The 178 entries under Ψ in the Suda span lexical glosses, literary citations, and theological notes. Early entries address everyday vocabulary — ψαθαρόν (soft, tender), cited from Plato and Aristotle's zoological writings, and ψακάζει (to sprinkle), illustrated by a line from Aristophanes — alongside curiosities such as the Ψαθυριανοί, a heretical sect named after a certain Θεόκτιστος who sold bread-baskets and promoted its doctrines zealously.
Later entries move into figurative and critical language: ψυχρολογία is defined as false or ill-timed speech, and ψυχρός in a literary context brands the tragedian Morsimos, son of the poet Philokles, as a cold and feeble playwright. The final entry cites Aristophanes' Πλοῦτος and the historian Josephus, showing the Suda's typical blend of comedy, historiography, and paraphrase.
The letter is useful for studying Byzantine lexicographic method, the reception of classical comedy and philosophy, and the transmission of otherwise obscure heresiological and medical terminology.
| ψ 1 | Ψαθάλλειν: τὸ ψηλαφᾶν, καὶ μαλάττειν αἰσχρῶς. |
| ψ 2 | Ψαθαρόν: ἁπαλόν. οὕτως Πλάτων καὶ Ἀριστοτέλης Περὶ ζῴων. |
| ψ 3 | Ψαθυριανοί: αἵρεσίς τις οὕτω καλουμένη, διότι Θεόκτιστός τις ψαθυροπώλης διαπύρως τῷ λόγῳ τῷδε συνίστατο. καὶ ζήτει ἐν τῷ Ἀρειανός. |
| ψ 4 | Ψαθυρόν: ξηρόν. καὶ τὰ ὀστᾶ μου ὡς καῦσις ἐψαθυρώθη. |
| ψ 5 | Ψακάζει: ῥαίνει. Ἀριστοφάνης· ἔνδον ἀργυρίου μὴ ψακὰς ᾖ πάνυ πάμπαν. ἀντὶ τοῦ οὐδὲ τὸ σμικρότατον, ὃ καὶ νιφὰς καλεῖται. ἢ μηδὲ ὀβολοῦ ὄντος ἡμῖν. |
| ψ 6 | Ψάκελον: μέγα. |
| ψ 7 | Ψακροπόδης: ὄνομα ἐπίθετον. |
| ψ 8 | Ψαλάσσετε: ψηλαφᾶτε. Ἀριστοφάνης· ᾗπερ ἱερεῖον τοί μ’ ὑπο‐ ψαλάσσετε. τὰ γὰρ ἱερεῖα μέλλοντες θύειν ἐψηλάφων, εἰ λιπαρά ἐστι. καὶ Ἀψάλακτος· Ἀριστοφάνης· πρῶτος ἀπῆλθον ἀψάλακτος, ἀλλ’ ὅμως Λακωνικὸν πνέων. |
| ψ 9 | Ψάλλειν. |
| ψ 10 | Ψαλίδα: ἣν ἡμεῖς ἁψῖδα φαμέν. Νόμων ιβʹ· θήκην δὲ ὑπὸ γῆν αὐτοῖς εἰργασμένην εἶναι ψαλίδα προμήκη λίθων πολυτίμων. |
| ψ 11 | Ψαλίοις: χαλινοῖς. Ἀριστοφάνης· πάταγον χρυσοχάλινον ψαλίων. |
| ψ 12 | Ψαλλομένης: τιλλομένης. κυρίως δέ ἐστι ψάλλειν τὸ ἄκροις τοῖς δακτύλοις τῶν χορδῶν ἅπτεσθαι. ἐν Ἐπιγράμμασι· μιλτοφυρῆ τε σχοῖνον ὑπ’ ἀκρονύχῳ ψαλλομένην κανόνι. |
| ψ 13 | Ψαλλόμενος: ὁ ἀκροώμενος ψάλτου, καὶ κιθαριζόμενος, ὁ κι‐ θάρας. ὁ δὲ Φραάτης ἐπὶ δίφρου χρυσοῦ ἐκάθητο τὴν νευρὰν τοῦ τόξου ψάλλων. ἀντὶ τοῦ προσεγγίζων. |
| ψ 14 | Ψάλλω· δοτικῇ. αἰτιατικῇ δέ· τὴν νευρὰν τοῦ τόξου ψάλλων. |
| ψ 15 | Ψαλτήριον: ὄργανον μουσικόν, ὅπερ καὶ ναῦλα καλεῖται. |
| ψ 16 | Ψάλτης καὶ ψαλτής· τὰ εἰς της λήγοντα, ἔχοντα τὴν παραλή‐ γουσαν εἰς ἀμετάβολον λήγουσαν, ἀπρόσληπτα ὄντα τοῦ ς κατὰ τὴν γενικήν, βαρύνεται, εἰ μὴ εἴη μετοχικά· οἷον ὑφάντης, ἀγύρτης, Εὐφράτης· τὸ δὲ ἑκοντὴς καὶ ἐθελοντὴς μετοχικά. παρὰ δὲ Ἀττικοῖς ὀξύνονται καθαρτής, ἀμυντής, ἐπὶ τοῦ βοηθοῦ, φαιδρυντής, ποικιλτής, ψαλτής, πραϋντής. |
| ψ 17 | Ψάλτιγξ: κιθάρα. |
| ψ 18 | Ψάμαθος: παραθαλάσσιος ἄμμος· ἄμαθος γὰρ ἡ μεσόγειος. ὅτι ἄμαθος ἡ τῆς πεδιάδος κόνις, ψάμαθος δὲ ἡ τῆς θαλάσσης. |
| ψ 19 | Ψαμμήτιχος· ὅτι Ψαμμήτιχος, ὁ βασιλεὺς Αἰγυπτίων, Ἄζωτον πόλιν ἐπολιόρκησεν, ἐς ὃ ἐξεῖλεν. αὕτη δὲ ἡ Ἄζωτος ἁπασέων πο‐ λίων ἐπιπλεῖστον χρόνον πολιορκουμένη ἀντέσχε, τῶν ἡμεῖς ἴδμεν. |
| ψ 20 | Ψαμίς: τὸ ἄρμενον, καὶ καμάρα· καὶ ἐπὶ ὑδρορρόου τάσσεται, καὶ ἡ ταχεῖα κίνησις. |
| ψ 21 | Ψαμίτη: νησύδριον. καὶ ζήτει ἐν τῷ Ἑκάτην. ψάμιτον δὲ ἐστὶ ψαιστῶν τις ἰδέα. καὶ ζήτει ὁμοίως. |
| ψ 22 | Ψαμμακοσιογάργαρα: ἀπὸ λέξεων τὸ σύνθετον ἐγένετο δη‐ λουσῶν πολλά· σύγκειται γὰρ ἀπὸ τοῦ τῆς ψάμμου τὸν ἀριθμὸν εἰ‐ δέναι· ὁ γὰρ Πύθιος νεανιεύεται τῆς ψάμμου τὸν ἀριθμὸν εἰδέναι· οἶδα δ’ ἐγὼ ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης. καὶ Εὔπολις ἐπεσημήνατο τὴν λέξιν, εἰπών· ἀριθμεῖν θεατὰς ψαμμακοσίους. δύναται δὲ ἐγκεῖσθαι τῇ λέξει τὰ κοσια ἥτις ἐστὶ κατάληξις τῶν μετὰ τὸν δέκα ἀριθμὸν μέχρι τῶν χιλίων· ὃς πλήθους ἐστὶ πολλοῦ σημαντικός, οἷον διακόσια, τριακόσια, καὶ τὰ ἑξῆς. τὸ δὲ γάργαρα καὶ αὐτὸ ἐπὶ πλή‐ θους λαμβάνεται διὰ τὴν συγγένειαν τοῦ γ τὴν πρὸς τὸ κ· εἴρηται δὲ ἀντὶ τοῦ ἄφατα καὶ ἀναρίθμητα. τὸ δὲ κάρκαιρε παρὰ τῷ ποιητῇ, κάρκαιρε δὲ γαῖα πόδεσσι. μέμνηται καὶ Κρατῖνος· ἀρίστων ἀνδρῶν πᾶσα γαργαίρει πόλις. οἷον πλήθει. ἄλλως· οἷον πολλὰ καὶ ἀναρίθ‐ μητα· τὸ γὰρ ψαμμακόσια καθ’ ἑαυτὸ ἐπὶ πλήθους ἐτίθετο. παρὰ μὲν Εὐπόλιδι ἐν Χρυσῷ γένει οὕτως· ἀριθμεῖν θεατὰς ψαμμακοσίους. ἀπὸ τῆς ψάμμου ἀριθμητικῶς γεγενημένον. καὶ τὰ γάργαρα δὲ ἐπὶ πλήθους ἐτίθετο· ὡς ἐν Λίμναις· ἀνδρῶν ἐπακτῶν πᾶσα γάργαιρ’ ἑστία. καὶ παρὰ Ἀριστομένει ἐν Βοηθοῖς· ἔνδον γὰρ ἡμῖν γάργαρα. καὶ παρὰ Σώφρονι· ἁ δὲ οἰκία τῶν ἀργυρωμάτων γάργαιρε. καὶ ἐν τῇ τρα‐ γῳδίᾳ· χρημάτων τε γάργαρα. θέλουσι δέ τινες καὶ τὸ παρὰ τῷ ποιητῇ, κάρκαιρε δὲ γαῖα πόδεσσι· τὴν πολλὴν κίνησιν τῶν ποδῶν σημαίνειν· οἷον γάργαιρε. καὶ τὸν καρκίνον δὲ οὕτως ὀνομάζεσθαι διὰ τὸ πλῆθος τῶν ποδῶν. |
| ψ 23 | Ψαμμίαιχος: ὄνομα κύριον. |
| ψ 24 | Ψάμμος: ἡ παραθαλάσσιος γῆ. |
| ψ 25 | Ψᾶν. Περιοίσειν, τὸ περιέσεσθαι, καὶ ἀνθέξειν. Θουκυδίδης ζʹ. |
| ψ 26 | Ψανθοφάνιχος: οὕτως ἐκαλεῖτο Ἰωσὴφ ὑπὸ Φαραώ. τουτέστι κρυπτῶν εὑρετής. |
| ψ 27 | Ψᾶρες καὶ κολοιοί: εἴδη ὀρνέων. |
| ψ 28 | Ψαρόν: εἶδος χρωμάτων. Ψαρὸς γὰρ ἵππος ὁ τὸ χρῶμα τοιοῦτος. ἢ ὁ ταχύς· ἀπὸ τοῦ ψαίρειν. ἔνθεν καὶ αἰψηρός. |
| ψ 29 | Ψαττάλλειν καὶ Ψαθάλλειν: τὸ ψηλαφᾶν καὶ μαλάττειν αἰσχρῶς. |
| ψ 30 | Ψαύει· γενικῇ. ἅπτεται. ὡς ἐμψύχῳ θεοῦ κιβωτῷ ψαυέτω μηδαμῶς. αἱ δὲ σάρκες τοῦ ἁγίου προσψαύσασαι τῷ πυρί. |
| ψ 31 | Ψαφαρῇ· καὶ νάρδῳ ψαφαρῇ, κεγχρίτισιν ἰσχάσιν ἀμφί. καὶ αὖθις ἐν Μύθοις· ἔστασαν, οὐδὲ κόμας ψαφαρῇ μίαντο κονίῃ. |
| ψ 32 | Ψαφαρόν: ἀσθενές, ἐλαφρόν, κακόν, εὔθραυστον. Ἀππιανός· ὅτι Ἀννίβας ὁ στρατηγὸς Καρχηδονίων διαβὰς τὰ Πυρηναῖα ὄρη καὶ διέβη εἰς τὴν Κελτικήν, τὴν νῦν Γαλατίαν, καὶ διώδευε τὴν χώραν. ἐλθὼν δὲ ἐπὶ τὰ Ἄλπεια ὄρη καὶ εὑρὼν ἀπόκρημνα ἰσχυρῶς ἐπέβαινε κἀκείνοις ὑπὸ τόλμης, κακοπαθῶν, τὴν μὲν ὕλην τέμνων καὶ κατακαίων, τὴν δὲ τέφραν σβεννὺς ὕδατι καὶ ὄξει καὶ τὴν τέφραν τοῦδε ψαφαρὰν γινομένην σφύραις σιδηραῖς θραύων καὶ ὁδοποιῶν. |
| ψ 33 | Ψαίκαλον: τὸ ἀρνίον. |
| ψ 34 | Ψαίρειν: τὸ ταχύνειν. ἔνθεν καὶ αἰψηρός. |
| ψ 35 | Ψαιστά: ἄλφιτα ἐλαίῳ καὶ οἴνῳ δεδευμένα. ἅπερ ἐπεθυμίων τοῖς θεοῖς. ψαιστὰ δὲ καλεῖται ἀπὸ τῆς τοῦ μύλωνος περιψήσεως. ἢ πέμμα. ἢ εἶδος πλακοῦντος. καὶ ἐν Ἐπιγράμμασι· σοὶ τάδε πέμπω ψαιστία καὶ λιτῆς δῶρα θυηπολίης. καὶ αὖθις ἐν Ἐπιγράμμασι· καὶ ψαιστῶν ὀλίγον δράγμα πενιχραλέον. καὶ Ψαιστῶν, ἅπερ ἦν ἄλφιτα ὑπὸ μύλης κατεψητισμένα. καὶ αὖθις· ψαιστά τε πιήεντα καὶ εὐθήσαυρον ἔλαιον. τὸ δὲ πιήεντα, λιπαρά. |
| ψ 36 | Ψαίστορα· σπόγγον ἔχειν καλάμων ψαίστορ’ ἀπὸ Κνιδίων. |
| ψ 37 | Ψέγω· αἰτιατικῇ. |
| ψ 38 | Ψεδνή: ἀραιά. καὶ Ψεδνός, ἀραιόθριξ, μαδαρός. |
| ψ 39 | Ψεκάς: δρόσος. Ἀντίμαχος οὕτως ἐκαλεῖτο Ψεκάς. ἐπὶ τῶν πτυελωδῶν. οὗτος δὲ μελῶν ἦν ποιητής. οὕτω δὲ ἐκλήθη, διότι προσέρραινε τοὺς ὁμιλοῦντας διαλεγόμενος. ἦν δέ τις καὶ Ὀλυμπικὸς οὕτω καλούμενος. ἐδόκει δὲ ὁ Ἀντίμαχος οὗτος ψήφισμα πεποιηκέναι, ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματος· καὶ ἐπὶ τούτῳ πολλοὶ τῶν ποιητῶν οὐ προσῆλθον ληψόμενοι τὸν χορὸν καὶ πολλοὶ τῶν χορευόντων ἐπεί‐ νων. περὶ τούτου τοῦ Ἀντιμάχου φησὶν Ἀριστοφάνης· ὃν ἔτ’ ἐπίδοιμι τευθίδος δεόμενον· ἡ δ’ ὠπτημένη σίζουσα πάραλος ἐπὶ τραπέζης κει‐ μένη ὀκέλλοι· κᾆτα μέλλοντος λαβεῖν αὐτοῦ, κύων ἁρπάσας φάγοι. τοῦτο μὲν αὐτῷ κακὸν ἕν. |
| ψ 40 | Ψεκτέος· οἰκοδομήματα Ἀσσύρια καὶ δαπανηρὰς λειτουργίας χαίρειν ἐάσαν‐ τας χρὴ τοὺς ἄρχοντας ἄρχειν· ψεκτέος γὰρ ὁ ἄρχων ὁ χαίρων οἰκοδομήμασιν εὐπρεπέσι. |
| ψ 41 | Ψελίῳ: περιοχῇ. ὁ κύριος ἐν Ἰὼβ περὶ τοῦ δράκοντος, τουτέστι τοῦ διαβόλου· ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ. τὸ Ψέλιον, κόσμος τῆς χειρός. καὶ Αἰλιανὸς ἐν τῷ Περὶ προνοίας· παρ’ οὐδὲν τιθέμενος τὴν τοῦ ἱεροῦ γράμματος συμβουλήν, ὅπερ οὖν οἷα δήπου ψέλιον τῷ βασιλεῖ τῶν Αἰγυπτίων ἐκ τοῦ νόμου προσήρτητο, ἀναστέλ‐ λον τῶν ἀδικημάτων. |
| ψ 42 | Ψελλός: ἀσήμως, ἀνάρθρως λαλῶν, τραυλός. |
| ψ 43 | Ψενδυνοί: σπόνδυλοι. |
| ψ 44 | Ψευδάμαξυς: ὁ ψευδόπλουτος. |
| ψ 45 | Ψευδατραφάξυος πλέα: ἀντὶ τοῦ πλήρη ψευσμάτων. ἀτρά‐ φαξυς δὲ εἶδος λαχάνου, ὃ ταχέως εἰς μέγεθος αὔξεται. ἐπεὶ οὖν ὁ Κλέων ψευδῆ κατὰ τῶν ἱππέων κατηγόρησε καὶ ἡ βουλὴ πείθεσθαι ἐδόκει, ψευδατραφάξυος πλέαν εἶπε τὴν βουλὴν γεγονέναι, διαβάλλων μὲν ὡς ψεύστην τὸν Κλέωνα, τῆς δὲ βουλῆς καθαπτόμενος, ὡς τοῖς ψευδομένοις καὶ διαβάλλουσι πειθομένην εὐχερῶς καὶ ῥᾳδίως, ὥσπερ καὶ τὸ λάχανον αὔξεται. |
| ψ 46 | Ψευδεγγραφή: ὄνομα δίκης ἐστίν, ἣν εἰσίασιν οἱ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ, ὡς καταψευσαμένου αὐτὸν τοῦ ἐγγράψαντος ἐν τῇ σανίδι τῇ παρὰ τῇ θεῷ κειμένῃ, ὡς ἀδίκως ἐγγραφέντες ὀφείλειν τῷ δημοσίῳ. |
| ψ 47 | Ψευδέγγραφος δίκη: τῶν δημόσια ὀφειλόντων τὰ ὀνόματα ἀπογράφονται οἱ ταμίαι, καὶ ὅσα ἕκαστος ὀφείλει. ἐὰν οὖν μὴ ὀφεί‐ λοντα ἐγγράψῃ τις ἢ ὀφείλοντα μὲν ἐγγράψῃ, πλέον δὲ τοῦ ὀφειλή‐ ματος, οὗτος ψευδεγγραφῆς κρίνεται. |
| ψ 48 | Ψευδενέδρα· Ξενοφῶν· ὡς δὲ ἐφοβοῦντο τὴν εἰς Τραπεζοῦντα κατάβασιν, πρανὴς γὰρ ἦν, ψευδενέδραν ἐποιήσαντο. |
| ψ 49 | Ψευδῆ: ψευδῶς. |
| ψ 50 | Ψευδηγόρος: ψευδολόγος. |
| ψ 51 | Ψευδὴς ἐγγραφή: τοῦτο μὲν ὄνομα δίκης. ζητήσει δ’ ἄν τις, τίνι διαφέρει ψευδεγγραφὴ βουλεύσεως· καὶ γὰρ διαφέροντα τίθησιν ὁ Λυκοῦργος. τάχα οὖν ψευδεγγραφῆς μὲν ἐλάγχανον οἱ μὴ ὀφεί‐ λοντες μέν, ἐγγραφέντες δὲ ψευδῶς, βουλεύσεως δέ οἱ πάλαι μὲν ὠφληκότες, ἀποδόντες δὲ καὶ αὖθις κατ’ ἐπιβουλὴν ψευδῶς ἐγγρα‐ φέντες. |
| ψ 52 | Ψευδοκλησία: ὄνομα δίκης ἐστὶν, ἣν εἰσίασιν οἱ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ, ἐπειδὰν αἰτιῶνταί τινας ψευδῶς κατεσκευάσθαι κλητῆρας καθ’ ἑαυτῶν ὡς τὴν δίκην ἀφ’ ἧς ὦφλον· ὡς Ἰσαῖός φησι. |
| ψ 53 | Ψευδόμαντις. |
| ψ 54 | Ψεύδομαι· αἰτιατικῇ. |
| ψ 55 | Ψευδομυθία: ψευδολογία. |
| ψ 56 | Ψευδόπτωμα· Ἀριστοφάνης· εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον ἐν μάχῃ τινί, τοῦτ’ ἀπεψήσαντ’ ἄν. διὰ τὸ μὴ φαίνεσθαι πεπτωκέναι. τὸ δὲ εἶδος τοῦ παλαίσματος ψευδόπτωμα καλοῦσιν. ὃ δὲ λέγει, τοι‐ οῦτόν ἐστιν· ὅτι οἱ πρόγονοι, εἰ καὶ ἡττήθησαν, τὴν ἧτταν ἀνεκαλοῦντο· καὶ τοῖς νενικηκόσιν, ἡττηθεῖσιν ἐκ δευτέρου, πλέον τῆς προτέρας δίκης οὐδὲν ἦν. |
| ψ 57 | Ψευδόπυρα: στρατήγημα, ὅπερ ποιοῦσι, διὰ νυκτὸς καίοντες πυρὰ πρὸς κατάπληξιν τῶν πολεμίων. |
| ψ 58 | Ψευδοσέληνον: ἡ ἀμαυρὰ σελήνη. |
| ψ 59 | Ψεῦδος: ἡ ἀνθρωπίνη εὐημερία. καὶ ὁ Δαβίδ· ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης. |
| ψ 60 | Ψευδώνυμοι: διεψευσμένοι τῷ ὀνόματι, ψευδολόγοι. |
| ψ 61 | Ψευσθέντα: ἀπατηθέντα. ψευσθέντα δὲ αὐτὸν ὑπ’ ἀνδρὸς ἀπα‐ τεῶνος, μὴ μένειν ἀπόμαχον. ἐκείνῳ γὰρ βουλαί τε καὶ λόγοι παν‐ τοῖοι, ὅπως τοῦ πολέμου περιέσοιτο. καὶ Ψευσθῆναι· γενικῇ. |
| ψ 62 | Ψεῦσον: σύνηθες τὸ σχῆμα. Μένανδρος· οἶσθ’ ὃ ποίησον. καὶ ὁ Σοφοκλῆς. μὴ ψεῦσον, ὦ Ζεῦ, τῆς ἐπιούσης ἐλπίδος. |
| ψ 63 | Ψεῖσαι: σιτίσαι, ψωμίσαι. |
| ψ 64 | Ψήγματα: μικρὰ κομμάτια. |
| ψ 65 | Ψηκεδών: κονιορτός. |
| ψ 66 | Ψήκτρα: ἐργαλεῖον, δι’ οὗ τοὺς ἵππους κνήθομεν. ἐν Ἐπι‐ γράμμασι· καὶ πριστὸν ψήκτρης κνῆσμα σιδηρόδετον. καὶ αὖθις· καὶ ψήκτραν ἵππων ἐρυσίτριχα τήν τ’ ἐπὶ νώτων μάστιγα, ῥοίζης μητέρα θαρσαλέην. καί, ψήκτραν ἄκιτιν ἀπέπτυσεν. ὅτι ὁ ψηκτὴρ καὶ δεῖνος λέγεται. |
| ψ 67 | Ψηλαφίζει: ἀντὶ τοῦ ψηλαφᾷ. οὕτως Ἀναξίλας. καὶ Ψηλαφῶ· αἰτιατικῇ. |
| ψ 68 | Ψῆλαι: ἀντὶ τοῦ ψᾶλαι, κατὰ τροπήν. |
| ψ 69 | Ψήληκες: τῶν ἀλεκτρυόνων οἱ νοθαγένναι. |
| ψ 70 | Ψῆνας: τοὺς ἰχθύας. |
| ψ 71 | Ψῆνες: κωνώπια, τὰ ἐν τοῖς ὀλύνθοις γινόμενα. οἵτινες καὶ τῶν ὀλύνθων περιαπτομένων ταῖς συκαῖς πεπαίνουσι τὰ σῦκα. καὶ Ὑπεψηνισμένη ἀπὸ τούτου, ἡ ἐγκύμων. |
| ψ 72 | Ψηνίζω. καὶ παροιμία· οὐδεὶς κομήτης ὅστις οὐ ψηνίζεται. ὅστις οὔ. τὸ δὲ ἀκροτελεύτιον αὐτὸς σὺ πρὸς τὴν ἠχὼ τοῦ τριμέτρου συνάρμοσον. οὐ γὰρ ἔγωγε φθέγξομαι τὸ δεινὸν ἐκεῖνο καὶ πρᾶγμα καὶ ὄνομα. |
| ψ 73 | Ψηνός: ὁ φαλακρός. |
| ψ 74 | Ψηνύξαι: ξύσαι, σοβῆσαι. |
| ψ 75 | Ψῆρας: ψάρους. ὄρνεα. Ὅμηρος· κολοιούς τε ψῆράς τε. καὶ αὖθις· ὁ πρὶν ἐγὼ καὶ ψῆρα καὶ ἁρπάκτειραν ἐρύκων σπέρματος ὑψι‐ πετῆ Βιστονίαν γέρανον. |
| ψ 76 | Ψηρόν: ξηρόν. |
| ψ 77 | Ψησία: εἶδος ἰχθύων. |
| ψ 78 | Ψῆττα: τῶν πλατέων τις ἰχθύων. ἔνιοι βούγλωσσον. δοκεῖ δέ τισιν ἐκ δύο συγκεῖσθαι δερμάτων τὴν ἰδέαν· διῄρηται δὲ κατὰ τὸ μέσον, ὡς οἱ σφῆκες. ἢ ὄρνεόν ἐστι τετμημένον κατὰ τὸ μέσον, ὡς οἱ σφῆκες. Ἀριστοφάνης· ἐγὼ δέ, κἂν ὡσπερεὶ ψῆτταν δοκῶ δοῦναι ἐμαυτῆς παρταμοῦσα θ’ ἥμισυ. ἀντὶ τοῦ κἂν συμβῇ τέμνεσθαί μου τὸ ἥμισυ, βούλομαι. |
| ψ 79 | Ψηφῖδες: ψῆφοι. |
| ψ 80 | Ψηφίσματα: γνῶμαι ἀρέσκουσαι. ξυνήρεσε δὲ τὰ τοιάδε, εἰ ὁ Ῥωμαίων βασιλεὺς τῷ δόγματι ἐπιψηφίσοιτο. ἀντὶ τοῦ ἀρεσθῇ. |
| ψ 81 | Ψηφολόγοι· ψηφολόγοι εἰσὶν οἱ ψηφοπαῖκται. ψηφολογικοὶ γοῦν οἱ πλανῶντες καὶ ἀπατῶντες, ὥσπερ οἱ ψηφολόγοι τοὺς ὀφθαλ‐ μοὺς τῷ τάχει τῆς μεταθέσεως τῶν ψήφων ἀπατῶντες συναρπάζουσι. |
| ψ 82 | Ψηφολόγοι: οἱ λόγον καὶ φροντίδα ποιούμενοι τῆς διὰ τῶν ψήφων ἀπάτης. |
| ψ 83 | Ψῆφος: κρίσις, ἀπόφασις, διαλαλιά, λόγος. καὶ Ἀψήφιστον. ὁ κατέχων τὸ ἀψήφιστον ἐν γνώσει ἐπιτελεῖ πᾶσαν τὴν γραφήν. καὶ αὖθις· οὐ γὰρ ἔσται δύναμις, οὐδ’ ἢν ἑπτάκις σὺ ψηφίσῃ. οἱ γὰρ γέροντες ἀεὶ ἐψηφίζοντο, τί πρακτέον καὶ τί μή. |
| ψ 84 | Ψῆφος. ψῆφον καλοῦμεν τὸν λίθον τὸν ἐν τῷ δακτυλίῳ καὶ τῶν χρημάτων τὸν ἀριθμόν. |
| ψ 85 | Ψῆφος μέλαινα: ἡ καταδικάζουσα· λευκὴ δὲ ἡ δικαιοῦσα. Πισίδης· ψήφου μελαίνης ἐξεφώνησε κρίσιν. |
| ψ 86 | Ψηφοφορία: ἡ πολλῶν ψῆφος, καὶ ἀποδοχή. κοὐχὶ μὴ παύ‐ σησθε τῶν ψηφισμάτων, πρὶν ἂν τοῦ σκέλους λαβὼν ὑμᾶς τις ἐκτρα‐ χηλίσαι θέλων. |
| ψ 87 | Ψήχειν: καταμάσσειν, τρίβειν, ξύειν. οἱ δὲ Μαυρούσιοι παραυ‐ τίκα τοὺς ἵππους ἔψηχον· οἱ δὲ λόγχας, οἱ δὲ ξίφη ἠκόνων. καὶ ἐν Ἐπιγράμμασι· ψήχει καὶ πέτρην ὁ πολὺς χρόνος, οὐδὲ σιδήρου φείδεται, ἀλλὰ μιῇ πάντ’ ὀλέκει δρεπάνῃ. |
| ψ 88 | Ψηχόμαν τὸν δικαστήν. |
| ψ 89 | Ψηχράν: τὴν λεπτήν. |
| ψ 90 | Ψιά: χαρά. |
| ψ 91 | Ψιάδες: ῥανίδες, σταγόνες, ψεκάδες. |
| ψ 92 | Ψιάθιον. καὶ ἐπίρρημα Ψιαθηδόν. |
| ψ 93 | Ψιάθου: θηλυκόν. λέγεται δὲ παρ’ Ἀριστοφάνει καὶ ἀρσενικῶς, τοὺς ψιάθους. |
| ψ 94 | Ψίδωνες: διάβολοι, ψίθυροι. |
| ψ 95 | Ψίεντα: μακάριον. |
| ψ 96 | Ψιζομένη: κλαίουσα. |
| ψ 97 | Ψιῆναι: ψέξαι. |
| ψ 98 | Ψιθυρίζει· αἰτιατικῇ. ἠρέμα εἰς τὸ οὖς διαλέγεται. διαβάλλει. καί, Ἀφροδίτης ψιθύρου ἱερόν. πνέοντος ἀνέμου μαλακοῦ καὶ ἠρέμα διὰ τῶν φύλλων εἰσιόντος, ὥσπερ προσλαλεῖ τὰ δένδρα, ὅπερ ψιθυ‐ ρίζειν λέγεται. καὶ Θεόκριτος· ἁδύ τι τὸ ψιθύρισμα, καὶ ἁ πίτυς, αἰπόλε, τήνα. καὶ Λόγος ψίθυρος, ὁ διάβολος. Σοφοκλῆς· τοιούσδε λόγους ψιθύρους πλάσσων. |
| ψ 99 | Ψιθυριστοῦ Ἑρμοῦ καὶ Ἔρωτος καὶ Ἀφροδίτης: ἅπερ πρῶτος ἐποίησεν, ὥς φησι Ζώπυρος, Θησεύς, ἐπεὶ Φαῖδρα, ὥς φασιν, ἐψιθύριζε Θησεῖ κατὰ Ἱππολύτου, διαβάλλουσα αὐτόν. οἱ δὲ ἀνθρω‐ πινώτερόν φασιν Ἑρμῆν Ψιθυριστήν, παρὰ τὸ ἀνθρώπους ἐκεῖ συνερ‐ χομένους τὰ ἀπόρρητα συντίθεσθαι καὶ ψιθυρίζειν ἀλλήλοις, περὶ ὧν βούλονται. Ψιθυρισμὸς δὲ ἡ τῶν παρόντων κακολογία παρὰ τῷ Ἀποστόλῳ. |
| ψ 100 | Ψιθυριστὴς Ἑρμῆς: ἦν τις Ἀθήνησιν Ἑρμῆς οὕτω καλούμενος. ἐτιμᾶτο δὲ Ἀθήνησι καὶ Ψίθυρος Ἀφροδίτη καὶ Ἑρμῆς Ψίθυρος. |
| ψ 101 | Ψιλεύς: ἐπ’ ἄκρου χοροῦ ἱστάμενος. ὅθεν καὶ φιλόψιλος παρὰ Ἀλκμᾶνι, ἡ φιλοῦσα ἐπ’ ἄκρου χοροῦ ἵστασθαι. |
| ψ 102 | Ψιλοδάπιδας: τὰς ψιλὰς καὶ μὴ μαλλωτὰς δάπιδας λέγουσι. |
| ψ 103 | Ψιλοκόρης: φαλακρός. |
| ψ 104 | Ψιλόν: γυμνόν. καὶ ἀντὶ τοῦ ἔρημον. τὰ δὲ θηρία ὕστε‐ ρον ἑάλω ψιλὰ τῶν Ἰνδῶν. |
| ψ 105 | Ψιλός: τάξις ἐστὶν ἀγεννεστάτη, ἥ τις προβάλλεται ἔμπροσθεν τοῦ στρατοπέδου γυμνῶν ἀόπλων· καὶ ἐὰν ταραχὴ γένηται, ἐκείνη πρώτη ἀναιρεῖται. οἴμοι κακοδαίμων· ψιλὸς αὖ στρατεύσομαι. τοῦτο δὲ εἴρηκε, διότι ἐψίλωτο. Εὐνάπιος δὲ λέγει ψιλὸν δὲ οἷον κοῦφον. αὐξίλια δὲ οἱ Ῥωμαῖοι τὰ τέλη ταῦτα προσαγορεύουσι, τὸ τῆς βοη‐ θείας ὀξὺ καὶ παρὰ τὰς χρείας εὐκίνητον οὕτω προσαγορεύοντες. καὶ ἡ τραγῳδία· αὖθις αὖ πάλιν εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν. λέγεται καὶ Ψιλή, ἡ ἀσθενής. |
| ψ 106 | Ψιλοί: οἱ μὴ καθωπλισμένοι μέν, ἐν καιρῷ δὲ τῆς μάχης τῷ παρατυχόντι ἢ λίθῳ ἢ ξύλῳ ἢ ἄλλῳ τινὶ ὀργάνῳ χρώμενοι· ἢ τοξό‐ ται. παρὰ τὸ σκευῇ ψιλῇ χρῆσθαι. |
| ψ 107 | Ψίμαρον: εὐδιαῖον. |
| ψ 108 | Ψιμύθιον: χρῶμα ἑταιρικόν. |
| ψ 109 | Ψινάδες: παρὰ Θεοφράστῳ αἱ ῥοιάδες, αἱ ἄμπελοι. ἔνιοι τὰς δρυπεπεῖς ἐλαίας. |
| ψ 110 | Ψινάζει: ἀπορρεῖ τὰ ἀσθενῆ τοῦ καρποῦ, φυλλορροεῖ. |
| ψ 111 | Ψινύθιον: φαῦλον. |
| ψ 112 | Ψίξ, ψιχὸς κλίνεται. |
| ψ 113 | Ψίω: τὸ ἐμβρωματίζω. καὶ Ψῖσαι, ψωμίσαι. καὶ Ψισθεῖεν, ψωμισθεῖεν, τραφεῖεν διὰ ψιχῶν. καὶ Ψιώχω. |
| ψ 114 | Ψιττακίαν: ὑποδήματος γυναικείου γένος. |
| ψ 115 | Ψίττακος. ὄνομα ὀρνέου. ὅτι τῶν πτηνῶν ὅσα παραπλησίαν ἔχει τὴν γλῶτταν καὶ τὴν τῶν γενύων διάθεσιν ταῖς τῶν ἀνθρώπων δύναται μιμεῖ‐ σθαι διάλεκτον, οἷον κίτται καὶ ψίττακοι καὶ τὰ ὅμοια. |
| ψ 116 | Ψίτται: ἰχθύων γένος. |
| ψ 117 | Ψῖχες: ἀρσενικῶς οἱ ψῖχες καὶ τοὺς ψῖχας. ὁ δὲ Θεολόγος θηλυκῶς λέγει· ψὶξ παραδραμοῦσα τὸ φαυλότατον. καὶ Ψιχίον. |
| ψ 118 | Ψόα: τὸ μέρος τοῦ σώματος. ἐν ταύταις ἔγκεινται οἱ νεφροί, δι’ ὧν αἱ ὀρέξεις κινεῖσθαι πεφύκασι. καὶ Δαβίδ· ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων. |
| ψ 119 | Ψόγος. ἡ κακολογία. |
| ψ 120 | Ψόθος: ἀκαθαρσία. οὕτως Φρύνιχος. |
| ψ 121 | Ψολόεν: φλογόεν πῦρ. |
| ψ 122 | Ψολόεντα κεραυνόν: τὸν ὀξέως φθείροντα. Ψολόεις ἡ εὐθεῖα. |
| ψ 123 | Ψολοκομπία: ἀλαζονεία. Ἀριστοφάνης Ἱππεῦσιν· ἥσθην ἀπει‐ λαῖς, ἐγέλασα ψολοκομπίαις. μεγαλοδοξίαις καὶ μεγαλοπορίαις. ἀπὸ τῶν προειρημένων ὀνομάτων, τοῦ βροντᾶν καὶ ταράττειν τὴν γῆν καὶ κρημνοὺς ἐρείδειν καὶ κεραυνοῖς χρῆσθαι· τῶν γὰρ κεραυνῶν οἱ μὲν καταιβάται, οἱ δὲ ψολόεντες, οἱ κατὰ τὴν ψαῦσιν ὀλλύντες, οἱ δὲ ἀρ‐ γῆτες καλοῦνται. |
| ψ 124 | Ψουδία: ψευδῆ. Κρῆτες. |
| ψ 125 | Ψοφοδεής: δειλός, τοὺς ψόφους φοβούμενος. |
| ψ 126 | Ψόφος· ὅτι ὁ ψόφος ὁ μὲν δυνάμει, ὁ δὲ ἐνεργείᾳ· καὶ τὰ μὲν δύναται ψοφεῖν, τὰ δὲ οὔ. τὰ μὲν οὖν δυνάμενα ψοφεῖν ἐστι τὰ στερεὰ καὶ λεῖα, ἐν οἷς ἐστιν ὁ δυνάμει ψόφος, ὅταν ἐνεργῇ, καθό ἐστι ψοφητικά· ἡ γὰρ ἐπιτηδειότης τοῦ δύνασθαι ψοφεῖν, οὗτός ἐστιν ὁ δυνάμει ψόφος. ὅταν δὲ δυνάμενα ποιῇ, οὗτός ἐστιν ὁ ἐνεργείᾳ. ἔστι δὲ ψόφος πληγὴ ἀέρος τοιῶσδε γινομένη· δεῖ γὰρ εἰς τὸ γενέ‐ σθαι ψόφον δύο σκληρῶν σωμάτων συνεμπτώσεως καὶ λείων σωμάτων ἀθρόαν συνέμπτωσιν πρὸς ἄλληλα γενέσθαι. ἐν γὰρ τούτοις ὁ ἐν‐ απολαμβανόμενος ἀὴρ ἀθρόως ἐκθλιβόμενος ποιεῖ τὸν ψόφον. οὔτε γὰρ τὰ μαλακὰ τῶν σωμάτων ψόφον ποιεῖ, οἷον σπόγγος, ἔρια, οὔτε τὰ σκληρὰ μέν, ἠρέμα δὲ καὶ κατὰ μικρὸν προσκρουόμενα· φθάνει γὰρ κατὰ μέρος οἷον θρυφθῆναι ὁ ἀήρ. διὸ δεῖ τῆς σφοδρᾶς τῶν σκλη‐ ρῶν σωμάτων συνεμπτώσεως, ἵνα πολὺς ὁ ἀὴρ ἐναποληφθῇ μεταξύ, ὃς ἐναπολαμβανόμενος καὶ ἀθρόως ἐξωθούμενος ποιεῖ τὸν ψόφον· φθάνουσα γὰρ ἡ πληγὴ τὴν ἔξοδον αὐτοῦ ἀποκλείει καὶ ἀθρόον ἐκπυρηνίζει. τὰ δὲ μαλακὰ οὐ ψοφεῖ, διότι οὐχ οἷά τέ ἐστιν ἐξωθῆ‐ σαι τὸν ἀέρα τὸν ἐναποκλειόμενον· διὰ γὰρ τῶν πόρων (μανὰ γάρ ἐστι τὰ μαλακά) κατακερματισθεὶς ἔξεισι. δεῖ δὲ καὶ λειότητος τοῖς πλήττουσι μάλιστα, πρὸς τὸ πλείονα γενέσθαι τὸν ψόφον, διότι πλέον ἐναπολαμβανόμενος ὁ ἀὴρ ἐκθλίβεται ἀθρόως. ἐν δὲ τοῖς μὴ λείοις κατακερματίζεται ἐν τοῖς κοιλώμασι, πλείοσιν οὖσι, καὶ οὐκ ἀθρόος ἔξεισι. λέγει καὶ ἕτερα περὶ ἠχῆς, ἃ παραλελοίπαμεν. Ψοφητικὸν δέ ἐστι τὸ δυνάμενον ἕνα καὶ συνεχῆ τὸν ἀέρα τηρῆσαι μέχρι τῆς ἀκοῆς. συμφυὴς δέ ἐστι καὶ ἐγκατῳκοδομημένος τοῖς κοιλώμασι τῶν ὠτῶν πρὸς αὐτῇ τῇ μήνιγγι. |
| ψ 127 | Ψόφου πλέως: ἀντὶ τοῦ ταραχώδης. περὶ Αἰσχύλου φησί· τὰ γὰρ ῥήματα Αἰσχύλου φαντασίαν μὲν ἔχει, βασανιζόμενα δὲ οὐδεμίαν ἔχει πραγματείαν. ταῦτ’ οὖν λέγει ἀξύστατον, οἷον ἀδιάθετον, ἀπι‐ θάνως συντεθέντα, κομπώδη. κρημνοποιὸν δὲ μεγάλας λέξεις ποιοῦντα. καί, ψοφεῖ λάλον τι καὶ πυρορραγές. πυρορραγῆ κεράμια καλεῖται, ὅσα ἐν τῷ πυρὶ ῥήγνυται ἐν τῷ ὀπτεῖσθαι. |
| ψ 128 | Ψῶζα: νόσος τις. Εὔπολις Μαρικᾷ· ὃς θυμήνας τοῖς στρατιώταις λοιμὸν καὶ ψῶζαν ἔπεμψεν. οἱ δὲ φασὶ καὶ τὸ τῆς νόσου εἶδος, ὅτι κνησμὸς μετὰ δυσωδίας. |
| ψ 129 | Ψώθια: τὰ ὑποκάτω τοῦ ἄρτου. |
| ψ 130 | Ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου: ἡ παροιμία παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσιν. ἐλέχθη δὲ ἐπὶ τῶν μέχρι πολλοῦ διεσκυλμένων. παρὰ δὲ Διφίλῳ ἐν τοῖς Ἐναγίσμασι παραπεποίηται ἄχρι τοῦ λάρυγγος. |
| ψ 131 | Ψωλός: ὁ λειπόδερμος, ὀξυτόνως. καὶ ἀκρόψωλος, ὁ ἐπὶ βραχὺ τοιοῦτος. ἢ ὁ ἀσχήμων, κατὰ παρέκτασιν τοῦ μορίου. Ἀριστο‐ φάνης· κόκκυξ· ψωλοὶ πεδίονδε. ἀντὶ τοῦ κόκκυγος κρῴζοντος τὰ πεδία θερίζομεν. οἱ δὲ Αἰγύπτιοι ψωλοὶ λέγονται εἶναι, τουτέστι πε‐ ριτετμημένοι. φησὶν οὖν, ὅτι ὅταν ὁ κόκκυξ κοκκύσῃ, οἱ ψωλοὶ ἤρ‐ χοντο εἰς τὸ πεδίον, τουτέστιν οἱ μεγάλα αἰδοῖα ἔχοντες. Ἀριστο‐ φάνης Ὄρνισι· τοῦτ’ ἄρ’ ἐκεῖν’ ἦν τοὖπος ἀληθῶς· κόκκυ, ψωλοὶ πεδίονδε. καὶ αὖθις· ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου. ἀντὶ τοῦ μέχρι τῆς κεφαλῆς. ἐπειδὴ οἱ ἄρχοντες μυρρίνῃ ἐστεφανοῦντο· ἢ ἀποκεκαλύφθαι τὸ αἰδοῖον. μολγὸν γενέσθαι δεῖ σε. τουτέστι κλέπτην τῶν δημοσίων, ἐξαμέλγοντα τὰ κοινά. |
| ψ 132 | Ψωμίζεται: ἀπατᾶται, χαίρει. τὸ δὲ ψωμίζεσθαι ἐπὶ τῶν μι‐ κρῶν παιδίων λέγεται, ἃ ὑπόκειται τῇ τῶν διδόντων ἐξουσίᾳ. Ἀριστο‐ φάνης· ἐπίσταμαι γὰρ αὐτόν, οἷς ψωμίζεται. οἷς ἀπατᾶται, οἷς χαίρει. καί, ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων. |
| ψ 133 | Ψωμιῶ καὶ Ψωμίζω· αἰτιατικῇ. |
| ψ 134 | Ψωμοκόλακες: οἱ παράσιτοι, ὡς Φιλιππίδης. |
| ψ 135 | Ψωμόλεθρος: ὁ πολυφάγος. |
| ψ 136 | Ψωμός: ὁ ἄρτος. |
| ψ 137 | Ψώρα: κνησμονή. |
| ψ 138 | Ψωρίς: ὄνομα πόλεως. |
| ψ 139 | Ψῶσαν: θάλπουσαν. Ἡρόδοτος. |
| ψ 140 | Ψώχοντες: θρύπτοντες, λεπτύνοντες. |
| ψ 141 | Ψῶχος: γῆ ψαμμώδης. |
| ψ 142 | Ψοιά. Ψύα δέ· καὶ πληθυντικῶς τὰ ψύη. |
| ψ 143 | Ψοίθης: ἀλαζών. |
| ψ 144 | Ψοῖθος: σποδός. |
| ψ 145 | Ψύα: τὸ μέρος τοῦ σώματος. καὶ τὰ ψύη πληθυντικόν. |
| ψ 146 | Ψυγείσῃ: Ἀριστοφάνης, ἀντὶ τοῦ ἀποθανούσῃ. |
| ψ 147 | Ψύγω· αἰτιατικῇ. |
| ψ 148 | Ψύδραξ: τὸ ἐπὶ τοῦ σώματος ἐξάνθημα. |
| ψ 149 | Ψύθος: ψευδές, ψεῦδος. καὶ οὐ ψύθος οὔνομ’ ἔχουσα. ἀντὶ τοῦ ψευδές, παρὰ Καλλιμάχῳ. |
| ψ 150 | Ψυκτήρ: σκεῦος, ἔνθα διανίζουσι τὰ ποτήρια. |
| ψ 151 | Ψυκτῆρα: κάδδον, ἢ ποτήριον μέγα. ἀπὸ τοῦ θᾶττον ψύχε‐ σθαι ἐν αὐτῷ τὴν κρᾶσιν. |
| ψ 152 | Ψύλλα καὶ Ψύλλαι: θηλυκῶς. παρὰ δὲ Ἡροδότῳ Ψύλλοι, ἔθνος Λιβύης. καὶ τὸ ἐν τῇ Μεσσηνίᾳ Μενάνδρου κύριον ὄνομα. ὅτι δὲ τὸ ζῷον τὸ μικρὸν ἀρρενικῶς Ἐπίχαρμος εἶπε καὶ ἕτεροι. Ἀριστο‐ φάνης· ἀνήρετ’ ἄρτι Χαιρεφῶντα Σωκράτης, ψύλλαν ὁπόσους ἅλοιτο τοὺς αὑτῆς πόδας. ὅτι ἱστόρηται, ὡς ἡ ψύλλα ἓξ πόδας ἔχει. |
| ψ 153 | Ψύλλειον: βοτάνη. καὶ Ψυλλίζω· αἰτιατικῇ. |
| ψ 154 | Ψύξας: φυσήσας· ἢ ἀμβλύνας. |
| ψ 155 | Ψύρα τὸν Διόνυσον ἄγοντες: ἡ παροιμία παρὰ Κρατίνῳ. τὰ δὲ Ψύρα εὐτελὴς νῆσός ἐστι καὶ μικρὰ πλησίον Χίου, μὴ δυναμένη οἶνον ἐνεγκεῖν. λέγομεν οὖν τὴν παροιμίαν ἐπὶ τῶν ἐν συμποσίῳ ἀνακειμένων καὶ μὴ πινόντων. λέλεκται δὲ καὶ ἐπὶ τῶν εὐτέλειαν σημαινόντων. |
| ψ 156 | Ψυταλίων. |
| ψ 157 | Ψυχαγωγεῖ· αἰτιατικῇ. παραμυθεῖται, τέρπει· ἢ ψυχὰς ἀνάγει. Ἀριστοφάνης Ὄρνισι· πρὸς δὲ τοῖς Σκιάποσι λίμνη ἐστίν, οὗ ψυχα‐ γωγεῖ Σωκράτης. Περὶ ψυχαγωγίας. γοητείας τινὰς ποιοῦσιν ἐς τοὺς νεκρούς· ἐπὰν γὰρ ἐς τὰ χωρία ἀφίκωνται ὅθεν ἄγειν ἔστι τὰς ψυχάς, ἃς ποθοῦσιν οἱ δεόμενοι, ἀφικνοῦνται ἔνθα τεθνᾶσιν οἱ ψυχαγωγούμενοι· καὶ οὐχ εὑρίσκουσι παραχρῆμα τὸν χῶρον, ἀλλὰ ἀνιχνεύουσι τὸν τρόπον τοῦτον. πρόβατον μέλαν παραλαβόντες, εἶτα τοῦ κέρατος τοῦ ἑτέρου λαβόμενοι ἢ τῶν ποδῶν τῶν προσθίων καὶ ἐπὶ τοῖς ποσὶ τοῖς ἄλλοις στήσαντες περιάγουσι· τὸ δὲ ἕπεται τῇ ἕλξει, καὶ μάλα εὐπειθῶς. ὅταν δὲ ἀφίκηται ἔνθα ἐκεῖνος ἢ ἐκείνη κατ‐ ηνέχθη, ἐνταῦθα τὸ πρόβατον ἑαυτὸ ἔρριψε· καὶ τούτου γενομένου, εἶτα τὸ πρόβατον ἐκποδὼν ποιήσαντες καὶ κατακρύψαντες σὺν καί τισι ποικίλαις ἱερουργίαις καὶ ἐπῳδαῖς περιηγοῦνται καὶ περιέρχονται αὐτὰ καὶ ἀκούουσι λεγόντων καὶ τὰς αἰτίας, δι’ ἃς μηνίουσι, πυνθά‐ νονται. ἐψυχαγώγησε δὲ καὶ Ἀντωνῖνος ὁ Ῥωμαίων βασιλεὺς περὶ Κομόδου τοῦ πατρὸς αὐτοῦ. φησὶ Πολύβιος, οὗτοι μὲν περὶ ταῦτα διέτριβον, ψυχαγωγοῦντες τὰς δυνάμεις. ἀντὶ τοῦ παραμυθούμενοι. |
| ψ 158 | Ψυχάζειν: ἀναψύχειν. οἱ δὲ ἀποβάντες τῶν ἵππων ἐνεχείρουν ψυχάζειν τοῖς τε ἵπποις ἀνακωχῆς μεταδιδόναι τινός. |
| ψ 159 | Ψυχάζουσι: πρὸς τὸ ψύχος καὶ τὸ πνεῦμα διατρίβουσιν, ἵνα ἀναψυχήν τινα λάβωσιν. ἔστι δὲ ὅμοιον τῷ χειμάζειν. οὐδέ τις αὐτοῖς τὴν ἀσπίδα ἢ τὸν θώρακα ἔφερε, ψυχάσαι τοῖς δεομένοις. |
| ψ 160 | Ψύχεται: ἀντὶ τοῦ ψυχραίνεται, μαραίνεται. ἐν Ἐπιγράμμασι· ἡ φλὸξ ἐν τελεταῖς, ὅτε θύματα πάντα λαφύξει, φθονερῇ μανίῃ ψύ‐ χεται αὐτομάτως. |
| ψ 161 | Ψύχειν, καὶ ἀποψύχειν τὰ ὑγραινόμενα. |
| ψ 162 | Ψυχεινὸς τόπος: ὁ ψυχρός. |
| ψ 163 | Ψυχῆ: τὰ ψυχρά. |
| ψ 164 | Ψυχή: πνεῦμα νοερόν. ὅτι μέρη τῆς ψυχῆς ἢ εἴδη τρία· λογιζόμενον, θυμούμενον, ἐπιθυμοῦν. ἀναγκαῖον οὖν καὶ τριττὴ πο‐ λιτεία ἐγένετο, ἔχουσα ἑκάστη τὰς τρεῖς, ἀλλὰ τῷ κρατοῦντι ἑνὶ τὸ πᾶν μορφουμένη. καὶ τὴν μὲν προϊέναι κατὰ λόγον, ἣν ἄν τις τὴν ἐπὶ Κρόνου ὀνομάσειε ζωὴν καὶ πολιτείαν· τὴν δὲ κατὰ θυμόν, δι‐ ανισταμένην εἰς πολέμους καὶ μάχας περὶ πρωτείων καὶ δόξης, οἷα τὰ ἐν ταῖς ἱστορίαις θρυλλούμενα· τὴν δὲ κατ’ ἐπιθυμίαν, πανταχῆ διαρ‐ ρέουσαν καὶ ὑπὸ τρυφῆς ἀκολάστου διεφθαρμένην, ταπεινὰ καὶ γυ‐ ναικεῖα φρονοῦσαν, δειλίᾳ σύνοικον καὶ ἐν πάσῃ ὑηνίᾳ καλινδουμένην, φιλοχρήμονα, δουλοπρεπῆ, οὐδὲν τίμιον οὐδὲ ἐλεύθερον διαπραττομένην, ἀνδραποδώδη καὶ ἀσθενῆ, γαστρὶ καὶ αἰδοίοις ἀεὶ τὴν εὐδαιμονίαν μετροῦσαν οὔτε θυμῷ γενναίῳ χρωμένην· οἷον σῶμα παρειμένον ἐν μιᾷ χώρᾳ κείμενον ἐκνενευρισμένον, οὐδὲ κινεῖσθαι ἔτι δυνάμενον· καὶ πολλῷ χαμαιπετεστέραν ἐπεδείκνυτο τὴν ζωὴν τῶν νῦν ἐν τῇ γενέσει πολιτευομένων ἀνθρώπων. ὅτι Πλάτων τὴν τῶν ἀλόγων ψυχὴν ἐν τοῖς ἑαυτοῦ διαλόγοις θνητὴν ὡμολόγηκεν. ὅτι τὰ τῆς ψυχῆς ἅπαντα παθήματα τοῦ συναμφοτέρου ἐστί, καὶ οὐκ ἴδια τῆς ψυχῆς· ὡσαύτως καὶ ἡ νόησις. ὅτι τοῦ ζῆν αἴτιον τοῖς ζῶσι τὸ πεζαίτατον καὶ ἔσχατον μόριον τῆς ψυχῆς· τὴν γὰρ φυτικὴν δύναμιν ἀποδίδωσιν Ἀριστοτέλης αἰτίαν τοῦ ζῆν· οὐδὲν γὰρ ἀμοιροῦν ταύτης ζῆν δύναται· διὸ καὶ τὰ μόνης αὐτῆς μετέχοντα ζῇ, λέγω δὴ τὰ φυτά. μίαν δὲ οὐσίαν βούλεται τῆς ψυχῆς εἶναι, ἐκ διαφόρων συγκειμένην οὐσιῶν, ἡνωμένων. |
| ψ 165 | Ψυχίδιον: ἡ ψυχή. καὶ Ψυχάριον, παρὰ Ἰουλιανῷ. |
| ψ 166 | Ψυχικός: σαρκικός. σημαίνει δὲ καὶ τὸν ἀνδρειόθυμον. οὕτως Ἄλεξις. |
| ψ 167 | Ψυχικὸς ἄνθρωπος: ἐκ ψυχῆς καὶ σώματος. ὅταν μὲν οὖν πράττῃ τι τῶν τῷ θεῷ δοκούντων, πνευματικὸς λέγεται καὶ οὐκ ἀπὸ τῆς ψυχῆς ὀνομάζεται, ἀλλ’ ἀφ’ ἑτέρας μείζονος τιμῆς, τῆς ἀπὸ τοῦ πνεύματος ἐνεργείας. οὐ γὰρ ἀρκεῖ ἡ ψυχὴ εἰς κατόρθωμα, εἰ μὴ ἀπολαύσοι τῆς τοῦ πνεύματος βοηθείας. ὥσπερ δὲ σαρκικὸς ἄνθρωπος λέγεται ὁ τῇ σαρκὶ δουλεύων, οὕτω ψυχικὸν καλεῖ ὁ Ἀπόστολος τὸν τοῖς ἀνθρωπίνοις λογισμοῖς τὰ πράγματα ἐπιτρέποντα καὶ μὴ δεχό‐ μενον τοῦ πνεύματος τὴν ἐνέργειαν. καὶ πάλιν· ὅταν μὲν κατορ‐ θώσωμεν ἀρετήν, πνευματικοὶ λεγόμεθα· ὅταν δὲ ὑποσκελισθῶμεν καὶ πράξωμέν τι ἐναντίον, ἀπὸ τῆς εὐτελοῦς φύσεως γῆν ἡμᾶς ὀνομάζει. καὶ ὁ Προφήτης, πατάξει, φησί, τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. οὐ περὶ γῆς λέγων, ἀλλὰ περὶ τῶν ἁμαρτιῶν. καὶ πάλιν· ἐγένετο πᾶσα ἡ γῆ χεῖλος ἕν· περὶ τῶν ἁμαρτιῶν λέγων. καὶ ὁ Ἀβραὰμ ἑαυτὸν ἐξευτελίζων· ἐγὼ δὲ εἰμὶ γῆ καὶ σποδός. καὶ πάλιν· ἐν τῇ ζωῇ αὐτοῦ ἐξουδένωται τὰ ἐντόσθια αὐτοῦ. τὴν γαστέρα λέγων. ψυχαὶ τῶν βιοθανατούντων οὐ κατὰ τὴν τῶν πολλῶν δόξαν γίνονται δαίμονες, ἀλλὰ τῶν ἁμαρτανόντων· οὐ τῆς οὐσίας αὐτῶν μεταβαλλο‐ μένης, ἀλλὰ τῆς προαιρέσεως τὴν ἐκείνων μιμουμένης κακίαν. τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς Ἰουδαίοις· ὑμεῖς τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ. |
| ψ 168 | Ψυχόλεθρος. |
| ψ 169 | Ψυχομαχοῦντες· Πολύβιος· οἱ δὲ Ῥωμαῖοι ψυχομαχοῦντες, σχεδὸν ἢ ιεʹ ἔτη τῶν κατὰ θάλασσαν πραγμάτων ὁλοσχερῶς ἀφεστη‐ κότες. ἦν δὲ καὶ τῆς ὕστερον ἐπιβολῆς τὸ πλεῖον ψυχομαχία. περὶ τὸ ψῦχος μάχη. |
| ψ 170 | Ψυχόμενος δρόσῳ ἐν καμίνῳ. |
| ψ 171 | Ψυχορροφεῖν: τὴν ψυχὴν ἐκπίνειν. |
| ψ 172 | Ψῦχος· καὶ Ψύχη, τὰ ψυχρά. |
| ψ 173 | Ψυχουλκούμενος: τὴν ψυχὴν ἑλκόμενος. |
| ψ 174 | Ψυχωφελές. καὶ Ψυχωφέλεια. |
| ψ 175 | Ψυχρολογία: ψευδολογία, ἀκαιρολογία. καὶ Ψυχρολόγος ἄνθρωπος, ὁ μηδὲν ἀγαθὸν λέγων. |
| ψ 176 | Ψυχρός: ἀσθενής. ἦν δὲ ὁ Μόρσιμος Φιλοκλέους τοῦ ποιη‐ τοῦ υἱός, τραγῳδίας ποιητὴς ψυχρός. ἦν δὲ καὶ ἰατρός. |
| ψ 177 | Ψυχρὸς ἄνθρωπος: ἀντὶ τοῦ δυσκίνητος. Ἰώσηπος· ψυ‐ χρότεροι τῆς ἐλπίδος ὑπέστρεψαν. |
| ψ 178 | Ψυχροῦ βίου ἀπαλλαγέντας: ἀντὶ τοῦ ταλαιπώρου. Ἀρι‐ στοφάνης Πλούτῳ. ἢ ἐπιμεμφόμενος διὰ τὸ γῆρας. καὶ αὖθις· ἡνίκα Θέογνις ἠγωνίζετο, κατένιψε τὴν Θρᾴκην χιόνι πολλῇ καὶ τοὺς ποτα‐ μοὺς ἔπηξεν ὑπ’ αὐτὸν τὸν χρόνον. οὗτος τραγῳδίας ποιητὴς ψυχρός. κωμῳδῶν οὖν αὐτὸν παρίστησι τὴν πολλὴν χιόνα τῆς τούτου περὶ τὰ ποιήματα ψυχρότητος. |
Also published as PDF.