύσις. |
| ο 602 | Ὁρμητήριον· Πολύβιος· τὸ δὲ φρούριον οἱ Παννόνιοι καταρχὰς τοῦ πολέμου λαβόντες ὁρμητήριον ἐπεποίηντο καὶ εἰς ὑποδοχὴν τῶν λαφύρων ἐξῃρήκεσαν. ἔστι δὲ ὁρμητήριον, ὅθεν τὰ πρὸς τὸν πόλεμον ἐξαρτύοντες ἐξίασι μαχεσόμενοι. |
| ο 603 | Ὁρμίζω: ἐπὶ ἀναπαύσεως, καὶ νηός. |
| ο 604 | Ὁρμίσκος καὶ Ὅρμοι: περιτραχήλιος κόσμος, ἐνώτια, χαλα‐ στήρια. |
| ο 605 | Ὅρμον: λιμένα. Αἰλιανός· ἀναπαυομένων καὶ ὁρμιζομένων τὴν τελευταίαν ὅρμισιν τὸ θεῖον οὐκ ἀμελεῖ τῶν καλῶν τε καὶ ἀγαθῶν ἀνδρῶν. |
| ο 606 | Ὁρμώμενος: προθυμούμενος. λέγεται δὲ καὶ ὁ γενεαλογού‐ μενος. ἐκ λόγων ὁρμώμενος καὶ παιδείας ὁ λογικὸς καὶ πεπαι‐ δευμένος. |
| ο 607 | Ὀρνειάς: πόλις. |
| ο 608 | Ὄρνιθα· ζήτει ἐν τῷ αἶνος. |
| ο 609 | Ὀρνιθευομένου: μαντευομένου δι’ ὄρνιθος. |
| ο 610 | Ὀρνιθευτής: ὁ ὀρνιθοθήρας. |
| ο 611 | Ὀρνιθεία: ἡ οἰωνομαντεία. |
| ο 612 | Ὀρνιθίας· ὀρνιθίας χειμὼν παρὰ Ἀριστοφάνει ὁ σφοδρὸς χειμών, ἐν ᾧ καὶ τὰ ὄρνεα διαφθείρεται. καὶ ἄνεμος ὀρνιθίας ὁ αὐτός, ἤτοι ψυχρός, ὁ ἐπὶ τὴν γῆν τὰ ὄρνεα στρωννὺς ὑπὸ τῆς ψυχρᾶς πνοῆς. ἢ διὰ τὸ χειμῶνος τὰ ὄρνεα ταῦτα φαίνεσθαι. |
| ο 613 | Ὀρνιθοθήρας: ὁ τοὺς ὄρνις θηρεύων. |
| ο 614 | Ὀρνιθοκομεῖον: τὸ τὰς ὄρνιθας ἔχον οἴκημα. |
| ο 615 | Ὄρνις: ἡ κλῃδών, τὸ μάντευμα. Ἀριστοφάνης Πλούτῳ· δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ. τουτέστι τὸ σύμβολον· κοινῶς γὰρ πᾶν σύμβολον ἐφεκτικὸν ἢ προτρεπτικὸν ὄρνιν ἐκάλουν. ὄρνις, ἐπι‐ φώνησις, πταρμός, καὶ τὰ ὅμοια. καὶ αὖθις· οὐδεὶς ἄρ’ οἶδε τὸν θη‐ σαυρὸν τὸν ἐμόν, πλὴν εἴ τις ὄρνις. παροιμιακὸν τοῦτο, οὐδεὶς οἶδε τί ὡμίλησα, πλὴν εἴ τις ὄρνις. ἐπὶ τῶν ἀγνώστων. καὶ αὖθις· οὐδείς με θεωρεῖ, πλὴν ὁ παριστάμενος ὄρνις. καὶ αὖθις· ὄρνιν νομίζετε πάνθ’ ὅσα μαντείας διακρίνει· φήμη γὰρ ὑμῖν ὄρνις ἐστι, πταρμόν τ’ ὄρνιθα καλεῖτε, ξύμβολον φωνήν, θεράποντα, καὶ ὅσα περὶ μαντείας, ὄνον ὄρνιν. καὶ τὸ πληθυντικὸν τοὺς ὄρνις. |
| ο 616 | Ὄρνυται: ὁρμᾷ. |
| ο 617 | Ὀροάνδης, Ὀροάνδου: ὄνομα κύριον. |
| ο 618 | Ὄροβος: εἶδος κριθῆς. |
| ο 619 | Ὀρόδαμνος: ἡ παραφυάς. |
| ο 620 | Ὀρόν: τὸν ὀρόν, τουτέστι τὸ σπέρμα τοῦ κανθάρου. |
| ο 621 | Ὄρον: σκεῦός τι γεωργικόν, ὡς Ἰσαῖος δηλοῖ. μήποτε μέντοι τὸ ὄρον παρά τε Αἰσχύλῳ καὶ παρὰ Μενάνδρῳ ξύλον τι σημαίνει, ὃ τὴν πεπατημένην σταφυλὴν πιέζουσιν. |
| ο 622 | Ὀρόντας: ὄνομα κύριον. καὶ Ὀρόντης, ποταμός. |
| ο 623 | Ὀρονδάτης: ὄνομα κύριον. |
| ο 624 | Ὀρόντης· ὥσπερ οὖν Ὀρόντης φασὶ τὸν Πέρσην εἰπεῖν, ὅτι τῶν δακτύλων ὁ μικρότατος καὶ μύρια σημαίνει καὶ ἕνα ἀριθμόν· οὕτω. καὶ ζήτει ἐν τῷ Ἀρβα‐ ζάκιος. |
| ο 625 | Ὅρος: οὕτως ἐκάλουν οἱ Ἀττικοὶ τὰ ἐπόντα ταῖς ὑποκειμέναις οἰκίαις καὶ χωρίοις γράμματα, ἃ ἐδήλουν, ὅτι ὑπόκεινται δανειστῇ. οὕτως Δημοσθένης καὶ Μένανδρος. |
| ο 626 | Ὄρος· παρὰ τῇ θείᾳ γραφῇ ὄρος ἅγιον πάλαι μὲν τὸ Σιών, νῦν δὲ τὸ τῆς θεογνωσίας ὕψος. καὶ ὁ Ἀπόστολος δέ. λύσις ὀνείρου· ὄρει προσέρπειν πραγμάτων δηλοῖ βίαν. |
| ο 627 | Ὅρος· ὅρος ἐστὶ λόγος κατ’ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμε‐ νος· ἢ ἡ ἀπόδοσις. ὑπογραφὴ δέ ἐστι λόγος τυπωδῶς εἰσάγων εἰς τὰ πράγματα, ἢ ὅρος ἁπλούστερον τὴν τοῦ ὅρου δύναμιν προσενηνεγμέ‐ νος. διαφέρει δὲ ὅρος ἀποδείξεως. καὶ ζήτει ἐν τῷ ἀπόδειξις. |
| ο 628 | Ὀροφὴ καὶ Ὄροφος: ἡ στέγη. καὶ θηλυκῶς καὶ ἀρσενικῶς. οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὰ Περσικά. Ἀριστοφάνης. καὶ ἐν Σφηξίν· ὀροφὴν θέασαι. |
| ο 629 | Ὀρούω: τὸ ὁρμῶ. |
| ο 630 | Ὀροφοιτῶντα: εἰς ὄρη περιερχόμενον. |
| ο 631 | Ὀρρωδεῖ: φοβεῖται. κυρίως μὲν ὀρρωδεῖν ἐπὶ τοῦ τῶν ἀλό‐ γων δέους. πεποίηται δὲ παρὰ τὸ σείοντα τὴν οὐρὰν δηλοῦν τὸ δέος· ἢ παρὰ τὸ ἐγκρύπτειν τῷ μέρει τούτῳ τὰ αἰδοῖα κατὰ τὴν τοῦ δέους διάθεσιν· ἢ ὅτι τῶν φοβουμένων εἴωθεν ὁ ὄρρος πρῶτος ἱδροῦν. ἔστι τὸ ὀρρωδεῖν ἀπὸ τοῦ ὄρρου, ὅ ἐστι μεσοπύγιον τῆς περιστερᾶς. ἔστι γὰρ τρομερὸν τὸ μέρος. |
| ο 632 | Ὀρρωδία: φόβος. ἐκ τοῦ ὄρρου, ὅ ἐστι μέρος τῆς πυγῆς, ὁ καλούμενος ταῦρος. ἅμα μὲν ὀρρωδία ἦν, μὴ ἄρα φθάσαιεν ὀπίσω ἀναφυγόντες. |
| ο 633 | Ὀρωρεχότες: ὀρέγοντες. |
| ο 634 | Ὁρῶ σε. |
| ο 635 | Ὁρῷτο: βλέποιτο. |
| ο 636 | Ὄρπηξ: ἀρσενικόν. κλάδος. παρὰ τὸ ὀρούω· ἢ ὄρφηκές τινες οἱ εἰς ὀροφὴν ἐπιτήδειοι. |
| ο 637 | Ὀρσοθύρη: θύρα ἐν ὕψει τοῦ τοίχου. |
| ο 638 | Ὀρταλίχων: εἶδος ὀρνέων οἱ ὀρτάλιχοι. ἢ ἀλεκτρυόνων. Ὀρταλίχων, ὀρνέων νεογνῶν. ὄρνιθες δροσερῶν μητέρες ὀρταλίχων. |
| ο 639 | Ὀρτιάγων, Γαλάτης· ὃς ἐπεβάλετο τῶν ἐν τῇ Ἀσίᾳ βασιλεύων τὴν ἁπάντων τῶν Γαλατῶν δυναστείαν εἰς αὑτὸν μεταστῆσαι καὶ πολλὰ πρὸς τοῦτο τὸ μέρος ἐφόδια προεβάλλετο καὶ φύσει καὶ τριβῇ. καὶ γὰρ εὐεργετικὸς ἦν καὶ πολεμικὸς καὶ δυναμικὸς πρὸς πολεμικὰς χρείας. |
| ο 640 | Ὀρτιάγοντος· Ὀρτιάγοντος ἐγεγόνει Παιδοπολίτης. προβαί‐ νων δὲ κατὰ τὴν ἡλικίαν δικαστὴς ἀπεδείχθη. |
| ο 641 | Ὀρτόβριγα: πόλις. εἶδε πόλιν Ὀρτόβριγα δοκοῦσαν κατὰ τὸ μέ‐ γεθος καὶ τὸ πλῆθος τῶν ἀνθρώπων ἐμβριθεστάτην εἶναι. |
| ο 642 | Ὀρτυγοκόπος: παιδιά τις, ἐν ᾗ ὄρτυγας ἱστᾶσιν ἐν γύρῳ, οὓς τύπτουσιν εἰς τὴν κεφαλήν. καὶ ὁ μὲν ἐν τῷ γύρῳ καταβαλὼν τὸν ὄρτυγα λαμβάνει ἑξῆς, οὓς ἂν δύνηται· ὁ δ’ ἀποτυχὼν παρέχει θατέρῳ τοὺς ὄρτυγας τύπτειν· καὶ τοῦτ’ ἀνὰ μέρος ποιοῦσι. λέγει οὖν ἐν Ἀλκιβιάδῃ· οὐκ, ἀλλὰ πρὸς Μειδίαν δεῖ σε ἀποβλέποντα τὸν ὀρτυγοκόπον καὶ τοιούτους ἄλλους. ἐν Φαίδωνι· ὅτι οὐ πρὸς τοὺς τυχόντας ὁ ἀγών ἐστι, πρὸς δὲ τοὺς ἀρίστους· διόπερ οὐ ῥαθυμη‐ τέον. μηδὲ ὀρτυγοκοπεῖν μηδὲ περὶ τὰ τοιαῦτα ἐπτοῆσθαι. |
| ο 643 | Ὀρτύγωνος. |
| ο 644 | Ὅροι: τέλη, ὁρισμοί. ὅρους δὲ ἐτίθετο καὶ τεκμήρια ὁ Ἰσί‐ δωρος τῶν θείων ἀφωρισμένα στοίχων πρὸς τὴν τῶν ἀνθρωπείων διάκρισιν· τῆς μὲν φιλοπονίας τὸ ἀνύσιμον ὑπὲρ πάντα λόγον, τῆς δὲ εὐσυνέτου γνώμης τὸ ἐξιστάμενον τῆς ἐμφανοῦς καὶ συνήθους τοῖς πολλοῖς ἀκολουθίας, τοῦ δὲ ἔρωτος αὐτοῦ τὸ παρηρεθισμένον εἰς τὴν τοῦ νοητοῦ κάλλους ἀπόλαυσιν, ἄλλῃ δὲ οὐδαμοῦ ἀποπλανώμενον. |
| ο 645 | Ὀροίτης: ὄνομα κύριον. |
| ο 646 | Ὀροιτύπος: ὑλοτόμος. |
| ο 647 | Ὄρυγες: ζῷά τινα. |
| ο 648 | Ὄρυγμα: ἰδίως οὕτως ἐκαλεῖτο, ἐφ’ οὗ οἱ κακοῦργοι ἐκολάζοντο. |
| ο 649 | Ὀρυμαγδός: θόρυβος, τάραχος, κτύπος. παρὰ τὸ θόρυβος θορυβάζω, θορυβάσσω, τεθορύβαγα, θορυβαγός· καὶ ἀφαιρέσει τοῦ θ καὶ τροπῇ τοῦ β εἰς μ καὶ πλεονασμῷ τοῦ δ ὀρυμαγδός. |
| ο 650 | Ὀρύσσω· αἰτιατικῇ. |
| ο 651 | Ὀρφανία. |
| ο 652 | Ὀρφανιστῶν: ὀρφανισταί εἰσιν οἱ τοὺς ὀρφανοὺς τρέφοντες. ἢ ὀρφανισταί, ἀρχὴ Ἀθήνησι τὰ τῶν ὀρφανῶν κρίνουσα. ἢ ὀρφανισ‐ τῶν, τῶν τῆς ὀρφανίας ἐπιτρόπων. ὑπ’ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακόν. |
| ο 653 | Ὀρφανός. Ἰώσηπος· καὶ αὐτοὶ πατρὸς δ’ ἦσαν ὀρφανοί. καὶ αὖθις· οἱ δὲ χωροῦσιν οἴκοι ὀρφανὰς τὰς πρεσβείας καταλείψαντες τῆς εἰρήνης. |
| ο 654 | Ὀρφεύς, Λειβήθρων τῶν ἐν Θρᾴκῃ (πόλις δ’ ἐστὶν ὑπὸ τῇ Πιερίᾳ), υἱὸς Οἰάγρου καὶ Καλλιόπης. ὁ δὲ Οἴαγρος πέμπτος ἦν ἀπὸ Ἄτλαντος, κατὰ Ἀλκυόνην μίαν τῶν θυγατέρων αὐτοῦ. γέγονε δὲ πρὸ ιαʹ γενεῶν τῶν Τρωϊκῶν, καί φασι μαθητὴν γενέσθαι αὐτὸν Λίνου· βιῶναι δὲ γενεὰς θʹ, οἱ δὲ ιαʹ φασιν. ἔγραψε Τριασμούς· λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ καλούμενα· Κλήσεις κοσμικαί· Νεοτευκτικά· Ἱεροὺς λόγους ἐν ῥαψῳδίαις κδʹ· λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεσσαλοῦ, οἱ δὲ Κέρκωπος τοῦ Πυθαγορείου· Χρησμούς, οἳ ἀναφέρονται εἰς Ὀνομάκριτον· Τελετάς· ὁμοίως δέ φασι καὶ ταύτας Ὀνομακρίτου· ἐν τούτοις δ’ ἐστὶ περὶ λίθων γλυφῆς, ἥτις Ὀγδοηκοντάλιθος ἐπιγράφεται· Σωτήρια· ταῦτα Τιμοκλέους τοῦ Συρακουσίου λέγεται ἢ Περσίνου τοῦ Μιλησίου· Κρα‐ τῆρας· ταῦτα Ζωπύρου φασί· Θρονισμοὺς Μητρῴους καὶ Βακχικά· ταῦτα Νικίου τοῦ Ἐλεάτου φασὶν εἶναι· Εἰς ᾅδου κατάβασιν· ταῦτα Ἡροδίκου τοῦ Περινθίου· Πέπλον καὶ Δίκτυον· καὶ ταῦτα Ζωπύρου τοῦ Ἡρακλεώτου, οἱ δὲ Βροτίνου· Ὀνομαστικὸν ἔπη ͵ασʹ, Θεογονίαν ἔπη ͵ασʹ, Ἀστρονομίαν, Ἀμοκοπία, Θυηπολικόν, ᾨοθυτικὰ ἢ ᾨοσκοπικά, ἐπικῶς· Καταζωστικόν, Ὕμνους· Κορυβαντικόν· καὶ Φυσικά, ἃ Βροτίνου φασίν. |
| ο 655 | Ὀρφεύς, Κικωναῖος ἢ Ἀρκάς, ἐκ Βισαλτίας τῆς Θρᾳκικῆς, ἐπο‐ ποιός. γέγονε δὲ καὶ οὗτος πρὸ Ὁμήρου, βʹ γενεαῖς πρεσβύτερος τῶν Τρωϊκῶν. ἔγραψε δὲ Μυθοποιΐαν, ἐπιγράμματα, ὕμνους. |
| ο 656 | Ὀρφεύς, Ὀδρύσης, ἐποποιός. Διονύσιος δὲ τοῦτον οὐδὲ γεγο‐ νέναι λέγει· ὅμως ἀναφέρονται εἰς αὐτόν τινα ποιήματα. |
| ο 657 | Ὀρφεύς, Κροτωνιάτης, ἐποποιός· ὃν Πεισιστράτῳ συνεῖναι τῷ τυράννῳ Ἀσκληπιάδης φησὶν ἐν τῷ ϛʹ βιβλίῳ τῶν Γραμματικῶν. Δεκαε‐ τηρίδα, Ἀργοναυτικά· καὶ ἄλλα τινά. |
| ο 658 | Ὀρφεύς, Καμαριναῖος, ἐποποιός· οὗ φασιν εἶναι τὴν Εἰς ᾅδου κατάβασιν. |
| ο 659 | Ὀρφεύς, βασιλεὺς Θρᾳκῶν· ἐφ’ οὗ αἱ Ἀμαζόνες ἐδασμολόγησαν Φρύγας. |
| ο 660 | Ὀρφεύς· ὅτι ἐπὶ τῶν παρὰ Ἰουδαίοις Κριτῶν, καταλυθείσης τῆς βασιλείας Ἀθηναίων, Ὀρφεὺς ἐγνωρίζετο, σοφὸς ἄριστος γενόμενος καὶ πολλὰ μυστήρια διδαχθείς· φέρονται γὰρ αὐτοῦ καὶ περὶ θεογνω‐ σίας λόγοι, ἐξ ὧν εἰσι ταῦτα. εἶπε γάρ, ὅτι ἐξαρχῆς ἀνεδείχθη ὁ αἰθὴρ ὑπὸ τοῦ θεοῦ δημιουργηθείς· καὶ ἐντεῦθεν κἀκεῖθεν τοῦ αἰθέρος ἦν χάος, καὶ νὺξ φοβερὰ πάντα κατεῖχε καὶ ἐκάλυπτε τὰ ὑπὸ τὸν αἰθέρα· σημαίνων τὴν νύκτα προτερεύειν· εἰρηκὼς ἀκατάληπτόν τινα καὶ πάντων ὑπέρτατον εἶναι καὶ προγενέστερον καὶ δημιουργὸν ἁπάν‐ των τόν τε ὑπέρτατον αἰθέρα· καὶ τὴν γῆν εἶπεν ἀόρατον. ἔφησε δέ, ὅτι τὸ φῶς ῥῆξαν τὸν αἰθέρα ἐφώτισε τὴν γῆν καὶ πᾶσαν τὴν κτίσιν, ἐκεῖνο εἰπὼν τὸ φῶς, τὸ ὑπέρτατον πάντων, τὸ ἀπρόσιτον, τὸ πάντα περιέχον· ὅπερ ὠνόμασε Βουλήν, Φῶς, Ζωήν. ταῦτα τὰ γʹ ὀνόματα μίαν δύναμιν ἀπεφήνατο καὶ ἓν κράτος τοῦ δημιουργοῦ πάντων θεοῦ, τοῦ πάντα ἐκ τῶν μὴ ὄντων παραγαγόντος εἰς τὸ εἶναι, ὁρατῶν τε καὶ ἀοράτων. περὶ δὲ τοῦ γένους τῶν ἀνθρώπων εἶπεν, ὅτι καὶ αὐτὸ ὑπὸ τοῦ δημιουργοῦ πάντων καὶ θεοῦ ἐπλάσθη καὶ ψυχὴν ἔλαβε λογικήν, ἀκολουθήσας τοῖς Μωσέως· καὶ ταλαίπωρον εἰρηκὼς τὸ γένος τῶν ἀνθρώπων καὶ πολλοῖς ὑποκείμενον πάθεσι, ψυχικοῖς τε καὶ σω‐ ματικοῖς, δεκτικόν τε ἀγαθῶν καὶ πονηρῶν ἔργων καὶ τὰ πρὸς τὸ ζῆν ἀθλίως διακείμενον. |
| ο 661 | Ὀρφεία λύρα: τοῦ Ὀρφέως. |
| ο 662 | Ὀρφναίην: σκοτεινήν. |
| ο 663 | Ὀρφνή: ὀξυτόνως. σκοτία· νὺξ μέλαινα. |
| ο 664 | Ὀρφώς: ὁ ἰχθύς. οἱ δὲ διὰ τοῦ ο μικροῦ. |
| ο 665 | Ὀρχάδες: νῆσοι περὶ τὸν Ὠκεανόν. |
| ο 666 | Ὄρχαμος: ἡγεμών. |
| ο 667 | Ὀρχάτοις καὶ Ὄρχοις: στίχοις ἀμπέλων, ἢ ἑτέρων φυτῶν. παρὰ τὸ ἔρχεσθαι δι’ αὐτῶν τὰς τάξεις τῶν φυτῶν. |
| ο 668 | Ὄρχεις: πληθυντικόν. καὶ Ὀρχείδιον, ὑποκοριστικόν. |
| ο 669 | Ὀρχηδόν: ὡς ἡβηδόν. Ἡρόδοτος. |
| ο 670 | Ὄρχησις· δύο ὀρχήσεις οἶδεν ὁ Ὅμηρος, τὴν τῶν κυβιστητήρων καὶ τὴν διὰ τῆς σφαίρας. τὴν δὲ σφαιριστικὴν ἔπαιξεν Ἀριστόνικος ὁ Καρύστιος, Ἀλεξάνδρου τοῦ βασιλέως σφαιριστής. |
| ο 671 | Ὄρχησις παντόμιμος· ταύτην ὁ Αὔγουστος Καῖσαρ ἐφεῦρε, Πυλάδου καὶ Βακχυλίδου πρώτων αὐτὴν μετελθόντων. καὶ Ἀνα‐ γαλλὶς ἡ Κερκυραία, γραμματική, τὴν τῆς σφαίρας εὕρεσιν Ναυσικάᾳ τῇ Ἀλκινόου θυγατρὶ ἀνατίθησιν. |
| ο 672 | Ὀρχήστρα: ἡ παλαίστρα. καὶ Ὀρχήστριον. καὶ Ὀρχηστής. |
| ο 673 | Ὀρχιπέδων· σὺ μὲν οὐχ ἑλκύσεις τῶν ὀρχιπέδων, οὐδὲ ἐγὼ τῶν τριχῶν. |
| ο 674 | Ὀρχομενός: ναὸς τῶν εἰδώλων. |
| ο 675 | Ὅσα: τὸ μόριον τοῦτο ἀόριστον ὂν ἄπειρον πλῆθος δηλοῖ ἀριθ‐ μοῦ. ὅσα δὴ δέδηγμαι τὴν καρδίαν. |
| ο 676 | Ὄσσα: θεία φήμη. ψιλοῦται. ἐπὶ πάσης φωνῆς. |
| ο 677 | Ὅσα ἰδεῖν· ἰνδάλματα εἰκασμένα κυσὶν ἔκ τινος θείας ὁρμῆς τοῦτον ἐπιπηδήσαντα, οἰκτρῶς ὅσα ἰδεῖν διέξυεν. ἀντὶ τοῦ ὅλον. |
| ο 678 | Ὅσα μὲν τῷ δοκεῖν κακοπαθοῦσαι, τὸ δ’ ἀληθὲς κα‐ κῶν ἀπαλλαγεῖσαι: ἀντὶ τοῦ τῷ μὲν δοκεῖν κακῶς παθοῦσαι, καὶ τὰ ἑξῆς. |
| ο 679 | Ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν: ὅσον καὶ ἐφ’ ὅσον χρόνον οὐκ ἀπῆν αὐτοῦ τὸ ἀτρεμεῖν. |
| ο 680 | Ὅσα μῦς ἐν πίσσῃ: εἴρηται ἡ παροιμία ἐπὶ τῶν μετὰ πολλοῦ κόπου νενικηκότων. οὐκ ἀπὸ τοῦ ζῴου δέ, ἀλλὰ Μῦς ἐγένετο ἀθλητὴς Ταραντῖνος. οὗτος ἐν Πίσσῃ ἀγωνιζόμενος καὶ πρὸς πολλοὺς ἔχων ἀγωνιστάς, πολλὰς λαβὼν πληγὰς μόλις ἐνίκησεν. οὗτος ὁ Μῦς πύκτης ὢν ἐπὶ ταῖς ρʹ ὀλυμπιάσι μίαν ἐνίκησεν. |
| ο 681 | Ὄσσε: ὄμματα, ὀφθαλμοί. |
| ο 682 | Ὁσημέραι: διαπαντός, πάντοτε, καθημέραν. ἀντὶ τοῦ ὅσαι ἡμέραι. τινὲς δὲ καὶ ὁσημέραι, Ἀττικώτερον δὲ τὸ ὁσημέραι. |
| ο 683 | Ὁσία: ἡ ἐπὶ θανάτῳ τιμή, ἢ ἡμέρα. |
| ο 684 | Ὁσίαν: κηδείαν, τὴν ἐπὶ νεκροῖς τιμήν. ἔθαψαν δὲ αὐτούς, μὴ ἀτιμάσαντες νεκροῖς ὁσίαν. καὶ αὖθις· καὶ τὸν νεκρὸν ἔθαψαν, καὶ πάντα ἐπέπρακτο σὺν τῇ ὁσίᾳ. Ὅσια δὲ χρήματα, τὰ ἱερά. |
| ο 685 | Ὁσίη· οὐ πολλὴ δ’ ἡ χάρις, ἀλλ’ ὁσίη. ἀντὶ τοῦ καθαρά, ἐκ ψυχῆς ἀνατεθεῖσα. ἐν Ἐπιγράμμασι. |
| ο 686 | Ὁ Σικελικὸς τὴν θάλασσαν: Σικελικός, φασίν, ἔμπορος σῦκα ἄγων ἐναυάγησεν· εἶτα ἐπὶ πέτρας καθήμενος, ὁρῶν τὴν θάλασσαν γαληνιῶσαν ἔφη· οἶδ’ ὃ θέλεις· σῦκα θέλεις. |
| ο 687 | Ὅσιον· Ὑπερίδης ἐν τῷ πρὸς Ἀριστογείτονά φησι· καὶ τὰ χρή‐ ματα, τά τε ἱερὰ καὶ τὰ ὅσια. καὶ Ἰσοκράτης· τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις. τὰ δημόσια ὅσια λέγοντες. καὶ Δημοσθένης δὲ ἐν τῷ κατὰ Τιμοκράτους σαφῶς διδάσκει τοῦτο. Δίδυμος δέ φησι διχῶς λέγεσθαι τὸ ὅσιον, τό τε ἱερὸν καὶ τὸ ἰδιωτικόν. |
| ο 688 | Ὅσιον χωρίον: τὸ βέβηλον καὶ μὴ ἱερόν, εἰς ὃ ἔξεστιν εἰσιέ‐ ναι. Ἀριστοφάνης Λυσιστράτῃ· ὦ πότνι’ Εἰλείθυια, ἐπίσχες τοῦ τόκου, ἕως ἂν εἰς ὅσιον ἀπέλθω χωρίον. καὶ ὅσια χρήματα, τὰ μὴ ἱερά. λέγεται δὲ καὶ τὸ Διονύσιον. καὶ Δαμάσκιος· [Ὄσιρις, Διόνυσος.] οὐχ ὅσιόν ἐστι τὰ μεγάλα σοφὸν γενέσθαι τὸν τὰ μικρὰ μὴ δυνάμενον. ἐπεὶ δ’ ὅσιον ἦν ἐπιζητῆσαι τὸν ἀφανῆ γεγονότα ἀδελφὸν τὴν ἐπὶ Καρίας ἐτράπετο. |
| ο 689 | Ὁσιότης: ἡ πρὸς θεὸν καθοσίωσις. καὶ ἐκεῖνος ὅσιος ὁ ἑαυτὸν διὰ πίστεως καὶ ἔργων ἀγαθῶν καθοσιώσας καὶ τῷ θεῷ ἀφιερώσας. ὅθεν περὶ τοῦ τὸν θεὸν καταλιμπάνοντος καὶ ἀρνουμένου τὰς πρὸς θεὸν συνθήκας ἔλεγεν ὁ Μωσῆς· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ὅσιά μοι γένοιτο ἐν τῷ ἀποστῆναι ἀπὸ κυρίου. καθάπερ οὖν ὁ τοῦ θεοῦ ἀπο‐ στάτης καὶ κακοῦργος ἀνόσιος λέγεται, οὕτως ὁ τῷ θεῷ διὰ πίστεως καὶ ἀγαθουργίας οἰκειωθεὶς ὅσιος καὶ δίκαιος εἰκότως ὀνομάζεται. |
| ο 690 | Ὁσιωθῆναι ἡμέρας λέγουσιν ἐπὶ θανάτῳ τινός· οἷον μὴ ἱεράς, ἀλλὰ ὁσίας νομισθῆναι. |
| ο 691 | Ὁσίων· ὅτι ἔφη τις τῶν ὁσίων· ἄλλους μὲν γὰρ οὐ πάντες ἀπαιτούμεθα σῶσαι, ἑαυτοὺς δὲ πάντες πάντως. καὶ ἄλλος· σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν. |
| ο 692 | Ὅσιοι: οἱ εὐσεβείᾳ συντεθραμμένοι, κἂν μὴ ἱερεῖς ὦσιν. |
| ο 693 | Ὄσιρις: τοῦτον οἱ μὲν λέγουσιν εἶναι τὸν Διόνυσον, οἱ δὲ ἄλλον· ὃν ὑπὸ Τυφῶνος δαίμονος ἐσπαράχθαι, καὶ μέγα πένθος γε‐ νέσθαι τοῖς Αἰγυπτίοις, καὶ τοῦ σπαραγμοῦ μνήμην ποιεῖσθαι ἐπὶ πάντα τὸν χρόνον. |
| ο 694 | Ὀσιράζουσαν· ὁ τόπος οὗτος ἐν τῷ ἀντιγράφῳ ἔσφαλτο, καταστρέφει δὲ ὅμως εἰς τὸ μαγεύουσαν· γράφει γὰρ ἐν τῷ τέλει· ἤδη δὲ καὶ ἐς τὰς ὑπερορίους ἀπῳκίσε τὴν ἀπόρρητον θέμιν, ἔς τε Ἀλεξανδρείαν τὴν Ὀσιράζουσαν καὶ τῆς ἕω πολλαχῇ τὴν μαγεύουσαν. |
| ο 695 | Ὁ Σκύθης τὸν ἵππον: ἐπὶ τῶν κρύφα τινὸς ἐφιεμένων, φα‐ νερῶς δὲ ἀπωθουμένων καὶ διαπτυόντων. |
| ο 696 | Ὀσμή: ἡ εὐωδία. ὀσμὴ ἀνωνόμαστος ἐς βάθος κύκλου χωρεῖ, καλὸν θέαμα· θυμιαμάτων δ’ αὖραι διαπνέουσι πλεκτάνην καπνοῦ. ζήτει ἐν τῷ ἀόρατον. λύσις ὀνείρου· δυσωδίαν νόμιζε τὴν ἀηδίαν. |
| ο 697 | Ὀσσόμενος: ἀνειδωλοποιούμενος, προσδοκῶν. ἢ τοῖς ὀφθαλ‐ μοῖς ὑποβλέπων. |
| ο 698 | Ὅσον βασιλεύτερός εἰμι· Ὅμηρος· τὸ ὅσον ἐνταῦθα οὐκ ἔστι πλήθους ἐμφαντικόν, ἀλλ’ ἀντὶ τοῦ καθ’ ὅσον εἰμὶ βασιλικώτερος. |
| ο 699 | Ὅσον βιώσιμον: ὅσον ζῆσαι. |
| ο 700 | Ὅσον οὐκ ἀποτετέλεστο: ἀντὶ τοῦ σχεδόν. |
| ο 701 | Ὅσον οὐκ ἤδη πονηρῶς τε καὶ ἀθλίως ἀπολουμέ‐ νων. καὶ αὖθις· ἐκεῖνον γὰρ ὅσον οὐ βασιλεύειν τῆς Ἀσίας. |
| ο 702 | Ὅσον οὔπω: ταχύ, μετ’ ὀλίγον· ἢ ἀντὶ τοῦ ἤδη. ὁ δὲ ἅμα ἐνθυμούμενος τὴν ὅσον οὔπω ἀπορίαν τῶν ἀναγκαίων λύει τὴν πολιορκίαν. καὶ αὖθις· πεσεῖσθαι γὰρ ὅσον οὔπω τὴν οἰκίαν. καὶ αὖθις· ὅσον οὔπω προσεδόκα παρεσομένους τοὺς βαρβάρους. |
| ο 703 | Ὅσῳ καὶ ὁπόσῳ. |
| ο 704 | Ὅσῳ πλέον ἥμισυ παντός: τουτέστι τὸ ὀλίγον μετὰ δικαιο‐ σύνης τοῦ πολλοῦ μετὰ ἀδικίας πλείονα ἔχει τὴν ὄνησιν. Ἡσίοδός φησιν. |
| ο 705 | Ὁσπήτιον: τὸ οἴκημα. |
| ο 706 | Ὄσπριον: εἶδος σπέρματος. λέγεται δὲ καὶ χέδροψ τὸ ὄσπριον παρὰ Θουκυδίδῃ. |
| ο 707 | Ὀσροήνη: ὄνομα πόλεως, ἢ τόπου. καὶ Ὀσρόης, ὄνομα κύριον. |
| ο 708 | Ὀστᾶ: τροπικῶς οἱ λογισμοί· ἐπειδὴ τὰ ὀστᾶ στεγανωτέραν ἔχουσι φύσιν, καὶ αὐτὰ φέρει τὸ ζῷον. λέγεται καὶ Ὀστέον, ὀστοῦν. |
| ο 709 | Ὀστᾶ Γιγάντων· ζήτει ἐν τῷ Μηνᾶς. ζήτει ὀστᾶ Ἱερεμίου τοῦ προφήτου ἐν τῷ Ἀργόλαι. |
| ο 710 | Ὀστᾶναι· οὗτοι πρῴην παρὰ Πέρσαις Μάγοι ἐλέγοντο, κατὰ διαδοχὴν Ὀστᾶναι. ζήτει ἐν τῷ ἀστρονομία. |
| ο 711 | Ὀστιάριος: εἶδος ἀξιώματος. οἶμαι δὲ διὰ τοῦ ω μεγάλου ὠστιάριος· παρὰ τὸ ὠθεῖν. |
| ο 712 | Ὀστία: παρὰ Ῥωμαίοις ἡ θύρα. καὶ ἐξ αὐτοῦ ὀστιάριος διὰ τοῦ ο μικροῦ. |
| ο 713 | Ὀστίνοις: τοῖς αὐλοῖς· ἐπεὶ τὸ παλαιὸν ἀπὸ τῶν ἐλαφείων ὀστῶν κατεσκεύαζον τοὺς αὐλούς. Ἀριστοφάνης· τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός. |
| ο 714 | Ὄστλιγγες: αἱ λαμπηδόνες. |
| ο 715 | Ὀστολογεῖν: ἐξετάζειν, ἐξερευνᾶν. |
| ο 716 | Ὀστρακισμός: οἱ κακονούστατοι τῷ δήμῳ ἐξωστρακίζοντο καὶ κατεδικάζοντο· ὀστράκοις γὰρ ἐγράφετο τὸ ὄνομα τοῦ φευξομένου. |
| ο 717 | Ὀστρακισμὸς φυγῆς διαφέρει, ὅτι τῶν μὲν φυγῆς ἁλόντων αἱ οὐσίαι δημεύονται, τῶν δὲ ὀστρακισμῷ ἀποστάντων οὐκ ἀφαιρεῖται τὰ χρήματα ὁ δῆμος· καὶ τοῖς μὲν χρόνος ἐνδείκνυται καὶ τόπος, οἱ δὲ φεύγοντες οὐδέτερον τούτων ἔχουσιν. ὅτι Κίμων τῇ ἀδελφῇ Ἑλ‐ πινίκῃ συγκοιμηθεὶς καὶ διαβληθεὶς πρὸς τοὺς πολίτας ἐξωστρακίσθη. |
| ο 718 | Ὀστρακόδερμοι ἰχθύες: οἷον ὄστρεα, πορφύραι, κήρυκες, στρόμβοι, ἐχῖνοι· ἃ οὔτε θήλεα οὔτε ἄρρενά εἰσιν. |
| ο 719 | Ὀστράκου περιστροφή: παροιμία ἐπὶ τῶν ταχέως τι ποιούν‐ των λεγομένη. Εὐνάπιος· ὥσπερ ὀστράκου μεταπεσόντος ἐπὶ τὸ βέλτιον ἐχώρησε Ῥωμαίοις. |
| ο 720 | Ὄστρεια. Τραιανῷ ἐν Πάρθοις ὄντι καὶ τῆς θαλάσσης ἀπέχοντι ἡμερῶν πολλῶν ὁδὸν Ἀπίκιος ὁ ὀψοφάγος ὄστρεα νεαρὰ διεπέμψατο, ὑπὸ σοφίας τεθησαυρισμένα. |
| ο 721 | Ὀσφραντικόν· ὀσφραντικὸν αἰσθητήριόν ἐστιν ἡ κατὰ τὰ ἐμ‐ πρόσθια τοῦ ἐγκεφάλου μαστοειδὴς ἀπόφυσις μετὰ τὰ ὁμοιοειδῆ ὀστέα ὡς ἐπὶ τὸ ἔνδον. γίνεται δὲ ἡ ἀντίληψις τῶν ὀσμῶν διὰ τῆς διόσμου τοῦ ἀέρος δυνάμεως. καὶ γὰρ δίοσμός ἐστιν ἡ διαπορθμευτικὴ δύναμις τῶν ὀσφραντῶν παρὰ Θεοφράστῳ, οὐκ ἔστι δὲ ἡ ῥὶς τὸ αἰσθητήριον, ἀλλ’ ἡ μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόφυσις ἢ ἀπόθεσις. κατέκειτ’ ὀσφραινόμενος. οἱ γὰρ ὑπὸ φόβου ἐκλυόμενοι ὀσφρήσει τὸν πόνον παύουσιν· ὁ δὲ πόνος αὐτοῖς ἐκ καρδίας γίνεται. |
| ο 722 | Ὀσφραίνομαι· γενικῇ. |
| ο 723 | Ὀσφύς. |
| ο 724 | Ὄσχεος: ὁ περὶ τὰ αἰδοῖα τόπος. |
| ο 725 | Ὀσχοφόροι: δύο ἦσαν τῶν γένει καὶ πλούτῳ προεχόντων. ἡ δὲ ὄσχη κλῆμά ἐστι βότρυς ἐξηρτημένους ἔχον· ταύτην δ’ ἔνιοι ὀρε‐ σχάδα καλοῦσιν. |
| ο 726 | Ὄττα: φήμη, μαντεία, θεία κλῃδών. καὶ ὀττεύεσθαι, τὸ μαν‐ τεύεσθαι. ὁ δὲ τὸ μέλλον ἐμφρόνως ὀττευσάμενος εἰς ἔννοιαν ἦλθε τὴν φρουρὰν ἀποτρίψασθαι τὴν παρὰ Πτολεμαίου. |
| ο 727 | Ὅτ’ ἄν σε καιρὸς εἰσάγῃ: ὅταν σε καιρὸς καλῇ. |
| ο 728 | Ὅταν σύ που ἄλλοσε χάσκῃς: ἀντὶ τοῦ περὶ ἄλλα τὴν διάνοιαν ἔχῃς. |
| ο 729 | Ὁτέοισιν: οἷς τισιν. |
| ο 730 | Ὀττευομένη: κλῃδονιζομένη, οἰωνιζομένη, μαντευομένη. ἐξ αὐτῆς δὲ τῆς τῶν πρέσβεων ἐμφάσεως ὀττευόμενοι εἰς παντοδαπὰς οἰμωγὰς καὶ θρήνους ἐνέπιπτον. ἤτοι τὸ ὀρνεοσκοποῦντες. |
| ο 731 | Ὀττευσάμενος: οἰωνισάμενος, μαντευσάμενος. |
| ο 732 | Ὀττεία: ἡ μαντεία. |
| ο 733 | Ὁτίη τί: ἀντὶ τοῦ διατί. τὸ δὲ τί περιττόν. Ἀριστοφάνης Νεφέλαις. ζήτει τὴν διότι πρὸς τὸ ὅτι ἐν τῷ διότι. |
| ο 734 | Ὅ τι μ’ εἰδέναι: ἀντὶ τοῦ ὅσον ἐμὲ εἰδέναι. οὔκουν πονηρά γ’ ἐστιν, ὅ τι κἀμ’ εἰδέναι. |
| ο 735 | Ὅτι νόμος ἐστὶν ὑπὲρ μʹ ἔτη γενόμενον χορηγεῖν παισίν. |
| ο 736 | Ὅτι ξένους τινὰς ἑαυτῷ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φι‐ λίππου ἀμπελουργίῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος, Αἰσχίνης μὲν ἐν τῷ Παραπρεσβείας φησίν. ὁ δὲ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου λέγει, ὅτι τὰς Ἀπολλοφάνους θυγα‐ τέρας ἐξῃτήσατο· καὶ ἔοικε μᾶλλον ἀληθεύειν. καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει· Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. |
| ο 737 | Ὅτι παιδὶ καὶ γυναικὶ οὐκ ἐξῆν ἐμβάλλειν πέρα μεδίμνου κριθῶν. |
| ο 738 | Ὅ τι πέρ ἐστιν ὄφελος ἐν τῇ πόλει· Ἀριστοφάνης. τουτ‐ έστιν εὐγενεῖς. |
| ο 739 | Ὅτι πρὸς τὴν φυλὴν τοῦ κτησαμένου αἱ πρὸς τοὺς δούλους λαγχάνονται δίκαι. |
| ο 740 | Ὅτι ῥα: ὅτι δή. |
| ο 741 | Ὅτι τὰ ἐπικηρυττόμενά τισι χρήματα ἐπὶ τῶν βωμῶν ἐτί‐ θετο. |
| ο 742 | Ὅτι οἱ ποιητοὶ παῖδες ἐπανελθεῖν εἰς τὸν πατρῷον οἶκον οὐκ ἦσαν κύριοι, εἰ μὴ παῖδας γνησίους καταλείποιεν ἐν τῷ οἴκῳ τοῦ ποιησαμένου. |
| ο 743 | Ὅτι οἱ ἁλόντες ἐπ’ ἀκουσίῳ φόνῳ εἶχον εἰς διοίκησιν τῶν ἰδίων, Δημοσθένης τε ἐν τῷ κατὰ Ἀριστοκράτους ὑποσημαίνει καὶ Θεόφραστος ἐν τῷ ιγʹ τῶν Νόμων. |
| ο 744 | Ὅτι χιλίας ἐζημιοῦντο αἱ κατὰ τὰς ὁδοὺς ἀκοσμοῦσαι γυναῖκες. |
| ο 745 | Ὀτλήσοντες: ὑπομενοῦντες, κακοπαθήσοντες. ἐν Ἐπιγράμμασι· ἔνδικον ὀτλήσοντες ἀεὶ πόνον. ἐξ ὑμέων γάρ, φεῦ, πυρὸς ἐς τόσσην ἤλθομεν ἐργασίην. |
| ο 746 | Ὄτλος: ἡ κακοπάθεια. καὶ Ὀτλεύω, τὸ κακοπαθῶ. τάλας, ἐφώνει, μόχθον οἷον ὀτλεύεις. |
| ο 747 | Ὄτοβον: ὅμαδον, ἦχον. οὔτε γλυκὺν αὐλῶν ὄτοβον. καὶ αὖθις· περιίσταται διαπρύσιος ὄτοβος. |
| ο 748 | Ὀτοτύζειν: θρηνεῖν. |
| ο 749 | Ὅτου χάριν: τίνος ἕνεκεν. |
| ο 750 | Ὅτῳ γὰρ φίλον: ᾧ τινι ἀρέσκει. ὅτῳ δὲ μὴ τάδ’ ἐστιν ἐν γνώμῃ φίλα, κεῖνός τ’ ἐκεῖνα στεργέτω, κἀγὼ δὲ ταῦτα. καί, ὅτῳ ἂν αὐτὸν τιμωρήσαιντο. ἀντὶ τοῦ πῶς, καὶ ἀντὶ τοῦ ᾧ τινι. |
| ο 751 | Ὀτραλέως: σπουδαίως. |
| ο 752 | Ὁ τρέσας: ὁ Ἀριστόδημος οὕτως ἐκλήθη, ὃς σὺν Εὐρύτῳ τοὺς ὀφθαλμοὺς οὐκ ἐκοινώνησε τῆς τῶν Περσῶν μάχης. |
| ο 753 | Ὀτρῆος. |
| ο 754 | Ὀτρηρός: ταχύς, δραστήριος, ὀξύτατος. |
| ο 755 | Ὄτριχας: ὁμοιότριχας. |
| ο 756 | Ὁ τρυγίας: παρὰ τῇ Γραφῇ, τὸ ἔσχατον τῆς ὀργῆς. |
| ο 757 | Ὁ τρύγοιπος ταῦτα πάντ’ ἰάσεται: ἐπὶ τῶν χρηστὰ ἐπαγ‐ γελλομένων περί τινων ὑποθέσεων. |
| ο 758 | Ὀτρυλήφατος: ὁ Δημητριακὸς καρπός. |
| ο 759 | Ὀτρύνοντος: κελεύοντος. καὶ Ὀτρύνω σε· αἰτιατικῇ. |
| ο 760 | Οὗ: τοπικὸν ἐπίρρημα, ἀντὶ τοῦ ὅπου. οὗ κῶλα κάμψον τοῦδ’ ἐπ’ ἀξέστου πέτρου, μακρὰν γὰρ ὡς γέροντι προυστάλης ὁδόν. ἀντὶ τοῦ προῆλθες μακροτάτην ὁδὸν ἢ ὡς ἔπρεπε γέροντι. καὶ αὖθις· δειξάτω, οὗ κεῖται Ὁμήρου ῥαψῳδιῶν στίχος. ἀλλ’ οὐδ’ ἂν Ἴωνα δοκῶ τὸν ῥαψῳδὸν ἐξευρεῖν. |
| ο 761 | Οὗ· ὅτι δισσῶς τὸ οὗ ἕνεκα λεγομένου, τοῦ τε οὗ καὶ τοῦ ᾧ· ἡ μὲν γὰρ ψυχή, φησί, τέλος ὡς οὗ, τὸ δὲ ζῷον ὡς ᾧ. ποιεῖ γὰρ τὸ ὀργανικὸν σῶμα ἡ φύσις τῆς μὲν ψυχῆς ἕνεκα, ἵνα χρῆται αὐτῷ ὡς τέλος ἡ ψυχὴ ὡς οὗ, τέλος δὲ ὡς ᾧ τὸ ἔμψυχον· ὥστε γὰρ ἀνεμποδίστους εἶναι τῷ ζῴῳ τὰς ἐνεργείας, πάντα ποιεῖ ἡ φύσις. ἢ τοίνυν οὕτως τὸ οὗ καὶ τὸ ᾧ ἢ ἄλλως. οὗ μὲν ἕνεκα τῆς κοσμο‐ ποιΐας, καὶ τῆς ἀϊδιότητος· τούτου γὰρ πάντα ἐφίεται· ᾧ δὲ τῇ ψυχῇ· ταύτῃ γὰρ παρασκευάζει εἰς χρῆσιν τὸ ὄργανον· ὅπερ καὶ μᾶλλόν ἐστιν ἀληθέστερον. |
| ο 762 | Οὐαλεντινιανός, Ῥωμαίων βασιλεύς, Χριστιανὸς καὶ τὰ τοῦ ὁμοουσίου φρονῶν οὐδὲν τοὺς ἐναντίους ἠδίκει. ἐγένετο δὲ καὶ πρὸς τὸ νομοθετεῖν ἑτοιμότατος, φροντίζων καὶ τῆς τῶν θησαυρῶν δικαίας ὑποδοχῆς, πρὸς δὲ ταῖς τῶν ἀρχόντων αἱρέσεσιν ἀκριβὴς καὶ τιμωρίαις τῶν ἀπειθούντων ἀπαραίτητος ἐπί τε τοῖς πολέμοις ἄριστος. ὁ δὲ Οὐάλης τῆς Ἀρείου δόξης μεταποιούμενος πολλοὺς ἐξορίαις ὑπέβαλλε· καθ’ ὃν χρόνον τῆς ἐν Ῥώμῃ ἐκκλησίας Λιβέριος προειστήκει, τῆς δὲ ἐν Ἀλεξανδρείᾳ Ἀθανάσιος καὶ τῆς ἐν Κωνσταντινουπόλει Εὐδόξιος, τῆς Ἀρείου θρησκείας διδάσκαλος. ζήτει ἐν τῷ Σαλούστιος. |
| ο 763 | Οὐαλεντινιανός, βασιλεὺς Ῥωμαίων. οὗτος διὰ τῆς μητρὸς Ἰουστίνης παρετράπη τῆς ὀρθῆς πίστεως καὶ ἐξεβλήθη τῆς βασιλείας. καὶ ἐλθὼν πρὸς Θεοδόσιον ἐπαιδεύθη τὴν ὀρθὴν πίστιν· ἔλεγε γὰρ αὐτῷ ὁ Θεοδόσιος τὴν βασιλικὴν παράταξιν ἑστάναι οὐ δι’ ὅπλων, ἀλλ’ ἐξ ἀγαθῶν προφάσεων. καί, οἶδα, φησίν, Οὐαλεντινιανέ, παρὰ τῶν εὐσεβεστάτων βασιλέων, ἡσυχάζοντος τοῦ στρατοπέδου, τὴν νίκην κατορθωθεῖσαν καὶ τοὺς πολεμίους ὑποταγέντας ὑποτελεῖς γεγενῆσθαι τοῦ προλαβόντος κινδύνου. οὕτω καὶ ὁ Κωνσταντῖνος ὁ μέγας ἀνορ‐ θωθεὶς Λικίννιον τὸν τύραννον ἐν ναυαγίῳ διέφθειρεν, οὕτω καὶ Οὐαλεντινιανὸς ὁ σὸς πατὴρ εὐτυχέστερον τὴν βασιλείαν καὶ ἀβλαβῆ παρὰ τῶν πολεμίων ἰθύνων ἐτέλεσε, τοῦ θεοῦ ἐκδικοῦντος αὐτόν, καὶ μάχας ἀναριθμήτους καὶ νίκας ἀπίστους ἐδέξατο, πολλοὺς βαρβάρους διαφόρως ἀνελών. Οὐάλης δὲ ὁ θεῖος ὁ σὸς τὸν θεὸν διασπαράττων ἐμίανε τὴν ἐκκλησίαν ὁ βέβηλος διὰ τῆς σφαγῆς τῶν ἁγίων καὶ ἐξο‐ ρίας τῶν ἱερέων. ὃς τῇ τοῦ θεοῦ βουλήσει ὑπὸ τῶν Γότθων πολιορ‐ κηθεὶς ἐκαύθη. ὀρθῶς τὸν Χριστὸν σέβει ὁ ἀδίκως σε ἐκβαλών. ἡ σὴ ἀπιστία Μαξίμῳ εὐχέρειαν συνήνεγκεν. εἰ τὸν Χριστὸν βλάπτομεν, τίνα παρακαλέσομεν μαχόμενοι; ταῦτα καὶ πλείω τούτων νουθετήσας Θεοδόσιος Οὐαλεντινιανὸν εἰς τὴν ὀρθὴν πίστιν μετήγαγεν. |
| ο 764 | Οὐάλης, βασιλεὺς Ῥωμαίων· ὃς κακοδοξῶν καὶ συγκροτῶν τοὺς αἱρετικοὺς εἰς τὴν ὁδὸν τῶν ἰδίων πατέρων ἐπορεύετο. καὶ γὰρ ἐπι‐ σκόπους εἰς ἐξορίαν ἔπεμπε καὶ πρεσβυτέρους καὶ διακόνους καὶ μονα‐ χούς, Τατιανοῦ τότε ἄρχοντος Ἀλεξανδρείας· καὶ πολλοὺς τῶν Χρι‐ στιανῶν ἐβασάνισε καί τινας πυρὶ παρέδωκε. ταῦτα δὲ πάντα μετὰ τὴν τελευτὴν Ἀθανασίου. οἱ οὖν ἐν Κωνσταντινουπόλει ὀρθόδοξοι ἐλεηθήσεσθαι νομίζοντες ὑπὸ Οὐάλεντος πρεσβείαν ἔστειλαν πρὸς αὐτὸν ἐν Νικομηδείᾳ τυγχάνοντα, πέμψαντες πʹ ἱερατικοὺς ἄνδρας, ὧν ἡγοῦντο Θεόδωρος καὶ Κουρβασὸς καὶ Μενέδιμος· οὓς ἅπαντας σὺν τῷ πλοίῳ ὑφαφθῆναι προσέταξε. καὶ πάντες σὺν τῇ νηῒ κατε‐ φλέχθησαν, μέχρι Δακιβίζων τοῦ πλοίου διαρκέσαντος κἀκεῖσε διαλυ‐ θέντος. ἐπὶ τοῦ βδελυροῦ Οὐάλεντος Λούκιός τις ἐπίσκοπος τῆς τῶν Ἀρειανῶν αἱρέσεως παραχρῆμα ὡς λύκος τῇ ἐκκλησίᾳ ἐπεπήδησεν· ὁ δὲ Πέτρος εἰς τὴν Ῥώμην ἀπέφυγεν. ὁ δὲ Λούκιος τοσαῦτα ἐνεδείξατο, οἷα οὐδὲ ἐν τοῖς διωγμοῖς τῶν Ἑλλήνων ἐγένετο· τρεῖς γὰρ χιλιάδας ἀπέστειλε κατὰ τὴν ἔρημον ἀναιροῦντας καὶ πορθοῦντας τοὺς θεοσεβεῖς ἄνδρας. |
| ο 765 | Οὗ ἀρᾶς: οὗ τινος κατάρας. |
| ο 766 | Οὔαρος, Λαοδικεύς, σοφιστής, σύγχρονος Πολέμωνος καὶ ἄλλων. |
| ο 767 | Οὐάρωνος: ὄνομα κύριον. |
| ο 768 | Οὐ γὰρ: Ἀριστοφάνης Νεφέλαις. ἀντὶ τοῦ ἀλλὰ καὶ γὰρ Ἀττι‐ κῶς· ὡς Καλλίμαχος· ἀκούσαθ’ Ἱππώνακτος· οὐ γὰρ ἀλλ’ ἥκω. ἀντὶ τοῦ καὶ γὰρ ἥκω. καὶ ἐν Βατράχοις, οὐ γὰρ ἀλλά, ἀντὶ τοῦ καὶ γὰρ Ἀττικῶς. ἀντὶ τοῦ ἔχω γὰρ κακῶς. ὁ δὲ εἶπεν, οὐ γὰρ, ἀλλ’ ἔχω κακῶς. τὸ δὲ ἀλλὰ παρέλκεται καὶ ἐν Βατράχοις· οὐ γὰρ ἀλλὰ πει‐ στέον. ἀντὶ τοῦ καὶ γὰρ πειστέον. οὐδαμῶς, φησίν, ὀφείλεις λέγειν, ἀλλὰ καὶ διδόναι, ἵνα σοι πιστεύσω, ὅτι ἀληθῶς ἐπαγγέλλῃ μοι αὐτὰ διδόναι. καὶ ἐν Θεσμοφοριαζούσαις· οὐ γὰρ ἀλλ’ ὑπερφυῶς ὡς λευ‐ κοπληθὴς ἦν ἰδεῖν ἡ ἐκκλησία. |
| ο 769 | Οὐ γὰρ ἄκανθαι: λεγόμενον ἐπὶ τῶν ὠφελίμων, ἀπὸ τῆς τοῦ βίου εἰς τὸ ἡμερώτερον μεταβολῆς. |
| ο 770 | Οὐ γάρ μ’ οὔ ’στιν ἀλλ’ ἀκουστέον: τὸ τέλειον, οὐ γὰρ ἀλλά μοι ἐστὶν ἀκουστέα. ἀντὶ τοῦ πάνυ γάρ. Ἀριστοφάνης Βατρά‐ χοις. καὶ ἐν Ἱππεῦσιν· ἄπιθ’· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις. ἀντὶ τοῦ καὶ γὰρ τοῦ παραθέντος ἡ χάρις. |
| ο 771 | Οὐ γὰρ πείσεις, οὐδ’ ἢν πείσῃς: καθ’ ὑπερβολὴν λέγει. κἂν πείσῃς, οὐχ ἕξεις ἡμᾶς πειθομένους. |
| ο 772 | Οὐγκία: εἶδος μέτρου· ἢ σταθμός. |
| ο 773 | Οὐδαμά· καὶ μέντοι τῆς ἀθεΐας Ἐπίκουρος ἠνέγκατο μισθὸν οὐδαμὰ οὐδαμῆ μεμπτόν. |
| ο 774 | Οὐδαμῆ: ἀντὶ τοῦ οὐδαμόθι. Τηλεκλείδης Ἡσιόδῳ. Αἰλιανός· ὁ δὲ ἀποκτείνει αὐτοὺς καὶ περισυλοῖ ὅσους ἐπηγάγοντο. ἦν δὲ κόσ‐ μος καὶ σκευὴ περὶ τὴν τέχνην τὴν ἑκατέρου οὐδαμῆ εὐκαταφρόνητα. καὶ αὖθις· καὶ μαρτύρια ἐπάγονται οὐδαμῆ ἄσημα. |
| ο 775 | Οὐδ’ αἵματι κλαίω· ζήτει ἐν τῷ αἵματι κλαίειν. |
| ο 776 | Οὐδαμινός. |
| ο 777 | Οὐδαμῶς: κατ’ οὐδένα τρόπον. |
| ο 778 | Οὐδ’ ἀπὸ γῆς ὤνυσεν: ἐπὶ τοῦ ἐλαχίστου. |
| ο 779 | Οὐδὲ γρὺ λόγων ἁψάμενος, ὅσα γε εἰκός ἐστι ταῖς ἐπιστολαῖς σου τεκμήρασθαι· Ἰουλιανός. |
| ο 780 | Οὐδὲ Ἡρακλῆς πρὸς δύο: τοὺς Μολιονίδας ἔφυγε. Δίων δὲ ἐν βʹ τῆς βʹ συντάξεως Ἡρακλέα τὸν Ἰδαῖον Δάκτυλον, καταδεί‐ ξαντα Ὀλύμπια, πρὸς δύο διαπυκτεύσαντα ἡττηθῆναι. |
| ο 781 | Οὐδὲν ἀνῆκε: περισσὸν τὸ δεν. ἀντὶ τοῦ οὐκ ἀνῆκεν. οὐδὲν ἀνῆκεν εὔνους τε τῇ πατρίδι τῇ ἑαυτοῦ. |
| ο 782 | Οὐδὲν ἀνίει· αὐτός τε οὐδὲν ἀνίει, παράδειγμα ἑαυτὸν ἐπι‐ δεικνὺς τῆς τε ἄλλης ἀσκήσεως καὶ παντὸς ἔργου στρατιωτικοῦ. καὶ αὖθις· οὐδέν τι πλέον ἀνίει ὁ νεανίας τάς τε προσβολὰς ἀνα‐ κόπτων καὶ πᾶσαν βουλὴν ἀμυντηρίων διανοούμενος. |
| ο 783 | Οὐδὲν ἀπὸ τρόπου: ἀντὶ τοῦ οὐκ ἀπεικός Ἀττικοί. |
| ο 784 | Οὐδὲν γὰρ οἷον ἀκούειν αὐτοῦ τοῦ νόμου: οὐ γὰρ τοιοῦτον ἐγὼ δύναμαι εἰπεῖν, οἷον ὁ νόμος. οὐδὲν γὰρ οἷον, ὦ φίλη Λυσιστράτη· ἀντὶ τοῦ τὸ κωλύον. |
| ο 785 | Οὐδ’ ἐν δέρματι: ἀντὶ τοῦ γυμνός. ὑπερβολικῶς. |
| ο 786 | Οὐδὲν δὲ οἷον ἔστ’ ἀκοῦσαι τῶν ἐπῶν: τουτέστιν οὐδὲν κωλύον ἐστὶ καὶ νῦν ἀκοῦσαι τῶν χρησμῶν. οὕτως ἔλεγον τὸ λυσιτε‐ λοῦν. οὐδὲν οἷον, οὐδὲν κωλύον. |
| ο 787 | Οὐδὲν ἔλαττον· ὁ δὲ ἐκήλει τοὺς ἀκούοντας οὐδὲν ἔλαττον, εἰ μὴ καὶ πλέον Ὀδυσσεὺς Ὁμήρου τοὺς Φαίακας. ὁ μέν γε Ἀλκί‐ νοος ἀπολογίας μεστός, ἐν μὲν ὑπονοίαις ἀληθευούσης, ἐν δὲ τῷ φανερῷ διαβεβλημένης εἰς τὸ ψευδέστερον. |
| ο 788 | Οὐδὲν ἐξ ἀγροῦ λέγεις: ἀντὶ τοῦ οὐδὲν εὐτελές, ἢ κοινόν. |
| ο 789 | Οὐδέν ἐστ’ ἄμεινον οὐδ’ ἥδιον ἢ φῦσαι πτερά. |
| ο 790 | Οὐδένες: οἱ οὐδαμινοὶ τῶν ἀνθρώπων. καὶ Οὐδένεια, ἡ ἀπανθρωπία. |
| ο 791 | Οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον, οὐδὲ πῦρ, οὐδ’ ὧδ’ ἀναιδὴς οὐδεμία πόρδαλις. |
| ο 792 | Οὐδὲν ἦλθε ῥαψαμένη σκύτινον καθειμένον: παρέλκει τὸ δεν. ἤθελε γὰρ εἰπεῖν οὐκ ἦλθε, συνήθως. |
| ο 793 | Οὐδὲν ἦν παρά τ’ ἄλλα πλὴν ὁ χρυσός. |
| ο 794 | Οὐδὲν Ἡρακλῆς πρὸς δύο: φασὶν Ἡρακλέα θέντα τὸν Ὀλυμπιακὸν ἀγῶνα πιστεύσαντά τε τῇ ἑαυτοῦ δυνάμει τῇ προτεραίᾳ πενταετηρίδι πυκτεῦσαι πρὸς δύο, Κτέατον καὶ Εὔρυτον, τοὺς Ποσει‐ δῶνος καὶ Μολιόνης παῖδας, καὶ ἀνελεῖν αὐτούς· τῇ δευτέρᾳ δὲ πάλιν ὁμοίως πρός τινας δύο πυκτεύσαντα ἡττηθῆναι. |
| ο 795 | Οὐδὲν ἧττον: ἀντὶ τοῦ ἴσον, ὅμοιον. φιλοσοφοῦντος οὐκ ἔστι μαντικὴν ἐπαγγέλλεσθαι καὶ προφέρειν οὐδὲ τὴν ἄλλην ἱερατικὴν ἐπιστήμην· χωρὶς γὰρ τὰ τῶν φιλοσόφων καὶ τὰ τῶν ἱερέων ὁρίσματα, οὐδὲν ἧττον ἢ τὰ λεγόμενα Μυσῶν καὶ Φρυγῶν. καὶ αὖθις· ὀρ‐ χούμενος τῆς νυκτὸς οὐδὲν παύεται. παρέλκει τὸ δεν. καί, οὐδὲν ἐπαύετο ἀεὶ τοῖς βιβλίοις ἐνδιαιτώμενος. παρέλκει τὸ δεν. |
| ο 796 | Οὐδεναιός: πολυχρόνιος. |
| ο 797 | Οὐδένεια: ἡ ἀπανθρωπία. |
| ο 798 | Οὐδὲν ἱερόν: Ἡρακλῆς εἶπεν Ἀδώνιδος ἰδὼν ξόανον, ὡς τῶν εὐεργετησάντων τοὺς ἀνθρώπους μόνων ὀφειλόντων τιμᾶσθαι· ἢ ὅτι οἱ καταφυγόντες εἰς αὐτὸ δοῦλοι ἄδειαν οὐκ εἶχον. |
| ο 799 | Οὐδενὶ σὺν νῷ: τουτέστιν ἀφρόνως. ὅς τε καὶ τὴν στρατη‐ γίαν οὐδενὶ σὺν νῷ ποιησάμενος φαίνεται. |
| ο 800 | Οὐδενί τῳ ἄλλῳ: οὐδενί τινι. |
| ο 801 | Οὐδὲν λευκῶν ἀνδρῶν ὄφελος ἢ σκυτοτομεῖν: ἐπὶ τῶν εἰς μηδὲν λυσιτελούντων. παρ’ ὅσον οἱ μέλανες τῶν λευκῶν λυσιτε‐ λέστεροι. |
| ο 802 | Οὐδὲν μᾶλλον: ὅτι οἱ Σκεπτικοί, τουτέστιν οἱ Πυρρώνειοι, τὰ τῶν αἱρέσεων δόγματα πάντα ἀνατρέποντες αὐτοὶ οὐδὲν ἀποφαίνονται δογματικῶς· προσφέρονται δὲ ἀποφάσεις εἰς μήνυσιν τῆς ἀπροπτω‐ σίας, ὡς εἰ καὶ νεύσαντας τοῦτο ἐνεδέχετο δηλῶσαι. διὰ τῆς οὐδὲν ὁριζομένης φωνῆς τὸ τῆς ἀρεψίας πάθος δηλοῦται· ὁμοίως δὲ καὶ διὰ τῆς, οὐδὲν μᾶλλον, καὶ τῆς, παντὶ λόγῳ λόγος ἀντίκειται, καὶ ταῖς ὁμοίαις. λέγεται δὲ τὸ οὐδὲν μᾶλλον θετικῶς, ὡς ὁμοίων τινῶν ὄντων· οἷον, οὐθὲν μᾶλλον ὁ πειρατὴς κακός ἐστιν ἢ ὁ ψεύστης. ὑπὸ δὲ τῶν Σκεπτικῶν οὐ θετικῶς, ἀλλ’ ἀναιρετικῶς λέγεται· ὡς ὑπὸ τοῦ ἀνα‐ σκευάζοντος καὶ λέγοντος, οὐ μᾶλλον ἡ Σκύλλα γέγονεν ἢ Χίμαιρα. αὐτὸ δὲ τὸ μᾶλλον ποτὲ μὲν συγκριτικῶς ἐκφέρεται· ὡς ὅταν φῶμεν, μᾶλλον τὸ μέλι γλυκὺ ἢ τὴν σταφίδα· ποτὲ δὲ θετικῶς καὶ ἀναιρετι‐ κῶς· ὡς ὅταν λέγωμεν, μᾶλλον ἡ ἀρετὴ ὠφελεῖ ἢ βλάπτει. σημαίνο‐ μεν γάρ, ὅτι ἡ ἀρετὴ ὠφελεῖ, βλάπτει δ’ οὔ. ἀναιροῦσι δ’ οἱ Σκεπτικοὶ καὶ αὐτὴν τὴν οὐδὲν μᾶλλον φωνήν· ὡς γάρ, οὐ μᾶλλόν ἐστι πρόνοια, ἢ οὐκ ἔστι· οὕτω καὶ τό, οὐδὲν μᾶλλον ἔστιν, ἢ οὐκ ἔστι. σημαίνει οὖν ἡ φωνὴ τὸ μηδὲν ὁρίζειν, ἀλλ’ ἀπροσθετεῖν. ἡ δὲ παντὶ λόγῳ φωνὴ καὶ αὐτὴ συνάγει τὴν ἐποχήν. τῶν μὲν γὰρ πραγμάτων διαφωνούντων, τῶν δὲ λόγων ἰσοσθενούντων, ἀγνωσία τῆς ἀληθείας ἐπακολουθεῖ. εἰσὶ δέκα τρόποι, καθ’ οὓς τὰ ὑπερκείμενα παραλλάτ‐ τοντα ἀπεφαίνετο. |
| ο 803 | Οὐδὲν μέλον αὐτῷ· τὸ δὲ τῶν Ῥωμαίων ἄθροισμα ἀπόμαχον ἦν, οὐδὲν μέλον αὐτῷ περὶ ἀλλοτρίου τοῦ πράγματος τῶν γινομένων τὴν φροντίδα τιθέμενον. |
| ο 804 | Οὐδὲν πρὸς ἔπος: ἀντὶ τοῦ ὡς ἔτυχεν, ἕνεκα μηδενός. |
| ο 805 | Οὐδὲν πρὸς ἔπος οὕτως ἀνοήτως ἐκβαλῶ, πρὶν ἐκπύθωμαι πᾶν τὸ πρᾶγμ’, ὅπως ἔχει. ἀντὶ τοῦ ὡς ἔτυχεν, ἐκ τοῦ μηδενός. |
| ο 806 | Οὐδὲν πρὸς τὸν Διόνυσον: Ἐπιγένους τοῦ Σικυωνίου τρα‐ γῳδίαν εἰς τὸν Διόνυσον ποιήσαντος, ἐπεφώνησάν τινες τοῦτο· ὅθεν ἡ παροιμία. βέλτιον δὲ οὕτως· τὸ πρόσθεν εἰς τὸν Διόνυσον γρά‐ φοντες τούτοις ἠγωνίζοντο, ἅπερ καὶ Σατυρικὰ ἐλέγετο· ὕστερον δὲ μεταβάντες εἰς τὸ τραγῳδίας γράφειν κατὰ μικρὸν εἰς μύθους καὶ ἱστορίας ἐτράπησαν, μηκέτι τοῦ Διονύσου μνημονεύοντες· ὅθεν τοῦτο καὶ ἐπεφώνησαν. καὶ Χαμαιλέων ἐν τῷ Περὶ Θέσπιδος τὰ παραπλήσια ἱστορεῖ, Θεαίτητος δὲ ἐν τῷ Περὶ παροιμίας Παρράσιόν φησιν τὸν ζωγράφον ἀγωνιζόμενον παρὰ Κορινθίοις ποιῆσαι Διόνυσον κάλλιστον· τοὺς δὲ ὁρῶντας τά τε τῶν ἀνταγωνιστῶν ἔργα, ἃ κατὰ πολὺ ἐλεί‐ πετο, καὶ τὸν τοῦ Παρρασίου Διόνυσον, ἐπιφωνεῖν, τί πρὸς τὸν Διό‐ νυσον; ἐπὶ τῶν μὴ τὰ προσήκοντα τοῖς ὑποκειμένοις φλυαρούντων. καὶ αὖθις· τὸν Κόροιβον Ὀδυσσέα φήσας εἶναι τὸν πολύτροπον. καίτοι μὴ πρὸς τοῦτο παράδειγμα φέρων, τῇ φάτνῃ προσάγεις τὸν κύνα καὶ πρὸς τὸν Διόνυσον ἄγεις οὐδέν. |
| ο 807 | Οὐδὲν προτιμῶ σου: ἀντὶ τοῦ οὐ φροντίζω σου. ἡ φράσις Ἀττική. Ἀριστοφάνης Πλούτῳ· φορῶ γὰρ τὸν δακτύλιον ταυτὶ παρ’ Εὐδάμου δραχμῆς. ἀντὶ τοῦ οὐ φροντίζω σου. Εὔδαμος δὲ φιλόσο‐ φος ἦν. |
| ο 808 | Οὐδ’ ἐν σελίνοις: ἐπὶ τῶν μηδὲ τὴν ἀρχὴν πεφθακότων. ἀπὸ τῶν εἰς τοὺς κήπους ἰόντων· ἐπὶ γὰρ τὰ ἄκρα, τοὺς λεγομένους περι‐ κήπους, σέλινα καὶ πήγανα κατεφύτευον. βούλεται οὖν λέγειν ἡ παροιμία, οὔπω οὐδὲ ἀρχὴν ἔχεις τοῦ πράγματος· καθάπερ οὐδὲ οἱ ἐν τοῖς κήποις εἰσιόντες ἐν τοῖς σελίνοις εἰσίν. |
| ο 809 | Οὐδέν τι πλέον εἶχον ἀνύειν οἱ βάρβαροι. οὔ τοι ᾤοντο χρῆναι μὴ οὐχὶ γενναιότατα συμπλέκεσθαι τοῖς πολεμίοις. |
| ο 810 | Οὐδὲν φρονεῖ δίκαιον ἐστυκὼς ἀνήρ. |
| ο 811 | Οὐ δέον: οὐ πρέπον. ἐκστῆναι τῶν χωρίων, ὧν Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι διὰ σπουδῆς ἔσχεν. |
| ο 812 | Οὐδέποτ’ ἐγὼ τοῦτον ὑποδέξομαι· οὐδὲ παρ’ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται, ὅτι παροίνιος ἀνὴρ ἔφυ: ἐν ταῖς τῶν πότων συνόδοις ᾖδον μέλος τι, Ἁρμόδιον καλούμενον, οὗ ἡ ἀρχή· φίλτατε Ἁρμόδιε, οὔτι που τέθνηκας. ᾖδον δὲ αὐτὸ εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα, ὡς καθῃρηκότας τὴν τῶν Πεισιστρατι‐ δῶν τυραννίδα. ἦν δὲ καὶ ἕτερα μέλη, τὸ μὲν Ἀδμήτου λεγόμενον, τὸ δὲ Λάμπωνος. ὁ δὲ λόγος, οὐδέποτε παρ’ ἐμοὶ ἑστιαθήσεται ὁ τοιοῦτος. παροίνιος δὲ ὁ μέθυσος καὶ ὑβριστής. |
| ο 813 | Οὐδὲ πυρφόρος: ὅταν πολλοὺς ἀποφῆναι βουλώμεθα τοὺς τελευτήσαντας, λέγομεν, ὅτι οὐδὲ πυρφόρος ὑπελείφθη. οἷον οὐδὲ ὁ τὸ πῦρ οἴσων εἰς τὴν πόλιν. καθάπερ εἰ ἐλέγομεν, οὐδὲ σκηνοφύλαξ, ἤ τις τῶν παραπλησίων. |
| ο 814 | Οὐδὲ πυρφόρος ἐλείφθη: ἐπὶ τῶν μεγάλων κινδύνων εἴρη‐ ται ἡ παροιμία· ἐπειδὴ πάσης πολεμικῆς παρασκευῆς ἔδει τὸν μάντιν ἡγεῖσθαι, δάφνης ἔχοντα κλάδους καὶ στέμματα καὶ λαμπάδα· καὶ τούτου νόμος ἦν μόνου φείδεσθαι τοὺς πολεμίους. ἐπὶ τοίνυν τῶν πανωλεθρίᾳ διεφθαρμένων καιρὸν ἔσχεν ἡ παροιμία. |
| ο 815 | Οὐδ’ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς: πιθανῶς τὸ μὴ εἰπεῖν πλείονα τοῦ πατρὸς κακοπαθῆσαι, ἀλλὰ μὴ ἐλάττονα. |
| ο 816 | Οὐδὲ τὰ τρία Στησιχόρου γινώσκεις: ἐπὶ τῶν ἀπαιδεύ‐ των καὶ ἀμούσων εἴρηται ἡ παροιμία· ἐπειδὴ εὐδόκιμος ἦν. |
| ο 817 | Οὐδὲ τἀρχαῖον ποιεῖ. |
| ο 818 | Οὐδὲ χαίρω βατίσιν οὐδ’ ἐγχέλυσιν, ἀλλ’ ἥδιον ἂν δικίδιον σμικρὸν φάγοιμ’ ἂν ἐν λοπάδι πεπνιγμένον. Λοπάς, τὸ τήγανον. |
| ο 819 | Οὔδει: ἐδάφει. |
| ο 820 | Οὐδεὶς δυσώνης χρηστὸν ὀψωνεῖ κρέας. |
| ο 821 | Οὐδεὶς κομήτης, ὅστις οὐ περαίνεται. |
| ο 822 | Οὐδεὶς οἶδε τὸν θησαυρὸν τὸν ἐμὸν, πλὴν εἴ τις ἄρ’ ὄρνις: παροιμιακόν. οὐδεὶς οἶδε τί ὡμίλησα, πλήν γε εἴ τις ὄρνις. ἐπὶ τῶν ἀγνώστων. πάλιν· οὐδείς με θεωρεῖ, πλὴν ὁ παριπτάμενος ὄρνις. Ἀριστοφάνης. |
| ο 823 | Οὐ δήπου μ’ ἀφελέσθαι διανοῇ, ἅδωκας αὐτός; οὐ τάχ’· ἀλλ’ ἤδη ποιῶ: ἀντὶ τοῦ ὄντως διανοῇ, ὥστε ἀφελέσθαι τὰ ὅπλα με; ἡ γὰρ οὐ ἄρνησις συγκατάθεσιν δηλοῖ. οὐδόλως, φησί, δια‐ νοοῦμαι, ἀλλ’ ἤδη αὐτὰ ἀφαιροῦμαι. οἷον οὐ διστάζω. |
| ο 824 | Οὐ διαφρήσετε: ἀντὶ τοῦ οὐ διαφορήσετε, οὐδὲ διαπέμψεσθε. Ἀριστοφάνης. |
| ο 825 | Οὐδ’ ἴκταρ βάλλει: εἴρηται δὲ κατὰ γλῶτταν· ὥσπερ τὸ διω‐ λύγιον. ἀντὶ τοῦ οὐδὲ μικρὸν ἐξισάζει, οὐδόλως. |
| ο 826 | Οὐδός: φλιά, βατήρ, τὸ κάτω τῆς θύρας· ἢ ἔδαφος· ἢ βαθμός. |
| ο 827 | Οὐδὸς ἐς λαύρην: ἡ στενὴ ὁδός. παρὰ τὸ ῥέειν τὸν λαὸν δι’ αὐτῆς. ζήτει ἐν τῷ λαύρα. |
| ο 828 | Οὐδ’ ὅσον ἀηδόνες ὑπνώουσιν: ἐπὶ τῶν ἀγρυπνούντων· παρ’ ὅσον ἡ ἀηδὼν ἀγρυπνεῖ διὰ τὸν Ἴτυν· μᾶλλον δὲ διὰ δειλίαν. |
| ο 829 | Οὐδ’ ὥς: οὐδαμῶς δή. |
| ο 830 | Οὐδ’ ὑφ’ ἕνων: Ἀττικοὶ ἀντὶ τοῦ ὑπ’ οὐδένων λέγουσιν ὑπερ‐ βιβάζοντες. |
| ο 831 | Οὗ ἕθεν: οὗ τινος ἕνεκα. |
| ο 832 | Οὐεργίλιος: ὄνομα κύριον. |
| ο 833 | Οὐεσπεσιανός: ὄνομα κύριον. βασιλεὺς Ῥωμαίων. καὶ ζήτει ἐν τῷ Βεσπασιανός. |
| ο 834 | Οὐετηρία: ὄνομα κύριον. |
| ο 835 | Οὐηστῖνος, Ἰούλιος χρηματίσας, σοφιστής. Ἐπιτομὴν τῶν Παμ‐ φίλου Γλωσσῶν βιβλία Ϟδʹ, Ἐκλογὴν ὀνομάτων ἐκ τῶν Δημοσθένους βιβλίων, Ἐκλογὴν ἐκ τῶν Θουκυδίδου, Ἰσαίου, Ἰσοκράτους καὶ Θρασυ‐ μάχου τοῦ ῥήτορος καὶ τῶν ἄλλων ῥητόρων. |
| ο 836 | Οὐΐνδικτος: ὁ κατὰ οὐΐνδικτον ἐλευθερούμενος. |
| ο 837 | Οὖθαρ: τὸ γονιμώτατον μέλος. |
| ο 838 | Οὔθατα: οἱ μαζοὶ τῶν προβάτων. |
| ο 839 | Οὐ θᾶττον ἐγκονήσεις: οὐ ταχύτερον ἐνεργήσεις; |
| ο 840 | Οὐ θελήσει: οὐ δυνήσεται. Ὅμηρος· οὐδ’ ἐθέλει προρρέειν. ἀντὶ τοῦ οὐ δύναται. |
| ο 841 | Οὔθ’ ὕεται οὔτε ἡλιοῦται: ἐπὶ τῶν ἔξω πάσης φροντίδος ὄντων. |
| ο 842 | Οὐκ ἀδύνατοι· ὅτι τὸ οὐκ ἀδύνατοι μεσότητός ἐστι ῥῆμα, οἷον οὔτε τελείως δυνατοὶ οὔτε ἀσθενεῖς. |
| ο 843 | Οὐκ ἀθεεί: οὐ χωρὶς θείας προνοίας. |
| ο 844 | Οὐ καθέστηκεν: οὐ νήφει, μαίνεται. |
| ο 845 | Οὐκ ἄλλως ποιεῖται: ἀντὶ τοῦ οὐ μάτην. |
| ο 846 | Οὐκ ἂν ἀποδοίης; οὐχ, ὅσον γ’ ἐμοί γ’ εἰδέναι: ἀντὶ τοῦ ἐν ὅσῳ ἐν ἐμαυτῷ εἰμι καὶ οἶδά τι. τουτέστιν αἰσθάνομαι. |
| ο 847 | Οὐκ ἀνασχήσομαι: τινὲς τοῦτο ὡς ἔκφυλον νομίζουσιν· ἐχρήσατο δὲ αὐτῷ καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. οὐ δεῖ οὖν μόνον λέγειν ἀνέξομαι. |
| ο 848 | Οὐκ ἂν δύναιο γαστρὶ πενθῆσαι νέκυν· καὶ Ὅμηρος· γαστέρι δ’ οὔπως ἐστὶ νέκυν πενθῆσαι Ἀχαιούς. |
| ο 849 | Οὐκ ἄνευ γε Θησέως: Θησεὺς καὶ τῷ Μελεάγρῳ συνηγωνί‐ σατο πρὸς τὴν θήραν τοῦ κάπρου καὶ τῷ Πειριθόῳ κατὰ τῶν Κεν‐ ταύρων καὶ τῷ Ἡρακλεῖ πρὸς τὰς Ἀμαζόνας. ὅταν οὖν θαυμαστόν τι πραχθῇ, οὐκ ἄνευ γε Θησέως λέγεται. |
| ο 850 | Οὐκ ἄνευ τινός: τοῦτο τριχῶς λέγεται. ἢ γὰρ τὸ μήτε βλάπ‐ τον μήτε ὠφελοῦν. ὡς λέγομεν, οὐκ ἄνευ σκιᾶς τὸ ἐν φωτὶ σῶμα. ἢ τὸ ἐξ ἀνάγκης, ὡς ὄργανον ἤ τι τοιοῦτον· ὡς λέγομεν, ἠρίστευσεν Ἀχιλλεύς, ἀλλ’ οὐκ ἄνευ τῆς μελίας (πρὸς τὴν ἀριστείαν οὐ γὰρ ἠδύ‐ νατο γυμνὸς ἀριστεῦσαι). ἢ τὸ πάθος ἐμποδίζον· ὡς λέγομεν, ἐν χειμῶνι πλεύσας ἐσώθη, ἀλλ’ οὐκ ἄνευ κινδύνου. |
| ο 851 | Οὐκ ἂν ὀρθῶς, καὶ ἑξῆς. οὕτως δὴ ἀναγνωστέον· οὐκ ἂν ὀρθῶς προσε‐ νέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες· ἡσύχασον. |
| ο 852 | Οὐκ ἀξιῶ: οὐχ ὑπολαμβάνω, οὐκ ἄξιον νομίζω. |
| ο 853 | Οὐκ ἀπεικός: οὐκ ἄτοπον, ἄξιον, ὀφειλόμενον, πρέπον, ὅμοιον. εἰκὸς δέ ἐστι παρὰ τὸ ἐοικός· εἶτα ἀπεικός, τὸ ἀπρεπές, τὸ ἀνόμοιον. καὶ λοιπὸν τὸ οὐκ ἀπεικός, διὰ δύο ἀρνήσεων μία συγκατάθεσις· ὡς τὸ ἥκιστα, οὐδαμῶς· οὐχ ἥκιστα, τὸ μάλιστα. |
| ο 854 | Οὐκ ἀπεικότως: ἀντὶ τοῦ εὐλόγως καὶ εὐπροσώπως. |
| ο 855 | Οὐκ ἀποδύσῃ τὼν νυκτῶν, ἢν οἴκοι γε καθεύδῃς, οὐδ’ ἤν γε θύραζ’, ὥσπερ πρότερον. |
| ο 856 | Οὐκ ἀπολιβάξεις: ἀντὶ τοῦ οὐκ ἐς κόρακας καὶ Λιβύην ἀποφθερῇ. ἀπὸ τοῦ λιβάς, ὅ ἐστιν ἡ σταγών· ἧς οὐδὲν ταχύτερον ἐν τῷ πίπτειν. Ἀριστοφάνης· οὐκ ἀπολιβάξεις, ὦ κάκιστ’ ἀπολού‐ μενος; |
| ο 857 | Οὐκ ἀπορρυήσεται: οὐκ ἀποπεσεῖται. |
| ο 858 | Οὐκ ἀποστατῶ φίλων: ἀντὶ τοῦ οὐ χωρίζομαι φίλων. |
| ο 859 | Οὐκ ἄπο τρόπου: οὐ πόρρω τρόπου. |
| ο 860 | Οὐ κατὰ κόσμον: οὐ κατὰ τὸ πρέπον. |
| ο 861 | Οὐ κατασχὼν τῆς χαρᾶς παρελύθην ἀθρόον τοὺς τόνους τοῦ σώματος. |
| ο 862 | Οὐκ ἐᾷ: οὐ συγχωρεῖ. |
| ο 863 | Οὐκ ἔθ’ ὁμῶς τιμῆς ἔσσεαι: Ὁμηρικόν. ἀντὶ τοῦ μεθέξεις τιμῆς. |
| ο 864 | Οὐκ ἐκθανεῖν. |
| ο 865 | Οὐκ ἐκνεομένως: οὐ προσηκόντως. Ἡρόδοτος. |
| ο 866 | Οὐκ ἐκομπολάκουν: ἀντὶ τοῦ κενοὺς οὐκ ἐποίουν ψόφους. οὐκ ἔλεγον κομπώδη, ὡς Αἰσχύλος. οὗτοι ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλ’ οὐκ ἐκομπολάκουν. Ἀριστοφάνης. |
| ο 867 | Οὐκ ἐκ τοῦ ὁμοίου: οὐκ ἐξ ἴσου. ἄλλα τέ τινα οὐκ ἐκ τοῦ ὁμοίου ποιεῖν ἐκελεύοντο. |
| ο 868 | Οὐκ ἔνδον, ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις. πῶς ἔνδον, εἶτ’ οὐκ ἔνδον; ὀρθῶς, ὦ γέρον. ὁ νοῦς μὲν ἔξω συλλέγων ἐπύλλια, οὐκ ἔν‐ δον· αὐτὸς δ’ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν: σκώπτει τὸν Εὐριπί‐ δην ὡς συλλογιστικόν, καὶ οὗ ἐὰν λέγῃ τὸ ἐναντίον πάλιν κατασκευ‐ άζοντα. οἷον ἡ γλῶσς’ ὀμώμοκεν, ἡ δὲ φρὴν ἀνώμοτος. καὶ πάλιν, αὐτὸς μὲν ἔσω ἐστίν, ὁ δὲ νοῦς αὐτοῦ συλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται. Ὁμηρικῶς· Ὅμηρος γὰρ διώρισε τὰς ψυχὰς πρὸς τὰ σώματα εἰπών, πολλὰς δ’ ἰφθίμους ψυχάς, εἶτα, αὐτοὺς δ’ ἑλώρια τεῦχεν. οὕτω καὶ Ἀριστοφάνης· εἰπὼν γάρ, ὁ νοῦς μὲν ἔξω, ἐπήνεγκεν, αὐτὸς δ’ ἔνδον ποιεῖ τραγῳδίαν ἀναβάδην. τουτέστιν ἄνω τοὺς πόδας ἔχων. ἢ ἐπὶ ὑψηλοῦ τόπου κείμενος, ἢ καθήμενος. |
| ο 869 | Οὐκ ἐνέλιπεν εὐεργετῶν με. |
| ο 870 | Οὐκ ἐξελεύσῃ: ἀντὶ τοῦ οὐ στρατηγήσεις ἡμῶν. Δαβίδ· καὶ οὐκ ἐξελεύσῃ ὁ θεὸς ἐν ταῖς δυνάμεσιν ἡμῶν. |
| ο 871 | Οὐκ ἐξῄεσαν: ἀντὶ τοῦ οὐκ ἐξήρχοντο. Οὐκ ἐξίεσαν δέ, οὐ συνεχώρησαν. |
| ο 872 | Οὐκ ἐξήρκεσεν: οὐκ ἀντέσχε πρὸς τοὺς τρόπους ὑμῶν. |
| ο 873 | Οὐκ ἐξόν: οὐ προσῆκον, οὐ πρέπον. ὃν παρὰ τὰ πάτρια ὠνόμασεν ἥρωος ἐπιθεὶς ὄνομα, οὐκ ἐξόν. |
| ο 874 | Οὐκ ἐπαινεθείης, οὐδὲ ἐν περιδείπνῳ: ἐπὶ τῶν μηδενὸς ἀξίων ἡ παροιμία. εἰώθεσαν γὰρ τὸν ἐν τοῖς περιδείπνοις τελευ‐ τήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν. |
| ο 875 | Οὐκ ἔπεσεν εἰς γῆν ἡ εὐχή: ἀντὶ τοῦ εἰσηκούσθη. οἰκτείρει γὰρ αὐτὸν ὁ θεὸς καὶ ἐς ὕπνον ἐνέβαλεν. |
| ο 876 | Οὐκ ἐπιγλωττήσομαι: οὐ βλασφημήσω. |
| ο 877 | Οὐκ ἐπιεικῶς: οὐ μετρίως. Οὐκ ἐπικῶς δὲ ἀντὶ τοῦ οὐ λογίως. |
| ο 878 | Οὐκ ἐπίσταμαι: ἀντὶ τοῦ οὐ δύναμαι. σκάπτειν γὰρ οὐκ ἐπίσταμαι. |
| ο 879 | Οὐκ ἐπὶ τῆς αὐτῆς ὁρμὴ τοῖς πολλοῖς: Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. παροιμία ἐστὶν ἐλλειπῶς εἰρημένη· προσυπα‐ κουστέον δὲ ἔξωθεν τὸ ἀγκύρας. |
| ο 880 | Οὐκ ἔσθενεν: οὐκ ἐδύνατο. |
| ο 881 | Οὐκ ἐς μακράν: ἀντὶ τοῦ ταχέως. |
| ο 882 | Οὐκ ἔστιν ἄλλος πλὴν ἐγώ: Ἀττικῶς ἀντὶ τοῦ πλὴν ἐμοῦ. Ἀριστοφάνης Πλούτῳ· μὰ τὸν Δί’· οὐ γάρ ἐστιν ἄλλος πλὴν ἐγώ. |
| ο 883 | Οὐκ ἔστιν ὅς τις πάντ’ ἀνὴρ εὐδαιμονεῖ. ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον, ἢ δυσγενὴς ὢν ληκύθιον ἀπώλεσε. τὸ ἑξῆς, πλουσίαν ἀροῖ πλάκα. |
| ο 884 | Οὐκ ἔστι παρὰ ταῦτ’ ἄλλο: ἀντὶ τοῦ οὐκ ἔστιν ἄλλως γενέσθαι ἢ καθὼς εἴρηκε. τοῦτο, φησί, πάντως δέδοκται, καὶ οὐκ ἂν ἐάσαιμί σε ἕτερόν τι ποιῆσαι. Ἀριστοφάνης. οὐκ ἔστιν ἄλλως γενέ‐ σθαι ἢ ἀνελθεῖν εἰς τὸν οὐρανόν. ὁ δὲ οὐδὲν ὅ τι οὐχ ἑτοίμως τῶν προταθέντων ἔσχε συνθέσθαι, οὐχ ὅτι καὶ ἐμμένειν αὐτοῖς ἔμελλεν, ἀλλ’ ἵν’ ἐκ τῶν παρόντων ἀναπνεύσῃ. |
| ο 885 | Οὐκ ἔστι συκοφάντου δήγματος: παροιμία ἐπὶ τῶν ἀνηνύ‐ των. λείπει δὲ τὸ φάρμακον. λέγει δὲ ἐν ἤθει, ὅτι οὐκ ἔστιν ἐπῳδὴ ἢ φάρμακον πρὸς δῆγμα συκοφάντου. ἐπεὶ εἰώθασι λέγειν οἱ τὰ περί‐ απτα πωλοῦντες, ὅτι χρησιμεύει τόδε πρὸς τόδε. ἄλλως· ἀλεξητήριον δείκνυσιν αὐτῷ καὶ βασκανίας ἀποτρεπτικὸν δακτύλιον, ὃν καλοῦμεν φαρμακίτην. |
| ο 886 | Οὐκ ἔσχον: οὐκ ἔσχισα, οὐ διεῖλον. οὕτως ἔκλινεν Ἀττικῶς. ὤπτων γαστέρα, κᾆτ’ οὐκ ἔσχον ἀμελήσας, ἡ δ’ ἄρ’ ἐφυσᾶτο. Ἀριστο‐ φάνης Νεφέλαις. |
| ο 887 | Οὐκέτι. |
| ο 888 | Οὐκ ἐτῶς: οὐκ εἰκότως, ἢ οὐ μάτην· παρὰ τὸ ἐτώσιον, ὅ ἐστι μάταιον· οὐκ ἀλόγως. Ἀριστοφάνης· οὐκ ἐτῶς ἅπαντες οἱ δικά‐ ζοντες θαμὰ σπεύδουσιν ἐπὶ πολλοῖς γεγράφθαι γράμμασιν. |
| ο 889 | Οὐκ ἐτός: οὐκ ἀλόγως, οὐκ ἀληθῶς. ἀντὶ τοῦ δικαίως· ἐπιρ‐ ρηματικὸν γάρ ἐστιν ἀντὶ τοῦ ἐτεῶς· ἀπὸ τοῦ ἐτεῶς συνῃρημένου. Ἀριστοφάνης Πλούτῳ· οὐκ ἐτὸς ἀρ’ ὡς ἔμ’ ἦλθεν οὐδεπώποτε. |
| ο 890 | Οὐκ ἐτὸς ἀφ’ ἡμῶν εἰσιν αἱ τραγῳδίαι· οὐδὲν γάρ εἰσι πλὴν Ποσειδῶν καὶ σκάφη: παροιμία ἐπὶ τῶν ἐγκυλινδουμένων τῷ αὐτῷ πράγματι, ἄλλο δὲ μηδὲν νοεῖν ἀνεχομένων. ὁ δὲ νοῦς· οὐδὲν ἐσμὲν εἰ μὴ συνουσιάζειν καὶ τίκτειν. ὁ γὰρ Ποσειδῶν ἐμίγη τῇ Τυροῖ καὶ ἐγέννησε Νηλέα καὶ Πελίαν. |
| ο 891 | Οὐκ ἐφέξεις: οὐ παύσῃ. |
| ο 892 | Οὐκ ἔχαδεν: οὐκ ἐχώρησεν. |
| ο 893 | Οὐκ ἔχων ὅ τι χρήσηται τοῖς παροῦσι κακοῖς: ἀντὶ τοῦ ἐξαπορῶν. |
| ο 894 | Οὐκ ἔχω φράσαι· ὅμως γε μέντοι σοι δι’ αἰνιγμῶν ἐρῶ: ἀντὶ τοῦ δι’ ἀσαφείας. |
| ο 895 | Οὔκ εἰμι τούτων τῶν ἡρώων: αὕτη τέτακται ἐπὶ τῶν βου‐ λομένων εὖ ποιεῖν· οἱ γὰρ ἥρωες κακοῦν ἕτοιμοι μᾶλλον ἢ εὐεργετεῖν. |
| ο 896 | Οὐκί: τὸ οὐχί. Ὅμηρος διὰ τοῦ κ γράφει, οὐ διὰ τοῦ χ. δεί‐ κνυται γὰρ ἐκ τῶν συναλοιφῶν τὰ μὲν ψιλὰ μεταπίπτοντα εἰς δασέα, ὅταν τὸ ἐπιφερόμενον δασύνηται· ψιλοῦ δὲ ὑποτασσομένου, μὴ μετα‐ πίπτοντα. |
| ο 897 | Οὐ κομῶ: οὐ μέγα φρονῶ. Ἀριστοφάνης Νεφέλαις· κἀγὼ μὲν τοιοῦτος ὢν ποιητὴς οὐ κομῶ. τουτέστιν οὐ μέγα φρονῶ. |
| ο 898 | Οὔκουν: οὐδαμῶς. Οὐκοῦν δὲ συλλογιστικὸς σύνδεσμος. οὐκοῦν οἱ ἀδελφοὶ λαβόντες ἱκετηρίαν ἐπυνθάνοντο ἄρα τοῦ θεοῦ, ὅ τι καὶ χρὴ πράττειν αὐτούς. |
| ο 899 | Οὐκ οἶδ’ ὃ κρώζεις: ἐπὶ τῶν μάτην θρυλούντων, ὡς αἱ κορῶ‐ ναι. Ἀριστοφάνης· ὅτι μὲν οἶδ’ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος, ζητεῖς μεταλαβεῖν. |
| ο 900 | Οὖλε: ὑγίαινε, ὁλοκλήρει. |
| ο 901 | Οὐ λελήθασι: φανεροί εἰσιν. |
| ο 902 | Οὐλή: ἐπιπόλαιον ἕλκος εἰς ὑγίειαν ἧκον. |
| ο 903 | Οὐλίθ: ὄνομα κύριον. πορευομένων δὲ αὐτῶν καὶ γενομένων κατά τινα στενωπόν, προῄει μὲν ὁ Οὐλίθ. |
| ο 904 | Οὐ λίνον λίνῳ συνάπτεις: ἐπὶ τῶν τὰ τοιαῦτα μὴ διὰ τῶν αὐτῶν πραττόντων. οὕτω Στράττις ἐν Ποταμίοις. |
| ο 905 | Οὔλιος: ὁ Ἀπόλλων. ἰατρὸς γὰρ ἦν. σημαίνει δὲ καὶ ὀλέθριος. |
| ο 906 | Οὐ λόγων ἀγορὰ δεῖται Ἑλλάδος, ἀλλ’ ἔργων: ἐπὶ τῶν κομπαζόντων. |
| ο 907 | Οὐλοθυτεῖν: κριθὰς ἐπιχέειν τοῖς θύμασιν. οὐλὰς γὰρ ἔλεγον τὰς κριθὰς κατὰ ἀντίθεσιν τῶν ψαιστῶν, ἅπερ ἦν ἄλφιτα ὑπὸ τῆς μύλης κατεψητισμένα· τὰς γὰρ οὐλὰς πρόσθεν ἐκάμπτοντο ἐσθίοντες, οὐδέπω τῆς κατεργασίας αὐτῶν εὑρημένης. καὶ τὰς μὲν κριθὰς μέχρι νῦν ὅλας χέουσιν οἱ ἐπιθύοντες ταῖς σπονδαῖς, ἐπεὶ σύμβολον τῆς παλαιᾶς τροφῆς· τὰ δὲ πόπανα τῆς ἄρτι ὥρας, τουτέστι τῆς αὖθις. |
| ο 908 | Οὐλομένη: ὀλεθρία. |
| ο 909 | Οὐλός: ὁ συνεστραμμένας ἔχων τὰς τρίχας. Ὅμηρος περὶ Ὀδυσσέως· γυρὸς ἐν ὤμοις, μελανόχροος, οὐλοκάρηνος. |
| ο 910 | Οὔλων: ἁπαλῶν, μαλακῶν, συνεστραμμένων ταῖς θριξίν. |
| ο 911 | Οὐλπιανός, Ἐμεσηνός, σοφιστής. Πάτρια Ἐμεσηνῶν, Ἡλιου‐ πόλεως, Βοσποριατῶν καὶ ἄλλων πλείστων, προγυμνάσματα, τέχνην ῥητορικήν. |
| ο 912 | Οὐλπιανός, Ἀντιοχεὺς τῆς Συρίας, σοφιστής, παιδεύσας πρό‐ τερον εἰς Ἔμεσαν, ἐν τοῖς κατὰ τὸν βασιλέα Κωνσταντῖνον χρόνοις. λόγους διαφόρους, μελέτας, διαλέξεις· καὶ ἄλλα τινά. |
| ο 913 | Οὐλπιανὸς Γαζαῖος. |
| ο 914 | Οὐλπιανός, ἀδελφὸς Ἰσιδώρου τοῦ φιλοσόφου· ὃς εὐφυέστατος ἐγεγόνει πρὸς τὰς μαθηματικὰς ἐπιστήμας, ὥστε καὶ πολλὰς εἰσ‐ ενέγκασθαι καινὰς ἀπορίας καὶ λύσεις γε τῶν ἀποριῶν, πρὸς τὰς τῶν μαθημάτων ἐξηγήσεις· ὄνομά τε αὐτῷ μέγα ἦν ἐπὶ τοῖς μαθήμασιν Ἀθήνησιν. θαυμάζων δὲ αὐτοῦ τὴν φύσιν ὁ Συριανὸς διηγεῖτο πολ‐ λοῖς τισιν, ὡς οὐδὲν ἦν αὐτῷ προβάλεσθαι κλειδίον οὕτω πολύπλοκόν τε καὶ μηχανικῶς εἰργασμένον, ὅπερ οὐκ ἀνοιγνύναι ῥᾳδίως αὐτόματον· ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην φιλοσοφίαν μηδὲν ἐπιδείκνυσθαι λόγου ἄξιον. ἐπιεικὴς δὲ καὶ τὰ ἤθη κεκοσμημένος ὁ Οὐλπιανὸς ἐγεγόνει καὶ ἐδόκει ταύτῃ γε τοῦ ἀδελφοῦ διαφέρειν· ἴσως δὲ ἐπειδὴ πραγμά‐ των πολιτικῶν ἀπέσχετο τὸ πάμπαν ἐξ ἀρχῆς εἰς τέλος. πεφύκασι γὰρ οἱ ἄνθρωποι τῇ μισοπράγμονι ζωῇ τὴν ἀρετὴν ἐπιφημίζειν, οὐχ οὕτως ἔχον κατά γε τὴν ἐμήν. ἡ γὰρ ἐν μέσῃ τῇ πολιτείᾳ διὰ τῶν πολιτικῶν ἔργων τε καὶ λόγων ἀναστρεφομένη ἀρετὴ γυμνάζει τε τὴν ψυχὴν πρὸς τὸ ἐρρωμενέστερον καὶ βεβαιοῦται μᾶλλον ἐπὶ τῆς πείρας ὅσον αὐτῆς ὑγιές τε καὶ ὁλόκληρον, ὅσον δὲ κίβδηλον καὶ ἐπίπλαστον ἐμφωλεύει ταῖς ἀνθρωπίναις ζωαῖς, τοῦτο πᾶν διελέγχεται καὶ ἑτοι‐ μότερον καθίσταται πρὸς διόρθωσιν. τὸ δὲ ἀγαθοεργόν τε καὶ ὠφε‐ λητικὸν ὅσον ἐστὶν ἐν τοῖς πολιτεύμασι; τὸ δὲ θαρραλέον καὶ βέβαιον ἡλίκον; τοιγαροῦν οἱ ἐν γωνίᾳ καθήμενοι λόγιοι καὶ πολλὰ φιλοσο‐ φοῦντες μάλα σεμνῶς περὶ δικαιοσύνης καὶ σωφροσύνης, ἐκβαίνειν ἐπὶ τὰς πράξεις ἀναγκαζόμενοι ἀσχημονοῦσιν. ὡς ἅπας λόγος, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενόν. τοιοῦτος ὁ Οὐλπιανὸς γενό‐ μενος, ἔτι νέος ὢν, ἄγαμος ἐτελεύτα τὸν βίον, πολὺν ἔπαινον ἑαυτοῦ τῆς ἐπιεικείας ἀπολιπών. |
| ο 915 | Οὐμβρακιώτης βουμολγὸς κύρου. |
| ο 916 | Οὐ μέλον αὐτῷ: οὐ φροντιστέον. Μένανδρος· ταύτῃ τοι τῆς κατὰ Νισίβιος πολιορκίας οὐ μέλον αὐτῷ. |
| ο 917 | Οὐ μὲν δή: ἀντὶ τοῦ ὅμως δή, ἥκιστα δή, ἀλλὰ οὐ δή. |
| ο 918 | Οὐ μετὸν αὐτῷ: ἀντὶ τοῦ οὐκ ἐξόν. Ἀριστοφάνης Νεφέλαις. καὶ Μένανδρος· ὕδατος αὐτοῖς οὐ μετόν. |
| ο 919 | Οὐ μὴ ληρήσῃς: οὐ παύσῃ ληρῶν; |
| ο 920 | Οὐ μήν: ἀλλὰ μήν, οὐδαμῶς, οὐ μόνον, ἔτι μήν, ὅμως δέ. οὐ μὴν εἶχε ποιεῖν οὐδὲν, ἀλλ’ ἔμενε κατὰ χώραν τηρούμενος ἐπιμελῶς. |
| ο 921 | Οὕνεκα. |
| ο 922 | Οὐννικόν· ζήτει ἐν τῷ ἀπόνοια. |
| ο 923 | Οὐολοῦσκοι: ὄνομα ἔθνους. |
| ο 924 | Οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθον ἔσθ’ ὁ πλοῦς: διὰ τὸ τὰς ἑταίρας ὑπὲρ τῶν Ἑλλήνων εὔξασθαι, φασίν, ἐν τῷ μεγάλῳ πολέμῳ τῇ Ἀφροδίτῃ· ἢ διὰ τὸ δυσείσβολον εἶναι τὸν πλοῦν· ἢ ἐπεὶ πολλαὶ ἦσαν ἑταῖραι καὶ τῶν πλουσίων μόνων ὁ πλοῦς. |
| ο 925 | Οὗπερ: ὅπου. Ἀγαθίας· οἱ συναισθανόμενοι οὗπερ γεγένηντο συμφορᾶς, ἀγεννῆ καὶ αἰσχίστην ἠσπάζοντο σωτηρίαν. |
| ο 926 | Οὐ περπερεύεται: ἀντὶ τοῦ οὐ προπετεῖ. ζήτει ἐν τῷ περπερεία. |
| ο 927 | Οὔπω πεπλήρωνται τῶν Ἀμορραίων αἱ ἁμαρτίαι: ἐπὶ τῶν μὴ ὀξὺ τέλος λαμβανόντων. |
| ο 928 | Οὔπως: οὐδένα τρόπον. καὶ Θουκυδίδης εʹ. καὶ Ὅμηρος· ὦ γέρον, οὔ πως ἔγωγε τοῦτο τελέεσθαι ὀΐω. |
| ο 929 | Οὐ πρέπει γαλῇ κροκωτός: παροιμία ἐστὶν ὁμοία τῇ γαλῇ χιτών· ζήτει τὴν αὐτὴν παροιμίαν ἐν τῷ γαλῆ. |
| ο 930 | Οὐραγεῖ: τὸ τέλος ἄγει τοῦ στρατοῦ. καὶ Οὐραγός, ὁ τελευταῖος τοῦ λόχου. |
| ο 931 | Οὐραγίαν: στρατιὰν τὴν ὄπισθεν ἀκολουθοῦσαν. |
| ο 932 | Οὐρανία ἀστραπή: ἀντὶ τοῦ ταχεῖα. ἔπτηξα θυμόν· οὐρανία γὰρ ἀστραπὴ φλέγει πάλιν. |
| ο 933 | Οὐρανία ἄχνη: ἡ δρόσος. θάλλει δ’ οὐρανίας ὑπ’ ἄχνης ὁ καλλίβοτρυς κατ’ ἦμαρ ἀεὶ νάρκισσος. |
| ο 934 | Οὐρανία αἴξ: ᾗ οἱ εὐχόμενοι πάντως ἐπετύγχανον· ἴσως διὰ τὸ τὴν σελήνην αὐτῇ ἐποχεῖσθαι. Κρατῖνος Χείρωσιν· αἲξ οὐρανία. καὶ Οὐρανία τροφή. καὶ τὰς οὐρανίας δυνάμεις. |
| ο 935 | Οὐράνιόν γ’ ὅσον: ἀντὶ τοῦ πολὺ καὶ μέγα. οἱ δὲ ἀνέκρα‐ γον οὐράνιον ὅσον. |
| ο 936 | Οὐράνιος ὄνομα, Σύρος τὸ γένος, κατὰ τὴν βασιλέως πόλιν ἠλᾶτο, τέχνην ἐπαγγελλόμενος τὴν ἰατρικὴν μετιέναι, τῶν δὲ Ἀριστο‐ τέλους δογμάτων οὐδὲν μὲν ἐς τὸ ἀκριβὲς ἐγίνωσκεν, ἐκομψεύετο δὲ ὡς πλεῖστα εἰδέναι, βρενθυόμενος, τῷ δύσερις εἶναι παρὰ τοὺς ξυλλό‐ γους. πολλάκις γὰρ ἰὼν πρὸ τῆς βασιλείου στοᾶς καὶ ἐν τοῖς τῶν βιβλίων ἥμενος πωλητηρίοις διεπληκτίζετο καὶ ἐμεγαληγόρει πρὸς τοὺς αὐτόθι ἀγειρομένους καὶ ταῦτα δὴ τὰ εἰθισμένα ῥημάτια τοῦ κρείττο‐ νος πέρι ἀνακυκλοῦντας, ὁποῖον δή τι αὐτοῖς ἥ τε φύσις ἐστὶ καὶ ἡ οὐσία καὶ τὸ παθητὸν καὶ τὸ ἀξύγχυτον· ὧν οἱ πλεῖστοι οὐδὲ ἐς γραμματιστοῦ οἶμαι φοιτήσαντες, οὐδὲ μὴν βίῳ ἀρίστῳ ἐκδεδιῃτημένοι. οὗτος ὁ Οὐράνιος ἧκέ ποτε παρὰ Πέρσας, ὑπὸ Ἀρεοβίνδου τοῦ πρεσβευτοῦ ἀπηγμένος. |
| ο 937 | Οὐρανίωνες: οἱ Τιτᾶνες οὕτω λέγονται. |
| ο 938 | Οὐρανοβάμονος: τοῦ οὐρανοφοίτου. λύσις ὀνείρου· πόλον βλέπειν θέοντα μυστικὸν τόδε. |
| ο 939 | Οὐρανόμηκες: μέγιστον. κλέος οὐρανόμηκες ἐν βροτοῖς ἕξων. παρὰ τό, ἐπουράνιον κλέος εἴη. |
| ο 940 | Οὐρανός. Οὐρανός ἐστιν ἡ ἐσχάτη περιφέρεια, ἐν ᾗ πᾶν ἵδρυται τὸ θεῖον. Οὐρανοὶ δύο, ὁ σὺν τῇ γῇ γεγενημένος, καὶ ὁ ὕστερον μέσον τῶν ὑδάτων προσταχθεὶς γενέσθαι· ὃν καὶ στερέωμα προσηγόρευσεν. |
| ο 941 | Οὐρανόθι πρό: ἐν τῷ ὑπὸ τὰ νέφη τόπῳ. |
| ο 942 | Οὐρανοφάντωρ. |
| ο 943 | Οὔρβιος: ὄνομα κύριον. ζήτει ἐν τῷ πραξικοπήσας. |
| ο 944 | Οὐραῖα: τὰ τῆς οὐρᾶς. ἐδειμάτουν αὐτοὺς οἱ δράκοντες, τὰ οὐραῖα μέρη ἐς σπείρας ἑλίξαντες καὶ ἐπανιστάμενοι. |
| ο 945 | Οὔρησας: ἔσωσας, ἔστησας. |
| ο 946 | Οὐρητρίδα: οὐρηρὸν ἀγγεῖον. Ἀριστοφάνης· ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηῒ παρά σοι ἠρεμήσεται ἐγγὺς ἐπὶ τοῦ παττάλου. |
| ο 947 | Οὔρια θεῖτε: ὀρχεῖσθε. |
| ο 948 | Οὐρίᾳ ῥιπίδι ἀνήλατο φέψαλος ἐρεθιζόμενος: ἀντὶ τοῦ ἀνέμου φορᾷ τῷ ῥιπιδίῳ ἐξαπτόμενος. πρίνινοι δὲ ἄνθρακες, οἱ στερεοί, οἱ ἰσχυροί. |
| ο 949 | Οὐρίαχος: τὸ ἄκρον τοῦ σιδήρου· ἢ τὸ ὄπισθεν μέρος τοῦ δόρατος, ὃ καὶ σαυρωτὴρ καλεῖται· ἀπὸ τοῦ ὀρούειν καὶ τοῦ ἰάχω· τοῦτο δὲ παρὰ τὸ ἴα, ὃ σημαίνει τὴν φωνήν· ἐξ οὗ καὶ ἰαχή. |
| ο 950 | Οὐρίαχος. πλήξας ῥομβωτῷ δούρατος οὐριάχῳ. ἐν Ἐπι‐ γράμμασι. καὶ αὖθις· ὄφρα κεν ἐξ ὑάλοιο πυρικμήτοιο ταθέντας οὐριάχους δέξαιντο. τὰ οὐραῖα τῶν κανδηλῶν. |
| ο 951 | Οὐριοδρομούσας: ἐπιτηδείῳ ἀνέμῳ πλεούσας. |
| ο 952 | Οὔριος: ἐπιδέξιος, ἐπιτήδειος ἄνεμος. Πολύβιος· λαβὼν δ’ οὔριον ἄνεμον καὶ λαμπρόν, ἐκπετάσας πᾶσι τοῖς ἀρμένοις καὶ κατου‐ ρώσας ἐπ’ αὐτὸ τὸ στόμα τοῦ λιμένος ἐποιεῖτο τὸν πλοῦν, ἔχων καθωπλισμένους ἄνδρας ἐπὶ τῶν καταστρωμάτων. καί, οὐρίῳ πελά‐ σαι δρόμῳ. τουτέστιν εὐθυδρομῆσαι. |
| ο 953 | Οὖρον: φορὸν ἄνεμον. ἀλλὰ ταῦτα μὲν ῥείτω κατ’ οὖρον· σοὶ δ’ ἐγὼ φράζω, κακὸν πρὸς ἄλλον εἶναι, πρὸς δ’ ἔμ’ ἀψευδεῖν ἀεί. |
| ο 954 | Οὖρος: ὁ τῆς γῆς ὅρος καὶ φύλαξ. παρὰ δὲ Ἡροδότῳ οὖροι οἱ ὅροι, τὰ ὁροθέσια. |
| ο 955 | Οὖρος. καὶ βοὸς οὖρον ἀσκητὸν χρυσῷ παμφανόωντι κέρας. |
| ο 956 | Οὐροτομήσαντες: τὰ οὐραῖα κόψαντες. οὐροτομήσαντες πεντήκοντα ἵππους. |
| ο 957 | Οὐρούς: ὀξυτόνως. τὰ νεώρια. καὶ τὰ περιορίσματα τῶν νηῶν. |
| ο 958 | Οὖς: τὸ ὠτίον. |
| ο 959 | Οὔσβαις: ὄνομα κύριον. ἐν τοῖς Οὔσβαις τοῦ κινδύνου ἄπο ἐγένετο, ἀποδράσας τὰ ξίφη. |
| ο 960 | Οὓς ἐγὼ βόσκω, καὶ δίκαια κἄδικα: ὁ Κλέων φησὶ πρὸς τοὺς Ἡλιαστάς. τουτέστι πρὸς τοὺς Ἡλιαίας δικαστάς. τὸ βόσκω πικρῶς· ἐπὶ γὰρ τῶν ἀλόγων εἴρηται. δίκαια δὲ κἄδικα, ἀντὶ τοῦ ἐκδικῶν καὶ ἀδικῶν. |
| ο 961 | Οὐσία· τῆς οὐσίας τὴν κλῆσιν καὶ τὴν προσηγορίαν οὐδόλως ἐμφερομένην εὑρίσκομεν ἐν τῇ θείᾳ γραφῇ. ἡ δὲ τῶν πολλῶν συν‐ ήθεια κέχρηται τῷ προσρήματι ἐπὶ τῶν σημαινομένων κτήσεων, ὧν τις κέκτηται, οἷον οἰκημάτων, βοσκημάτων καὶ λοιπῶν ὑλῶν. ταῦτα γὰρ οὐσίαν καλοῦσι τοῦ κεκτημένου· καθ’ ἣν ἔννοιαν καὶ τὸν ταῦτα κεκτημένον πλούσιον καλοῦμεν· ἀντὶ τοῦ πολυούσιον. καί, περιούσιον λαόν, τὸν ἔγκτητον. καί, Ἰσραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ· ἀντὶ τοῦ κτῆμα καὶ εἰς κτῆσιν. ἡ δὲ λογικὴ χρῆσις τὸ τῆς οὐσίας ὄνομα ἀπὸ τοῦ εἶναι ῥήματος οἶδε παρῆχθαι, αὐτὸ τὸ ὂν πρᾶγμα οὐσίαν καλοῦσα· τὸ γὰρ ὂν κοινὸν ὄνομά ἐστι πάντων τῶν ὄντων. τοῦτο οὖν τὸ ὂν τέμνεται εἰς οὐσίαν καὶ συμβεβηκός. ὁρίζονται δὲ τὴν οὐσίαν οὕτως· οὐσία ἐστὶν ὄνομα κοινὸν καὶ ἀόριστον, κατὰ πασῶν τῶν ὑπ’ αὐτὴν ὑποστάσεων ὁμοτίμως φερόμενον καὶ συνωνύμως κατηγορούμενον· ἢ ἡ καθ’ ὑποκειμένων ὑποστάσεων λεγομένη καὶ ἐν πάσαις αὐταῖς ὁμο‐ τίμως θεωρουμένη· ἢ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν· ἤγουν τὸ ἐν ἑαυτῷ ὂν καὶ μὴ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν, ὡς τὸ συμβεβηκός. οὐσία οὖν ἐστιν ἡ ἁπλῶς τῶν ὄντων ὕπαρξις. |
| ο 962 | Οὐσίας δίκη: οὐσίας εἰσάγουσι δίκην πρὸς τοὺς ἑαλωκότας ἐν προτέρᾳ δίκῃ χρέους ἢ καρποῦ· ὥστε ἀπολαμβάνειν αὐτοὺς ἐξ ὅλης τῆς οὐσίας, ἃ κατεδίκασαν. |
| ο 963 | Οὐσίας δίκη· οἱ δικαζόμενοι περὶ χωρίων ἢ οἰκιῶν πρὸς τοὺς ἔχοντας, οὐσίας ἐδικάζοντο τὴν δευτέραν δίκην. ἡ δὲ προτέρα ἦν τῶν μὲν οἰκιῶν ἐνοικίου, τῶν δὲ χωρῶν καρποῦ, τρίτη δὲ ἐπὶ τούτων ἐξούλης. καὶ ἐξῆν τοῖς ἑλοῦσι κρατεῖν τῶν κτημάτων, καὶ τὴν δίκην τοῦ καρ‐ ποῦ ἢ τοῦ ἐνοικίου, ἢ καὶ τὴν δευτέραν ἡττηθεῖεν τὴν τῆς οὐσίας· εἰ δὲ καὶ ἐξούλης ἁλοῖεν, οὐκέτι ἐξῆν κρατεῖν, ἀλλ’ ἐξίστασθαι ἤδη τῶν κτημάτων ἔδει τοῖς καταδικασαμένοις. |
| ο 964 | Οὐσία φανερὰ καὶ ἀφανής· Λυσίας ἐν τῷ ὑπὲρ Φερενίκου λέγει· εἰ μὲν γὰρ ἀγροὺς κατέλιπεν Ἀνδροκλείδης ἢ ἄλλην φανερὰν οὐσίαν, ἐξῆν ἂν εἰπεῖν τῷ βουλομένῳ, ὅτι οὐδὲν μὲν ψεύδεται, αὑτῷ δὲ δέδοται· περὶ ἀργυρίου καὶ χρυσίου καὶ ἀφανοῦς οὐσίας δῆλον ὅτι ὅς τις ἔχων αὐτὰ φαίνεται, τούτῳ δέδωκεν. |
| ο 965 | Οὐσιῶσαι· αἰτιατικῇ. Πισίδης· καὶ πάντας ἡμᾶς οὐσιῶσαί σοι θέλεις καὶ τεκνοποιεῖν τῷ θεῷ καθημέραν. |
| ο 966 | Οὐ σταθμητή· ὅτι Ἀλιγέρνης ὁ Γότθος τοσοῦτον ἦν κρατερὸς ταῖς χερσίν, ὡς τὰ τούτου βέλη ἀφιέμενα ῥοίζῳ τε πολλῷ καὶ ταχυτῆτι οὐ σταθμητῇ φέρε‐ σθαι. ζήτει ἐν τῷ Ἀλιγέρνης. |
| ο 967 | Οὐ στήσομαι λέαινα ἐπὶ τυροκνήστιδος· ζήτει ἐν τῷ τυρόκνηστις. |
| ο 968 | Οὐτάσας: πλήξας, τρώσας. ὁ δὲ τῷ δόρατι αὐτὸν οὐτάσας κατέ‐ βαλεν. ὅτι βαλεῖν τὸ πόρρωθεν πέμψαι, οὐτάσαι δὲ καὶ νύξαι καὶ τύψαι τὸ ἐκ χειρὸς τρῶσαι. |
| ο 969 | Οὔτε σὺν πανωλέθροισιν, οὐδ’ ἄνευ πανωλέθρων: παροιμία. κακὸν γυναῖκες· ἀλλ’ ὅμως, ὦ δημόται, οὐκ ἔστιν εὑρεῖν οἰκίαν ἄνευ κακοῦ. καὶ Ἀριστοφάνης· κἄστ’ ἐκεῖνο τοὖπος ὀρθῶς κοὐ κακῶς εἰρημένον, οὔτε σὺν πανωλέθροισι, καὶ τὰ ἑξῆς. |
| ο 970 | Οὔτε του: ὥσπερ παρὰ Αἰολεῦσι τὸ ὅτινα κοινόν ἐστι κατὰ γένος, οὕτω καὶ παρὰ Ἀττικοῖς τὸ οὔτε του κοινῶς λέγεται. οὔτε του κλύων σάλπιγγος. |
| ο 971 | Οὐτήτειρα: πληκτική. καί μέ τις οὐτήτειρα παρὰ σφυρὰ διψὰς ἔχιδνα, σαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖσα χόλον, ἠελίου χήρωσεν. |
| ο 972 | Οὐτιδανός: οὐδενὸς ἄξιος. |
| ο 973 | Οὔτιδες καὶ Σωρῖται: παραλογισμοὶ οὕτω καλούμενοι. καὶ Οὔτις, παρ’ Ὁμήρῳ οὐδείς· οὔτις γὰρ ὁ Ὀδυσσεύς. οὔτις ἔσθ’ ὃς οὐ τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ ξύναιμον ἀποκαλοῦν‐ τες. Ἀττικόν ἐστι τὸ ἐπιφέρειν ἑνικοῖς πληθυντικά, οἷον οὔτις ἀπο‐ καλοῦντες. |
| ο 974 | Οὔτοι: ἀντὶ τοῦ οὐ μήν. Δαβὶδ εἶπεν ὑπὸ κυρίου πειραζόμενος· στενά μοι πάντοθεν τὰ τρία ἐπιτίμια· πλὴν ἐμπεσοῦμαι εἰς χεῖρας κυρίου. καὶ ἐξελέξατο τὸν θάνατον, καὶ ἀπέθανον ἀπὸ πρωΐθεν μέχρι ὥρας ἀρίστου χιλιάδες οʹ. καὶ εἶπε Δαβίδ· ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήσας, οὔτοι τὰ πρόβατα. ἀντὶ τοῦ οὐδαμῶς. |
| ο 975 | Οὑτοσί: οὗτος ὁ ἄνθρωπος. ἀντὶ ὀνόματος κέχρηται τῷ οὑτοσί, τὸ δὲ ι ἐπέκτασις. Οὕτως δὲ ἐπιρρηματικῶς, καὶ Οὑτωσί, ἀντὶ τοῦ οὕτως. οὕτως ἀνοήτως οὕτως ἐκβαλῶ. ἀντὶ τοῦ ὡς ἔτυχεν, ἐκ τοῦ μηδενός. |
| ο 976 | Οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι: ἀντὶ τοῦ πολλά μοι κακὰ ὑφ’ ἕνα καιρὸν φέροντι· ἢ ποικίλῳ. Ἀριστοφάνης. |
| ο 977 | Οὐ τρέφει μία λόχμη δύο ἐριθάκους: ἐπὶ τῶν ἐκ μικροῦ τινος κερδαίνειν σπουδαζόντων· ἐρίθακος δέ ἐστιν ὄρνεον μονῆρες καὶ μονότροπον. |
| ο 978 | Οὐ φροντὶς Ἱπποκλείδῃ: παροιμία, ἧς μέμνηται Ἕρμιππος ἐν Δημόταις. Ἱπποκλείδης ὁ Τισάνδρου μέλλων γαμεῖν Ἀγαρίστην τὴν Κλεισθένους τοῦ Σικυωνίου θυγατέρα τοῦ τυράννου ἐν αὐτῇ τῇ τῶν γάμων ἡμέρᾳ ἐπωρχήσατο περιττῶς. μεταβουλευσαμένου δὲ τοῦ Κλεισθένους καὶ Μεγακλεῖ τῷ Ἀλκμαίωνος τὴν θυγατέρα δόντος, πρὸς δὲ τὸν Ἱπποκλείδην φανερῶς εἰπόντος, ὅτι ἀπώρχηται τὸν γάμον τὸν Ἀγαρίστης, ὑποτυχὼν ἔφη· οὐ φροντὶς Ἱπποκλείδῃ. |
| ο 979 | Οὐχ ἅλις: οὐ μάταιον. |
| ο 980 | Οὐ χεῖρον: ἀντὶ τοῦ βέλτιον. βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσι φράσω; οὐ χεῖρον. |
| ο 981 | Οὐχ ἥκιστα: μάλιστα, πάνυ, οὐχ ἧττον. καὶ οὖν τῷ τὸν βασιλέα ἐστοχάσθαι εὖ τῶν μελλόντων, οὐχ ἥκιστα ἀπέβη τά οἱ προ‐ βουλευθέντα. καὶ αὖθις· καὶ ἄλλον οὐχ ἥκιστα εἰς αὐτοὺς ἀναρτή‐ σαντες ὄχλον. |
| ο 982 | Οὐχὶ Γλαύκου τέχνη: ἐπὶ τῶν εὖ εἰργασμένων, καὶ δυσκατα‐ νοήτων. |
| ο 983 | Οὐχὶ μᾶλλον· Ἀριστοφάνης· κλέπτης μὲν οὐχὶ μᾶλλον, εὐτυ‐ χὴς δ’ ἴσως. παρῴδηται ἐξ Ἀλκήστιδος Εὐριπίδου. ἔχει δ’ οὕτως· σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων μὲν οὐχὶ μᾶλλον, εὐτυχὴς δ’ ἴσως. |
| ο 984 | Οὐχ ὅσον· ἐφ’ ᾧ δὴ ὁ Πάρθος οὐχ ὅσον οὐ κατέπτηξεν, ἀλλὰ καὶ ἀντέγραψέν οἱ τά τε ἄλλα ὑπερφρόνως καὶ αὑτὸν μὲν βασιλέα βασιλέων, ἐκεῖνον δὲ Καίσαρα μόνον ὀνομάσας. καὶ αὖθις· οὐχ ὅσον οὐχ εὗρόν τι συμβατικόν, ἀλλὰ καὶ ἄσπονδον σφίσι τὸν πόλεμον παρεσκεύασαν. |
| ο 985 | Οὐχ ὁσονού: ἀντὶ τοῦ οὐ βραδέως, ἀλλὰ ταχύ· ὡς τὸ μονονού. |
| ο 986 | Οὐ χρή· οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν· μάλιστα μὲν λέοντα μὴ ’ν πόλει τρέφειν· ἢν δ’ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. Ἀριστοφάνης. Αἰσχύλος δὲ λέγει περὶ Ἀλκιβιάδου· μὴ ἀνατρέφειν φρόνημα· ἐὰν δὲ ἀνατρέφῃ, μὴ ἐρεθίζειν, ἀλλὰ τιθασεῦσαι. ὥστε ὁ μὲν Εὐριπίδης συμβεβούλευκε μὴ δέχεσθαι, ὁ δὲ Αἰσχύλος τοιαύτην τινὰ διάνοιαν μὴ καταδέξασθαι, ἢ καταδεξάμενον τροποφο‐ ρεῖν. ὁ δὲ Διόνυσος πρὸς τάδε φησί· δυσκρίτως μέν γ’ ἔχω, σοφῶς γὰρ εἶπεν, ὁ δ’ ἕτερος σαφῶς. σοφῶς μὲν ὁ Αἰσχύλος, σαφῶς δὲ ὁ Εὐριπίδης. |
| ο 987 | Οὐχ οἷά τε εἶναι: οὐ δυνατά. ἀλλὰ ταῦτα μὲν οὐχ οἷά τε εἶναι ἄπρακτα γενέσθαι, ἐπείπερ οἱ θεοὶ ἀτιμώρητα αὐτὰ περιεῖδον ἐκ σφῶν γενόμενα. |
| ο 988 | Οὐχ οἷόν τ’ ἀνέσχοντο τῶν λόγων, ἀλλὰ κατέλευσαν τὸν εἰπόντα. |
| ο 989 | Οὐχ οἷον· οὐχ οἷον προσεῖχον αὐτοῖς, ἀλλ’ ἁπλῶς οὐδ’ ἀκού‐ σειν ἠξίουν. Πολύβιος· οὐχ οἷον οὐ προσεῖχε τοῖς λεγομένοις, ἀλλ’ οὐδὲ ἠνείχετο ἀποφαινόμενος ταῦτα. |
| ο 990 | Οὐχ οἷόν τε: οὐ δυνατόν. |
| ο 991 | Οὐχ οἷός τ’ εἴμ’ ἀποσοβῆσαι τὸν γέλων, ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην: Διονυσιακὸν φόρημα ὁ κροκωτός· ἐφόρει δὲ λεον‐ τῆν ὡς Ἡρακλῆς. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἀνομοίων. καὶ αὖθις· οὐχ οἷός τ’ ἦν ἐθελοντὴς συνυπακούειν. |
| ο 992 | Οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμεθα: ἀντὶ τοῦ ἑαυτοῖς ταῦτα πεποιήκαμεν, λόγος γάρ, πληγέντα ἀτράκτῳ τοξικῷ τὸν αἰετὸν εἰπεῖν ἰδόντα τὴν μηχανὴν τοῦ πτερώματος, οὐχ ὑπ’ ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμεθα. |
| ο 993 | Οὐχ ὑφίει: οὐκ ἐνεδίδου. |
| ο 994 | Ὄφελες καὶ Ὄφελον: εἴθε, μακάρι, εὐκτικῶς. τὸ δὲ μακάρι τῶν ἀπαιδεύτων εὐκτικὸν ἐπίρρημα· ἀντὶ τοῦ εἴθε καὶ ἀείθε. πλὴν ὅτι ταῦτα μὲν ἀπαρέμφατα προσώπων ἐστί, τὸ δὲ ὄφελον πρόσωπα ἐμφαίνει. ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώ‐ ματά σου. ὅτι Ὀφέλλα τοῦ Κυρηναίου δυνάστου πρὸς Ἀγαθοκλέους κατὰ Σικελίαν ἀναιρεθέντος δόλῳ, Λεωνίδης ἐπὶ τῆς Ἑλληνικῆς ἀρχῆς κατέστη ὑπὸ Πτολεμαίου. |
| ο 995 | Ὄφελος· Ἀριστοφάνης· ἄλλας τε γυναῖκας, ὅ τι πέρ ἐστιν ὄφελος ἐν τῇ πόλει. τουτέστιν εὐγενεῖς. καὶ αὖθις· τοῦ δὲ Λιβίου ἀκούειν ὧν τι ὄφελος ἦν καὶ ἐν κάλλει ψυχῆς καὶ ἐν εὐγλωττίᾳ παι‐ δείας. |
| ο 996 | Ὀφέλλωσιν: αὐξήσωσιν. |
| ο 997 | Ὀφέλτιος: ὄνομα κύριον. |
| ο 998 | Ὀφείδιον. |
| ο 999 | Ὀφειλέτης: χρεώστης. Σοφοκλῆς· κάτοισθ’ ὡς ἐγὼ θεοῖς οὐδὲν ἀρκεῖν εἰμ’ ὀφειλέτης ἔτι. τουτέστιν οὐκέτι ἐν τούτῳ εἰμὶ ὥστε ὀφείλειν τοὺς θεοὺς ἐπαρκεῖν μοι, διὰ τὸ μὴ περιέχεσθαι τοῦ ζῆν. |
| ο 1000 | Ὀφειλή: τὸ χρέος. καὶ Ὀφείλημα ὁμοίως. |
| ο 1001 | Ὀφείλω: χρεωστῶ. πρὸς δοτικήν. Ἀριστοφάνης Νεφέλαις· ὁπόσοις ὀφείλω. |
| ο 1002 | Ὄφεις παρείας: τοὺς ἐπηρμένας ἔχοντας τὰς παρειάς. δοκοῦσι δὲ ἤπιοι εἶναι καὶ μὴ ἀδικεῖν ἀνθρώπους· ἐσθίειν δὲ τοὺς ἔχεις καὶ εἶναι τῶν μυστηρίων ἱεροί. καὶ Ὀφείδιον, ὑποκοριστι‐ κῶς. λύσις ὀνείρου· ὄφεις πατεῖν τὰ κέντρα τῶν ἐχθρῶν λύει. |
| ο 1003 | Ὀφφικιάλιος: Ῥωμαικὴ λέξις. |
| ο 1004 | Ὀφιόδηκτος: ὁ ὑπὸ ὄφεως δηχθείς. |
| ο 1005 | Ὀφιομάχης: εἶδος ἀκρίδος, μὴ ἔχον πτερά. |
| ο 1006 | Ὀφιόπους γυνή: ἕρπουσα. |
| ο 1007 | Ὄφις· ἀπὸ τοῦ ἰός, ὄϊς ἐν ὑπερθέσει· καὶ πλεονασμῷ τοῦ φ ὄφις. ζήτει ἐν τῷ Ἀργόλαι. |
| ο 1008 | Ὀφθαλμία: ἡ πήρωσις. Ἀριστοφάνης Πλούτῳ· ταύτης ἀπαλ‐ λάξειν σε τῆς ὀφθαλμίας· ἰδίως ὀφθαλμίαν τὴν πήρωσίν φησιν. |
| ο 1009 | Ὀφθαλμιάσαι: φθονῆσαι· ἢ ἐπιθυμητικῶς σχεῖν· ἢ καὶ τοὺς ὀφθαλμοὺς πάσχειν. οἱ δὲ πολλοὶ ὀφθαλμιῶντες ἐπὶ τοῖς χρήμασι παντοδαπὰς ἐπινοίας εἶχον περὶ αὐτοῦ. |
| ο 1010 | Ὀφθαλμὸν ἐπιβάλλειν: τὸ περιέργως θεάσασθαι. οὕτως Ἄλεξις. |
| ο 1011 | Ὀφθαλμός· διαπορεῖ Ἀριστοτέλης, εἰ ἡ αἴσθησις τῶν αἰσθη‐ τῶν ἐστιν ἀντιληπτική, αἰσθητὰ δὲ καὶ τὰ αἰσθητήρια δι’ ὧν αἰσθανό‐ μεθα, διὰ τί οὐχὶ ἑκάστου τούτων ἡ αἴσθησις ἀντιλαμβάνεται, καὶ μη‐ δενὸς ἔξωθεν παρόντος. οἷον διὰ τί ὁ ὀφθαλμὸς οὐχ ὁρᾷ ἑαυτὸν συγκείμενος ἐκ τούτων ἅ ἐστιν ὁρατά, λέγω δὴ τῶν στοιχείων· τίς οὖν ἡ λύσις; διότι ἡ αἴσθησις δυνάμει μέν ἐστι τοῦτο ὅπερ ἐστί, πᾶν δὲ τὸ δυνάμει προάγεται εἰς ἐνέργειαν ὑπό τινος ἐνεργείᾳ ὄντος· οὐκοῦν καὶ ἡ αἴσθησις δυνάμει οὖσα προάγεται εἰς ἐνέργειαν ὑπὸ τοῦ αἰσθητοῦ, αἰσθητοῦ δὲ τοῦ ἔξωθεν καὶ ἐνεργείᾳ ὄντος. ἀλλ’ εἰ ὑπὸ τοῦ αἰσθητοῦ προάγεται εἰς ἐνέργειαν, αἰσθητὸν δὲ καὶ τὸ αἰσθητήριον, ἐν ᾧ ἡ αἴσθησις, διὰ τί μὴ καὶ ὑπὸ τούτου προάγεται εἰς ἐνέργειαν; ἄλλως τε εἰ μὴ οἵα τέ ἐστιν ἡ αἴσθησις τοῦ οἰκείου αἰσθητηρίου ἀντι‐ λαμβάνεσθαι αἰσθητοῦ γε ὄντος, τί δήποτε τῶν ὑπερβολῶν αὐτοῦ ἀντιλαμβάνεται; τῆς μὲν γὰρ κατὰ φύσιν θερμασίας τῆς ἐν τῷ παντὶ σώματι ἡ ἁπτικὴ αἴσθησις οὐκ ἀντιλαμβάνεται· ἐπειδὰν μέντοι εἰς ἀμετρίαν ἡ ἐν ἡμῖν θερμότης ἐκπέσῃ, ὡς ἐπὶ τῶν πυρετῶν, τὸ τηνι‐ καῦτα αἰσθάνεται ταύτης. καὶ ἡ ὄψις ὁμοίως τοῦ μὲν ὀφθαλμοῦ κατὰ φύσιν ἔχοντος οὐκ ἀντιλαμβάνεται, οἷον ποῖόν ἐστι τὸ τῶν ὑγρῶν, τὸ τῶν χιτώνων χρῶμα· ἐπειδὰν μέντοι παρὰ φύσιν τι πάθῃ, ὡς ἐπὶ τῶν ἰκτεριώντων, τῆς ἐπὶ τῷ ὀφθαλμῷ ὠχριάσεως αἴσθησιν ἴσχει· διὸ οἴονται πάντα ὠχρὰ εἶναι. ὁμοίως καὶ εἰ ἄλλος τις χυμὸς ἐνσκή‐ ψει ἐν τῷ κρυσταλλοειδεῖ, καὶ τοῦ χρώματος καὶ τοῦ σχήματος αὐτοῦ ἀντιλαμβάνεται. ὅθεν καὶ ἐν ταῖς ἀρχαῖς τῶν ἐπιχύσεων, πρὶν τελείως κωλυθῇ ἡ ἐνέργεια τῆς κόρης σκεπασθείσης, δοκοῦσιν ὁρᾶν κώνωπας καί τινα τοιαῦτα. |
| ο 1012 | Ὀφθαλμὸς βασιλέως: ἀντὶ τοῦ μέγα δυνάμενος παρὰ βα‐ σιλεῖ. οὕτως δὲ ἐκάλουν τοὺς σατράπας, δι’ ὧν πάντας ὁ βασιλεὺς ἐπισκοπεῖ· ὡς βασιλέως ὦτα τοὺς ὠτακουστάς, δι’ ὧν ἀκούει τὰ πραττόμενα ἑκάστῳ πανταχοῦ. |
| ο 1013 | Ὀφλεῖν: ἀντὶ τοῦ ἡττᾶσθαι ἐν δικαστηρίῳ. |
| ο 1014 | Ὄφλημα: χρεώστημα. |
| ο 1015 | Ὀφλῆσαι: χρεωστῆσαι. |
| ο 1016 | Ὀφλήσειν: καταδικασθῆναι. Ἀριστοφάνης Νεφέλαις. μέλλων ὀφλήσειν, μὴ παρόντων μαρτύρων. τοῖς γραψαμένοις καὶ μὴ ἀποδει‐ κνύουσιν ἐπεβάλλετο χρηματικὴ ζημία. καὶ εἰ μὴ κατὰ τὸ ὡρισμένον ἐξέτισεν ὑπερήμερος γενόμενος, ἐξετίννυε τετραπλοῦν. οἱ δὲ μὴ ἔχοντες ἐκτίσαι καθείργνυντο ἐν τῷ δεσμωτηρίῳ. πολλοὶ δὲ τοῦτο πεπόνθασι, καὶ ὁ τοῦ ῥήτορος Ἀριστογείτονος πατήρ. |
| ο 1017 | Ὄφλησις: χρέος, ὀφειλή. |
| ο 1018 | Ὀφλίσκουσι καὶ Ὄφλουσι: χρεωστοῦσι. καὶ Ὀφλι‐ σκάνω. |
| ο 1019 | Ὄφλων: χρεωστῶν. καὶ Ὄφλοι· μὴ διαβάλοι αὐτὸν πρὸς τοὺς Ἀχαιοὺς καὶ κακότητα ὄφλοι. οὗ μ’ ἐχρῆν σορὸν πρίασθαι, τοῦτ’ ὄφλων ἀπέρχομαι. ἐπὶ γερόντων ἐν δίκαις ἀναστρεφομένων. |
| ο 1020 | Ὀφνεί: ὄνομα κύριον. |
| ο 1021 | Ὄφρα: ὅπως, ἢ μέχρι, ἢ ἕως, ἢ ἵνα. |
| ο 1022 | Ὀφρυάζω: ῥῆμα. ὁ δὲ πέμπει τινὰ ὕστερον, ὀφρυάζοντά τε καὶ ἀλαζονείᾳ τινὶ ἀμυθήτῳ ἐχόμενον. |
| ο 1023 | Ὀφρύνιον· Δημοσθένης ἐν τῷ πρὸς Ἀπατούριον. πόλις ἐστὶ τῆς Τρῳάδος. |
| ο 1024 | Ὀφρυόεντες: ὑπερήφανοι. |
| ο 1025 | Ὀφρύος: ὑπερηφανίας. |
| ο 1026 | Ὀφρυόεσσα: ὑψηλή. καὶ ἀπόκρημνος. |
| ο 1027 | Ὀφρῦς ἀνασπῶντες καὶ γνάθους φυσῶντες: ἐπὶ τῶν ἀλαζόνων καὶ ὑπεροπτικῶν. |
| ο 1028 | Ὄχα: ἐξόχως. ἀπὸ τοῦ ἐξέχω, ἔξοχος, τὸ ἔξοχον, τὰ ἔξοχα, ἐπίρρημα ἔξοχα, ἀποβολῇ τῆς ἐξ προθέσεως ὄχα. ἀποβάλλεται γὰρ πολλάκις ἡ πρόθεσις· ὡς ἐπὶ τοῦ καταιγίς, αἰγίς. |
| ο 1029 | Ὄχανος: τὸ κράτημα τῆς ἀσπίδος. ὄχοις Ἀκεσταίοισιν ἐμβεβὼς πόδα. καὶ Ὀχάνοις, δεσμοῖς. |
| ο 1030 | Ὀχετηγίαν. καὶ Ὀχετηγός, ὑδρηγός. |
| ο 1031 | Ὀχετόκρανα: τὰς λεγομένας ἐκχύσεις τῶν μηχανημάτων· εἰσὶ δὲ αὗται ξύλιναι ἢ κεράτιναι. οἱ δέ φασι τοὺς ὑπονόμους καὶ τοὺς ὑπὸ γῆν ὀχετούς. |
| ο 1032 | Ὄχεα: ἅρματα. |
| ο 1033 | Ὀχέεσθαι: ἐποχεῖσθαι. |
| ο 1034 | Ὄχεσφι: τοῖς ἅρμασιν. |
| ο 1035 | Ὀχετεύει: σαλεύει, μεταφέρει. |
| ο 1036 | Ὀχετός: σωλήν, ἀγωγός, ῥύαξ. |
| ο 1037 | Ὀχεύω. ἔσθιε, πῖν’, ὄχευε· ὡς τά γε ἄλλα οὐδενός ἐστιν ἄξια. ἐν ἄλλοις, ὡς τά γε ἄλλα οὐ τούτου ἐστὶν ἄξια, τοῦ τῶν δακτύλων ἀποκροτήματος. τὸ γὰρ ἐφεστὼς τῷ μνήματι ἄγαλμα ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίητο, ὥστ’ ἂν ἀποληκοῦν τοῖς δακτύλοις, ἀνεζωσμένον Λυδιστί, μαρμάρεον τὴν ὕλην. Σαρδανάπαλος. |
| ο 1038 | Ὀχεύς: ὁ ἱμὰς τῆς περικεφαλαίας, ᾧ συνέχεται περὶ τὸν τρά‐ χηλον τοῦ φοροῦντος. καὶ ὁ συνέχων τὴν περὶ τὸν θώρακα ζώνην ἱμάς. |
| ο 1039 | Ὀχεία: μίξις, συνουσία. καὶ Ὀχεύω, ῥῆμα. |
| ο 1040 | Ὀχεῖον: ἅρμα, δίφρος, ἅμαξα. |
| ο 1041 | Ὀχεῖον: ἀντὶ μὲν τοῦ ὄχημα Δείναρχος ἐχρήσατο. ἐχρήσατο δὲ ὁ αὐτὸς ἀντὶ τοῦ εἰς ὀχείαν ἀποδεδειγμένον. φησὶ γάρ· ὠνοῦνταί μου τῶν ἵππων ὀχεῖον. Λυκοῦργος δὲ ἐν τῷ Περὶ διοικήσεως γείτο‐ νας τοῦ ὀχείου φησί. καὶ μήποτε ἐπὶ τούτου τινὲς ἔλαβον τὴν λέξιν, ἐν ᾧ ὀχεῖαι γίνονται κτηνῶν ἢ ὀχήματα μισθοῦνται. |
| ο 1042 | Ὀχῆες: δεσμοί, μοχλοί. |
| ο 1043 | Ὄχημα: οὐκ ἐπὶ ἅρματος μόνου. Ἀριστοφάνης· οὐκοῦν δι‐ καίως, ὅστις εἰς ὄχημα κανθάρου ἐπιβὰς ἔσωσα τοὺς Ἕλληνας. καὶ αὖθις Ἀριστοφάνης· εἶτ’ οὐχ ὕβρις ταῦτ’ ἐστι καὶ πολλὴ τρυφή, ὅτ’ ἐγὼ μὲν υἱὸς ὢν Σταμνίου Διόνυσος βαδίζω καὶ πονῶ· τοῦτον δ’ ὀχῶ, ἵνα μὴ ταλαιπωροῖτο, μηδ’ ἄχθος φέροι; |
| ο 1044 | Ὀχήσιος: ὄνομα κύριον. |
| ο 1045 | Ὄχθας: τὰ χείλη τοῦ ποταμοῦ. |
| ο 1046 | Ὀχθεῖ: στενάζει. |
| ο 1047 | Ὄχθη: ὁ κρημνός. |
| ο 1048 | Ὀχθήσας: στενάξας. |
| ο 1049 | Ὄχθοβος: τὸ γυναικεῖον λῶμα. |
| ο 1050 | Ὄχθους: ὕψη, ὑψηλοὺς αἰγιαλούς. ὡς δὲ εἰς τὸν ποταμὸν ἀφίκοντο πλησίον, ὑπὲρ ὄχθου τινὸς ἀποτόμου καὶ περιρρῶγος ἐπε‐ τείχιζον αὑτοῖς φρούριον. |
| ο 1051 | Ὄχθοι: αἱ τραχεῖαι καὶ δύσβατοι πέτραι, αἱ ἐξοχαί. |
| ο 1052 | Ὀχλεῦντο: ἐκινοῦντο. |
| ο 1053 | Ὀχληρός: ταραχώδης. |
| ο 1054 | Ὄχλησις: ἡ ταραχή. |
| ο 1055 | Ὀχλίζειν: μοχλεύειν, κινεῖν. |
| ο 1056 | Ὄχλος: ἡ ταραχή. |
| ο 1057 | Ὄχλου: ἀγανακτήσεως, ταραχῆς. καὶ τὰ μὲν ἄλλα ἐπείθετο τῷ πατρὶ καὶ ἦν πρὸς τοὺς πυνθανομένους καὶ ὄχλον κινοῦντας εὖ μάλα ἐγκρατὴς καὶ γλώττης ἦρχε. Πολύβιος· ἦν δὲ ὀχλοκόπος ὁ Φλαμίνιος καὶ δημαγωγὸς τέλειος. καὶ αὖθις· οὔτε ἐξετάσαι τὸν ἄνθρωπον οἷόν τε ἦν ἀκριβῶς, ἀσθενείᾳ σώματος ὀχλούμενον, οὔτε ἐρωτᾶν, εὐλαβείᾳ τοῦ ὀχλώδους. |
| ο 1058 | Ὀχλώδης: ὁ ταραχώδης. |
| ο 1059 | Ὀχμάζω: κατέχω. |
| ο 1060 | Ὀχοζίας, βασιλεὺς Ἰουδαίων, ἐν Σαμαρείᾳ ἔχων τὴν δίαιταν πονηρὸς ἦν, κατὰ πάντα ὅμοιος τοῖς γονεῦσιν ἀμφοτέροις καὶ Ἱερο‐ βοὰμ τῷ πρώτῳ παρανομήσαντι καὶ τὸν λαὸν ἀπατᾶν ἀρξαμένῳ. |
| ο 1061 | Ὄχος: τὸ ἅρμα. καὶ τοῦ ὕδατος ἡ ὁρμή. ἐξ οὗ καὶ ὀχετός. ἡ δοτικὴ τῷ ὄχει. |
| ο 1062 | Ὀχοῦμαι· γενικῇ. |
| ο 1063 | Ὀχῶν: ὀχευτικῶς ἔχων. |
| ο 1064 | Ὄχοις· Σοφοκλῆς· μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις. |
| ο 1065 | Ὀχυρός: ὁ ἰσχυρός. |
| ο 1066 | Ὀχύρωμα: ἡ κλεισοῦρα παρὰ Ῥωμαίοις. |
| ο 1067 | Ὀχυρώτερος: στερεώτερος. |
| ο 1068 | Ὄψ: ἡ φωνὴ διὰ τοῦ ο μικροῦ. καὶ κλίνεται ὀπός. |
| ο 1069 | Ὄψα. |
| ο 1070 | Ὀψάριον: τὸ ἰχθύδιον. |
| ο 1071 | Ὀψαρτύτης: μάγειρος. ζήτει ἐν τῷ δαιτρός. |
| ο 1072 | Ὀψαρτυτική: μαγειρική. ὅτι Ἀρτεμίδωρος ὁ Ψευδοαριστοφάνειος συνῆξεν ὀψαρτυτικὰς λέξεις. |
| ο 1073 | Ὀψέ: βραδέως. |
| ο 1074 | Ὀψείοντες: ὀπτικῶς ἔχοντες, ἰδεῖν βουλόμενοι. |
| ο 1075 | Ὀψ’ ἦλθες· ἀλλ’ ἐς Κολωνὸν ἵεσο: ἐπὶ τοῖς καθυστερί‐ ζουσι τῶν καιρῶν, καὶ ἐπὶ τῶν μισθαρνούντων. |
| ο 1076 | Ὀψιγενής: βραδέως γεννηθείς. |
| ο 1077 | Ὀψία: ἡ βραδεία. |
| ο 1078 | Ὀψιγόνων: τῶν ὀψὲ καὶ μετὰ πολὺν χρόνον ἐσομένων. |
| ο 1079 | Ὀψιμαθής· ἦν δὲ ὁ Σουπηριανὸς ὀψιμαθὴς μὲν ἱκανῶς, τὴν δὲ φύσιν ὑπονωθέστερος, λʹ ἐτῶν ἀρξάμενος ἀναγινώσκειν τὰ τῶν ῥητό‐ ρων βιβλία. |
| ο 1080 | Ὄψιμον: τὸ βραδέως γινόμενον. |
| ο 1081 | Ὀψινόν: πρὸς ὀψέ. |
| ο 1082 | Ὄψις: ὅρασις. καὶ ἡ θεωρία. τὰ μὲν οὖν πρὸ τῆς πόλεως ἀργύρῳ καὶ χρυσῷ περιελάμπετο, καὶ τῆς ὄψεως ἐκείνης οὐδὲν οὔτε τοῖς σφετέροις ἐπιτερπέστερον οὔτε τοῖς πολεμίοις παρέστη φοβερώ‐ τερον. ὅτι ἡ ὄψις τῶν δώδεκα χρωμάτων ἐστὶ κριτική, λευκοῦ καὶ μέλανος καὶ τῶν μεταξύ, ξανθοῦ καὶ φαιοῦ, ὠχροῦ, ἐρυθροῦ, κυανοῦ, ἁλουργοῦ, λαμπροῦ, ὀρφνίου. ἡ δὲ ἀκοὴ κριτική ἐστιν ὀξέος καὶ βαρέος φθόγγου, ἡ δὲ ὄσφρησις κριτικὴ εὐωδῶν καὶ δυσωδῶν ὀσμῶν καὶ τῶν μεταξύ, σηπομένων τε καὶ βρεχομένων ἢ τηκομένων ἢ θυμιω‐ μένων. ἡ δὲ γεῦσις κριτικὴ γλυκέων τε καὶ πικρῶν χυμῶν καὶ τῶν μεταξὺ εʹ· ἑπτὰ γάρ εἰσι χυμοί, γλυκύς, πικρός, ὀξύς, δριμύς, στυφύς, σομφός, ἁλυκός, στρυφνός. ἡ δὲ ἁφὴ πλειόνων ἐστὶ κριτική· βαρέων, κούφων καὶ τῶν μεταξύ· τραχέων καὶ λείων καὶ τῶν μεταξύ· ξηρῶν καὶ ὑγρῶν. καὶ αἱ μὲν δʹ αἰσθήσεις ἐν τῇ κεφαλῇ εἰσι καὶ ἰδιάζουσιν καὶ περικλείονται ὀργάνοις, ἡ δὲ ἁφὴ καὶ διὰ τῆς κεφαλῆς καὶ διὰ τοῦ σώματος κεχώρηκε καί ἐστι κοινὴ πάσης αἰσθήσεως. ζήτει ἐν τῷ αἰσθήσεις. |
| ο 1083 | Ὀψισθέντα: ὀψὲ τῆς ὥρας ἐλθόντα. ἀπέκτεινε δὲ αὐτὸν ὁ πανδοκεύς, ὁ ὑποδεξάμενος ὀψισθέντα. |
| ο 1084 | Ὀψιτέλεστον: βραδέως τελειούμενον. |
| ο 1085 | Ὀψόβαφα· ζήτει ἐν τῷ ἁρμονίαν. |
| ο 1086 | Ὀψοδεΐα: ἡ ἔνδεια τῶν ὄψων. Ὀψοδεία δέ. |
| ο 1087 | Ὄψον: πᾶν προσόψημα, ἢ προσφάγιον. |
| ο 1088 | Ὀψοποιουμένοις: ὄψα ὠνουμένοις. ἔναγχος οὖν ποιμέσι τισὶν ὀψοποιουμένοις ἰχθῦς ἀπεδόμην. |
| ο 1089 | Ὀψοπώλιον· ζήτει ἐν τῷ Αὐγουστεῖον. |
| ο 1090 | Ὄψος: μοχθηρός. |
| ο 1091 | Ὀψοφαγία· καὶ Ὀψοφάγος, λαίμαργος, ὄψα ἐσθίων. Φιλόξενος ὁ Λευκαδίου ἐγένετο ὀψοφάγος, ἀφ’ οὗ καὶ οἱ Φιλοξένειοι πλακοῦντες. ἐπὶ τοσοῦτον δὲ ἦν ὀψοφάγος ὁ Φιλόξενος, ὥστε φανε‐ ρῶς ἐν τοῖς βαλανείοις τὴν χεῖρα συνεθίζειν προσκαθιέντα ἐς ὕδωρ θερμὸν καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ ὕδατι, ὅπως ἐν τοῖς θερμοῖς δυσκίνητος ᾖ. καὶ τοὺς ὀψοποιοῦντας ὑπεποιεῖτο, ἵνα θερ‐ μότατα παρατιθῶσι. παραπλήσια δὲ ἱστοροῦσι καὶ περὶ Ἀρχύτου. καὶ Κρώβυλός φησιν· ἐγὼ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερβολῇ τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω (ἀντὶ τοῦ ψυχρούς), καὶ τὸν φάρυγγ’ ἥδιστα πυριῶ τεμαχίοις. |
| ο 1092 | Ὀψώνια: κέρδη, χαρίσματα. ὁ Ἀπόστολος· τὰ γὰρ ὀψώνια τῆς σαρκὸς θάνατος. |
| ο 1093 | Ὀψώνιον: παρὰ τῇ θείᾳ γραφῇ ἡ ἀφωρισμένη τροφή. |
| οι 1 | Οἷ: τοπικὸν ἐπίρρημα, ἀντὶ τοῦ ὅπου. ὦ δύστηνος, οἷ πεπλώ‐ καμεν; Ἀριστοφάνης. ἔφευγον δὲ οἷ ἐδύνατο ἕκαστος. καὶ αὖθις· ἐμοὶ δὲ βαδιστέα, οἷ σοφία καὶ δαίμων με ἄγει. ἀλλ’ οὖν ἐπίστω γ’, οἷ μ’ ἀτιμίας ἄγεις. |
| οι 2 | Οἷ: ἀντὶ τοῦ ὅπου. ζηλῶ γε τῆς εὐτυχίας τὸν πρεσβύτην, οἷ μετέστη ξηρῶν τρόπων καὶ βιοτῆς. καὶ αὖθις· ὁ δὲ ὁρῶν, οἷ κακοῦ εἴη, ἐπὶ τὸν τάφον τοῦ γειναμένου καταφεύγει. |
| οι 3 | Οἷ: περισπωμένως ἀντὶ τοῦ ἑαυτῷ, ὀξυτόνως δὲ τὸ οὗτοι. Συμπό‐ σιον· οἷ μὲν γὰρ εὐθὺς παῖδά τινα τῶν ἔνδον ἀπαντήσαντα. καὶ οὗ, ἀντὶ τοῦ αὐτοῦ. Πολιτείας· πλὴν οὗ. Ἀππιανός· ἐπεὶ δὲ ἦν οἱ τὸ κακὸν τέχνης κρεῖττον καὶ μέντοι καὶ ἐπικουρίας τῆς ἐκ θνητῶν συμ‐ μάχων δυνατώτερον. |
| οι 4 | Οἱ: ἀντὶ τοῦ αὐτῷ δασύνεται. τὴν κεφαλὴν Πομπηΐου κομισθεῖ‐ σάν οἱ. |
| οι 5 | Οἵα: μακρὸν τὸ α. οἵα κατέσχε τὸν τρισάθλιον δόμον. καὶ Οἵαν θηλυκῶς, ἀντὶ τοῦ δυνατήν. Ἀριστοφάνης· τὴν μὲν ἑτέραν γνάθον στομώσεις, οἵαν δικιδίοις· τὴν δὲ ἑτέραν οἵαν ἐς τὰ μείζω πράγματα. τουτέστι τὰ ἄδικα. |
| οι 6 | Οἴαγρος. |
| οι 7 | Οἴακες: πηδάλια, αὐχένες. |
| οι 8 | Οἰακίζει: κυβερνᾷ. |
| οι 9 | Οἰάκιον τῆς νηός. |
| οι 10 | Οἰακιστής: κυβερνήτης. |
| οι 11 | Οἰακληεῖς. |
| οι 12 | Οἰακοστρόφος: κυβερνήτης. |
| οι 13 | Οἰακοστροφῶν: κυβερνῶν. |
| οι 14 | Οἴαξ, οἴακος. |
| οι 15 | Οἰαξίς: χώρα. |
| οι 16 | Οἴαροι: γυναῖκες. |
| οι 17 | Οἱασοῦν. |
| οι 18 | Οἰάτειον κρέας: τὸ προβάτειον. |
| οι 19 | Οἰβάδης, Οἰβάδου: ὄνομα κύριον. |
| οι 20 | Οἰβώνιον: ὄνομα τόπου. |
| οι 21 | Οἰγνύει: ἀνοίγει. |
| οι 22 | Οἶδα· αἰτιατικῇ. |
| οι 23 | Οἴδακες: οἱ λεγόμενοι φήληκες, καὶ πάντα τὰ μὴ πέπειρα ἀκρόδρυα. |
| οι 24 | Οἰδαλέον: τὸ ὑγρόν. |
| οι 25 | Οἰδάνει: αὐξάνει. |
| οι 26 | Οἶδα Σίμωνα καὶ Σίμων ἐμέ: ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων. |
| οι 27 | Οἰδαίνει: οἰδεῖν ποιεῖ. |
| οι 28 | Οἰδαίνων· αἰτιατικῇ. φλεγμαίνων, ψύχων. |
| οι 29 | Οἵδε: ἡμεῖς. |
| οι 30 | Οἰδεῖ: φλεγμαίνει, πεφύσηται. |
| οι 31 | Οἴδημα: ὄγκωμα, φλεγμονή, ἀπόστημα. ὡς ἐκ μεταφορᾶς τῶν σωμάτων, καὶ ἐπὶ τῆς ἐπάρσεως καὶ φυσιώσεως λέγεται. τῆς δὲ εἰς οἴδημα ἀρθείσης φρονήματος, καὶ παρὰ τῶν ἐπισκόπων προσκυνου‐ μένης. συνέβη δὲ τὸν πόδα αὐτοῦ εἰς οἴδημα ἀρθῆναι καὶ φλεγμή‐ ναντα σφακελίσαι. |
| οι 32 | Οἰδήματα: ἐπάρματα. ἢ φυσήματα. λόγοις ἐχέφροσι κατηύναζεν ὁ στρατηγὸς τὰ τοῦ στρατιωτικοῦ θράσους οἰδήματα. |
| οι 33 | Οἴδησις: φλεγμονή, φύσημα. |
| οι 34 | Οἰδίπους· Λάϊος, ὁ Θηβῶν βασιλεύς, ἔσχε γυναῖκα Ἰοκάστην, ἐξ ἧς γέγονεν αὐτῷ παῖς Οἰδίπους. τούτου γεννηθέντος, χρησμὸν ἔλαβεν ὁ πατήρ, ὅτι τῇ ἰδίᾳ αὐτοῦ μητρὶ μιγήσεται ὁ παῖς· καὶ κελεύει αὐτὸν εἰς ὄρος ῥιφῆναι καὶ ξύλῳ περικλεισθῆναι τοὺς πόδας αὐτοῦ· ὃν εὑρηκὼς γεωργὸς ὀνόματι Μελίβοιος ἀνεθρέψατο καὶ Οἰδίποδα ὠνό‐ μασε διὰ τὸ ὠγκωμένους ἔχειν τοὺς πόδας ὑπὸ τοῦ ξύλου, τοῦ κα‐ λουμένου κούσπου. γεγονὼς δὲ ἀνδρεῖος ἐλῄστευε· καθ’ ὃν χρόνον καὶ ἡ λεγομένη Σφὶγξ ἀνεφάνη, γυνὴ δυσειδὴς καὶ θηριώδης τὴν φύσιν, ἀποβαλοῦσα γὰρ τὸν ἄνδρα καὶ συναγαγοῦσα χεῖρα καὶ τόπον κατα‐ λαβοῦσα δύσβατον τοὺς παριόντας ἐφόνευεν. ὁ οὖν Οἰδίπους δεινόν τι βουλευσάμενος δίδωσιν ἑαυτὸν μετ’ αὐτῆς λῃστεύειν· καὶ ἐπιτηρήσας καιρὸν ὃν ἠβούλετο, λόγχῃ ἀναιρεῖ αὐτὴν καὶ τοὺς μετ’ αὐτῆς. οἱ δὲ Θηβαῖοι θαυμάσαντες ἀναβοῶσιν αὐτὸν βασιλέα. ὁ γοῦν Λάϊος ἀγανα‐ κτήσας κατ’ αὐτῶν τούτοις ἐπάγει πόλεμον καὶ λίθῳ βληθεὶς τὴν κεφαλὴν τελευτᾷ. ἡ δὲ Ἰοκάστη φοβουμένη τῆς βασιλείας ἐκπεσεῖν ἄγει τὸν Οἰδίποδα καὶ χειροτονεῖ βασιλέα· καὶ γίνεται τούτου γυνή, ἀγνοοῦσα ὅτι μήτηρ αὐτοῦ ἐστιν. ἔσχε δὲ ἀπ’ αὐτοῦ υἱοὺς δύο, Ἐτεοκλέα καὶ Πολυνείκη· ὕστερον δὲ τοῦτο μαθοῦσα, ὅτι υἱὸς αὐτῆς ἐστιν, εἶπεν αὐτὸ τῷ παιδί. ὁ δὲ ἀκούσας ἔλαβεν ἥλους καὶ πήξας τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐτελεύτα, ἐάσας τὴν βασιλείαν τοῖς δύο υἱέσιν, οἳ ἐβασίλευον παρ’ ἐνιαυτόν· καὶ εἰς ἔχθραν ἐλθόντες ἐπολέμησαν ἀλλήλοις, καὶ ἐδιώχθη ὑπὸ Ἐτεοκλέους καὶ ἀπελθὼν Πολυνείκης εἰς τὸ Ἄργος ἔγημε τοῦ βασιλέως Ἀδράστου τὴν θυγατέρα καὶ στρατεύ‐ σας ἦλθεν ἐπὶ τὰς Θήβας καὶ μονομαχήσας Ἐτεοκλεῖ ἀναιρεῖ αὐτὸν καὶ αὐτὸς ἀνῃρέθη ὑπ’ αὐτοῦ· οἱ δὲ σύμμαχοι ἀνεστράφησαν οἴκοι. |
| οι 35 | Οἶδμα: κῦμα, ἢ πέλαγος. καὶ ἄγριον οἶδμα θαλάσσης. |
| οι 36 | Οἴδνα: οἰδήματά τινα ὄντα τῆς γῆς. |
| οι 37 | Οἰδοῦσαν: κομπώδη οὖσαν. τὴν τέχνην. οἰδοῦσαν ὑπὸ κομ‐ πασμάτων καὶ ῥημάτων ἐπαχθῶν. καὶ Εὐνάπιος· τοσούτου δὲ οἰδοῦντος καὶ ὑποφυομένου κακοῦ. ὁ δὲ ἐκ τῆς ἰθείης οὐκ ἐδόκεε πέμπειν τὸν στρατόν, ἅτε τῶν πραγμάτων ἔτι οἰδούντων. |
| οι 38 | Οἶδ’, οἶδα τὸν νοῦν· παῦε, παῦε τοῦ λόγου. κἂν εἴ με τύπτῃς, οὐκ ἀντείποιμί σοι. |
| οι 39 | Οἵ ἑ: οἵτινες αὐτόν. |
| οι 40 | Οἰέας. |
| οι 41 | Οἴεσθαι: ὑπονοεῖν. |
| οι 42 | Οἰέτεας: ὁμήλικας. Ὅμηρος· ὄτριχας, οἰέτεας, σταφύλῃ ἐπὶ νῶτον ἐΐσας. |
| οι 43 | Οἴει: ὑπολαμβάνεις. |
| οι 44 | Οἰῆθεν: δῆμος Πανδιονίδος ἡ Οἴη. καὶ τὸ Οἰῆθεν, τοπικὸν ἐπίρρημα. Φιλόχορός τε τὴν Οἴην φησὶ Κεφάλου μὲν θυγατέρα εἶναι, Χαρόπου δὲ γυναῖκα. |
| οι 45 | Οἰηθείς: ὑπολαβών. |
| οι 46 | Οἰήϊον: πηδάλιον. |
| οι 47 | Οἰηματίας: ἐπηρμένος. |
| οι 48 | Οἴησις: ἔπαρμα, ὑπόνοια. καὶ Οἴημα, ὁμοίως. |
| οι 49 | Οἴκαδε: εἰς τὰ οἰκεῖα. |
| οι 50 | Οἰκέως. |
| οι 51 | Οἴκημα: ἀντὶ τοῦ δεσμωτήριον Δείναρχος, ἀντὶ δὲ τοῦ πορνεῖον Αἰσχίνης. ἀπ’ εὐθείας τῆς οἰκεύς, ἤγουν οἰκέτης. |
| οι 52 | Οἰκέται: οὐ μόνον οἱ θεράποντες, ἀλλὰ καὶ πάντες οἱ κατὰ τὴν οἰκίαν. Ἀριστοφάνης Νεφέλαις· οἱ δ’ οἰκέται ῥέγχουσιν. |
| οι 53 | Οἰκετία. ἐν ταύτῃ τῇ πόλει τὰς τῶν Γετῶν ἐπιφανεστάτας οἰκετίας ἠθροῖσθαι ἔφασκον. |
| οι 54 | Οἰκεύς: οἰκέτης, τοῦ αὐτοῦ οἴκου. Σοφοκλῆς· οἰκεύς τις, ὅσπερ ἵκετ’ ἐκσωθεὶς μόνος. |
| οι 55 | Οἰκεῖος καὶ Οἰκειακός. |
| οι 56 | Οἰκείως: ὁμοίως. Πολύβιος· οἰκείως δὲ ταῦτα συνέβαινε γίνεσθαι καὶ παρὰ Καρχηδονίοις. |
| οι 57 | Οἰκειοῦμαι· δοτικῇ· αἰτιατικῇ δέ· οἰκειοῦται τὴν τοῦ βασιλέως ἁπλό‐ τητα. |
| οι 58 | Οἰκεῖλαι: ἐκβληθῆναι. |
| οι 59 | Οἰκῆας: οἰκέτας. |
| οι 60 | Οἰκήματα: τὰ χαμαιτυπεῖα. καὶ ταῖς ἐπὶ τῶν οἰκημάτων ἑστώσαις ἀκωλύτως συνιέναι διεκελεύοντο. |
| οι 61 | Οἰκητής: ὁ οἰκῶν. ἐμοῦ δὲ μήποτ’ ἀξιωθήτω τόδε, πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν. |
| οι 62 | Οἰκία: τὸ ὁσπήτιον. καὶ Οἰκίδιον, τὸ οἴκημα. καὶ Οἰκίον, τὸ μικρὸν οἴκημα. οἰκίον εὖτε δέδοιμι. ἀντὶ τοῦ οἰκοδομοίην. |
| οι 63 | Οἰκίσκῳ: ἀντὶ τοῦ μικρῷ τινι οἴκῳ. Δημοσθένης ἐν τῷ περὶ Κτησιφῶντος. ἐκάλουν δὲ οἱ Ἀττικοὶ τὸ ὑφ’ ἡμῶν λεγόμενον ὀρνίθων τροφεῖον οἰκίσκον. |
| οι 64 | Οἰκογενής: ὁ κάττης, ὁ ἐν οἴκῳ γεννηθείς. οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις. |
| οι 65 | Οἰκογενής: δοῦλος. Κανθάρου τινὸς οἰκογενής, ὃς μαστιγῶσαι ἑαυτὸν κελεύσας, ηὐτομόλησεν, ὡς ὑβρισμένος ὑπὸ τῶν δεσποτῶν. |
| οι 66 | Οἰκοδομή· ὅτι τὸ οἰκοδομεῖν καὶ ἵππους τρέφειν δοκεῖ δαπανηρὰ εἶναι, ὅπερ καὶ τῇ Λακωνικῇ προσέζευκται κατάρᾳ. ἔστι δὲ αὕτη· οἰκοδομά σε λάβοι καὶ ἀμβολά, ὁ δὲ ἵππος καὶ ἁ γυνά τοι μοιχὸν ἔχοι. ὡς τούτων πάντων δαπανηρῶν ὄντων καὶ ἐπιζημίων. |
| οι 67 | Οἴκοθι: ἐπὶ τῆς οἰκίας. καὶ παροιμία· Οἴκοθεν. ὁ μάρτυς. ἐπὶ τῶν μετὰ τὸ ψεῦδος εἰπεῖν ὁμολογούντων τὴν ἀλήθειαν. |
| οι 68 | Οἰκοδομήματα Ἀσσύρια καὶ δαπανηρὰς λειτουργίας χαίρειν ἐάσαντας. χρὴ τοὺς ἄρχοντας ἄρχειν· ψεκτέος γὰρ ὁ ἄρχων ὁ χαίρων οἰκοδομήμασιν εὐπρεπέσιν. |
| οι 69 | Οἰκοδομία: οἱ Ἀττικοὶ ὀξυτόνως αὐτὸ ἀναγινώσκουσιν. οἰκοδομὴ δὲ οὐκ εἴρηται. |
| οι 70 | Οἰκοδομῶ· αἰτιατικῇ. |
| οι 71 | Οἰκονομία· ὅτι ἡ τοῦ θεοῦ πρόνοια κατὰ τρεῖς τρόπους γίνεται· κατ’ οἰκονομίαν, κατ’ εὐδοκίαν, κατὰ συγχώρησιν. ὅτι τὸν οἰκονομικόν τινες εἰς τὸν ἀνελεύθερον μεταλαμβάνουσιν. καὶ ζήτει ἐν τῷ ἐγκράτεια. |
| οι 72 | Οἰκονομῶ· αἰτιατικῇ. τὰ ἐν οἴκῳ διοικῶ. Ἠλέκτρα φησίν· ἀλλ’ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη βίοτος ἀνέλπιστος, οὐδ’ ἔτ’ ἀρκῶ, ἥτις ἄνευ τοκέων κατατήκομαι· ἧς φίλος οὔτις ἀνὴρ ὑπερίσταται· ἀλλ’ ἅπερ εἴ τις ἔποικος, ἀνάξια οἰκονομῶ δόμους πατρός. Ἠλέκτρα φησί, τὸ πλεῖστον τοῦ βίου ἐβίωσα ἐν κακοῖς· καὶ ὁ πλείων με, φησί, βίος ἀπολέλοιπε, μηδέποτε ἐν ἀγαθῇ ἐλπίδι γενομένην· ἐπεὶ μέχρι νῦν οὐδὲν ὑπὲρ ἐκδικίας τοῦ Ἀγαμέμνονος πέπρακται· ἧς φίλος οὐδεὶς προΐσταται, ἀλλὰ πάντες εἰσὶν ἐν ἀτυχήμασιν εὐλαβούμενοι· ἢ ἐκεῖνο· ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι. |
| οι 73 | Οἰκονομῶν: ἀντὶ τοῦ ἐνδιαιτώμενος τοὺς πατρῴους οἴκους. οἷά τις ἔποικος ἀνάξια οἰκονομῶ δόμους πατρός. καὶ Οἰκονομία, ὁ διαμερισμὸς τινῶν πραγμάτων. καὶ οἱ ποιηταὶ χρῶνται οἰκονομίᾳ, τουτέστι τῷ τῶν προσώπων διαμερισμῷ. |
| οι 74 | Οἰκόπεδον: ἔρημον κατάπτωμα οἴκου. γήπεδον, τὸ χωρίον, ὥσπερ καὶ οἰκόπεδον τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον. |
| οι 75 | Οἰκοπορεῖα: τὰ κατ’ οἰκίαν σκεύη. |
| οι 76 | Οἰκοποιός· Σοφοκλῆς· οὐδ’ ἔνδον οἰκοποιός ἐστί τις τροφή. |
| οι 77 | Οἰκόσιτος: ὁ ἑαυτὸν τρέφων μισθωτός. |
| οι 78 | Οἰκοσκοπικόν· ζήτει ἐν τῷ οἰωνιστική. |
| οι 79 | Οἰκότριψ: οἰκέτης, οἰκογενὴς δοῦλος. Ἀγαθίας· εἵπετο δὲ καὶ τῶν οἰκοτρίβων ὀπαδῶν ὁ πρωτοστάτης, καὶ ὅσον ἄλλο οἰκετικόν, καὶ ὅσοι τομίαι κατευναστῆρες. |
| οι 80 | Οἰκουρός: οἰκονομικός, ἢ οἰκοφύλαξ. οὖρος γὰρ ὁ φύλαξ. |
| οι 81 | Οἰκῶ· αἰτιατικῇ. |
| οι 82 | Οἰκωφελία. |
| οι 83 | Οἱ Κρῆτες τὴν θυσίαν: παροιμία. εἴ ποτε ταραχώδης θυσία γένηται, Κρητικὴ καλεῖται, παρόσον Ἀγαμέμνων ἐκεῖσε χειμασθεὶς ἔθυεν, ἀναβὰς εἰς τὸ Πολύρρηνον. ἐν τούτῳ δὲ οἱ αἰχμάλωτοι τὰς ναῦς ἐνέπρησαν. ὁ δ’ ὡς ἤκουσε, καταλιπὼν τὰς θυσίας ἦλθεν εἰς τὸν αἰγιαλὸν καὶ μίαν εὑρὼν ναῦν ἀνήχθη εἰς αὐτήν, τοὺς ἐγχωρίους ἐπαρασάμενος. |
| οι 84 | Οἰκτείρω· αἰτιατικῇ. Οἰκτίζω δέ. |
| οι 85 | Οἰκτίρμονος. |
| οι 86 | Οἴκτιστον: ἐλεεινόν. |
| οι 87 | Οἰκτισάμενος: ἀντὶ τοῦ ἐλεήσας. |
| οι 88 | Οἶκτος: ἔλεος. οἶκτος δὲ Νύμφας εἷλεν, αἵ τ’ ἐρινόμου Αἴτνης παρωρείῃσιν Εὐμέθου πατρὸς ἔχουσι δινήεντος ὑγρὸν οἰκίον. |
| οι 89 | Οἰκτρός: ταπεινός, ἐλέους ἄξιος. εἰ μὲν ὅτι βασιλεὺς ἀνθρώ‐ ποις οἰκτροῖς καὶ ἀτιμοτάτοις ταῦτα ἐπικαλεῖ, σκοπήσειεν ἄν τις, ἀνάγκη μηδ’ ἀντιλέγοντα τοῖς εἰρημένοις ὁμολογεῖν. |
| οι 90 | Οἰκτρῶς: ἐλεεινῶς. νήπιος, ὃς τῶν οἰκτρῶς οἰχομένων γονέων ἐπιλάθεται. |
| οι 91 | Οἴκοι: ἐν τῷ οἴκῳ. καὶ παροιμία· Οἴκοι τὰ Μιλήσια. ἐπὶ τῶν ὅπου μὴ προσήκει τὴν τρυφὴν ἐπιδεικνυμένων· Ἀρισταγόρας γὰρ ὁ Μιλήσιος ἐλθών ποτε εἰς Λακεδαίμονα ἠξίου βοηθεῖν τοῖς Ἴωσι πολεμουμένοις ὑπὸ Περσῶν. ἐδημηγόρει δὲ ἐσθῆτα ἔχων πολυτελῆ καὶ τὴν ἄλλην τρυφὴν τὴν Ἰωνικήν. εἶπεν οὖν τις πρὸς αὐτὸν τῶν Ἐφόρων· οἴκοι τὰ Μιλήσια. |
| οι 92 | Οἴκοι γενοίμην: ἐπὶ τῶν ἐκφυγεῖν τὰ δεινὰ εὐχομένων. |
| οι 93 | Οἶμαι: οἴομαι, ὑπολαμβάνω. |
| οι 94 | Οἱ μὲν γὰρ οὐκ ἔτ’ εἰσίν, οἱ δ’ ὄντες κακοί: ἐπὶ τῶν διὰ σπάνιν ἐπιζητουμένων. Ἀριστοφάνης Βατράχοις εἰσάγει τὸν Διόνυσον Εὐριπίδην εἰς ᾅδου ἐπιζητοῦντα κατιέναι βούλεσθαι, λέγοντα, δέομαι ποιητοῦ δεξιοῦ· τὸν δὲ φάναι, οἱ μὲν γὰρ οὐκ ἔτ’ εἰσίν, οἱ δ’ ὄντες κακοί. |
| οι 95 | Οἴμη: ὁδός. |
| οι 96 | Οἴμησεν: ὥρμησε. καὶ οἴματα, ὁρμήματα. |
| οι 97 | Οἶμος: ὁδός· ἢ στίχος· ἢ ῥάβδος κύκλου. ἔνθεν καὶ παροιμία κέκληται, τὸ παροδικὸν διήγημα. ἔργον Ἀλεξάνδροιο Μακηδόνος, οἵ ποτ’ ἄνακτι Δαρείῳ πυμάτην οἶμον ἐφεσπόμεθα. |
| οι 98 | Οἰμωγή: στεναγμός. καὶ Οἰμώζει, στενάζει. καὶ Οἰμώξεται, τιμωρηθῆναι ὀφείλει. |
| οι 99 | Οἰμώζω. |
| οι 100 | Οἶμοι: οἱ ῥάβδοι. |
| οι 101 | Οἴμοι: σχετλιαστικόν. Σοφοκλῆς· οἴμοι, τίν’ ἐξήνεγκας, ὦ τέκνον, λόγον, ὃν οὐχ οἷόν τε μὴ τελεσθῆναι· τὸ γὰρ φανθὲν τίς ἂν δύναιτ’ ἀγένητον ποιεῖν; καὶ Ἀριστοφάνης· οἴμοι κακόδαιμον· τί γὰρ ἔγωγ’ οὐκ ἐναυμάχουν τῷ προτέρῳ ἔτει. ἐπὶ τῶν ἐλευθερίας τυχεῖν ἐφιεμένων· περὶ γὰρ Ἀργινούσας ἐνίκων ναυμαχίᾳ οἱ Ἀθηναῖοι, συμμαχίᾳ τῶν δούλων, προκακωθέντες ἄλλαις ναυμαχίαις· οὕς τινας ἠλευθέρωσαν. πρὸς τοῦτο οὖν φησι χαριεντιζόμενος· εἴπερ ἐνεναυμαχή‐ κειν, κἂν ἀφείμην ἐλεύθερος. καὶ Εὐριπίδης ἐκ τοῦ Βελλεροφόντου· οἴμοι. τί δ’ οἴμοι; θνητά τοι πεπόνθαμεν. οἴμοι, τῷ μὲν νοσοῦντι θυμοῦσθαι κακόν. τὸ δ’ ὧδ’ ὁρᾶν φρονοῦντα, τίς ποτ’ ἂν φέροι; |
| οι 102 | Οἴμοι κύλικος ἴσον ἴσῳ κεκραμένης: τοῦτό φησιν ὁ Ἑρμῆς· τούτῳ γὰρ μόνῳ κεκραμένην σπονδὴν ἔθυον, διότι, ὥς φασι, καὶ ζώντων καὶ τετελευτηκότων ἄρχει, παρ’ ἀμφοτέρων τὰς τιμὰς δέχεται. |
| οι 103 | Οἶν: Ἀττικοὶ ἀντὶ τοῦ ὄϊν. |
| οι 104 | Οἰνάνθη: ἡ πρώτη ἔκφυσις τῆς ἀμπέλου. |
| οι 105 | Οἴναρα: τὰ τῆς ἀμπέλου φύλλα. Δήμητρι ταύρων ὄχλον ἀγρότης θύσας, ἅλω πλατεῖαν οἰνάραις ὑπεστρώκει. |
| οι 106 | Οἴνας: οὕτω καλοῦσιν Ἴωνες τοὺς κύβους, ἔνθεν καὶ ἡ παροιμία· ἢ τρὶς ἓξ ἢ τρεῖς οἴνας. |
| οι 107 | Οἰνάς: εἶδος ὄρνιθος. |
| οι 108 | Οἰναῖοι τὴν χαράδραν: ἐπὶ τῶν ἐπ’ ὠφελείᾳ παρακαλου‐ μένων, βλαπτόντων δέ· τῶν γὰρ Οἰναίων παροχετευόντων τὴν χαράδραν, ἐπιρραγὲν ὕδωρ πολὺ κατέκλυσε πάντα. |
| οι 109 | Οἰνεῶνος. |
| οι 110 | Οἰνεύς, Οἰνέως: ὄνομα κύριον. |
| οι 111 | Οἰνειάδης. |
| οι 112 | Οἰνειάδες: ὄνομα ἔθνους. |
| οι 113 | Οἰνειάς: πόλις. |
| οι 114 | Οἰνείδης: πατρωνυμικόν. καὶ Οἰνείδαο. |
| οι 115 | Οἴνη: ἡ ἄμπελος. |
| οι 116 | Οἰνηῒς φυλή: ἡ τοῦ Οἰνέως. |
| οι 117 | Οἰνήρυσις: ἡ τοῦ οἴνου κοτύλη, ᾗ ἀρύονται. Ἀριστοφάνης· φέρε τὴν οἰνήρυσιν, ἵν’ οἶνον ἐγχέω. |
| οι 118 | Οἰνίζω: οἶνον ἀγοράζω. καὶ Οἰνισάμενοι, οἶνον ἀγορά‐ σαντες. |
| οι 119 | Οἰνίης: μία τῶν ιʹ φυλῶν παρ’ Ἀθηναίοις. |
| οι 120 | Οἰνοβαρές: μέθυσε. |
| οι 121 | Οἰνόη τὴν χαράδραν: ὅταν καθ’ ἑαυτοῦ τίς τι ποιῇ· ἡ γὰρ Οἰνόη δῆμός ἐστι τῆς Ἀττικῆς· οἵτινες φερομένην ὑπὲρ αὐτῶν χα‐ ράδραν παρέτρεψαν εἰς τὴν ἑαυτῶν χώραν. πολλὴ δὲ ἡ χαράδρα γενομένη ἐλυμήνατο αὐτῶν τὰ γεώργια καὶ τὰς οἰκίας καθεῖλεν. ὅμοιον δὲ τῷ· ὁ Καρπάθιος τὸν λαγῳόν. φασὶ γὰρ διὰ τὸ μὴ εἶναι εἰς Κάρπαθον λαγῳοὺς ἐπικομίσασθαί τινα ὡς εἰς ἐπιγέννημα· ἀφ’ ὧν τοσούτους γενέσθαι, ὡς καὶ τοὺς καρποὺς αὐτῶν χαλεπῶς βλάπ‐ τειν. |
| οι 122 | Οἰνόη καὶ Οἰνέως: δῆμος τῆς Ἱπποθοωντίδος πρὸς Ἐλευθέραις, ὁ δὲ τῆς Αἰαντίδος, πρὸς Μαραθῶνα. ἀφ’ ἑκατέρου δὲ τῶν δήμων ὁ δῆμος τῆς Οἰνέως. |
| οι 123 | Οἰνόμαος, Γαδαρεύς, φιλόσοφος Κυνικός, γεγονὼς οὐ πολλῷ πρεσβύτερος Πορφυρίου. Περὶ Κυνισμοῦ, Πολιτείαν, Περὶ τῆς καθ’ Ὅμηρον φιλοσοφίας, Περὶ Κράτητος καὶ Διογένους καὶ τῶν λοιπῶν. |
| οι 124 | Οἱ Νομοφύλακες τίνες· ἔδοξέ τισι τοὺς αὐτοὺς εἶναι τοῖς θεσμοθέταις· ἀλλ’ οὐκ ἔστιν οὕτως· οἱ μὲν γὰρ θεσμοθέται κατὰ τὰ πάτρια ἐστεφανωμένοι ἐπὶ τὸν Ἄρειον ἀνέβαινον πάγον, οἱ δὲ νομο‐ φύλακες στροφίοις λευκοῖς ἐχρῶντο καὶ ἐν ταῖς θέαις ἐπὶ θρόνων ἐκάθηντο κατ’ ἀντικρὺ τῶν ἐννέα ἀρχόντων· καὶ τῇ Παλλάδι τὴν πομπὴν ἐκόσμουν, ὅτε κομίζοιτο τὸ ξόανον ἐπὶ τὴν θάλασσαν· ἠνάγκαζον δὲ καὶ τὰς ἀρχὰς χρῆσθαι τοῖς νόμοις· καὶ ἐν ταῖς ἐκκλη‐ σίαις ἐκάθηντο μετὰ τῶν προέδρων, κωλύοντες ψηφίζειν, εἴ τι παράνο‐ μον αὐτοῖς εἶναι δόξειεν, ἀσύμφορον τῇ πόλει. |
| οι 125 | Οἰνόω, οἰνῶ: τὸ μεθύσκω. |
| οι 126 | Οἰνοπέπαντοι· βότρυες οἰνοπέπαντοι, ἐϋσχίστοιό τε ῥοιῆς θρύμματα. |
| οι 127 | Οἰνοπίωνος. |
| οι 128 | Οἰνοπίπας: τὰς οἴνους περισκοπούσας, ὡς Ὅμηρος παρθενο‐ πῖπα, φησὶν Ἀριστοφάνης· ποῦ δ’ οὐχὶ διαβέβληχ’, ὅπουπερ ἔμβραχυ οἷς θέα καὶ τραγῳδία καὶ χοροί; τὰς μοιχοτρόπους, τὰς ἀνδρεραστρίας καλῶν, τὰς οἰνοπίπας, τὰς προδότιδας, τὰς λάλους, τὰς οὐδὲν ὑγιές, τὰς μέγ’ ἀνδράσι κακόν. ὁ μὲν οὖν Σύμμαχός φησι παρὰ τὸ πιπίζειν τὸν οἶνον· ἐγὼ δὲ οὐχ ὁρῶ τὸ πιπίζειν ἐπὶ ταύτης τῆς ἐννοίας παρὰ τοῖς Ἀττικοῖς κείμενον, ἀλλὰ κατὰ μίμησιν φωνῆς λεγόμενον. ἄμεινον οὖν, ὥσπερ παιδοπίπης λέγεται, οὕτω καὶ οἰνοπίπης. οἰνοπίπας οὖν ἀντὶ τοῦ μεθύσους· παρὰ τὸ πιπίζειν, ὅ ἐστι μύζειν, ἢ μυζᾶν. |
| οι 129 | Οἰνοποτάζων: οἰνοποτῶν, εὐωχούμενος ἐν συμποσίῳ. παρὰ τὸν οἶνον αἱ καυχήσεις γίνονται. |
| οι 130 | Οἰνοπώλια. |
| οι 131 | Οἰνοποσία. |
| οι 132 | Οἰνοπότης: διὰ τοῦ ο μικροῦ. ὦ ξένε, τόνδε τάφον Ἀνα‐ κρείοντος ἀμείβων, σπεῖσόν μοι παριών, εἰμὶ γὰρ οἰνοπότης. |
| οι 133 | Οἶνος: ἐπὶ θεοῦ ἡ τιμωρία. Δαβίδ· ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. |
| οι 134 | Οἶνος ἄνευ παίδων: δύο παροιμίαι, ἡ μὲν οἶνος καὶ ἀλήθεια, ἡ δ’ οἶνος καὶ παῖδες ἀληθεῖς. λαμβάνεται ἐπὶ τῶν ἁπλοϊζομένων καὶ τὴν ἀλήθειαν λεγόντων. λύσις ὀνείρων Νικηφόρου πατριάρχου· οἶνος κενωθεὶς ἀγγείων παύει λύπας. οἶνος ῥυπώδης ἐκτρανοῖ πολλὰς λύπας. οἴνου μετασχὼν προσδόκα δεινὰς μάχας. |
| οι 135 | Οἶνος: ὠνομάσθη ἀπὸ Οἰνέως· Οἰνεὺς δ’ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν οἶνον ἔκλησε. Πλάτων δὲ οἰόνουν αὐτόν φησιν, διὰ τὸ οἰήσεως τὸν νοῦν ἡμῶν ἐμπιπλᾶν· ἢ ἀπὸ τῆς ὀνήσεως· Ὅμηρος· ὀνήσεαι, αἴκε πίησθα. καὶ τὰ βρώματα ὀνείατα ἀπὸ τοῦ ὀνίσκειν ἡμᾶς. ὁ δὲ Κύπριος ποιητής φησιν· οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας. Εὐβούλου στίχοι εἰς οἶνον· τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω τοῖς εὖ φρονοῦσι· τὸν μὲν ὑγείας ἕνα, ὃν πρῶτον ἐκπίνουσι· τὸν δὲ δεύτερον ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δ’ ὕπνου· ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι οἴκαδε βαδίζουσιν· ὁ δὲ τέταρτος οὐκέτι ἡμέτερός ἐστιν, ἀλλ’ ὕβρεως· ὁ δὲ πέμπτος βοῆς· ἕκτος δὲ κώμων· ἕβδομος δ’ ὑπωπίων· ὄγδοος κλήτορος· ὁ δ’ ἔνατος χολῆς· δέκατος δὲ μανίας· ὥς τ’ ἐκβάλλειν ποιεῖ. πολὺς γὰρ εἰς ἓν ἀγγεῖον χυθεὶς ὑποσκελίζει τοὺς πεπωκότας. καὶ Ἐπίχαρμος· ἐκ μὲν θυσίας θοίνη, ἐκ δὲ θοίνης πόσις ἐγένετο. ἐκ πόσιος κῶμος· ἐκ κώμου θυανία, ἐκ δὲ θυανίας δίκη· ἐκ δὲ καταδίκης πέδαι τε καὶ σφάκελος καὶ ζημία. καὶ Πανύασσις· οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ, ἐσθλὸν δ’ ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ. ἦν δὲ καὶ οἶνος κρίθινος ἐν κρατῆρσιν· ἐνῆσαν δὲ καὶ αὐταὶ αἱ κριθαὶ ἰσοχειλεῖς. |
| οι 136 | Οἴνου πιεῖν. οἱ προσιόντες τῶν ἰατρῶν ἐκέλευον οἶνον πιεῖν· τὸ γάρ τοι σεσῶσθαι ἢ μὴ τὸν ἄνθρωπον, ἐν τούτῳ ἔφασκον ἄρα ἐκεῖνοι τῇ τέχνῃ πίσυνοι. οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον; παρὰ τὸ Ὁμηρικόν· ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει. Ἡρόδοτος δὲ λέγει Πέρσας τοῦτον κρατεῖν τὸν τύπον· εἰ μὲν οὖν εἰσηγήσαιντό τινα νήφοντες, βουλεύεσθαι περὶ τούτου ἐν μέθῃ· εἰ δὲ εἰσηγήσαιντο ἐν μέθῃ, τοῦτο κυροῦν νήφοντας. οἴνου, ἔφη, τοσ‐ οῦτον πίνω, ὅσον τῷ ἡλίῳ σπένδω. ὁ Πῶρός φησιν, ὁ Ἰνδῶν βα‐ σιλεύς. |
| οι 137 | Οἰνοῦττα: ἡ ἐν οἴνῳ πεφυρμένη μάζα· οἱ δὲ εἶδος πλακοῦντος, μετ’ οἴνου καὶ μέλιτος γινόμενον. |
| οι 138 | Οἰνοχοεῖ: κιρνᾷ. καὶ Οἰνοχόος, πιγκέρνης. καὶ Οἰνο‐ χοεία. |
| οι 139 | Οἶνοψ, οἴνοπος. Οἴνοπι, μέλανι· ἐν Ἐπιγράμμασι· ὧν ἡμεῖς σπείσαντες, ὅσον θέμις, οἴνοπι Βάκχῳ καὶ Σατύροις. Οἰνω‐ πὸς δὲ οἰνώδης, διαυγής· ἢ μέλανος. Οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος. |
| οι 140 | Οἰνωθήσεσθαι μέν, οὐ μεθυσθήσεσθαι δέ. |
| οι 141 | Οἰνωτρία: ὄνομα τόπου. |
| οι 142 | Οἴξας: ἀνοίξας. |
| οι 143 | Οἰοβώτης: αὐθαίρετος. ὡς ἂν εἴποι τις, αὐτὸς ἑαυτοῦ τὴν διάνοιαν βόσκων καὶ μηδενὶ πειθόμενος, μονότροπος, μεμονωμένος, τῷ λογισμῷ μονωθείς, ἐκτὸς φρενός. νῦν αὖ φρενὸς οἰοβώτας φίλοις μέγα πένθος εὕρηται. |
| οι 144 | Οἰόθεν οἶος: ἐκ μόνου μόνος. θέλει δὲ εἰπεῖν, μόνος πρὸς μόνον. |
| οι 145 | Οἰόμενος: νομίζων. |
| οι 146 | Οἷον: τὸ θαυμαστικόν. οὐκ ἔτ’ ἄνδρα μὴ τόνδ’ ἴδητ’· ἔπος ἐξερέω μεγ’, οἷον. Ἀριστοφάνης περὶ Κλέωνος· οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει. διὰ τοῦ σχήματος τὴν ἀδηφαγίαν αὐτοῦ δηλοῖ. καὶ γὰρ τῶν ἀνθρώπων καὶ τῶν θρεμμάτων οἱ μάλιστα τοῖς ἐδέσμασιν ἐγκεκυφότες καὶ προσκείμενοι δοκοῦσιν ἀπλήστως καὶ περισπουδάστως ἐσθίειν. |
| οι 147 | Οἷον: τὸ ἀνταποδοτικὸν 〈τοῦ〉 τοιοῦτον, καὶ τὸ ἐπὶ παραδειγμά‐ των παραλαμβανόμενον, καὶ τὸ ἐπὶ θαυμασμοῦ. ὡς τό, οὐδὲν γὰρ οἷον τὸ ἀκούειν αὐτοῦ τοῦ νόμου. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. οὐδὲν οὕτως καλόν, οἷον τὸ ἀκούειν αὐτοῦ τοῦ νόμου. καὶ αὖθις· ἀνέμου ἐπιπνεύσαντος οἵου σφοδροτάτου καὶ ἐξάραντος τὴν ἄμμον. καὶ αὖθις· οἱ δὲ δράκοντες τὰ οὐραῖα μέρη ἐς σπείρας ἑλίξαντες καὶ ἐπανιστάμενοι καὶ πῦρ ὁρῶντες οἷον ὀξύτατον. ἐπὶ δὲ θαυμασμοῦ· ἄνθρωπος ἦν ὁ Δημόφιλος, ὁ πατριάρχης Κωνσταντίνου πόλεως, οἷος ἐμπεσὼν ὁμοῦ σύμπαντα φύρειν ἀκόσμῳ φορᾷ, καθάπερ ἄτακτος χειμάρρους πολὺν τὸν συρφετὸν ἄγων. |
| οι 148 | Οἶον: δῆμοι εἰσὶν ἐν τῇ Ἀττικῇ διττοί, οὐδετέρως λεγόμενοι. καλεῖσθαι δέ φασιν αὐτοὺς οὕτως διὰ τὸ μηδαμῶς οἰκητὸν τόπον ἔχειν, ἀλλὰ μεμονῶσθαι· τὸ γὰρ μόνον οἶον ἐκάλουν οἱ ἀρχαῖοι. ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελεικὸν Οἶον τῆς Ἱπποθοωντίδος. οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου. ἄλλοι δὲ ἦσαν οἱ λεγόμενοι Οἰῆθεν, ὡς προείρηται. |
| οι 149 | Οἱονεί. |
| οι 150 | Οἷόν τε: δυνατόν, ἀρκούντως ἔχον, κατὰ τὸ δυνατόν. |
| οι 151 | Οἷος: μόνος, ἢ ὁποῖος. ὁ δὲ ἐπολυπραγμόνησε πάντα· ἦν γὰρ οἷος μηδὲν μήτ’ ἀνθρώπειον μήτε θεῖον ἀδιερεύνητον ἐᾶν. |
| οι 152 | Οἶος: μόνος. παρὰ τὸ ἴος· ἐξ οὗ καὶ ἴα καὶ μία. ἴος δὲ ἀπὸ τοῦ σύ· ἴ· ἴος. ἢ ἀπὸ τοῦ εἷς. |
| οι 153 | Οἷος: ἀντὶ τοῦ ἕτοιμος. καὶ οἷός τε, ἀντὶ τοῦ ἕτοιμος. καὶ οἷος ἦν, ἀντὶ τοῦ ἕτοιμος ἦν. τίθεται δὲ καὶ ἀντὶ τοῦ ἐσπούδαζε. Λυσίας· ἐβιάζετό τε γὰρ καὶ οἷος ἦν ἐξευρεῖν τὴν θύραν. σημαίνει δὲ καὶ τὸ ἀνταποδοτικόν· τοιοῦτος οἷος ἦν ὁ πατήρ. |
| οι 154 | Οἷος: δυνατός. Ἀριστοφάνης· οὐ γὰρ ἔθ’ οἷός τ’ εἶμ’ ὑπερέχειν τῆς ἀντλίας. ἀντὶ τοῦ ἀντέχειν καὶ περιγίνεσθαι τοῦ πράγ‐ ματος. ἀπὸ μεταφορᾶς τῶν πλοίων, ἅπερ κινδυνεύει τῆς ἀντλίας πληρωθέντα. βούλεται δὲ εἰπεῖν, ὅτι νικῶμαι ὑπὸ τοῦ πράγματος. καὶ αὖθις· σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ πολλοὺς καλῶς οἷός τε συντέμνειν λόγους. |
| οι 155 | Οἷος: ὁποῖος. ὦ δύσμορ’ Αἶαν, οἷος ὢν οἵως ἔχεις· ὡς καὶ παρ’ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν. |
| οι 156 | Οἷος εἶ καὶ οἷός τε εἶ: τὸ μὲν χωρὶς τοῦ τε σημαίνει τὸ βούλει καὶ προῄρησαι, τὸ δὲ σὺν τῷ τε δύνασθαι. ἀμφοτέροις δὲ Λυσίας ἐχρήσατο. |
| οι 157 | Οἴω: τὸ φέρω· αἰτιατικῇ. |
| οι 158 | Οἰῶ: ἀντὶ τοῦ οἴομαι. ἀλλ’ ἀρχὰ μέν, οἰῶ, Λαμπιτώ. ἀντὶ τοῦ ὡς οἴομαι, ἀρχὴ τῆς μάχης ἡ Λαμπιτώ. |
| οι 159 | Οἰώθη: ἐμονώθη. |
| οι 160 | Οἰωνισάμενος: μαντευσάμενος, ὀττευσάμενος. δαιμονίως πως οἰωνισάμενος τὸ μέλλον. |
| οι 161 | Οἰωνίζοντο: ἀπετρέποντο ὡς κακῷ οἰωνῷ. τὸν δὲ ἡ μὲν νεότης ἐμίσουν τε καὶ οἰωνίζοντο, οἱ δὲ πρεσβύτεροι κατησπάζοντο καὶ ἐπῄνουν. καὶ αὖθις· ξὺν αἰσιωτέροις τοῖς οἰωνοῖς καὶ παρασκευῇ βεβαιοτέρᾳ αὖθις ἅψασθαι τοῦ πολέμου. καὶ αὖθις· ὅτε πάντας οἰωνίζεσθαι προσδοξάζοντας τὸν Αἰμίλιον ἐκπορευόμενον δοκεῖν ὁρᾶν εἰσπορευόμενον. |
| οι 162 | Οἰώνισμα. καὶ Οἰωνισμοί, αἱ διὰ τῶν πτηνῶν περιεργίαι. |
| οι 163 | Διαίρεσις οἰωνιστικῆς. Οἰωνιστική· ταύτην εὗρον πρῶτοι Φρύγες. ταύτης δὲ τὸ μέν ἐστιν ὀρνεοσκοπικόν· οἷον ὅταν πετο‐ μένου τοῦδε τοῦ ὄρνιθος, ἔμπροσθεν ἢ ὄπισθεν δεξιὰ ἢ ἀριστερὰ νεύοντος, εἴποι τις, ὅτι τόδε σημαίνει. πρῶτος δὲ ἔγραψε περὶ τούτου Τηλέγονος. τὸ δὲ οἰκοσκοπικόν, ὅταν τὰ ἐν τῷ οἴκῳ συμβαίνοντα· οἷον εἰ ἐν τῇ στέγῃ ἐφάνη γαλῆ ἢ ὄφις ἢ ἔλαιον ἐχέθη ἢ μέλι ἢ οἶνος ἢ ὕδωρ ἢ τέφρα· ἢ τρισμὸς ἐγένετο ξύλων ἢ ἄλλο τι, τόδε προμηνύει· ὃ συνέγραψε Ξενοκράτης. τὸ δὲ ἐνόδιον, ὡς ὅταν ἐξηγή‐ σηταί τις τὰ ἐν τῇ ὁδῷ ἀπαντῶντα· ὅτι ἐὰν ἀπαντήσῃ σοί τις τόδε βαστάζων, τόδε συμβήσεταί σοι· ὃ συνέγραψε Πόλλης· τὸ δὲ χειρο‐ σκοπικόν, ὡς ὅταν διὰ τῆς ἐκτάσεως τῶν χειρῶν διατεινομένων καὶ τῆς παλάμης, ἀπὸ τῶν ῥυτίδων εἴπωμεν, παιδοποιεῖ ἤ τι τοιοῦτον· ὃ συνέγραψεν Ἕλενος. παλμικὸν δὲ τὸ διὰ τῆς πάλσεως τοῦ σώματος γνωριζόμενον· οἷον, ἐπάλθη ὁ δεξιὸς ἢ ὁ ἀριστερὸς ὀφθαλμὸς ἢ ὦμος ἢ μηρός· ἢ κνησμὸς ἐν τῷ ποδί, ἢ πρὸς τὸ οὖς ἦχος ἐγένετο, τόδε συμβαίνει· ὃ συνέγραψε Ποσειδώνιος. |
| οι 164 | Οἰνόβρωτος: ὀρνεόβρωτος. |
| οι 165 | Οἰωνομαντεία. |
| οι 166 | Οἰωνός: τὸ σημεῖον. καὶ Οἰωνοσκόπος, ὁ μάντις. |
| οι 167 | Οἰωνοί: σαρκοφάγα ὄρνεα· ἢ σύμβολα. πάντα δὲ οἰωνοὺς ἐκάλουν, καὶ τὰ μὴ ὄρνεα. θεράποντ’ ὄρνιν. Ἀριστοφάνης. ἐπεὶ πολ‐ λάκις εἰώθαμεν λέγειν τινὰς τῶν θεραπόντων καλόποδας καὶ καλ‐ λοιωνίστους. ὄρνιν νομίζοντες πάνθ’ ὅσαπερ περὶ μαντείας διακρίνει. |
| οι 168 | Οἶς, οἰός: τὸ πρόβατον. |
| οι 169 | Οἰσέα: εἶδος φυτοῦ. |
| οι 170 | Οἶσε: προσήγαγε, συνῆξεν. ἑαυτῇ μὲν πλοῦτον οὐκ εὐκαταφρό‐ νητον οἶσεν, ἐκεῖνον δὲ κατὰ βαιὸν τηκόμενον τῷ ἔρωτι ἀπήλλαξε τῶν τῇδε. |
| οι 171 | Οἴσεται: λήψεται. |
| οι 172 | Οἴσει: κομίσει. καὶ Οἴσω, κομίσω, ἐνέγκω. |
| οι 173 | Οἶσθα: ἀντὶ τοῦ οἶδας. λέγεται καὶ χωρὶς τοῦ ς, μετὰ δὲ τοῦ ς ποτὲ ἢ διὰ μέτρον, ἢ διὰ τὸ μὴ συγκροῦσαι σύμφωνον, οἶσθας. Σοφοκλῆς· οἶσθ’, ὡς ποιήσων. ἀντὶ τοῦ ποιήσεις, Ἀττικῶς. καὶ αὖθις· οἶσθά τινας ἐν λογιστηρίοις ἀποδύντας ἢ πάντως ἀπὸ μιᾶς γέ του συμφορᾶς ἀναπεισθέντας ἐν μεσημβρίᾳ τοῦ βίου φιλοσοφεῖν ἀπὸ μόνου τοῦ τὸν θεὸν ὀμόσαι καὶ κατομόσαι Πλατωνικῶς· οὓς φθάσειεν ἂν ἡ σκιὰ φθεγξαμένη τι τῶν δεόντων. λέγεται καὶ ἔξοισθα. Σο‐ φοκλῆς· καὶ σύ που παρὼν ἔξοισθ’, ὑφηγητῆρος οὐδενὸς φίλων, ἀλλ’ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος. |
| οι 174 | Οἰσόμενος: κομίσων. |
| οι 175 | Οἰσοφάγος: ὁ λαιμός. |
| οι 176 | Οἴσπη: ῥυπαρῶν προβάτων ἔρια. Ἡρόδοτος. καὶ Οἰσπώτη, ὁ ῥύπος τῶν ἐρίων. |
| οι 177 | Οἰστά: φορητά. Θουκυδίδης· ὅμως δὲ ὑπὸ μεγέθους τοῦ ἐπικρεμαμένου ἔτι κινδύνου οἰστὰ αὐτοῖς ἐφαίνετο. καὶ αὖθις· καῦμά τε ἐπιφλέγειν ἔλεγον οὐδαμῆ οἰστόν. καὶ αὖθις· καὶ εἰ μὲν ἐπὶ μικροῖς εἴη διάφορον κακόν, οἰστὸν δὲ ὅμως πόσῳ γίνεται. |
| οι 178 | Οἰστρεῖ: ἐρεθίζει, ἐκμαίνει. Ἀππιανός· τῷ ὄντι πᾶσιν οἰστρώδης ἐνέπιπτεν ὁρμὴ καὶ προθυμία κατὰ τῶν βαρβάρων. καὶ αὖθις· καὶ ταῦτα μὲν ἔδρασεν ὥσπερ οἰστρηθεὶς καὶ κάτοινος γενό‐ μενος. καὶ Αἰλιανός· καὶ καλῶς Ἡρόδοτος τὰς ὑπὲρ τῶν γυναικῶν οἰστρήσεις τε καὶ μανίας παρ’ οὐδὲν ἐτίθετο. |
| οι 179 | Οἴστρησις: ἡ θηλυμανία. καὶ Οἰστρηλατούμενοι, πυρού‐ μενοι, ἐκμαινόμενοι. |
| οι 180 | Οἰστροπλῆγα: τῇ μανίᾳ πεπληγότα. εἴρηται δὲ ἀπὸ τοῦ οἴστρου, ὅς ἐστι μυῖα ὑπόχαλκος, ἐγχρίμπτουσα ἐν τῷ καύματι τοῖς βουσὶ καὶ ποιοῦσα ἐλαύνεσθαι. |
| οι 181 | Οἶστρος: ἐρεθισμός, ἔκκαυσις, πύρωσις ἐμμανής. Οἶστρον δὲ καλοῦσι πᾶσαν κίνησιν. ἔνθεν καὶ οἰστροδόνητος μυχός, ὁ ὑπὸ ἀνέμου ἐλαυνόμενος. Ἀριστοφάνης· σύ τε Πόντιε Πόσειδον, προλι‐ πὼν μυχὸν ἰχθυόεντ’ οἰστροδόνητον. καὶ Πισίδης· οἶστρος γάρ ἐστι, καὶ μάλιστα βαρβάροις, πρὸς τὰς μεταβολὰς εὐμεταπτώτως ἔχειν. |
| οι 182 | Οἰσύα: ἰτέα. |
| οι 183 | Οἰσυΐναις· Θουκυδίδης· ναύταις ἐξώπλισεν ἀσπίσι φαύλαις καὶ οἰσυΐναις ταῖς πολλαῖς. καὶ Εὐνάπιος· οἱ δὲ τῶν Πάρθων οἰσυΐνας ἀσπίδας ἔχοντες καὶ κράνη οἰσύϊνα, πλοκήν τινα πάτριον πεπλεγμένα. καὶ Οἰσύϊνον. σχοινίον ἰτέας. |
| οι 184 | Οἰσύμη: πόλις τῆς Θρᾴκης. |
| οι 185 | Οἰσύπη: ὁ ῥύπος τῶν ἐρίων. |
| οι 186 | Οἰσυπηρός: ῥυπαρός. Ἔρια οἰσυπηρά, ῥύπου πεπλη‐ ρωμένα, ῥυπάσματα ἀπὸ τῆς κόπρου. οἰσύπη δέ ἐστι τὸ διαχώρημα τῶν προβάτων. |
| οι 187 | Οἴτη: ὄνομα ὄρους ἐν Λακεδαιμονίᾳ. καὶ Οἰταῖος, ἀπὸ τοῦ αὐτοῦ ὄρους. |
| οι 188 | Οἶτος: ὁ μόρος. ἐν Μυθικοῖς· οὔτι δίκης ἀπάνευθεν ἀεικέϊ δάμναμαι οἴτῳ. |
| οι 189 | Οἶοι: μόνοι, ἢ δυνατοί. |
| οι 190 | Οἶφι: χοῖνιξ. |
| οι 191 | Οἰχαλῆες: ἀπὸ τόπου. |
| οι 192 | Οἴχεται: πορεύεται. καὶ Οἰχήσομαι, πορεύσομαι. |
| οι 193 | Οἰχνῶ: περιέρχομαι. τάλαιν’ ἀνύμφευτος αἰὲν οἰχνῶ. Ἠλέκτρα φησί. |
| οι 194 | Οἰχόμενος: πορευόμενος. |
| οι 195 | Οἴχωκ’, ὄλωλα, διαπεπόρθημαι φίλοι· Τέκμησσά φησι διὰ τὸν Αἴαντος θάνατον. |
Also published as PDF.