eul_wid: wus-at
DOI 10.5281/zenodo.20335422

Suda Lexicon, Letter Υ in Greek

The upsilon section of the Suda contains 773 entries spanning lexicography, mythology, grammar, and biblical exegesis. Early entries gloss astronomical and mythological names — the Ὑάδες as the stars on the horns of Taurus, the Ὑακινθίδες as daughters of the Lacedaemonian Hyacinthus — alongside material entries such as Ὕαλος, where a passage from Aristophanes illustrates the use of a glass lens to burn writing.

The middle section treats nuanced vocabulary, including the dual valence of Ὑπερφίαλος, documented as carrying both negative (arrogant) and positive (excellent) senses in different authors, and grammatical notes on the construction of Ὑπερφρονῶ with genitive or accusative.

The closing entries concentrate on Psalmic language, with repeated glosses on Ὑψώθητι and Ὕψωσις drawn from David's address to God, making this section relevant to students of Byzantine biblical commentary, Attic lexicography, and the Suda's methods of citation.

υ 1 Ϋϋ ϋϋ, ϋϋ ϋϋ, ϋϋ ϋϋ: ἐπίρρημα θαυμαστικόν· ὅπερ ἐν τῇ συν‐ ηθείᾳ λέγομεν, ὀσφραινόμενοί τινος κνίσους.
υ 2 Ὑάδες: οἱ ἐπὶ τῶν κεράτων τοῦ Ταύρου ἀστέρες.
υ 3 Ὑακινθίδες: θυγατέρες Ὑακίνθου τοῦ Λακεδαιμονίου.
υ 4 Ὑακίνθινον: ὑπομελανίζον, πορφυρίζον.
υ 5 Ὑάκινθος: ὄνομα κύριον.
υ 6 Ὑάλη: ὕαλος. Ὕαλός ἐστιν ἀφ’ ἧς πῦρ ἅπτουσι. καί φησιν Ἀριστοφάνης· ὁπόταν γράφοιτο ἡ δίκη, ἀπωτέρω στὰς ὡδὶ πρὸς τὸν ἥλιον τὰ γράμματ’ ἐκτήξαιμι τῆς ἐμῆς δίκης. ἔστι δὲ κατασκεύασμα ὑάλου τροχοειδὲς ἠλέκτρου, εἰς τοῦτο τεχνασθέν· ὅπερ ἐλαίῳ χρίσαντες καὶ ἡλίῳ θερμήναντες προσάγουσι θρυαλλίδα καὶ ἅπτουσι. τοῦτο οὖν ὁ γέρων πρὸς Σωκράτην διαλεγόμενός φησιν, εἰ ὑφάψαιμι διὰ τῆς ἠλέκτρου καὶ προσαγάγοιμι τῇ δέλτῳ τὸ πῦρ τῇ τοῦ γράμματος, ἀφανίσαιμι τὰ γράμματα τῆς δίκης.
υ 7 Ὑάλιος: πολέμιος. καὶ Ἐνυάλιος.
υ 8 Ὑάμπολις: ὄνομα πόλεως.
υ 9 Ὑβάδαι: δῆμός ἐστι τῆς Λεοντίδος.
υ 10 Ὑβός: ὁ κυρτός. καὶ Ὕβωσις, ἡ κύρτωσις. καὶ Ὑβάζειν, τὸ ἐμεῖν· οἱ γὰρ ἐμοῦντες ἀπὸ τῆς βίας κυρταίνειν ἐοίκασιν.
υ 11 Ὑβρίζειν: ἐπὶ τοῦ αἰσχρῶς διαιτᾶσθαι. ὑπέλαβε πονηροὺς ὄντας ὑβρίζειν καὶ ῥᾳστωνεύεσθαι. ὁ δὲ οὐ μάτην ἔζη ὥς γε ἐμὲ κρίνειν, οὐδὲ μὴν ὡς οἱ πολλοὶ ἐς τραπέζας κεκυφέναι καὶ ἐμπίπλασθαι καὶ ὑβρίζειν σπεύδων, ἀλλὰ πλέον τι εἰδέναι μαστεύων ὑφ’ ἡγεμόνι θεῷ.
υ 12 Ὑβρίζοντες: σκιρτῶντες. Ἡρόδοτος.
υ 13 Ὑβρίζω· αἰτιατικῇ.
υ 14 Ὕβρις: ὑπόβαρός τις οὖσα· ἢ παρὰ τὸ ὕειν βάρος.
υ 15 Ὕβρις φυτεύει τύραννον. ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν, ἃ μὴ ’πίκαιρα μηδὲ συμφέροντα. διὰ τῆς ὕβρεως, φησίν, ἀνανεοῦται ὁ τύραννος. καὶ ὅταν, φησί, πολλὰ διαπράξηται, τότε εἰς μεγάλην ἀνάγκην ἐμπίπτει, διὰ τῆς ὕβρεως ἐπαρθείς. τοῦτο γὰρ ση‐ μαίνει τό, ἀκροτάταν εἰσαναβᾶς’ ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν. παίδων μὲν γὰρ οἱ γεγονότων ὕβρεις διὰ τὸ σύνηθες οὐδὲ ὕβρεις ἐνομίσθησαν· ἀλλ’ ἦν ἐγκύκλιον αὐτῷ καὶ πρόχειρον τοιαῦτα ἁμαρ‐ τάνειν. Εὐνάπιός φησι περὶ Καρίνου βασιλέως.
υ 16 Ὕβρις: ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπηρείας, αἰκία δὲ πληγαὶ μόνον. Λυσίας ἐν τῷ Περὶ αἰκίας πρὸς Ἰσοκράτην· καίτοι τίς οὐκ οἶδεν ὑμῶν, ὅτι τὴν μὲν αἰκίαν χρημάτων ἔστι μόνον τιμῆσαι, τοὺς δὲ ὑβρίζειν δόξαντας ἔξεστιν ὑμῖν θανάτῳ ζημιοῦν.
υ 17 Ὑβρίσασιν: ἐξαμαρτήσασιν αἰσχρῶς· ἔνθα καὶ στρατιώταις ἔξω τοῦ προσήκοντος ὑβρίσασιν ἐπέθηκε δίκην· ἐλάττων δὲ ἦν ἡ δίκη τοῦ προσήκοντος.
υ 18 Ὕβρισεν οὐχ ὁ πατάξας, ἀλλ’ ὁ ἐπιπλήξας καὶ ὀνει‐ δίσας. καὶ σύνταξις· ὑπὸ ἀγανακτήσεως καὶ πρὸς ὕβρεως τιθέ‐ μενος, ὅτι μὴ τὰ πρῶτα ἐπεπίστευτο τὴν στρατιάν. Ἀριστοφάνης· εἶτ’ οὐχ ὕβρις ταῦτ’ ἐστί, καὶ πολλὴ τρυφή (ἀντὶ τοῦ ἀλαζονεία), ὅτ’ ἐγὼ μὲν Διόνυσος, υἱὸς Σταμνίου, αὐτὸς βαδίζω καὶ πονῶ· τοῦτον δ’ ὀχῶ, ἵνα μὴ ταλαιπωροῖτο.
υ 19 Ὑβριστάς: τοὺς θρασεῖς, καὶ λοιδόρους.
υ 20 Ὕβριστις: ἡ ὕβρις, καὶ ἡ ἀτιμία.
υ 21 Ὑβριστότερος. Ξενοφῶν· οἱ ἀμελεῖσθαι δοκοῦντες στρατιῶται, οἱ μὲν ἀγαθοὶ πολὺ ἀθυμότεροι γίνονται, οἱ δὲ πονηροὶ πολὺ ὑβριστό‐ τεροι. καὶ αὖθις· οὐδὲν ὑβριστικώτερον ὄχλου πρὸς ὀργὴν καὶ παρανομίαν ὁρμήσαντος.
υ 22 Ὑγεία: οἰωνιζόμενοι εἰώθασι λέγειν πρὸς τό, τὶς ὁ ζητῶν, ὄνομα ἢ ὑγείαν ἤ τι τοιοῦτον. καὶ ὁ ἔποψ ἔφη· τίνες οἱ ζητοῦντες. οἱ δὲ ἔφασαν, οἱ δώδεκα θεοὶ εἴξασιν ἐπιτρῖψαί σε.
υ 23 Ὑγεία: διττή ἐστιν, ἡ μὲν ἐν τῷ ἰατρῷ, ἡ δὲ ἐν τῷ ὑγιαζομένῳ σώματι. καὶ ἡ ἐν τῷ ἰατρῷ ποιητική ἐστι τῆς ἐν τῷ σώματι· οὕτω καὶ ἡ ἐν τῷ κόσμῳ τάξις ἐκ τῆς ἐν τῷ δημιουργῷ τάξεως γέγονε. τὸ δὲ ὑγιεινὸν τῶν πολλαχῶς λεγομένων ἐστίν· ὑγιεινὸν γὰρ τὸ ποιητικὸν ὑγείας, ὡς τὸ φάρμακον· τὸ δὲ φυλακτικόν, ὡς ἡ δίαιτα· τὸ δὲ σημαντικόν, ὡς χρῶμα, σφυγμός, εὔπνοια, οὖρα.
υ 24 Ὑγεία Ἀθηνᾶ: ἐπώνυμόν ἐστιν Ἀθηνᾶς. καὶ γὰρ Ὑγεία καλεῖται καὶ Νίκη καὶ Ἱππία καὶ Ἐργάνη.
υ 25 Ὑγιασθείς· ὁ δὲ ὑγιασθεὶς τοῦ τραύματος.
υ 26 Ὑγιαίνω· αἰτιατικῇ.
υ 27 Ὑγιές: λυσιτελές, ὠφέλιμον. τῆς πόλεως ἐπ’ οὐδὲν ὑγιές. Φιλοκτήτης· ὦ μηδὲν ὑγιὲς μήδ’ ἐλεύθερον φρονῶν· οἷά μ’ ὑπῆλθες, ὥς μ’ ἐθηράσω, λαβὼν πρόβλημα σαυτοῦ παῖδα τόνδ’ ἀγνῶτ’ ἐμοί. ἀνάξιόν σου, κατάξιον δ’ ἐμοῦ.
υ 28 Ὑγιέστερος· ὥσπερ καὶ ὑγιέστερος Κρότωνος· πολλοὶ γὰρ Κρο‐ τωνιᾶται ἀσκηταί. καὶ ὑγιέστερος κολοκύντης.
υ 29 Ὑγιέστερος Κρότωνος: ἐπὶ τῶν πάνυ ὑγιαινόντων ἡ παροιμία. ἀπὸ τοῦ ζῴου τοῦ κρότωνος· λεῖον γάρ ἐστιν ὅλον καὶ χωρὶς ἀμυχῆς καὶ μηδὲν ἔχον σίνος.
υ 30 Ὑγίεια: τῶν ἀνθρωπίνων ἀγαθῶν τὸ κάλλιστον. Ὑγεία ἐστὶ συμμετρία τῶν πρώτων σωματικῶν δυνάμεων, ἅ ἐστι θερμότης, ψυχρότης, ὑγρότης, ξηρότης. καὶ Ὑγιεινός, ὁ ὑγιής. καὶ ἐπίρ‐ ρημα Ὑγιεινῶς.
υ 31 Ὑγιής: ὑγριής τις ὤν. ὁ δίυγρος, καὶ ζῶν. ἀλίβαντες οἱ νεκροί· παρὰ τὸ μὴ ἔχειν λιβάδα, ἤγουν ὑγρασίαν.
υ 32 Ὑγρὰ κέλευθα: τὴν διὰ θαλάσσης ὁδόν.
υ 33 Ὑγραίνω.
υ 34 Ὑγρός: ὁ εὐκατάφορος εἰς τὰς ἡδονάς, καὶ ὁ ῥευματιζόμενος.
υ 35 Ὑγρῶς· ὑγρῶς γὰρ κραδαινομένη καὶ τοῖς ποσὶ χαμαιπετής, εὔστολος γινομένη ἐνίκα πάντας τοὺς τῶν θαυματοποιῶν ἐξηγουμένους· φωνήν τε ἔχουσα ἡδεῖαν καὶ ταύτην μετὰ τέχνης ἀφιεῖσα οὐδενὸς 〈τῶν〉 ἐπ’ ᾄσμασι θαυμαζομένων ἐκρίθη δευτέρα, ἅτε δὴ οὐκ ἄπειρος ἐρωτικῆς περιεργίας, ἀκκιζομένη σὺν καιρῷ καὶ πρὸς ζηλοτυπίαν εὐφυῶς ἄγουσα τὸν ἄνδρα, ἑαυτῇ μὲν πλοῦτον οὐκ εὐκαταφρόνητον οἶσεν, ἐκεῖνον δὲ κατὰ βαιὸν τηκόμενον τῷ ἔρωτι ἀπήλλαξε τῶν τῇδε. καὶ αὖθις· πρὸς γὰρ τὰς δωρεὰς ἦν ὑγρὸς καὶ καταφερής, πρὸς δὲ τὰς εἰσπράξεις βαρύς τε καὶ συντεταμένος.
υ 36 Ὑγρότης: ἀραιότης, καὶ ἀφέλεια.
υ 37 Ὑδάσπης: ὄνομα ποταμοῦ.
υ 38 Ὑδατηγὸς ἀνήρ: ὁ ἀντλῶν.
υ 39 Ὑδατίδες: σταγόνες.
υ 40 Ὑδάτιον νᾶμα.
υ 41 Ὑδέουσιν: ᾄδουσι, λέγουσιν.
υ 42 Ὕδω: τὸ ᾄδω.
υ 43 Ὕδδειν ἔοικε. καὶ Ὑδέοιμι, ἀντὶ τοῦ ὑμνοῖμι. Αἴθρην τὴν εὔτεκνον ἐπ’ ἀγρομένῃς ὑδέοιμι.
υ 44 Ὕδερος.
υ 45 Ὑδερῶν: ὑδροπιῶν.
υ 46 Ὕδδειν ἔοικεν: ἀντὶ τοῦ ὑμνεῖν.
υ 47 Ὕδη: πόλις.
υ 48 Ὕδος: τὸ ὕδωρ. ἡ δοτικὴ ὕδει.
υ 49 Ὕδωρ· ὅτι τὸ ὕδωρ ἢ παντελῶς ἄχυμον, ὡς τοῖς ἰατροῖς δοκεῖ· ἢ ἐγγὺς ἄχυμον. ἔχει μέντοι δύναμιν πάντων τῶν χυμῶν δεκτικήν· διὸ καὶ ἀπολαύει παντὸς χυμοῦ, ἂν πλησιάσῃ αὐτῷ. λύσις ὀνείρων Νικηφόρου πατριάρχου· ὕδωρ βλύζον κάτωθεν ἐχθροὺς μηνύει. ὕδωρ διαυγὲς ἐκπίνειν χρηστὸν τόδε. ὕδωρ πίνων ὑλῶδες ἐν λύπαις ἔσῃ.
υ 50 Ὕδωρ ἀντιλογίας: ἀπὸ τοῦ πράγματος ὁ τόπος τὴν προση‐ γορίαν ἐδέξατο· εἰς Μερρὰν γὰρ ἔλθοντες καὶ πικρὸν εὑρόντες τὸ ὕδωρ κατὰ Μωσέως ἐβόησαν καὶ τοῦ θεοῦ κατελάλησαν. λέγει δέ, ὅτι διήλεγξά σου παρ’ ἐκεῖνο τὸ ὕδωρ τὴν ἀχάριστον γνώμην.
υ 51 Ὕδωρ αὐτοπαγές: τὸ συνεστηκὸς ἐν τοῖς ἱεροῖς· ἢ τὸ αὐτο‐ μάτας πηγὰς ἔχον.
υ 52 Ὕδωρ βορὸν καὶ ἀγρυπνίῃ βορόν: λέγει οὖν, ὅτι τὸ ὕδωρ οὐκ ἐν τοῖς πυρέττουσι μόνον ἐστὶ τρόφιμον, ἀλλὰ κἂν τοῖς ἀγρυπνοῦσιν.
υ 53 Ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις: τοῦτο ἐξ ἐπιγράμματος εἶναι μέρος, οἱ μὲν Ἀσκληπιάδου, οἱ δὲ Θεαιτήτου φασίν.
υ 54 Ὕδωρ διαπορευόμενον: ἀντὶ τοῦ ἐσκεδασμένον καὶ παντελῶς ἄχρηστον. Δαβίδ.
υ 55 Ὕδωρ παραρρέει: ἐπὶ τῶν ἐπαγγελλομένων παντὶ σθένει σπουδάσειν, ὡς κἂν εἰς ῥέοντα πλοῖα ἐμβῆναι οὐκ ὀκνησάντων. καὶ παροιμία· ὕδωρ μένει· ζήτει ἐν τῷ ἀναπολεῖ. εἴρηται οὖν ἡ παροιμία ἐπὶ τῶν ἀνήνυτα πονούντων.
υ 56 Ὕδρα: ἐννεακέφαλος ὄφις.
υ 57 Ὕδραν τέμνειν: ἐπὶ τῶν ἀμηχάνων λέγεται· ἱστορεῖται γὰρ ὕδρᾳ τῇ ἐν Λέρνῃ ἑκατοντακεφάλῳ τυγχανούσῃ μαχόμενον Ἡρακλέα, ὡς τῶν τεμνομένων αὐτῆς κεφαλῶν ἀνεφύοντο πλείους, κελεῦσαι Ἰολάῳ ἐπικαίειν τὰς τεμνομένας.
υ 58 Ὕδραν τέμνεις: ἐπὶ τῶν ἀμηχάνων εἴρηται· παρ’ ὅσον Ἡρα‐ κλῆς ὕδραν τέμνων οὐδὲν μᾶλλον ἐκράτει, ἀναδιδομένων αὖθις πλει‐ όνων κεφαλῶν.
υ 59 Ὑδρεύειν: ποτίζειν.
υ 60 Ὑδρεία: τὸ ὑδρεύεσθαι. Ὑδρία δὲ τὸ ἀγγεῖον.
υ 61 Ὑδρηλόν.
υ 62 Ὑδροπικός· καὶ Ὑδροπότης. καὶ Ὑδροποτεῖν. καὶ ζήτει ἐν τῷ αἱματοπότης.
υ 63 Ὑδρορρόα: τὸ μέρος τῆς στεφανίδος, δι’ οὗ τὸ ἀπὸ τοῦ ὄμ‐ βρου ὕδωρ συναγόμενον κατέρχεται. ἢ ὁ στενὸς τόπος.
υ 64 Ὑδρορρόα καὶ ἡ ὕφαλος πέτρα. λέγεται δὲ καὶ ὑδρόρροια. οἱ δὲ εἰς τὰς ὑδρορρόας συνωθοῦντες αὑτοὺς διὰ τούτων ἐσῴζοντο πρὸς τὰς ναῦς.
υ 65 Ὑδροστάσιον: λίμνη μικρά. παραμειψάμενοι τὸ μέγα τοῦτο ὑδροστάσιον ἀφίκοντο ἐς τὰς λίμνας, ἐν αἷς ἐπιμιγνύμενος ἀπόλλυται ὁ Κωφὴν ποταμός.
υ 66 Ὕδρου: ὄφεως.
υ 67 Ὕδρα: ἐννεακέφαλος ὄφις.
υ 68 Ὑδροφορία: ἑορτὴ πένθιμος Ἀθήνησιν ἐπὶ τοῖς ἐν τῷ κατα‐ κλυσμῷ ἀπολομένοις, ὡς Ἀπολλώνιος.
υ 69 Ὑδροχεῖα: δεξαμεναί. ὁλκὸν τοῦ ὕδατος ἐπεσκεύασε καὶ ὑδρο‐ χεῖα ἐπενόησεν.
υ 70 Ὑδροπιῶντες: νοσοῦντες. Ὑδροποτῶντες δέ.
υ 71 Ὕδρωψ: ἡ νόσος.
υ 72 Ὕαινα: θηρίον.
υ 73 Ὑέ: ἀπειλὴ βραδυνόντων καὶ ἀνοιγνύναι κελευόντων. καὶ γὰρ Ὕεν, ἀντὶ τοῦ ἔβρεχεν.
υ 74 Ὑέλιον. καὶ Ὕελος. καὶ Ὑέλινον.
υ 75 Ὑετός: τὸ υ μακρόν. ἄγων μέγαν ὑετὸν ἔστη. Αἰλιανός· ἐμπιπτόντων ὑετῶν, καὶ χάλαζα ἰσχυρὰ ἔρρευσε. καὶ ὑετός, ἐκ νέφους μεταβολὴ εἰς ὕδωρ, ἐπειδὰν ἐκ γῆς ἢ ἐκ θαλάττης ἀνενεχθεῖσα ὑγρασία κατενεχθῇ.
υ 76 Ὕειον: χοίρειον. καὶ Ὑείων, χοιρείων κρεῶν. ἐχορτάσθησαν ὑείων.
υ 77 Ὑεικόν: ὑὸς ἴδιον, χοίρου ἔργον. λέγεται τὸν Σωκράτην ἄλλων τε πολλῶν παρόντων καὶ τοῦ Εὐθυδήμου εἰπεῖν, ὅτι ὑεικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας, ἐπιθυμῶν Εὐθυδήμῳ προσκνήσασθαι, ὥσπερ τὰ ὑΐδια τοῖς λίθοις. Ξενοφῶν φησιν. ὑηνῶν θρεμμάτων· καὶ ἔδοξέ μοι τοῦτο οὐκ ἀνθρώπινον, ἀλλ’ ὑηνῶν τινων μᾶλλον εἶναι θρεμ‐ μάτων. Πλάτων Νόμων ζʹ. ὑηνεῖς· ὗς δὲ δὴ καὶ κυνοκεφάλους λέγων, οὐ μόνον αὐτὸς ὑηνεῖς, ἀλλὰ καὶ τοὺς ἀκούοντας τοῦτο δρᾶν πρὸς τὰ συγγράμματά μου ἀναπείθεις, οὐ καλῶς ποιῶν. Πλάτων Θεαιτήτῳ.
υ 78 Ὑηνεία· ἐν πάσῃ ὑηνείᾳ καλινδούμενος.
υ 79 Ὑηνεία: μωρία. Ἀριστοφάνης· ἵνα μὴ γένηται Θεαγένους ὑηνία. διεβέβλητο γὰρ οὗτος ὡς μωρὸς καὶ συώδης. ἦν δὲ ἐκ Πειραιῶς. ἐδόκει δὲ καὶ πένης εἶναι καὶ θρύπτεσθαι ἐπὶ πλούτῳ· ἦν δὲ καὶ τὸ σῶμα παχὺς καὶ χοιρώδης. τινὲς δὲ ὑηνείαν τὴν δυσωδίαν τὴν ἐκ τῶν χοίρων φασίν· οἵπερ διαφόροις ἐδέσμασι χρώμενοι δυσώδη ἀπο‐ πατοῦσι καὶ εἰς βόρβορον διαλύονται. ἦν δὲ καὶ ἄλλος, ὁ εἰς Ὅμηρον γράψας· ὃς ἐπὶ μαλακίᾳ διεβάλλετο. ἡ νῦν γενεὰ ὑπὸ τρυφῆς ἀκολάστου διεφθαρμένη, ταπεινὰ καὶ γυναικεῖα φρονοῦσα, δειλίᾳ σύνοικος καὶ πάσῃ ὑηνείᾳ, φιλοχρήμων, μικροπρεπής, δουλεύειν ἐθέλουσα, ἀσ‐ φαλῶς οὐδέν τι μέγα οὐδὲ ἐλεύθερον διαπραττομένη, ἀνδραποδώδης καὶ ἀσθενής, γαστρὶ καὶ αἰδοίοις ἀεὶ τὴν εὐδαιμονίαν μετροῦσα οὔτε θυμῷ γενναίῳ χρωμένη· οἷον σῶμα παρειμένον ἐν μιᾷ χώρᾳ κείμενον, ἐκνενευρισμένον, οὐδὲ κινεῖσθαι ἔτι δυνάμενον. τοιάνδε εἶναι καὶ πολλῷ χαμαιπετεστέραν ἐπεδείκνυε τὴν ζωὴν τῶν νῦν ἐν τῇ γενέσει πολιτευομένων. Ὑηνία δὲ ἡ συγγένεια.
υ 80 Ὑηνεῖς: ῥῆμα. ὑεικόν τι καὶ ζῳῶδες ποιεῖς. καὶ ὑηνῶν θρεμ‐ μάτων· ζήτει ἄνω.
υ 81 Ὑηνῶν: σκαιῶν, καὶ ἀμαθῶν. καὶ Ὑηνεύς, ὁ σκαιός.
υ 82 Ὕης, Ὕου. ἐπίθετον Διονύσου· ὡς Κλείδημος. ἐπειδή, φησίν, ἐπιτελοῦμεν τὰς θυσίας αὐτῷ, καθ’ ὃν ὁ θεὸς ὕει χρόνον. ὁ δὲ Φερεκύδης τὴν Σεμέλην Ὕην λέγεσθαι καὶ τὰς τοῦ Διονύσου τροφοὺς Ὑάδας. Ἀριστοφάνης δὲ συγκαταλέγει ξενικοῖς θεοῖς τὸ Ὕην.
υ 83 Ὑίειον: κρέας προβάτειον.
υ 84 Ὑθλεῖς: φλυαρεῖς· ὕθλος γὰρ ἡ φλυαρία.
υ 85 Ὑίδιον· Ξενοφῶν φησιν, ὅτι ὑεικὸν αὐτῷ δοκοίη πάσχειν ὁ Κριτίας ἐπιθυ‐ μῶν Εὐθυδήμῳ προσκνήσασθαι, ὥσπερ τὰ ὑίδια τοῖς λίθοις.
υ 86 Ὑϊδοῦς: ὁ υἱοῦ υἱός. ὁ ἔγγονος.
υ 87 Ὑλακόμωροι: ὑλακτικοί, οἱ περὶ τὸ ὑλακτεῖν πονούμενοι.
υ 88 Ὑλακτεῖ· αἰτιατικῇ. ἐμμανῶς καὶ ἀναιδῶς βοᾷ, ὡς κύων; τοιαῦθ’ ὑλακτεῖ· σὺν δ’ ἐποτρύνει πέλας ὁ πάντα κλεινὸς οὗτος, ἡ πᾶσα βλάβη.
υ 89 Ὑλακτούσης: μαργώσης. ἐν Ἐπιγράμμασι· τῷ σὺ δίδου μὴ πολλά, δι’ εὐάγρου δὲ λίνοιο, δαῖμον, ὑλακτούσης νηδύος ἡσυχίην.
υ 90 Ὕλαν κραυγάζειν: ἱστοροῦσιν Ὕλαν τὸν Θειοδάμαντος, καλὸν τὴν ὥραν, ἐρώμενον Ἡρακλέους, ὅτε συνέπλει τοῖς Ἀργοναύταις· γενομένων δὲ κατὰ Μυσίαν, ἐξελθεῖν ὑδρευσόμενον, ὑπὸ Νυμφῶν δὲ ἀφανισθῆναι. τούτου δὲ ἐπὶ ζήτησιν Πολύφημον πεμφθέντα κεκρα‐ γέναι καὶ ὀνομαστὶ ἀνακαλεῖν τὸν Ὕλαν, μηδὲν περαίνοντα. διὸ καὶ τὴν παροιμίαν ἐπὶ τῶν μηδὲν ἀνυόντων λέγεσθαι. καὶ νῦν δὲ Κιανοὺς ἔτι ἀπομίμημα τῆς ζητήσεως ποιουμένους ἑορτάζειν τῷ ἥρωϊ.
υ 91 Ὕλας: ὄνομα κύριον.
υ 92 Ὑλαῖα: ἐκ τοῦ ὕλη. καὶ Ὑλαῖος.
υ 93 Ὑλειώτης: ὁ ἐν ὕλῃ διατρίβων. ἐν Ἐπιγράμμασι· τοῦτό σοι, Ὑλειῶτα, κατ’ ἀγριάδος πλατάνοιο δέρμα λυκορραίστης ἐκρέμασεν.
υ 94 Ὕλη: ὁ σύνδενδρος τόπος. Ὕλη καὶ ἡ σκῆψις, ἢ ὑπόθεσις. ὕλας χορηγῶν καὶ τοσαύτας καὶ ξένας.
υ 95 Ὑλήεσσα: σύνδενδρος.
υ 96 Ὑληκοίτης.
υ 97 Ὑληωροί: οἷς τὰ διὰ τῆς ὕλης ἔργα ἐν φροντίδι ἐστί. λέγει δὲ τοὺς φύλακας τοῦ ὄρους.
υ 98 Ὑληφόρον: ξυληφόρον.
υ 99 Ὑλλίδης.
υ 100 Ὕλλος: ὄνομα κύριον. ὅτι Βουθοίνας ὁ Ἡρακλῆς Ὕλλου τοῦ υἱοῦ αὐτοῦ πεινάσαντος, ἕνα τῶν ἀροτήρων βοῶν Θεοδάμαντος θοινήσας ἔφαγεν.
υ 101 Ὑμά.
υ 102 Ὑμεδαπῶν: τῶν ἐκ τοῦ αὐτοῦ ἐδάφους· συγγενῶν· ἢ τῆς αὐτῆς χώρας.
υ 103 Ὑμέλην: στεῖραν, ἄγονον.
υ 104 Ὑμεναίων: γαμικῶν ὕμνων. Ὑμέναιος γὰρ ἐκείνων Λυδὸς ᾄδεται. τὸν χαρίεντ’ Ἀλκμᾶνα, τὸν ὑμνητῆρ’ ὑμεναίων, κύκνον, τὸν Μουσῶν ἄξια μελψάμενον.
υ 105 Ὑμενῶδες: λεπτότατον, καὶ οἷον εἰπεῖν, ἀερῶδες.
υ 106 ῎Υμμες καὶ ῎Υμμιν: ψιλοῦται· ὡς Αἰολικόν.
υ 107 Ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον: διότι οἱ γαμοῦντες στέφονται σισύμβροις καὶ φυτοῖς τισιν. ἢ ὅτι ἡδυπαθοῦσι πρὸς τὰς τῶν γάμων ἡμέρας.
υ 108 Ὑμεῖς, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέταρτοι: χρησμοῦ κομμάτιόν ἐστι παροιμιαζόμενον οὕτως· ἵππον Θεσσαλικὴν Λακεδαιμονίαν τε γυναῖκα, ἄνδρας δ’, οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρε‐ θούσης. ἀλλ’ ἔτι καὶ τῶν εἰσὶν ἀμείνονες, οἵ τε μεσηγὺ Τίρυνθος ναίουσι καὶ Ἀρκαδίης πολυμήλου, Ἀργεῖοι λινοθώρηκες, κέντρα πτολέμοιο. ὑμεῖς δ’, Αἰγιέες, οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι, οὔτ’ ἐν λόγῳ οὔτ’ ἐν ἀριθμῷ. ἱστορεῖ δὲ Μνασέας, ὅτι Αἰγιεῖς οἱ ἐν Ἀχαίᾳ καταναυμαχήσαντες Αἰτωλοὺς καὶ λαβόντες πεντηκόντορον αὐτῶν, δεκάτην Πυθοῖ ἀνατιθέντες, ἠρώτων τίνες εἶεν κρείττους τῶν Ἑλλή‐ νων· ἡ δὲ Πυθία ἔχρησεν αὐτοῖς τὰ προκείμενα. καὶ Ἴων δὲ Αἰγιεῦσι δοθῆναι τὸν χρησμὸν ἱστορεῖ. τινὲς δὲ οἴονται Μεγαρεῦσιν εἰρῆσθαι αὐτὸν καὶ προφέρονται, ὑμεῖς δ’, ὦ Μεγαρεῖς, οὔτε τρίτοι οὔτε τέ‐ ταρτοι. ὡς καὶ Καλλίμαχος ἐπὶ τοῖς Ἐπιγραμματίοις· τῆς δὲ ταλαίνης νύμφης, ὡς Μεγαρέων, οὐ λόγος οὐδ’ ἀριθμός.
υ 109 Ὑμήν, ὑμένος.
υ 110 Ὑμηττός: τόπος, ὄρος.
υ 111 Ὑμήττιον μέλι: τὸ εὔχρηστον πρὸς ἰατρείαν. Ὑμηττὸς δέ ἐστι τόπος τῆς Ἀττικῆς περὶ τὰς Ἀθήνας.
υ 112 Ὑμνεῖν: ὀδύρεσθαι, μέμφεσθαι, λοιδορεῖν. κατ’ εὐφημισμόν· ὡς ἐν αʹ Πολιτείας Πλάτων.
υ 113 Ὑμνηπολείτω: ὑμνείτω. καὶ Ὑμνηπόλος.
υ 114 Ὑμνῇ σε· ὁ τοῦ φωτὸς διατμήξας τὸ πρωτόγονον χάος, ὡς ἐν φωτὶ τὰ ἔργα ὑμνῇ σε, Χριστέ, τὸν δημιουργόν. τὸ γὰρ ὡς ἀντὶ τοῦ ὅπως κεῖται.
υ 115 Ὑμνήσεις· ἡ τραγῳδία φησί· χθονὸς τῆσδ’ ἐκτὸς ὑμνήσεις κακά.
υ 116 Ὑμνείτω: δοξαζέτω.
υ 117 Ὕμνιδι: ἀπὸ ὕμνις εὐθείας. ὕμνιδος.
υ 118 Ὑμνοπόλος: ὁ περὶ τοὺς ὕμνους ἀναστρεφόμενος. πολλαὶ μητέρες ὑμνοπόλων. περὶ Ἀλκμᾶνος τοῦ λυρικοῦ.
υ 119 Ὑμνῳδία· καὶ Ὑμνῳδός.
υ 120 Ὕνιν: γεωργικὸν ἐργαλεῖον· καὶ ῥόπαλον. ἐν Ἐπιγράμμασι· ἱστοβόην τε σὺν γυροῖς ἀρότροις καὶ φιλόγαιον ὕνιν. τὸ δὲ υ μακρόν.
υ 121 Ὑόμενος: βρεχόμενος.
υ 122 Ὑομουσία: ἀπαιδευσία, χοιρωδία. Ἀριστοφάνης· θαυμάζω τῆς ὑομουσίας.
υ 123 Ὑοσκυαμᾶν: μεμηνέναι, παραπαίειν. Φερεκράτης Κοριαννοῖ· ὑοσκυαμᾷς ἀνὴρ γέρων.
υ 124 Ὑοσκύαμον: εἶδος βοτάνης.
υ 125 Ὑώδεις: οἱ Ἱπποκράτους υἱεῖς ὑώδεις τινὲς καὶ ἀπαίδευτοι ἐκωμῳδοῦντο· καὶ τάχ’ ἂν εἴησαν προκέφαλοι. καὶ Εὔπολις· εἷς. Ἱππο‐ κράτους παῖδες ἐμβόλιμοί τινες, βληχητὰ τέκνα. τὰ δὲ ὀνόματα αὐτῶν Τελέσιππος, Δημοφῶν, Περικλῆς.
υ 126 Ὕω: τὸ βρέχω· αἰτιατικῇ. καὶ ὕει σοι πῦρ ἐξ οὐρανοῦ.
υ 127 Ὕων: βρέχων. Ὑῶν δὲ χοιρείων κρεῶν.
υ 128 Υἱωνός: ὁ τοῦ υἱοῦ υἱός.
υ 129 Υἱώθης: υἱοθετήθης.
υ 130 Υἱῶσαι τὸν παῖδα: υἱὸν ποιῆσαι αὐτὸν θετόν. καὶ υἱώσει, τῇ υἱοθεσίᾳ. καὶ υἱώσατο, ἀντὶ τοῦ υἱὸν θετὸν ἐποιήσατο. καὶ τὰς υἱώσεις, τὰς υἱοθεσίας. ἡ χρῆσις παρὰ Αἰλιανῷ πολλή.
υ 131 Ὑπαποτρέχειν· τοῖς μὴ παροῦσιν ὀρθρίοις ἐς τὴν Πνύκα ὑπαποτρέ‐ χειν ἔχουσι μηδὲ πάτταλον. ἀντὶ τοῦ ὀπίσω τρέχειν, μηδὲ τὸ τυχὸν ἔχουσιν· οἱ γὰρ ὕστερον ἐρχόμενοι εἰς τὴν Πνύκα οὐκ ἐλάμβανον τὸ ἐκκλησιαστικόν.
υ 132 Ὑπάγγελτος· ὁ δὲ κατορρωδήσας, μὴ γενόμενος ὑπάγγελτος τοῖς Ῥωμαίοις κινδυνεύσῃ. ἀντὶ τοῦ καταφανής.
υ 133 Ὑπάγει: ἐξαπατᾷ. ἢ ὑποτάσσει. ὑπάγει τὰ προβλήματα τοῖς γενικοῖς. ὑπάγοντος δὲ αὐτὸν τοῦ κέρδους, καὶ ἐπὶ μᾶλλον ὑπο‐ θήγοντος.
υ 134 Ὑπάγειν εἰς δίκην: τὸ ἄγειν. καὶ Θουκυδίδης, καὶ ἄλλοι.
υ 135 Ὑπαγκάλιος παῖς· ὁ εἷς δέκα ἔτη γεγονὼς καὶ ὁ ἕτερος ὑπαγκάλιος.
υ 136 Ὑπαγόμενος: ἐξαπατῶν. ὑπαγόμενος δὲ τοὺς παῖδας προσ‐ ωτέρω τῆς πόλεως.
υ 137 Ὑπαγόμενος: πειθόμενος, ἀπατώμενος. γυναίου ἀκολάστου καὶ τυραννικοῦ διαβολαῖς ὑπαγόμενος.
υ 138 Ὑπαγορεῦσαι· δοτικῇ· διερμηνεῦσαι. καὶ ὁ Λογοθέτης περὶ Συμεὼν τοῦ Στυλίτου· τὸν δὲ τὸν μοναδικὸν αὐτῷ βίον ὑπαγορεῦσαι.
υ 139 Ὑπάγουσιν: ἀντὶ τοῦ προάγουσι. Δημοσθένης Φιλιππικοῖς.
υ 140 Ὑπαγωγάς: τὰς ἀναχωρήσεις. διώξεις τε καὶ ὑπαγωγάς, φησὶ Θουκυδίδης. καὶ αὖθις· καὶ πέρα τοῦ μετρίου δειμαίνοντας ἐς ὑπα‐ γωγὴν μετανίστασθαι. ἀντὶ τοῦ ὑπαναχώρησιν.
υ 141 Ὑπαγωγαί: ἀπάται.
υ 142 Ὑπαγωγεύς: ἐργαλεῖόν τι τεκτονικόν· ὥς τινες σιδηροῦν, οἷον πτυΐδιον, ᾧ χρῶνται οἱ κονιαταί. οἱ δὲ ἐργαλεῖον οἰκοδομικόν, ᾧ ἀπευθύνουσι τὰς πλίνθους πρὸς ἀλλήλας· ὅ τινες παράξυστον καλοῦσιν. οἱ δὲ πηλόν τινα· καθὼς καὶ Ἕρμιππος· ξύνεστι γὰρ δὴ δεσμῷ μὲν οὐδενί, τοῖσι δ’ ὑπαγωγεῦσι τοῖς ἑαυτοῦ τρόποις. καὶ Ἀριστοφάνης Ὄρνισι· καὶ νὴ Δία γ’ αἱ νῆτται περιεζωσμέναι ἐπλινθοφόρουν· ἄνω δὲ τὸν ὑπαγωγέα ἐπέτοντ’ ἔχουσαι. ἐζωσμέναι δὲ αἱ νῆτται διὰ τὸ ἔχειν ζώνην λευκήν.
υ 143 Ὑπαγωγή: ὑποχώρησις. ὅπως μὴ ἐθελοκακοῦντες ἐς ὑπαγω‐ γὴν ὀξύτεροι εἶεν, τῶν ἵππων ἀπεβίβασεν.
υ 144 Ὑπακούομαι· δοτικῇ.
υ 145 Ὑπαλπία: ὄνομα πόλεως.
υ 146 Ὑπαλύξας: ἐκφυγών.
υ 147 Ὑπάλυξις: ἔκκλισις.
υ 148 Ὑπανέντος: ἐνδόντος.
υ 149 Ὑπανίσχει: ὑπανατέλλει.
υ 150 Ὑπανθῶ ἀεί.
υ 151 Ὑπαντιάζων: ὑπαντῶν.
υ 152 Ὑπαντῶ· δοτικῇ. Ὑπαντῶ ἐπὶ τῆς ὁδοῦ, ἀπαντῶ δὲ ἐπὶ τοῦ κρι‐ τηρίου.
υ 153 Ὑπάξεσθαι: ὑπαγαγεῖν, ὑποτάξαι. ὑπισχνεῖται δὲ πολλὰ μὲν ὑπάξεσθαι αὐτῷ τῶν ἐπὶ τῆς ὄχθης ἐρυμάτων.
υ 154 Ὑπαποτρέχειν: ὀπίσω τρέχειν. Ἀριστοφάνης· τοῖς μὴ παροῦσιν ὀρθρίοις εἰς τὴν Πνύκα ὑπαποτρέχειν ἔχουσι μηδὲ πάτταλον. τουτέστι μηδὲ τὸ τυχόν.
υ 155 Ὕπαρ: ἀλήθεια, οὐκ ἐν ὀνείρῳ. τὸ μεθ’ ἡμέραν ὄναρ. οἷον φανερῶς, ἀληθῶς ὑπάρχον. ἐμοὶ διηγοῦ σὺ τοὐμὸν ὄναρ· ἐγὼ δ’ ἔοικα τὸ σὸν ὕπαρ ἀφηγεῖσθαι. Ὕπαρ λέγει τὸ μεθ’ ἡμέραν ὄναρ· ὡς ἐναργῶς ὑπάρχον, ἀληθές. κατὰ ἀποκοπὴν τῆς τε‐ λευταίας συλλαβῆς τῆς χον.
υ 156 Ὕπαρ: ἐγρηγορός. ὀπτασία ἀληθής. βεβαίας καὶ ἀληθοῦς ἀγγελίας.
υ 157 Ὑπαραττομένης: κινουμένης, πληττομένης. ἵππων χρεμετι‐ ζόντων, τῆς γῆς τοῖς ποσὶν αὐτῶν ὑπαραττομένης, ὅπλων συγκρουο‐ μένων.
υ 158 Ὑπαρκτά: μόνιμα, ὑπάρχοντα.
υ 159 Ὑπαρξάμενος: κατάρξας. χρόνῳ δὲ οἱ Ἕλληνες Χίων ὑπαρξάντων, ἐπρεσβεύσαντο πρὸς Λακεδαιμονίους.
υ 160 Ὕπαρχος: ὁ ὑφ’ ἑτέρου ἀρχόμενος, ὁ ὑποτεταγμένος ἑτέρῳ, ὁ μὴ ὢν αὐτοκράτωρ. Σοφοκλῆς· Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν. οὐδ’ ἔσθ’ ὅπου σοι τόνδε κοσμῆσαι πλέον ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδέ σε. ὕπαρχος ἄλλων δεῦρ’ ἔπλευσας, οὐχ ὅλων στρατηγός, ὥστ’ Αἴαντος ἡγεῖσθαι ποτέ.
υ 161 Ὑπάρχων: προκατάρχων. ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος. καὶ τὸ ὑπάρχειν οὐχ ἁπλῶς τὸ εἶναι σημαίνει, ἀλλὰ τὸ πάλαι εἶναι, καὶ προεῖναι, φθάνειν. Μένανδρος· οὐχὶ παρακληθέντας ὑμᾶς δεῖ γὰρ ὑμῖν εὐνοεῖν, ἀλλὰ ὑπάρχειν τοῦτο.
υ 162 Ὑπασπισταί: δορυφόροι. τῷ δὲ Χοσρόῃ ὑπασπισταὶ καὶ δορυ‐ φόροι λʹ ὑπῆρχον.
υ 163 Ὕπατε κρειόντων: βασιλεῦ βασιλευόντων, ἐξοχώτατε, μέγιστε.
υ 164 Ὑπατεία: ἡγεμονία.
υ 165 Ὑπάτη: χορδὴ μουσική, βαρὺν φθόγγον ἀποτελοῦσα. νοῦσον ὅτ’ ἐς ὑπάτην ὠλίσθανε, τέρμα τ’ ἄφυκτον, εἶδεν ἀριστείην ἐμφανὲς εἰς ἰδίην· πῆξε δ’ ὑπὸ σπλάγχνοισιν ἑὸν ἔγχος.
υ 166 Ὑπατία: ἡ Θέωνος τοῦ γεωμέτρου θυγάτηρ, τοῦ Ἀλεξανδρέως φιλοσόφου, καὶ αὐτὴ φιλόσοφος καὶ πολλοῖς γνώριμος· γυνὴ Ἰσιδώρου τοῦ φιλοσόφου. ἤκμασεν ἐπὶ τῆς βασιλείας Ἀρκαδίου. ἔγραψεν ὑπό‐ μνημα εἰς Διόφαντον, τὸν ἀστρονομικὸν Κανόνα, εἰς τὰ Κωνικὰ Ἀπολ‐ λωνίου ὑπόμνημα. αὕτη διεσπάσθη παρὰ τῶν Ἀλεξανδρέων, καὶ τὸ σῶμα αὐτῆς ἐνυβρισθὲν καθ’ ὅλην τὴν πόλιν διεσπάρη. τοῦτο δὲ πέ‐ πονθε διὰ φθόνον καὶ τὴν ὑπερβάλλουσαν σοφίαν, καὶ μάλιστα εἰς τὰ περὶ ἀστρονομίαν· ὡς μέν τινες ὑπὸ Κυρίλλου, ὡς δέ τινες διὰ τὸ ἔμφυτον τῶν Ἀλεξανδρέων θράσος καὶ στασιῶδες. πολλοῖς γὰρ καὶ τῶν κατ’ αὐτοὺς ἐπισκόπων τοῦτο ἐποίησαν· τὸν Γεώργιον σκόπει καὶ τὸν Προτέριον. Περὶ Ὑπατίας τῆς φιλοσόφου. ἀπόδειξις, ὡς στασιώδεις οἱ Ἀλεξανδρεῖς. αὕτη ἐν Ἀλεξανδρείᾳ καὶ ἐγεννήθη καὶ ἀνετράφη καὶ ἐπαιδεύθη. τὴν δὲ φύσιν γενναιοτέρα τοῦ πατρὸς οὖσα οὐκ ἠρκέσθη τοῖς διὰ τῶν μαθημάτων παιδεύμασιν ὑπὸ τῷ πατρί, ἀλλὰ καὶ φιλοσοφίας ἥψατο τῆς ἄλλης οὐκ ἀγεννῶς, περιβαλλομένη δὲ τρίβωνα ἡ γυνὴ καὶ διὰ μέσου τοῦ ἄστεος ποιουμένη τὰς προ‐ όδους ἐξηγεῖτο δημοσίᾳ τοῖς ἀκροᾶσθαι βουλομένοις ἢ τὸν Πλάτωνα ἢ τὸν Ἀριστοτέλην ἢ ἄλλου ὅτου δὴ τῶν φιλοσόφων. πρὸς δὲ τῷ διδασκαλικῷ καὶ ἐπ’ ἄκρον ἀναβᾶσα τῆς πρακτικῆς ἀρετῆς, δικαία τε καὶ σώφρων γεγονυῖα, διετέλει παρθένος, οὕτω σφόδρα καλή τε οὖσα καὶ εὐειδής, ὥστε καὶ ἐρασθῆναί τινα αὐτῆς τῶν προσφοιτώντων. ὁ δὲ οὐχ οἷός τε ἦν κρατεῖν τοῦ ἔρωτος, ἀλλ’ αἴσθησιν ἠδὴ παρείχετο καὶ αὐτῇ τοῦ παθήματος. οἱ μὲν οὖν ἀπαίδευτοι λόγοι φασί, διὰ μουσικῆς αὐτὸν ἀπαλλάξαι τῆς νόσου τὴν Ὑπατίαν· ἡ δὲ ἀλήθεια διαγγέλλει πάλαι μὲν διεφθορέναι τὰ μουσικῆς, αὐτὴν δὲ προενεγκαμένην τι τῶν γυναικείων ῥακῶν αὐτοῦ βαλλομένην καὶ τὸ σύμβολον ἐπιδείξασαν τῆς ἀκαθάρτου γενέσεως, τούτου μέντοι, φάναι, ἐρᾷς, ὦ νεανίσκε, καλοῦ δὲ οὐδενός, τὸν δὲ ὑπ’ αἰσχύνης καὶ θάμβους τῆς ἀσχήμονος ἐπιδείξεως διατραπῆναί τε τὴν ψυχὴν καὶ διατεθῆναι σωφρονέστερον. οὕτω δὲ ἔχουσαν τὴν Ὑπατίαν, ἔν τε τοῖς λόγοις οὖσαν ἐντρεχῆ καὶ διαλεκτικὴν ἔν τε τοῖς ἔργοις ἔμφρονά τε καὶ πολιτικήν, ἥ τε ἄλλη πόλις εἰκότως ἠσπάζετό τε καὶ προσεκύνει διαφερόντως, οἵ τε ἄρχον‐ τες ἀεὶ προχειριζόμενοι τῆς πόλεως ἐφοίτων πρῶτοι πρὸς αὐτήν, ὡς καὶ Ἀθήνησι διετέλει γινόμενον. εἰ γὰρ καὶ τὸ πρᾶγμα ἀπόλωλεν, ἀλλὰ τό γε ὄνομα φιλοσοφίας ἔτι μεγαλοπρεπές τε καὶ ἀξιάγαστον εἶναι ἐδόκει τοῖς μεταχειριζομένοις τὰ πρῶτα τῆς πολιτείας. ἤδη γοῦν ποτε συνέβη τὸν ἐπισκοποῦντα τὴν ἀντικειμένην αἵρεσιν Κύριλλον, παριόντα διὰ τοῦ οἴκου τῆς Ὑπατίας, ἰδεῖν πολὺν ὠθισμὸν ὄντα πρὸς ταῖς θύραις, ἐπιμὶξ ἀνδρῶν τε καὶ ἵππων, τῶν μὲν προσιόντων, τῶν δὲ ἀπιόντων, τῶν δὲ καὶ προσισταμένων. ἐρωτήσαντα δὲ ὅ τι εἴη τὸ πλῆθος καὶ περὶ οὗ κατὰ τὴν οἰκίαν ὁ θόρυβος, ἀκοῦσαι παρὰ τῶν ἑπομένων, ὅτι προσαγορεύοιτο νῦν ἡ φιλόσοφος Ὑπατία καὶ ἐκείνης εἶναι τὴν οἰκίαν. μαθόντα δὴ οὕτω δηχθῆναι τὴν ψυχήν, ὥστε φόνον αὐτῇ ταχέως ἐπιβουλεῦσαι, πάντων φόνων ἀνοσιώτατον. προελθούσῃ γὰρ κατὰ τὸ εἰωθὸς ἐπιθέμενοι πολλοὶ ἀθρόοι θηριώδεις ἄνθρωποι, ὡς ἀληθῶς σχέτλιοι, οὔτε θεῶν ὄπιν εἰδότες οὔτ’ ἀνθρώπων νέμεσιν ἀναιροῦσι τὴν φιλόσοφον, ἄγος τοῦτο μέγιστον καὶ ὄνειδος προστρεψά‐ μενοι τῇ πατρίδι. καὶ ὁ βασιλεὺς ἠγανάκτησεν ἐπὶ τούτῳ, εἰ μὴ Αἰδέ‐ σιος ἐδωροδοκήθη. καὶ τῶν μὲν σφαγέων ἀφείλετο τὴν ποινήν, ἐφ’ ἑαυτὸν δὲ καὶ γένος τὸ ἀφ’ ἑαυτοῦ ταύτην ἐπεσπάσατο, καὶ ἐξέπλησε δίκην ὁ τούτου ἔκγονος. τούτων δὲ ἡ μνήμη ἔτι σῳζομένη τοῖς Ἀλεξανδρεῦσι συνέστελλεν εἰς μικρὸν κομιδῆ τὴν περὶ τὸν Ἰσίδωρον τῶν Ἀλεξανδρέων τιμήν τε καὶ σπουδήν· ὅτε καὶ τοιούτου ἐπικρε‐ μαμένου δέους, ὅμως ἕκαστοι ἔσπευδον αὐτῷ συνεῖναι θαμὰ καὶ τῶν ἀπὸ τοῦ σωφρονοῦντος στόματος ἰόντων ἀκροᾶσθαι λόγων. ἐπεὶ καὶ ὅσοι ῥητορικῶν προΐσταντο διατριβῶν ἢ ποιητικῶν, ἠσπάζοντο τὴν τοῦ φιλοσόφου συχνὴν ὁμιλίαν. εἰ γὰρ καὶ ἀνάγωγος ἦν τὰ τοιαῦτα, ἀλλὰ τῇ γε ἄλλῃ φιλοσόφῳ ἀκριβείᾳ προσετίθει τι καὶ ἐκείνοις ἐπιμελέστερον εἰς τὰ σφέτερα αὐτῶν τεχνύδρια. τά τε γὰρ ἄλλα διηκρίβωτο καὶ τῶν ἐπιδεικνυμένων λόγων τε καὶ ποιημάτων κρίσιν ἐποιεῖτο διαφέρουσαν τῶν ἄλλων. διὸ καὶ ἐν τοῖς ἐπί τινι λογικῇ ἀκροάσει θεάτροις ὀλίγα μὲν ἐπῄνει τοὺς ἐπιδεικνυμένους, καὶ πάνυ ἡσυχάζοντι τῷ ἐπαίνῳ· καιρίως δὲ ὅμως καὶ κατὰ λόγον. ὅθεν ἅπαν τὸ θέατρον, ὡς εἰπεῖν, τῇ ἐκείνου κρίσει γνώμονι διεχρῆτο τῶν ἄμεινον ἢ χεῖρον λεγόντων. τῶν δὲ ἐπ’ ἐμοῦ γεγονότων κριτικοὺς ἄνδρας ἐπίσταμαι τρεῖς τὰ λεγόμενα κρίνειν δυναμένους ἄνευ τε μέτρου· τοῦ γὰρ αὐτοῦ ἡ μὲν κρίσις ὁμολογεῖται οὖσα ποιημάτων καὶ συγγραμμάτων. ἐγὼ δὲ καὶ δημιουργὸν ἡγοῦμαι τὸν αὐτὸν ἑκατέρων· μόνον εἰ γυμνασία πρὸς ἑκάτερον ἴση γένοιτο καὶ διὰ προθυμίας τῆς ἴσης. ἕνα δὲ τούτων οὔ φημι τὸν Ἰσίδωρον, ἀλλὰ καὶ πολλῷ ἐλαττοῦσθαι τῶν τριῶν. οἱ δὲ κριταὶ Ἀγάπιος, Σεβηριανός, Νόμος. ἡμέτερος δὲ ἡλικιώτης ὁ Νόμος.
υ 167 Ὕπατον: μέγαν, ὑψηλόν.
υ 168 Ὕπατοι: εἶδος ἰχθύος κητώδους, οἳ καλοῦνται καὶ πρόβατα καὶ πρέποντες. ἀριθμοῖτο δὲ τούτοις καὶ ὁ ὄνος.
υ 169 Ὕπατοι: οἱ τὴν τῶν Ῥωμαίων πολιτείαν διοικοῦντες· ἀποσεισα‐ μένη γὰρ τὴν δουλείαν ἡ πολιτεία μετὰ θάνατον Ταρκυνίου δύο στρα‐ τηγοῖς ἐνιαυσιαίαν ἔχουσιν ἀρχὴν τὴν ἐξουσίαν ἐπέτρεψε· τῷ μὲν ἀριθμῷ τῶν ἀνδρῶν τὸν τῆς μοναρχίας διωθουμένη φόβον, τῷ δὲ συνεσταλμένῳ τῆς ἐξουσίας μετρίους τοὺς ἐν τῇ προστασίᾳ τῶν κοινῶν ἀπεργαζομένη. ὁ γὰρ νῦν ὑπὸ πελέκεσί τε καὶ ῥάβδοις δορυφορού‐ μενος καὶ στρατοπέδων ἐξηγούμενος, τῆς μετ’ ὀλίγον μεταβολῆς εἰς ἔννοιαν καθεστάμενος, μέτριόν τε καὶ δημοτικὸν παρεῖχεν ἑαυτὸν τοῖς ἀρχομένοις. εἰ δ’ ἄρα τις βαρέως τε καὶ ἀλαζονικῶς χρῷτο τῇ δυνα‐ στείᾳ, ῥᾳδίως οὗτος ὑπὸ θατέρου τῶν ἡγεμόνων, ἰσοπαλῆ δύναμιν ἔχοντος, γυμνοῦται τοῦ φρονήματος. τούτῳ δὴ οὖν τῷ τρόπῳ τῆς πολιτείας φυγούσης τυραννίδος βαρύτητα καὶ δημοκρατίας ἀκολασίαν, προχειρίζεται πρώτους στρατηγοὺς αὐτοκράτορας ἄνδρας δύο, κον‐ σούλας αὐτοὺς ὀνομάσασα, οἷα δὴ προβόλους καὶ προηγόρους τινάς· οὓς Ἕλληνες μετὰ ταῦτα διὰ τὴν ὑπεροχὴν τῆς ἐξουσίας ὑπάτους προσηγορεύκασι. πρῶτος δὲ ὕπατος εὐνούχων ἀπεδείχθη ἐπὶ Ὁνωρίου καὶ Ἀρκαδίου, τῶν υἱῶν Θεοδοσίου, Εὐτρόπιος, ὁ πρόκοιτος τοῦ βασιλέως. ἐδιφροφορεῖτό τε διὰ τῆς πόλεως, οὐδὲν τῶν δεινῶν ἀπολιμπάνων, τὰς μὲν ἀρχὰς δημοσίᾳ πιπράσκων καὶ τούς τι δυνα‐ μένους συκοφαντῶν ἐξορίαις τε τοὺς μεγιστάνας ὑποβάλλων καὶ πᾶσαν ὕβριν τοῖς τῆς συγκλήτου βουλῆς ἐπάγων. ἀλλ’ οὐδὲ τῆς τῶν βαρβά‐ ρων ἀπείχετο συμμαχίας, ὡς ἂν αὐτὸς ἐλπίζων εἰς τὴν τοῦ βασιλέως μεταβαίνειν ἀξίαν. καὶ τοὺς ἐν ἐκκλησίαις πεφευγότας συλλαμβάνειν ἐθέλων νόμον προὔθηκεν, ἐπιτρέποντα καὶ τοὺς ἐκ τῶν θυσιαστηρίων ἀφέλκεσθαι. ὃς προσκρούσας τῷ βασιλεῖ καὶ καταφυγὼν εἰς τὸ θυσια‐ στήριον ἐκεῖθεν ἀφῃρέθη. Θεοδόσιος δὲ ὁ μικρὸς διαβληθέντα αὐτῷ Ἀντίοχον τὸν πραιπόσιτον καθεῖλε τῆς τιμῆς καὶ δημοσιεύσας αὐτὸν ἐν τοῖς ἱερεῦσι κατέταξε, διάταξιν ἐκφωνήσας, εὐνοῦχον ἐν τοῖς πατρικίοις μὴ τελεῖν.
υ 170 Ὑπ’ αὐγάς: ὑπὸ τὸν ὄρθρον, ἢ ὑπὸ τὸν πεφωτισμένον ἀέρα.
υ 171 Ὕπαυλον: ἐνδόμυχον, ὑπὸ τὴν αὐλὴν τῆς σκηνῆς.
υ 172 Ὑπαχθέντες: ἀπατηθέντες.
υ 173 Ὑπαὶ δείους: ὑπὸ τοῦ φόβου.
υ 174 Ὕπαιθα: εἰς πλάγιον.
υ 175 Ὑπαίθριον: ὑπὸ τὸν ἀέρα. καὶ ὕπαιθρον ὁμοίως. Εὐνά‐ πιος· Μάξιμός τε καὶ Πρίσκος λόγου μὲν μετεχέτην, τῆς δὲ τῶν κοινῶν καὶ ὑπαίθρων πραγμάτων πείρας ἐλάχιστον. καὶ αὖθις· ὡς ἂν ὕπαιθρόν τινα καὶ ἔννομον ἀγωνισάμενος μάχην. τουτέστι προφανῆ. καὶ Ὕπαιθρος.
υ 176 Ὑπαικάλλων: κολακεύων, σαίνων. Ἄλβιος ἐς τὴν ἱππάδα τελῶν, τὴν Ἀντωνίου θεραπεύων καὶ ὑπαικάλλων ἅμα φάτνην.
υ 177 Ὑπαίμακε: διέφθειρεν. οὔ σε κυνῶν γένος εἷλ’, Εὐριπίδη, ἀλλ’ ἀΐδης καὶ γῆρας ὑπαίμακεν.
υ 178 Ὑπαινιττόμενοι: παραδηλοῦντες. ἔστι τεκμηριῶσαι, ὡς ὑπαινιτ‐ τόμενοι γῆν ἔχειν σιδηροφόρον, τῷ τοιῷδε ἐχρήσαντο κόμπῳ.
υ 179 Ὑπέβρεχον: οἴνῳ ἐμεθύσκοντο. εἶτα ὑπέβρεχον, θαμινὰ πίνοντες καὶ ἀκράτου σπῶντες.
υ 180 Ὑπεδέξαντο: ἐνεχειρήσαντο, ἀνελάβοντο. οἷς μὴ βουλη‐ θέντες ὡς κατ’ αὐτοῦ στρατευομένοις συμμαχεῖν, τὸν πόλεμον ὑπε‐ δέξαντο.
υ 181 Ὑπεδέξαντο. καὶ Ὑπεδέχοντο. πολλοὶ δὲ τῶν Γετῶν μεθίσταντο καὶ τρισχίλιοι κατεκομίσθησαν. ἐντυχόντες δὲ τοῖς στρα‐ τηγοῖς εὖνοί τε ἔσεσθαι ὑπεδέχοντο καὶ ὑπακούειν τοῖς ἐπιτάγμασιν.
υ 182 Ὑπέδυ: ὑπεισῆλθεν.
υ 183 Ὑπέδυσαν: ἐδεδοίκεσαν. παραυτίκα ἐπιτίθεσθαι, οἷσπερ πάλαι ὑπέδυσαν. ἐπετίθεντο.
υ 184 Ὑπεζωσμένος: περιβεβλημένος, ἐπισυρόμενος.
υ 185 Ὑπέθραττε· ζήτει ἐν τῷ θράττειν.
υ 186 Ὑπέκκαυμα: ἡ ὕλη τῆς φλογός, ἡ τροφή. καὶ Τῶν παθῶν ὑπεκκαύματα, αἱ τροφαὶ τῶν παθῶν, αἳ τρέφουσι τὰ πάθη.
υ 187 Ὑπεκίνει: παρέτρεπε. πρῶτον μὲν ὑπεκίνει αὐτοῖς τὰς γνώμας, ἔπειτα ἐς λαλιὰν πολλὴν καὶ ἀνόητον προῆγεν.
υ 188 Ὑπεκλαλῶ· αἰτιατικῇ.
υ 189 Ὑπεκώμασε: παροιμία ἐπὶ τῶν ἀναιδῶς τι ποιούντων.
υ 190 Ὑπεκρούσω: ᾐνίξω. Ἀριστοφάνης Πλούτῳ· τὸν ἐμὸν βίον εἴρη‐ κας, τὸν τῶν πτωχῶν δ’ ὑπεκρούσω. ἢ ἀντὶ τοῦ ἐφθέγξω, ἀνεκρούσω. ἀπὸ μεταφορᾶς τῶν κιθαρῶν ἤ τινος ἄλλου ὀργάνου.
υ 191 Ὑπεκτρέχω· γενικῇ.
υ 192 Ὑπελάβομεν: προσδεχόμεθα, φησί, ταύτην σου τὴν ἐπικουρίαν. Δαβίδ· ὑπελάβομεν ὁ θεὸς τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου.
υ 193 Ὑπελθεῖν: ὑποδραμεῖν. καὶ Ὑπελθούσης, ἀντὶ τοῦ ἀπατησάσης. οἱ δέ, τῆς γυναικὸς αὐτοῖς οὕτως ὑπελθούσης, οὐδένα ὑπονοήσαντες δόλον ἀπῆλθον.
υ 194 Ὑπελείφθη: ἀντὶ τοῦ οἴκαδε κατελείφθη, ὑπελείπετο.
υ 195 Ὑπελύθη: ἐξητόνησεν, ἐχαυνώθη. ἐν δὲ τούτῳ τὸ ἀκμαιότατον τῆς ὁρμῆς αὐτοῖς ὑπελύθη.
υ 196 Ὑπέμβρυον: τὸ ὑπὸ τῇ θηλαζούσῃ νεογνόν.
υ 197 Ὑπέμειναν: προσεδόκησαν. ἐμὲ ὑπέμειναν ἁμαρτωλοί.
υ 198 Ὑπέμεινεν: ἔκρινεν, ἐλογίσατο. ὁ δὲ Τῖτος διαφυγόντα μὲν ἐκ τῶν πολεμίων ἀνελεῖν οὐχ ὑπέμεινε, διεδέξατο δὲ τῆς στρατιᾶς. καὶ αὖθις· ὁ δὲ Πρόκλος ἐκέλευσεν Ἰσίδωρον τριβωνοφορεῖν· ὁ δὲ οὐχ ὑπέμεινε, καὶ ταῦτα Πρόκλον ἴσα καὶ θεῷ σεβόμενος.
υ 199 Ὑπένερθεν: ὑποκάτωθεν.
υ 200 Ὑπενήνεκται: ὑπεσύρη.
υ 201 Ὑπενόθευσεν: ὑπέφθειρεν.
υ 202 Ὑπενόμευεν: ὑπόνομον εἰργάζετο, ὑπώρυττεν. τῆς δὲ γῆς ὑπαντώσης, ταύτην ὑπενόμευεν.
υ 203 Ὑπενοστήσαμεν: ὑπεχωρήσαμεν, ἐπανήλθομεν.
υ 204 Ὑπεξελεύσεις: τιμωρίας, βασάνους, ἐφευρέσεις. Πισίδης· ὁ δὲ Χοσρόης ὑπεξελεύσεις ποικίλας ὑφίστατο ἐμπόνους.
υ 205 Ὑπεξέπεμψεν: ὑπεξήγαγεν, ἀπέπεμψεν. Ἰάμβλιχος· ὄντας ὡραίους καὶ καλοὺς τοὺς παῖδας ὁ πατὴρ ὑπεξέπεμψεν εἰς τοὺς ποιμένας, φοβούμενος τύραννον ὑβριστήν.
υ 206 Ὑπεξέσχεν: ἀφίκετο. ὅτι Κάμιλλος ὁ τῶν Ῥωμαίων στρατηγὸς ἐπιφθονώτατος τοῖς πολίταις γενόμενος ἐγράφη ὑπὸ τῶν δημάρχων, ὡς μηδὲν ἐκ τῆς λείας τῶν πολεμίων τὸ δημόσιον ὠφελήσας· καὶ ἑκουσίως πρὸ τῆς δίκης ὑπεξέσχεν. οὕτω Δίων. καὶ Ἡρόδοτος· ὁ δὲ δεῖμα ἔλαβε Σπαρτιητέων καὶ ὑπεξέσχεν ἐς Θεσσαλίην. ἐντεῦθεν ἀφικόμενος ἐς τὴν Ἀρκαδίαν νεώτερα ἔπρησσε πρήγματα. ὑπεξέσχεν οὖν, ἀντὶ τοῦ, ἔφυγεν, ἀπέδρασεν.
υ 207 Ὑπεξῃρείσθωσαν: ἐκβεβλήσθωσαν, χωρισθήτωσαν.
υ 208 Ὑπεξίσταμαι· καὶ Ὑπεξιστάμενος· γενικῇ.
υ 209 Ὑπεξιοῦσα· νεᾶνις γὰρ ἄρτι τῶν παρθενικῶν θαλάμων ὑπεξιοῦσα.
υ 210 Ὑπέπισα: ἐπότισα.
υ 211 Ὑπέπριε τοὺς ὀδόντας.
υ 212 Ὑπέρ: πλέον. καὶ ὁ Ἀπόστολος ὑπὲρ ἐγώ, ἀντὶ τοῦ πλέον ἐγώ.
υ 213 Ὑπέρα: τὸ τοῦ κέρατος τοῦ ἱστοῦ σχοινίον, ᾧ ἀνίεταί τε καὶ διατείνεται. γέγονε δὲ ἀπὸ τούτου παροιμία ἐπὶ τῶν ἃ δεῖ ἔχειν ἀφιέντων, ἃ δὲ μὴ δεῖ κρατούντων. ἀφέντες τὴν ὑπέραν τὸν πόδα διώκουσιν. ἐπὶ τῶν τὰ ἀναγκαῖα μὲν παραλιμπανόντων, τὰ περιττὰ δὲ προτιμω‐ μένων.
υ 214 Ὑπεράγασθαι: ὑπερθαυμάζειν.
υ 215 Ὑπεράγοντα: ὑπερέχοντα. τὸν δὲ ἡλικίᾳ ὑψηλὸν ὄντα καὶ ὑπεράγοντα τὸν ἐπίσκοπον, τὴν βλάβην τῇ κεφαλῇ δέξασθαι.
υ 216 Ὑπέρακμος: ὑπεκδραμὼν τὴν ὥραν.
υ 217 Ὑπερακοντίζεις σύ γ’ ἤδη Νικίαν, τὸν στρατηγοῦντα μηχαναῖς καὶ τοῖς στρατηγήμασι. Σύμμαχος· πρὸς τὴν Μήλου πολιορ‐ κίαν. Φρύνιχος Μονοτρόπῳ· ἀλλ’ ὑπερβέβληκε πολὺ τὸν Νικίαν, στρα‐ τηγίας πλήθει καὶ εὑρήμασιν. ἢ ὅτι φρονιμώτατα Μηλίους λιμῷ ἀνεῖλεν.
υ 218 Ὑπερακοντίζω· αἰτιατικῇ.
υ 219 Ὑπεραλγῆ χόλον: ἄγαν ὀδυνηρόν, λυπηρόν. καὶ αὖθις· ὑπεραλγὴς ὢν διὰ τὴν βαρύτητα τῆς ἐπενεχθείσης ὀφθαλμίας αὐτῷ. καὶ αὖθις· ὁ δὲ ἵππος ὑπεραλγὴς ὢν ἐκ τῆς πληγῆς ῥύδην ἐφέρετο.
υ 220 Ὑπεραλγῶ· γενικῇ.
υ 221 Ὑπεραλεῖται: ὑπερπηδήσει.
υ 222 Ὑπεράλλομαι· αἰτιατικῇ.
υ 223 Ὑπεραναβαίνω· αἰτιατικῇ.
υ 224 Ὑπερανάστης: μετανάστης, μεταβάτης.
υ 225 Ὑπεραναιδεσθήσομαι: τῇ ἀναιδείᾳ νικηθήσομαι. οἷον ἀναι‐ δέστερός μου φανήσεται.
υ 226 Ὑπεράνω· καὶ Ὑπεράνωθεν.
υ 227 Ὑπέραντλον: πλήρη. οἱ δὲ ὑπέραντλον ποιησάμενοι τὸν πλοῦν ἀσφαλῶς παρεκομίσθησαν εἰς τὴν νῆσον.
υ 228 Ὑπεραποθνήσκω· γενικῇ.
υ 229 Ὑπεραπολογοῦμαι· γενικῇ.
υ 230 Ὑπεράριθμοι: οὗτος ὁ ἀριθμὸς τῶν σχολαρίων καλουμένων τρισχιλίων πεντακοσίων ὄντων ἑτέρους δισχιλίους ἐντέθεικεν Ἰουστι‐ νιανός, οὓς οὕτως ἐκάλεσεν.
υ 231 Ὑπερασπίζω· γενικῇ.
υ 232 Ὑπερασπιστής: φύλαξ. βοηθός.
υ 233 Ὑπεραυγάζω· γενικῇ.
υ 234 Ὑπερβάθμιον πόδα ῥιπτῶν: ἀντὶ τοῦ ἀτάκτως, ἀπρεπῶς διαπραττόμενος. οὐδὲ ὑπερβάθμιον πόδα ῥιπτῶν, κατὰ τὸ λόγιον, εἰς τὴν θεοσέβειαν, ἀλλὰ μέτρα ὁρίζων ἑαυτῷ τῆς ἡλικίας ἄξια, γνησίῳ καὶ καθαρῷ συνειδότι μεταχειρίζων τὰ περὶ τοὺς θεούς.
υ 235 Ὑπερβαλλόντως. καὶ Ὑπερβάλλω· αἰτιατικῇ.
υ 236 Ὑπερβάλοι: ὑπεκδράμοι.
υ 237 Ὑπερβασίας: ὅρκων παραβάσεις, ἐπιορκίας.
υ 238 Ὑπερβαίνω· αἰτιατικῇ.
υ 239 Ὑπερβερεταῖος: κατὰ Μακεδόνας, ὄνομα μηνός. ὁ Ὀκτώβριος. καὶ παροιμία· Ὑπερβερεταῖος, ἐπὶ τῶν ὑπερχρονίων εἴρηται· παρὰ γὰρ Μακεδόσιν ὁ τελευταῖος μὴν τοῦ ἐνιαυτοῦ Ὑπερβερεταῖος ἀνε‐ γράφη.
υ 240 Ὑπερβίη: ἡ ἀδικία.
υ 241 Ὑπέρβιον: ὑπερβίως, οἷον ἄγαν βιαίως· ἢ ὑπερβαλλόντως τῇ βίᾳ· ὑπερήφανον.
υ 242 Ὑπερβλύζω· γενικῇ.
υ 243 Ὑπερβολή: ἡ ἀνόρθωσις. πολλοῦ ὠθισμοῦ γενομένου ἐν τῇ τῶν κλιμάκων ὑπερβολῇ. καὶ αὖθις· ἐν ταῖς τῶν ὀρῶν ὑπερβολαῖς ἐκρύπτετο.
υ 244 Ὑπερβολιμαῖος.
υ 245 Ὑπέρβολον: λίθον. ὅτε γὰρ κατεπόντουν τινάς, βάρος ἀπὸ τῶν τραχήλων ἀπεκρέμαζον. Ἀριστοφάνης· ἄρας μετέωρον εἰς τὸ βάραθρον ἐμβαλῶ, ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον. ἔστι δὲ καὶ ὄνομα κύριον. ἦν δὲ φιλόδικος. Ἀριστοφάνης· οὐ ξυντυχών ς’ Ὑπέρβολος δικῶν ἀναπλήσει. καὶ ζήτει ἐν τῷ ἀναπείσηται περὶ τοῦ Ὑπερβόλου.
υ 246 Ὑπερβοῶ· αἰτιατικῇ.
υ 247 Ὑπερβορέων: ἀντὶ τοῦ πόρρω. νοῦσον τὴν στυγερὴν αὐθη‐ μερὸν ἐκ βασιλῆος ἐσθλοτάτου πέμψαις ἄχρις Ὑπερβορέων. ἀντὶ τοῦ πόρρωθεν αὐτοῦ.
υ 248 Ὑπερβόρειοι: ἔθνος ἀρκτικώτερον, καὶ ἐνδότερον τῶν Σκυθῶν.
υ 249 Ὑπέρβορος: δημαγωγὸς ἦν, ὃν Θουκυδίδης ἐν τῇ ηʹ ἐξωστρα‐ κίσθαι φησίν.
υ 250 Ὑπερβριθές: μέγα καὶ βαρύ. ὑπερβριθὲς ἄχθος ἤνυσαν.
υ 251 Ὑπεργαμία: ἡ ὀψιγαμία.
υ 252 Ὑπέργηρως, Ἀττικῶς.
υ 253 Ὑπερδέα δῆμον: ὑπερβαλλόντως ἐνδεᾶ, οἷον πάνυ ἐλάσσονα κατὰ δύναμιν, τὸν ἄγαν ἐνδεᾶ.
υ 254 Ὑπερδέξιον χωρίον· εἶχον δ’ ὑπερδέξιον οἷον χαλεπώτα‐ τον. Ξενοφῶν φησιν,
υ 255 Ὑπερδοξάζω· αἰτιατικῇ.
υ 256 Ὑπεραίρομαι. ὑψοῦμαι. ἵνα μὴ ὑπεραίρωμαι. ὁ Ἀπόστολος.
υ 257 Ὑπεραίρω· γενικῇ. κέδρων ὑπεραίρεσθαι, καὶ ταῦτα τῶν τοῦ θεοῦ. αἰτιατικῇ δέ· ὥρα σοι τῆς Ἰησοῦ μεγαλειότητος ὑπεραίρειν τὸν ἀντικείμενον.
υ 258 Ὑπεραίσιον: τὸ ὑπὲρ τὴν μοῖραν.
υ 259 Ὑπερέβη· αἰτιατικῇ.
υ 260 Ὑπερεδυνάμωσαν: κατεδυνάστευσαν.
υ 261 Ὑπερέθεντο: ἐβουλεύσαντο. τοῦτον καταβαλεῖν ὑπερέθεντο, καὶ πρὸς μάχην εἶδον.
υ 262 Ὑπερεκπίπτω· αἰτιατικῇ.
υ 263 Ὑπερεκτείνομαι· γενικῇ.
υ 264 Ὑπερεμφορεῖσθαι ὄψων.
υ 265 Ὑπὲρ ἐπιξήνου θελήσω τὴν κεφαλὴν ἔχων λέγειν: ἐὰν μὴ λέγω, φησί, δίκαια, τῆς κεφαλῆς ἀφαιρεθείην. ἐπίξηνον δὲ μαγειρικὸς κορμός, ἐφ’ ᾧ τὰ κρέα συγκόπτουσιν.
υ 266 Ὑπερεπυππάζοντό με: ὑπερεπλήσσοντό με. κατεπλήσσοντό με καὶ τὴν φιλοτιμίαν ὑπερεθαύμαζον τὴν ἐμήν. διασύρει δὲ αὐτοὺς ὡς μικροθαυμάστους καὶ ταχέως ἀπατωμένους ὀλίγῳ λήμματι. πύπ‐ παξ ἐπεφώνουν, ὃ ἡμεῖς ποππύζειν λέγομεν.
υ 267 Ὑπερεπυρρίασεν· Ἀριστοφάνης· ὁδὶ δὲ δείσας ὑπερεπυρρίασεν. ἀντὶ τοῦ πυρρὸς ἐγένετο.
υ 268 Ὑπερέσχεθε γαίης: Ὅμηρος περὶ ἡλίου φησὶν ἐξ ἡρωϊκοῦ προσώπου ὑπὲρ γῆν τὰς ἀνατολὰς εἶναι, ὁ δὲ αὐτὸς ἐκ τοῦ ἰδίου προσώπου ἐξ ὠκεανοῦ.
υ 269 Ὑπερευδοκούμενοι: ὑπεραρεσκόμενοι. οἱ δὲ Ῥωμαῖοι ὑπερευ‐ δοκούμενοι κατὰ πάντα τρόπον τῇ τοῦ Σκιπίωνος ὁμολογίᾳ καὶ τῷ χειρισμῷ τῶν πραγμάτων.
υ 270 Ὑπερευφραίνομαι· αἰτιατικῇ.
υ 271 Ὑπερεύχομαι· γενικῇ. ὑπερεύχομαί σου τῆς ἀποδημίας.
υ 272 Ὑπερέχει· γενικῇ. ὑπερμαχεῖ, ὑπερασπίζει. καὶ Ὑπερέχειν τοῦ πράγματος, ἀντὶ τοῦ περιγίνεσθαι. μὴ δύνασθαι ὑπερέχειν τῆς ἀντλίας.
υ 273 Ὑπερέχιος, Ἀλεξανδρεύς, γραμματικός, ἐπὶ τῶν χρόνων Μαρ‐ κιανοῦ τοῦ βασιλέως. ἔγραψε τέχνην γραμματικήν, Περὶ ὀνομάτων, Περὶ ῥήματος καὶ ὀρθογραφίας.
υ 274 Ὑπερέχων· αἰτιατικῇ. ὑπερνικῶν. καί τις ἦν περὶ τοὺς πλεί‐ στους καλλωπισμός, ὑπερέχων τὴν τοῦ βίου χορηγίαν. γενικῇ δέ· πολλῶν βασιλέων ὑπερέσχεν.
υ 275 Ὑπερεία: ὄνομα κρήνης.
υ 276 Ὑπερείδουσα: ὑποστηρίζουσα. καὶ Ὑπερείσουσιν, ἐκ τοῦ ἐρείδω, τὸ ἀκουμβίζω.
υ 277 Ὑπερηγάπησεν· ὁ δὲ πατὴρ τοῦτον ὑπερηγάπησε τοῦ φρο‐ νήματος καὶ τῆς ὀξυτάτης διανοίας ὑπερεπαινέσας.
υ 278 Ὑπερηγάσθην: ὑπερεθαύμασα.
υ 279 Ὑπερηγορῶν: ὑπὲρ αὐτοῦ λαλῶν. ὁ δὲ Ἰσίδωρος ὑπερηγορῶν τοῦ Σωκράτους βαθύτερον ἢ κατ’ ἀκροατὰς διελέγετο.
υ 280 Ὑπερημερίας: ὑπερβαλλούσης ἐκπροθεσμίας. ὅταν μετὰ μίαν ἡμέραν τῆς μνείας ἔλθῃ.
υ 281 Ὑπερήμερος: ὑπερπρόθεσμος, ἢ ἐκπρόθεσμος. τοῖς δὲ δὴ ἐπὶ τῆς Ἰταλίας στρατιώταις ἐκλύσαι τὰ πρόσθεν ὀφλήματα πάντα, ἐφ’ οἷσπερ αὐτοῖς ὑπερήμερος χρόνου πολλοῦ βασιλεὺς ἐγεγόνει, οὐ κο‐ μιζομένοις ἐκ τοῦ δημοσίου τὰς συντάξεις.
υ 282 Ὑπερήμεροι: οἱ ἐν ταῖς καταδίκαις πρὸς ἔκτισιν ἡμέρας λα‐ βόντες καὶ μὴ διαλυσάμενοι. οἱ δίκην ὀφείλοντες ὁποιανοῦν καὶ τὰ ἐπιτίμια τοῖς ἑλοῦσι μὴ ἀποδιδόντες ἐν ταῖς τακταῖς προθεσμίαις ὑπερήμεροι ἐκαλοῦντο, τὸ δὲ πρᾶγμα ὑπερημερία.
υ 283 Ὑπερήμερος καὶ Ὑπερημερία: ὅταν μετὰ τὴν κυρίαν, ἑορτὴν τυχὸν ἤ τινος ἄλλου ἢ συλλόγου ἢ δεδειγμένου πράγματος, ἀπαντήσῃ τις, τότε ὑπερήμερος καὶ ἐξ ὑπερημερίας ἐληλυθέναι λέγεται, καὶ κα‐ τόπιν τῆς ἑορτῆς, εἰ τύχοι, πλεῖστον τῆς ἑορτῆς ἀπολειφθείς.
υ 284 Ὑπερηνορεόντων: ὑπερεχόντων τῇ δυνάμει.
υ 285 Ὑπερήνωρ, ὑπερήνορος.
υ 286 Ὑπερῆραν: ὑπερέβησαν. Πολύβιος· κάμψαντες δὲ τὸν Πάχυνον ὑπερῆραν εἰς Ἔκνομον.
υ 287 Ὑπερηφανημένος: ἀντὶ τοῦ καταπεφρονημένος παρά τινος.
υ 288 Ὑπερηφανία.
υ 289 Ὑπερήφανον: πολύ. πάντων τῶν τοίχων κεκονιαμένων ἐς ὕψος ὑπερήφανον.
υ 290 Ὑπερήφανος. πάσῃ κακίᾳ ἀντίκειται ἀρετή· τῇ λαγνείᾳ ἡ σωφροσύνη, τῇ λαιμαργίᾳ ἡ ἐγκράτεια, τῇ πλεονεξίᾳ ἡ δικαιοσύνη, τῇ ὀργῇ ἡ πραότης, τῇ λύπῃ ἡ χαρά, τῇ λήθῃ ἡ μνήμη, τῇ ἀκηδίᾳ ἡ ὑπομονή, τῇ ἀφροσύνῃ ἡ φρόνησις, τῇ δειλίᾳ ἡ ἀνδρία, τῇ κενοδοξίᾳ ἡ ταπεινοφροσύνη, καὶ ταῖς λοιπαῖς. τῷ δὲ τύφῳ μόνῳ οὐκ ἀντίκειται ἀρετή, διὰ τὴν ὑπερβάλλουσαν κακίαν· ἑαυτὸν δὲ ἀντέταξεν ὁ θεός· κύριος γὰρ ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. καὶ ὁ Προφήτης· ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν. καὶ αὖθις· ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. παρὰ δὲ τῷ Ἀποστόλῳ τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφ’ οἷς ἔχουσι φυσω‐ μένους ὑπερηφάνους νοητέον. καὶ Αἰλιανός· οἱ δὲ ἔκειντο θέαμα ἔνδοξόν τε καὶ ὑπερήφανον. ἀντὶ τοῦ περίβλεπτον. Ὑπερήφανος καὶ ὁ λαμπρός. Αἰλιανός· καὶ στρωμναῖς ὕφει τινὶ ὑπερηφάνῳ κε‐ κοσμημέναις.
υ 291 Ὑπερηφανῶ· αἰτιατικῇ.
υ 292 Ὑπεριάς: οἶνος, ἀπὸ Ὑπέρου.
υ 293 Ὑπεριδεῖν: τὸ καταφρονῆσαι· γενικῇ. καὶ συνεπείσθησάν τινες τῇ νίκῃ τοῦ σώματος ὑπεριδεῖν. καὶ Ὑπεριδόντα· γενικῇ. ὑπεριδόντα μάλα γενναίως τῶν ὀνειδισμῶν.
υ 294 Ὑπερίδης, υἱὸς Γλαυκίππου τοῦ ῥήτορος, οἱ δὲ Πυθοκλέους, Ἀθηναῖος, ῥήτωρ, τῶν πρώτων κεκριμένων δέκα εἷς· μαθητεύσας ἅμα Λυκούργῳ [καὶ] Πλάτωνι τῷ φιλοσόφῳ 〈καὶ〉 Ἰσοκράτει τῷ ῥήτορι. καὶ ἀπέβη μὲν δεξιὸς ῥήτωρ, γυναικῶν δὲ ἡττήθη· ἀνῃρέθη δὲ καὶ αὐτὸς ὑπὸ Ἀντιπάτρου τοῦ βασιλέως, ἐξαγαγόντος αὐτὸν τοῦ ἐν Ἑρμιόνῃ ναοῦ τῆς Δήμητρος, δι’ Ἀρχίου τοῦ ἐπικληθέντος Φυγαδοθήρα, καὶ ἀποτμηθεὶς τὴν γλῶτταν ἀπέθανεν. ὁ δὲ υἱὸς αὐτοῦ Γλαύκιππος τὰ ὀστᾶ λαβὼν εἰς τὸ πατρῷον ἔθαψε μνῆμα. εἰσὶ δὲ οἱ πάντες λόγοι αὐτοῦ νϛʹ.
υ 295 Ὑπερίδης, δημαγωγὸς ἄριστος· ὃς καὶ φίλος ὢν Δημοσθένει ἐγράψατο αὐτὸν ἐπὶ τοῖς Ἁρπαλείοις χρήμασιν. ἔσχε δὲ καὶ παῖδα Γλαύκιππον.
υ 296 Ὑπερίονα: τὸν ἥλιον, ὑπὲρ ἡμᾶς ἀνατέλλοντα. καὶ Ὑπε‐ ριονίδης, ὁ αὐτός.
υ 297 Ὑπέρινον: τὸ λεπτόν.
υ 298 Ὑπερίπταμαι· αἰτιατικῇ.
υ 299 Ὑπερισθμίσας: τὸν ἰσθμὸν περάσας. ταχὺ δὲ τοὺς κέλητας καὶ τὰς ἡμιολίας ὑπερισθμίσας ἀνήχθη, σπεύδων καταλαβεῖν τὴν τῶν Ἀχαιῶν σύνοδον.
υ 300 Ὑπερίσταται: προΐσταται. Σοφοκλῆς. Ἠλέκτρα φησίν· ἀλλ’ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη βίοτος ἀνέλπιστος, οὐδ’ ἔτ’ ἀρκῶ. ἥτις ἄνευ τοκέων κατατήκομαι· ἧς φίλος οὔτις ἀνὴρ ὑπερίσταται. ἀλλ’ ἅπερ εἴ τις ἔποικος ἀναξία οἰκονομῶ δόμους πατρός. οἷον τὸ πλεῖ‐ στον τοῦ βίου ἐβίωσα ἐν κακοῖς. καὶ ὁ πλείων με, φησί, βίος ἀπολέλοιπε, μηδέποτε ἐν ἀγαθῇ ἐλπίδι γενομένην· ἐπεὶ μέχρι νῦν οὐδὲν ὑπὲρ ἐκδικίας τοῦ Ἀγαμέμνονος πέπρακται. ἧς φίλος οὐδεὶς προΐσταται, ἀλλὰ πάντες εἰσὶν ἐν ἀτυχήμασιν εὐλαβούμενοι· ἢ ἐκεῖνο· ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι.
υ 301 Ὑπερίσταμαι· γενικῇ.
υ 302 Ὑπέρισχε: ὑπερμάχει, προΐστασο. σὺ δ’ εὐθήρου τοῦδ’ ὑπέρ‐ ισχε βίου.
υ 303 Ὑπερθαυμάζω· αἰτιατικῇ.
υ 304 Ὕπερθεν: ἐπάνω. ἐν Ἐπιγράμμασι· οἴκου καὶ κτεάνων χεῖρας ὕπερθεν ἔχειν.
υ 305 Ὑπὲρ θέναρος: παρ’ Ὁμήρῳ ὡς τὸ πέλαγος ἐσχημάτισται οὐδετέρως.
υ 306 Ὑπερθέντι: ἐξειπόντι, ἀνακοινωσαμένῳ. Ἡρόδοτος· ὁ δὲ Ἀρ‐ ταφέρνης, ὥς οἱ πέμψαντι ἐς Σοῦσα καὶ ὑπερθέντι τὰ ἐκ τοῦ Ἀριστα‐ γόρου λεγόμενα συνέπαινος καὶ αὐτὸς Δαρεῖος ἐγένετο, παρεσκευάσαντο οʹ τριήρεας.
υ 307 Ὑπὲρ θεόν: ὑπὲρ θεῶν βούλησιν.
υ 308 Ὑπερθέοντες: ὑπερτρέχοντες. καὶ Ὑπερθέω· αἰτιατικῇ.
υ 309 Ὑπερθήσει: οἰκοδομήσει.
υ 310 Ὑπερθιγῶν: ἀλαζόνων. καὶ τοῖς φρονήμασιν ὑπερθιγῶν, ὡς ἂν ἤδη κεκρατηκότων.
υ 311 Ὑπερθορῶν: ὑπερπηδῶν. τῆς Δήμητρος οὐ δυνάμενος ὑπερθορεῖν τὰς θύρας, θορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον.
υ 312 Ὑπέρθωμαι.
υ 313 Ὑπερκαθέζομαι· γενικῇ.
υ 314 Ὑπὲρ κάρα φοιτῶντα: ὑπὲρ κεφαλῆς ἐρχόμενον.
υ 315 Ὑπερκαταβαίνω· αἰτιατικῇ.
υ 316 Ὑπέρκειμαι· γενικῇ.
υ 317 Ὑπερκέρωσις· ὑπερκέρωσίς ἐστιν, ὅταν ἐκ τοῦ ἑτέρου μέρους μόνον ὑπερέχωμεν τῶν πολεμίων. ἀλλὰ γὰρ οὔτε ἐκδρομὰς τοῖς ἵπποις καὶ ὑπερκερώσεις ποιεῖσθαι ἐδύναντο, ὡς δὴ ἀπειλημμένοι τῷ στρατεύματι.
υ 318 Ὑπερκολακεύω· αἰτιατικῇ.
υ 319 Ὑπερκύπτω· αἰτιατικῇ. ἰστέον δέ, ὅτι τὸ ὑπερκύπτω ἡ μὲν ἔσω γραφὴ ἔχει αἰτιατικὴν καὶ ὁ Πλούταρχος, ἡ δὲ Χαρίκλεια γενικήν· ὑπερκύψαντες τοῦ ὄρους.
υ 320 Ὑπερλαλῶ· γενικῇ.
υ 321 Ὑπερμαζᾷ: ὑπερτρυφᾷ, πλουτεῖ, στρηνιᾷ. οἱ δὲ Γαλάται καταπλαγέντες, ὡς ὑπερμαζώντων αὐτόχρημα τῶν Ῥωμαίων καὶ διὰ τὴν τρυφὴν ῥιπτούντων τοὺς ἄρτους, ἐσπείσαντο. καὶ αὖθις· ὁ δὲ ὑπερμαζῶν [καὶ ζῶν] καὶ χρυσίῳ βάλλων καὶ τὰς κορώνας, ὁ πρότερον δοῦλος τυγχάνων.
υ 322 Ὑπὲρ μᾶλλον: ἐκ περισσοῦ. ἦν μὲν ἀπορία καὶ δέος ὑπὲρ μᾶλλον περὶ τοὺς ἀνθρώπους, οὐ δυναμένους ἐπινοῆσαι τί ποτέ ἐστι τὸ λειπόμενον.
υ 323 Ὑπερμαργότερος: ὁ ὑπερμαινόμενος.
υ 324 Ὑπερμενέα: ἰσχυρότερα λίαν.
υ 325 Ὑπερνήχεται: ὑπερβαίνει.
υ 326 Ὕπερον: ἡ τριβαία.
υ 327 Ὑπὲρ ὄνου σκιᾶς: λέγουσιν ὅτι Δημοσθένης ὁ ῥήτωρ ἀπολο‐ γούμενος ὑπέρ τινος κινδυνεύοντος, οὐκ ἀνεχομένων τῶν δικαστῶν, εἶπεν· ἀκούσατε, ὦ ἄνδρες, διηγήματος τερπνοῦ· νεανίσκος ποτὲ Ἀθήνηθεν εἰς Δελφοὺς ὄνον ἐμισθώσατο· μεσημβρίας δὲ καταλα‐ βούσης καταλύσας τὸν γόμον ὑπέδυ τὴν σκιὰν τοῦ ὄνου. ἐκβαλλό‐ μενος δὲ ὑπὸ τοῦ ὀνηλάτου, μὴ καὶ τὴν σκιὰν μεμισθῶσθαι λέγοντος, εἰσῆλθον εἰς δικαστήριον ἀμφότεροι. εἰπὼν δὲ ταῦτα ὁ Δημοσθένης κατέβαινεν ἐκ τοῦ βήματος. ἀξιούντων δὲ τῶν δικαστῶν τὸ τέλος τῆς δίκης μαθεῖν, εἶπεν, ἀναβὰς πάλιν ἐπὶ τοῦ βήματος· ὑπὲρ μὲν ὄνου σκιᾶς ἀκούειν, ὦ ἄνδρες, ἐπιθυμεῖτε· ἀνθρώπου δὲ κινδυνεύοντος ὑπὲρ ψυχῆς οὐδὲ φωνῆς ἀνέχεσθε. τούτῳ καθαψάμενος τῶν κριτῶν τὸν κατηγορούμενον περιέσωσε. τάττεται τοίνυν ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ μηδενὸς χρησίμου φιλοτιμουμένων.
υ 328 Ὑπέρροον: τὸ ἀπὸ ὕψους ῥέον. Ὑπερῷον δὲ τὸ ἀνώγεον.
υ 329 Ὑπεροπλίῃσι: ταῖς ὑπερηφανίαις. καὶ Ὑπεροπλία, ἡ ὑπερηφανία.
υ 330 Ὑπεροπλίσαι: ὑπερνικῆσαι.
υ 331 Ὑπέροπλον: ὑπερήφανον.
υ 332 Ὑπέροπτα· εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται, δίκης ἀφόβητος, οὐδὲ δαιμόνων ἕδη σέβων, κακή νιν ἕλοιτο μοῖρα, δυσπότμου χάριν χλιδῆς. τουτέστιν ἕνεκα τῆς ἀνοσίου τρυφῆς καὶ ὑπερηφανίας ὁ τοιοῦτος ἐν κακῇ εἴη μοίρᾳ, ὃς μὴ ἀφέξεται τῶν ἀσέπτων ἢ ἕξεται τῶν ἀθίκτων, τουτέστιν ὧν οὐ χρὴ ἔχεσθαι.
υ 333 Ὑπερορία: ἡ ἐξορία.
υ 334 Ὑπερόπτης: ὁ παρορῶν. ὁ δὲ ὑπερόπτης ὢν τοῦ δικαίου καὶ ὑβριστής.
υ 335 Ὑπεροπτικώτερος.
υ 336 Ὑπέροπτον: μεγάλην.
υ 337 Ὑπερορᾶν: ὑπερβλέπειν.
υ 338 Ὑπερορίζω· αἰτιατικῇ. Ὑπερορῶ δὲ γενικῇ.
υ 339 Ὑπερόριον· τὸ σῶμα τοῦ Ὑπερίδου ἔρριψαν Ἀθηναῖοι ὑπερόριον. τουτέστι μακρὰν ἀπὸ τῆς πόλεως. καὶ αὖθις· καὶ ἀναπείθει τοὺς Ἀθηναίους ὑπερόριον τὸ σῶμα τοῦ ῥήτορος Ὑπερίδου ῥῖψαι. ἀντὶ τοῦ ἔξω τῶν ὅρων.
υ 340 Ὑπερόριον: τὸ παρηλλαγμένον, καὶ πάντῃ ἀλλότριον, καὶ ὑπέρογκον. τὸ τῶν ἀέρων ἄηθες καὶ ὑπερόριον λυπήσειν ἔμελλε τὴν στρατιάν. καὶ αὖθις· προσήκειν φήσας νέῳ ἀνδρὶ ἀποδημεῖν τε καὶ ὑπερόρια αἴρεσθαι. ἡ δὲ Ῥώμη ἀπείρατος ἦν ὑπερορίων ἐκ‐ στρατειῶν.
υ 341 Ὑπέρου περιτροπή: ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων καὶ μηδὲν περαινόντων. καὶ αὗται δ’ αἱ παροιμίαι τοῦτο δηλοῦσιν· ὁ Διὸς Κό‐ ρινθος. καί, αὖθις αὖ Πυθώδε ὁδός. καί, ὁ τὴν δοκὸν φέρων. καί, οὐ τυφλός, ἀλλ’ ἐξώρυκται. Πλάτων Ἀδώνιδι· εἶτ’ οὐχ ὑπέρου μοι περιτροπὴ γενήσεται.
υ 342 Ὑπέρου περίτροφον: παροιμία ἐπὶ τῶν τὰ αὐτὰ ποιούντων καὶ μηδὲ περαινουμένων. καὶ παροιμία· γυμνότερος ὑπέρου καὶ λεβηρίδος.
υ 343 Ὑπερούσιος.
υ 344 Ὑπέροφρυς: ὑπερήφανος.
υ 345 Ὑπερόψη.
υ 346 Ὑπεροψίαν: καταφρόνησιν. εἰδὼς τῶν Ἰουδαίων τὸ πρὸς ἀλλήλους πιστὸν καὶ τὴν πρὸς τὰς κολάσεις ὑπεροψίαν.
υ 347 Ὑπερωδυνία· οἱ δὲ συνέπασχον τῇ τῶν ἀκληρούντων ὑπερ‐ ωδυνίᾳ. τουτέστι τῇ συμφορᾷ, τῇ λύπῃ.
υ 348 Ὑπερώη καὶ Ὑπερώα: ὁ οὐρανίσκος. Ὅμηρος· χείλεα μέν τ’ ἐδίην’, ὑπερώην δ’ οὐκ ἐδίηνε. καὶ Σιμόκατος· εἰς μὲν γὰρ τὴν ὑπερώαν χελύνην Μηδικὴν ὀϊστὸς ἐς βάθος ἐσδὺς ἀνὰ τὸ κρανίον ἐρρίζωτο.
υ 349 Ὑπερώησαν: ὑπεχώρησαν.
υ 350 Ὑπερῷον: τὸ ἀνώγεον.
υ 351 Ὑπερώσιον: τὸ ὑπὲρ τὴν μοῖραν.
υ 352 Ὑπέρωσις.
υ 353 Ὑπερπαίειν· γενικῇ. ὑπερβαίνειν, πλεονάζειν. διὸ τὸ γεγονὸς οὐδὲ καθ’ ὑπερβολὴν εἰκάσαι δυνατὸν οὐδενὶ τῶν ὄντων ἐστίν· οὕτως ὑπερπεπαίκει πάσας τῇ δεινότητι τὰς προειρημένας πράξεις.
υ 354 Ὑπερπετεῖς: ὑπὲρ λίαν σῳζομένους. Κλέαρχος ὁ Λακεδαιμό‐ νιος τοῖς στρατιώταις παρήγγειλε, τὸ μὲν πρῶτον ἡσυχῇ προάγειν, εἰ δὲ ἐντὸς βέλους γένοιντο, θέειν· τὸ μέν, ἵνα ἀκέραιοι τοῖς σώμασιν ἀγωνίζοιντο, τὸ δέ, ἵνα ὑπερπετεῖς ὦσιν.
υ 355 Ὑπερπετῶ· αἰτιατικῇ· ὑπερπέτονται τὸν χῶρον τὸν προβεβηκότα.
υ 356 Ὑπερπηδῶ· αἰτιατικῇ.
υ 357 Ὑπερπίπτω· γενικῇ.
υ 358 Ὑπερπλέω· γενικῇ.
υ 359 Ὑπερπνιγεῖς· ἵπποι ὑπερπνιγεῖς γενόμενοι, οἱ δὲ ὑπέρπονοι ἐκ τῆς ἄγαν ἱππηλασίας.
υ 360 Ὑπερπταίη: ὑπερπετασθῇ.
υ 361 Ὑπερσπουδάζω· γενικῇ.
υ 362 Ὑπερσχῶ· γενικῇ.
υ 363 Ὑπὲρ τὰ ἐσκαμμένα: ὑπὲρ τὰ μέτρα. ἀπὸ δὲ τῶν πεντάθλων ἡ μεταφορά. λέγεται δὲ ἀπὸ Φαΰλλου τοῦ πεντάθλου τοῦ Κροτω‐ νιάτου εἰρῆσθαι· ὃς πεντήκοντα ποδῶν ὄντων πρότερον τῶν σκαμ‐ μάτων, πρότερος αὐτὸς ὑπερέβαλε τοῖς πηδήμασι ταῦτα, ὡς τὸ ἐπί‐ γραμμα λέγει τῆς εἰκόνος αὐτοῦ· πέντ’ ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλλος· δίσκευσε δ’ ἑκατόν, πέντ’ ἀπολειπομένων. καὶ Πλάτων ἐν ᾧ ἡ ἐπιγραφὴ Κρατύλος, περὶ ὀνομάτων ὀρθότητος. καὶ παροιμία· Ὑπὲρ τὰ ἐσκαμμένα πηδῶν· Φάϋλλος ἐγένετο πένταθλος, ὁ Πόντιος· ὃς ἐδόκει μέγιστα δισκεῦσαι καὶ ἅλλεσθαι. ἐπεὶ οὖν ὑπὲρ τοὺς ἐσκαμμένους νʹ πόδας εἰς τὸ στερεὸν ἥλατο, τὸ συμβὰν εἰς παρ‐ οιμίαν ἐξέβη.
υ 364 Ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν: ἐπὶ τῶν καθ’ ὑπερβολήν τι πραττόντων. διότι ὁ Φάϋλλος ὑπὲρ τοὺς πεντήκοντα πόδας πηδή‐ σας ἐπηρώθη τὸ σκέλος.
υ 365 Ὑπὲρ τὰ Καλλικράτους: φησὶ Κλέαρχος, ὅτι Καλλικράτης τις ἐγένετο ἐν Καρυστῷ πλουσιώτατος. εἴ ποτε οὖν ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ ὑπερβολικῶς, ἔλεγον ὑπὲρ τὰ Καλλικράτους. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ Καλλικράτην τινὰ πρῶτον τοὺς δικαστικοὺς μύθους εἰς ὑπερβολὴν αὐξῆσαι. ὅθεν καὶ τὴν παροιμίαν εἰρῆσθαι.
υ 366 Ὑπερτέλλον: ὑπερανατέλλον.
υ 367 Ὑπερτενές: ὑψηλόν, ὑπερανέχον.
υ 368 Ὑπέρτερον: κρεῖττον.
υ 369 Ὑπερτερῶ· γενικῇ.
υ 370 Ὑπερτεροῦν: δεσπόζον.
υ 371 Ὑπερτηρία: τὸ τῆς ἁμάξης πῆγμα.
υ 372 Ὑπερτίθεται: ἀναβάλλεται.
υ 373 Ὑπὲρ τὸν κατάλογον: παροιμία ἐπὶ τῶν γεγηρακότων.
υ 374 Ὑπέρτονον· βοήσομαι τὴν ὑπέρτονον βοήν. τούτεστι τὴν με‐ γάλην, καὶ ὑπερέχουσαν.
υ 375 Ὑπὲρ τοῦ μηθενός: ἀντὶ τοῦ ῥᾳδίως, καὶ εὐχερῶς. Δαβίδ· ὑπὲρ τοῦ μηθενὸς ὤσεις αὐτούς.
υ 376 Ὑπὲρ τούτων δέ εἰμι κρείττων ἐγὼ καὶ ὑπὲρ σέ.
υ 377 Ὑπὲρ τῶν ὅλων ἀναρριπτεῖν.
υ 378 Ὑπὲρ τῶν ὅλων ἀγωνιούμενος. καὶ στρατιὰν ἐξάγει ὑπὲρ τῶν ὅλων φέρουσαν τὸν κίνδυνον.
υ 379 Ὑπεροιαζομένου: ὑπερηφανευομένου.
υ 380 Ὑπεροίσων: ὑπερβαλών, ὑπερενεγκών. ὁ δὲ τὸ φρόνημα μέγα ὡς καὶ τὸν Ἀλέξανδρον ὑπεροίσων, ἐκέκτητο.
υ 381 Ὑπερφαλαγγίωσις· ὑπερφαλαγγίωσίς ἐστιν, ὅταν ἐξ ἑκατέρων τῶν μερῶν τῆς φάλαγγος ὑπερέχωμεν τῶν πολεμίων.
υ 382 Ὑπερφαίνω· γενικῇ.
υ 383 Ὑπερφερές: μέγα, ὑπερέχον. οὗ τὸ ὕψος ἦν γιγαντιαῖον καὶ ἡ τόλμα ὑπερφερεστέρα.
υ 384 Ὑπερφέρω· αἰτιατικῇ, καὶ γενικῇ.
υ 385 Ὑπερφίαλος: ποτὲ μὲν ἐπὶ ψόγου· ὑπερφίαλος καὶ ἀπηνής. ἀντὶ τοῦ οὐκ ἔνσπονδος. ἐν ἄλλοις δὲ ἐπὶ ἐγκωμίου· ὑπερφιάλοισι μεθ’ ὑμῖν δαίνυσθαι. ἀντὶ τοῦ ἀγαθοῖς.
υ 386 Ὑπερφρονεῖ· ὅτι τὰ ἀνθρώπεια τὸ θεῖον ἢ ὑπερφρονεῖ ἢ ἀτιμάζει ἢ πρόνοιαν αὐτοῖς ἔφορον οὐκ ἐφίστησι.
υ 387 Ὑπερφρονῶ· γενικῇ. καὶ αἰτιατικῇ δέ.
υ 388 Ὑπερφρόνως: ἀλαζονικῶς, ὑπερηφάνως. ὁ δὲ ἀντέγραψέν οἱ τά τε ἄλλα ὑπερφρόνως, καὶ αὑτὸν μὲν βασιλέα, ἐκεῖνον δὲ Καίσαρα μόνον ὀνομάζεσθαι.
υ 389 Ὑπέρφρων· ὑπέρφρων δὴ οὕτως ὁ Πολέμων ὁ σοφιστής, ὡς πόλεσι μὲν ἀπὸ τοῦ προὔχοντος, δυνάσταις δὲ ἀπὸ τοῦ μὴ ὑφειμένου, θεοῖς δὲ ἀπὸ τοῦ ἴσου διαλέγεσθαι. λέγεται δὲ καὶ τὰ αὐτῷ πεπραγ‐ μένα, φημὶ δὴ Πολέμωνι τῷ ὑπέρφρονι, ἐν τοῖς βίοις τῶν σοφιστῶν τρανότερον.
υ 390 Ὑπερφυᾶ τέχνην ἔχων: Ἀριστοφάνης τὸν ἀλλαντοπώλην διασύρων ἐξαίρει τὴν τέχνην, ἵνα μᾶλλον ὀνειδίσῃ, φανείσης αὐτῆς λίαν εὐτελοῦς· ἀλλαντοπώλης γὰρ ὁ τὰ ἔντερα πωλῶν.
υ 391 Ὑπερφυής: μεγαλοφυής, μείζων.
υ 392 Ὑπερφυία.
υ 393 Ὑπέρχεται· αἰτιατικῇ. ἀντὶ τοῦ ὑπάγεται τὸν δῆμον καὶ ὑπο‐ τρέχει καὶ κολακεύει καὶ καταπραΰνει, ὑπάγων τὴν ὀργὴν ἅπασαν τὴν πρὸς αὐτόν. Ἀριστοφάνης Ἱππεῦσιν· εἶδες οἷ ὑπέρχεται ὡσπερεὶ γέροντας ἡμᾶς ἐκκοβαλικεύεται. ἀντὶ τοῦ λῃστεύει· κόβαλοι γὰρ οἱ μετὰ ξύλου λῃσταί. τοὺς αὐτοὺς δὲ καὶ κορυνηφορεῖς. οἱ δὲ κόβαλον τὴν μετ’ ἀπάτης παιδιάν. ὥσπερ, φησί, γέροντας, δικαστὰς ἐκπαν‐ ουργεῖ, οὕτω καὶ ἡμᾶς ἐπιχειρεῖ ἀπατᾶν· κόβαλα γὰρ καλοῦσι τὰ πανουργήματα.
υ 394 Ὑπέρχολος γενόμενος: ἀντὶ τοῦ ὑπεραγανακτήσας. οὕτως Ἀντιφάνης.
υ 395 Ὑπεσταλκότες· ἄλλοι δὲ τούτοις ὑπεσταλκότες πῦρ προσέφε‐ ρον ταῖς πύλαις. ἀντὶ τοῦ ὑποδύντες, ὑπεισελθόντες.
υ 396 Ὑπεστειλάμην: παρῃτησάμην, ἀπεκρυψάμην.
υ 397 Ὑπέστημεν: ὑπεσχόμεθα.
υ 398 Ὑπεστόρεσται: ὑπέστρωται. καὶ Ὑπεστορῆσθαι.
υ 399 Ὑπέσχεν: ὑπέκλινεν, ἔδωκεν. οὐδὲ τὴν ἀκοὴν ὑπέσχε τοῖς δια‐ βάλλουσιν, οὐδὲ φόνον ἄδικον εἰργάσατο ἑκών γε εἶναι. ἀντὶ τοῦ αὐθαιρέτως.
υ 400 Ὑπεσχῆσθαι: ἀντὶ τοῦ ὑποσχέσθαι.
υ 401 Ὑπετέμνετο: ὑπεκρύπτετο. ἀπὸ συνθήματος ἀφιεμένων τῶν βελῶν, τὸ φῶς ὑπετέμνετο.
υ 402 Ὑπέτεινεν: ἐπηγγέλλετο, κατεσκεύαζεν. ἕως μὲν οὖν ἤλπιζον τὴν στρατηγίαν τῆς ἕω παρὰ βασιλέως, καὶ τὰς ἄλλας ἐλπίδας, ἃς ὑπέτεινεν οὗτος, σπουδὴν ἐδείκνυσαν.
υ 403 Ὑπεύθυνον· γενικῇ. τὸ σῶμα τῶν ἀδικημάτων ὑπεύθυνόν ἐστιν ἁπάντων.
υ 404 Ὑπεύθυνοι: οἱ μήπω λογισμοὺς παρεσχηκότες, μηδὲ εὐθύνας τῆς ἀρχῆς, ἧς ἐπιστεύθησαν.
υ 405 Ὑπέχει: ὑφίσταται. καὶ τὸ ἀποκρίνεσθαι ὑπέχειν παρὰ Ἀριστοτέλει. ὑπέχειν ῥᾴδιον τὰς θέσεις. Ἀριστοφάνης· καὶ πάνθ’ ὑπέχειν, ὧν σύνοιδεν ἡ κύλιξ. λόγον ὑπέχειν τῆς στρατηγίας.
υ 406 Ὑπέχοντος: κρατοῦντος. Ἀριστοφάνης· κἄπειτ’ ἐχώρουν εἰς ἀγορὰν ἐπ’ ἄλφιτα. ἔπειθ’ ὑπέχοντός μου ἄρτι τὸν θύλακον ἀνέκραγεν ὁ κῆρυξ, μὴ δέχεσθαι μηδένα χαλκοῦν τολοιπόν, ἀργύρῳ γὰρ χρώ‐ μεθα.
υ 407 Ὑπεψηνισμένη: ἀκμαία πρὸς τόκον· ἢ ἐγκύμων. ἀπὸ τοῦ ψηνός, ὃ σημαίνει τὸν ἐν ταῖς ὀλύνθοις γινόμενον σκώληκα, ὃν οἱ γεωργοὶ ἀφάπτουσι τῶν κλάδων τῆς συκῆς, ὅπως ἂν ὁ καρπὸς αὐτῶν μὴ ἀπορρέῃ.
υ 408 Ὑπεψιθυρίζετο: ἠρέμα ὑπεκαλεῖτο. καὶ Σκυθικῇ φωνῇ βάρ‐ βαρα ἄττα ῥήματα ὑπεψιθυρίζετο.
υ 409 Ὑπειδόμενος: ὑφορώμενος. καὶ Ὑπείδετο, προσεδό‐ κησε. τὸ δὲ μειράκιον οὐδὲν ὑπειδόμενον. τίς δ’ ἂν ὑπώπτευε κρέας ὑπὸ ξένων καὶ πτωχῶν ἐπὶ κοινοῦ δεδομένον. Ὑπιδέσθαι δὲ ὑποθεωρῆσαι.
υ 410 Ὑπεικάθων: ὑποχωρῶν. καὶ Ὑπεικάθοιμι.
υ 411 Ὑπειλημμένον: ὑπονενοημένον.
υ 412 Ὑπείξομεν: ὑποκύψομεν, ὑποχωρήσομεν.
υ 413 Ὑπείπομεν: ἀντὶ τοῦ προείπομεν. καὶ ὑπειπεῖν, ὑπαγορεύειν.
υ 414 Ὑπειπούσης: παρ’ Ἀριστοφάνει ἀντὶ τοῦ ἠρέμα φθεγξαμένης. κατεσπούδασθαί σοι, ὦ γενναῖε, καὶ τὸ τῆς πρεσβείας ὑπειπὼν ὄνομα, ἐν μοίρᾳ ἡμᾶς τῇ ἀτιμοτάτῃ συντάξαι.
υ 415 Ὑπειρέσιον: ὑπαγκώνιον τῶν ἐρετῶν, ἤγουν κωπηλατῶν, ὑφ’ οὗ καθίζουσιν οἱ ἐρέσσοντες, διὰ τὸ μὴ συντρίβεσθαι αὐτῶν τὰς πυ‐ γάς. καὶ τὸ πληθυντικὸν τὰς ὑπειρεσίας.
υ 416 Ὑπειρετικοῖς: τοῖς ἐρέσσουσιν. ἔζευξε τὰς νῆας, βραχὺ διά‐ στημα ποιῶν, ὥστε ὑπειρετικοῖς ἐκπλεῖν δύνασθαι καὶ διαπλεῖν. καὶ αὖθις· ὁ δὲ ἦν ὑπηρετικὸν σκεῦος εὐφυὲς καὶ πολλὰς ἔχον ἀφορ‐ μὰς εἰς πραγμάτων οἰκονομίαν.
υ 417 Ὑπείρονος.
υ 418 Ὑπειροχίδης.
υ 419 Ὑπείροχος: ὁ ὑπηρέχων.
υ 420 Ὑπῆγεν: ἀντὶ τοῦ ὑπετίθετο. Ξενοφῶν· ὁ δὲ Κλέαρχος ταῦθ’ ὑπῆγε, βουλόμενος καὶ αὐτὸν τὸν βασιλέα πρεσβεύειν συμβουλεῦσαι μὴ παραδοῦναι τὰ ὅπλα.
υ 421 Ὑπήκουσεν ἡμῖν.
υ 422 Ὑπῆκτο· ἡ δὲ Λιβανία τὸ θρασὺ αὐτοῦ καὶ γενναῖον ἀπο‐ κόψασα αἰχμάλωτον ὑπῆκτο. ἀντὶ τοῦ ὑπηγάγετο.
υ 423 Ὑπηνέμια: τὰ ψευδῆ καὶ ἀβέβαια. γίνεται γὰρ αὐτῷ ἐντεῦθεν τὰ ὑπηνέμια καὶ τερατώδη, ἀντὶ τῆς ἀληθοῦς ἐπιστήμης, οἷον εἴδωλα ἄττα καὶ σκιαί. πράττουσι γοῦν πρὸ τῆς τῶν ἀληθῶν ἐπιστήμης τὰ ψεύδη.
υ 424 Ὑπηνέμια· ὑπηνέμια καλεῖται τὰ δίχα συνουσίας καὶ μίξεως. σύνηθες δὲ λέγειν αὐτοῖς ἀνεμίδιον. Πλάτων ἐν Θεαιτήτῳ· γόνιμον ἀνεμίδιον τυγχάνει.
υ 425 Ὑπηνέμια· ὑπηνεμία ὡς ἡμεῖς λέγουσιν. Ἀριστοφάνης Δαι‐ δάλῳ· ἐνίοτε πολλοὶ τῶν ἀλεκτρυόνων βίᾳ ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. Πλάτων δὲ ὁ φιλόσοφος ἐν Θεαιτήτῳ ἀνεμιαῖα. καὶ Μέ‐ νανδρος Δακτυλίῳ· ἀνεμιαῖον ἐγένετο. τὰ δίχα σπέρματος ἄρ‐ ρενος.
υ 426 Ὑπηνέμιοι: ὑπὸ τὸν ἄνεμον.
υ 427 Ὑπήνη: μύσταξ, τὸ γένειον, πώγων, ἡ τοῦ ἄνω χείλους τρίχωσις· τὸ δὲ κάτω πάππος.
υ 428 Ὑπήνη: παρὰ τὸ ὑποκάτω εἶναι, ἢ ἰέναι. τὸ δὲ πη διὰ τοῦ η, παρὰ τὸν ἥσω μέλλοντα, ἀπὸ τοῦ ἵημι. ἢ ὡς εἰρήνη, γαλήνη.
υ 429 Ὑπηνήτῃ: ἀκμαίῳ, ἄρτι γενειῶντι. ἔτι νέῳ. πρῶτον ὑπη‐ νήτῃ ὄντι.
υ 430 Ὑπήντων ταῖς γυναιξίν, ἀσπασμοὺς καὶ παιᾶνας καὶ πάνθ’ ὅσα ἐκ μεγάλων κινδύνων εἰς ἀδόκητον σωτηρίαν καταστάντες ἄνθρω‐ ποι λέγουσι καὶ πράττουσιν.
υ 431 Ὑπηρέσιον: τὸ παρ’ ἡμῖν, ᾧ χρώμεθα εἰς ἀπόπατον. οἱ δὲ ἀμίδα λέγουσιν.
υ 432 Ὑπηρέτης: δοῦλος. καὶ Ὑπηρετῶ· δοτικῇ.
υ 433 Ὑπῆρξαν: προκατήρξαντο. οὗτοι γὰρ πρῶτον ὑπῆρξαν ἀδικίης. Ἡρόδοτος. καὶ Αἰλιανός· ὁ δὲ ὑπήρξατο σωφρονεῖν.
υ 434 Ὑπήτρια: τὰ οὔθατα, οἱ μασθοί.
υ 435 Ὑπ’ ἠοῖ: ὑπὸ τὸν ὄρθρον.
υ 436 Ὑπιγή: ἡ ἀπόκλεισις. Ὑπιωγὴ δὲ ἡ σκέψις.
υ 437 Ὑπιδέσθαι: ὑποθεωρῆσαι.
υ 438 Ὑπίσχεται: ὑπισχνεῖται. καὶ Ὑποσχόμενος, συντασσό‐ μενος.
υ 439 Ὑπισχνοῦμαι· δοτικῇ.
υ 440 Ὑπνηλός: ῥᾴθυμος.
υ 441 Ὑπνομαχῶ· Ἀριστοφάνης. ἐγὼ δ’ ὑπὸ μεσοπυργίῳ τεταγμένος ὑπνομαχῶ. ἀντὶ τοῦ ἐπαγρυπνῶ. ἦν μὲν γὰρ καὶ ἄλλως ὁ Μάρ‐ κελλος ὑπνομαχεῖν πεφυκώς. ἐν δορὶ μέν τοι μάζα μεμαγμένη, ἐν δορὶ δ’ οἶνος Ἰσμαρικός, πίνω δ’ ἐν δορὶ κεκλιμένος. οὐκ οἶδα δ’ εἰ μᾶλλον Ἀρχιλόχῳ προσῆκον ἦν ταῦτα εἰπεῖν.
υ 442 Ὕπνος· τὸν ὕπνον γίνεσθαι ἐκλυομένου τοῦ αἰσθητικοῦ τόνου περὶ τὸ ἡγεμονικόν. ἢ στέρησις ἐγρηγόρσεως κατὰ φύσιν. παρὰ φύσιν δέ ἐστι στέρησις, ὡς ἐκκοπέντων ὀφθαλμῶν.
υ 443 Ὕπνος: ἐπὶ θεοῦ ἡ μακροθυμία. Δαβίδ· ἐξηγέρθητι ἵνα τί ὑπνοῖς, Κύριε; καί, ἐξηγέρθη ὡς ὁ ὑπνῶν κύριος. Ὕπνος δ’ ἀπέστω γλυκύθυμος ὀμμάτων· ἡ παροιμία ἐπὶ τῶν βουλομένων φιλοσοφεῖν. λύσις ὀνείρου· ὄναρ καθ’ ὕπνους νητρεκὲς λαλεῖν τόδε.
υ 444 Ὕπνῳ: τῇ ἀγρυπνίᾳ. Ὅμηρος. καὶ Ὑπνῶ, ῥῆμα· αἰτιατικῇ.
υ 445 Ὑπό: ὀλίγον.
υ 446 Ὑπόβαθμος: ὑπόβαθρος.
υ 447 Ὑποβάθραν: ὑπόβασιν, θεμέλιον. χρόνῳ δὴ ὕστερον ὑπο‐ βάθρῳ λακτίσας τὴν γυναῖκα ἀπέκτεινε, πεισθεὶς διαβολαῖς παλλα‐ κίδος.
υ 448 Ὑποβαλλόμενοι: πειθόμενοι, ἢ ὑποβλήτως λέγοντες, ἢ ἰδιο‐ ποιησάμενοι. Σοφοκλῆς· εἰ δ’ ὑποβαλλόμενοι κλέπτουσι μύθους οἱ μεγάλοι βασιλεῖς. τουτέστιν εἰ δὲ οὐκ ἔστιν ἀληθῆ ταῦτα, ἀλλὰ πε‐ πλασμένα ὑπὸ τοῦ βασιλέως ἢ ἄλλου τινός. καὶ ὑποβαλούσης τῆς τάξεως κατὰ τὸ σύνηθες, προσήχθη γυμνὸς ὁ ἅγιος Αὐξέντιος. ἀντὶ τοῦ ἀπο‐ κριθείσης, ἐκκοψάσης τὸν λόγον τοῦ δουκός.
υ 449 Ὑποβασμόν: ὑποβάθραν.
υ 450 Ὑποβήσονται: ταπεινωθῶσιν, ὑποπέσωσιν. ὅτι οὔτε τοῦ αὐχήματος, ἐφ’ οὗ νῦν εἰσιν, ὑποβήσονται ἑκόντες καὶ ποιήσουσιν ἐξουσίαν σοι τοῦ πράττειν ὅ τι ἂν αὐτοῖς ὑπολαμβάνῃς συνοίσειν.
υ 451 Ὑποβιβάζοντες: ἐλαττοῦντες.
υ 452 Ὑποβιβάζουσιν: ὑποκαταβαίνουσιν.
υ 453 Ὑποβλεπόμενος: ὑπονοῶν, ἐχθραίνων, ἐπιτηρῶν. καὶ οὐκ ἦν ῥᾴδιον μὴ γελᾶν καὶ ὑποβλέπεσθαι τὸ γινόμενον.
υ 454 Ὑποβλήδην: ὑποβαλὼν λόγον ὑποκρουστικῶς, ἔτι λέγοντος.
υ 455 Ὑπόβλητον: οὐκ ἀληθές, ἀλλὰ πεπλασμένον. ἀπὸ τῶν ὑπο‐ βαλλομένων εἰς τὰ γένη τοὺς παῖδας. Σοφοκλῆς· τὸ σὸν δ’ ἀφῖκται δεῦρ’ ὑπόβλητον στόμα. καὶ αὖθις· οὐδεὶς ἐρεῖ πόθ’ ὡς ὑπόβλητον λόγον Αἴαν ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός. ἀντὶ τοῦ γνήσια τῆς διανοίας σου τὰ εἰρημένα, οὐχ ὑπόβλητα· οἰκεῖα οὖν σαυτῷ εἶπας. ὅμως γε μὴν παῦσαι, τὸ πᾶν ἀναθεὶς ἡμῖν.
υ 456 Ὑπόβλητος: ὁ νόθος. ὑποβλήτους ἂν εἶπεν αὐτοὺς καὶ νόθους ἄντικρυς. ἀνέπλησαν δὲ τὴν ἑαυτῶν πατρίδα πολλῶν κακῶν.
υ 457 Ὑποβολή: ὁμοιότης, προσθήκη. Σόλων δὲ τὰ Ὁμήρου ἐξ ὑποβολῆς ἔγραψε ῥαψῳδεῖσθαι· οἷον ὅπου ὁ πρῶτος ἔληξεν, ἐκεῖθεν ἄρχεσθαι τὸν ἐχόμενον στίχον.
υ 458 Ὑποβολιμαῖοι: ὑποβαλλόμενοι καὶ εἰσποίητοι. ἐπὶ τῶν χαμαι‐ ριφῶν παιδίων, ἅπερ ἑαυτῶν ἀποβάλλουσιν αἱ γυναῖκες.
υ 459 Ὑπόβολον: τὸ δακτυλίδιον.
υ 460 Ὑποβρύχιοι: ὑπὸ τὸ ὕδωρ ποντισθέντες.
υ 461 Ὑπόγαιαι: αἱ ὑπὸ τὴν γῆν.
υ 462 Ὑπογενειάζων: λιτανεύων, ἀπὸ τοῦ γενείου ἁπτόμενος.
υ 463 Ὑπόγεων: οὐδετέρως. Ὑπόγειον δὲ ὑπὸ τὴν γῆν.
υ 464 Ὑπόγειος: ὁ ὑποτεταγμένος.
υ 465 Ὑπὸ γῆν οἰκοῦντες: λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῷ Περίπλῳ λεγομένους Τρωγλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γʹ Κα‐ ταλόγου Καττουδαίους ὀνομαζομένους. Ὑποκυδεῖς γάρ εἰσιν οἱ τόποι· Δείναρχος ἐν τῷ κατὰ Στεφάνου. ὑποκυδής ἐστιν ὁ δίυγρος τόπος. ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων γέγραπται ὑπόκοιλοι.
υ 466 Ὑπογράφεται: δείκνυται. οἷς πᾶσιν ἡ σύγκλητος ἀγαθὰς ἐλπίδας ὑπογράφουσα ἔφησε πρεσβευτὰς ἀποστέλλειν ἐς τὴν Ἀσίαν.
υ 467 Ὑπογραφεῖς: οἱ νοτάριοι λεγόμενοι Ῥωμαϊστί· νότα γὰρ τὰ γράμματα.
υ 468 Ὑπογραφόμενος· ἐγχρίων δὲ τὸ πρόσωπον καὶ τοὺς ὀφθαλ‐ μοὺς ὑπογραφόμενος πρός τε τὰς παλλακὰς ἁμιλλώμενος περὶ κάλ‐ λους καὶ πλοκῆς· τό τε σύμπαν γυναικείῳ ἔθει χρώμενος. περὶ Σαρ‐ δαναπάλου ὁ λόγος.
υ 469 Ὑπόγυον: ἐγγύτερον, πρόσφατον, νεωστὶ γινόμενον, τὸ πρὸ ὀλίγου καὶ μετ’ ὀλίγον. τὸ ἐχθές. προέθηκεν ὑπόγυον, ῥιψάσπιδος γενομένου, τῷ καιρῷ χρώμενος εἰς αἰσχύνην τοῦ δεδρακότος. μεί‐ ζονα γὰρ τὰ ὑπόγυα πταίσματα τὴν συμφορὰν ἔχει. καὶ αὖθις· ὀλισθηρὸς δ’ ἦν ὁ δρόμος ἐξ αἵματος πεπηγότος ὑπογύου τε καὶ πολ‐ λοῦ· ὡς τῶν φευγόντων ἀπελείποντο καὶ ἄκοντες.
υ 470 Ὑπὸ δακρύοις: σὺν δακρύοις. καλεῖ τε Ἀπόλλωνα ὑπὸ πολ‐ λοῖς τοῖς δακρύοις.
υ 471 Ὑπὸ δᾳσὶν ἐνακμαζούσαις τῷ πυρὶ ἐκέλευσεν ἐκκομισθῆναι αὐτόν.
υ 472 Ὑποδεής: ὑπόφοβος.
υ 473 Ὑποδενδρυάσαι: ὑποδῦναί που, καὶ πτῆξαι ὑπὸ σκέπην.
υ 474 Ὑποδέξη: ὑποδέχη, τὰ πρὸς ὑποδοχὴν ἐπιτήδεια.
υ 475 Ὑποδέξιος: ὑποδοχεύς.
υ 476 Ὑποδέραια: περιτραχήλια.
υ 477 Ὑποδερίδα: ὁρμίσκον, πλόκιον.
υ 478 Ὑποδέχομαι· αἰτιατικῇ.
υ 479 Ὑποδεικνύω· δοτικῇ. καὶ Ὑποδεικνύντος· Ὑποδεικνύναι δέ.
υ 480 Ὑποδεῖσθε: περιδεσμεῖτε. ὑποδεῖσθε τὰς Λακωνικάς. ἔστι δὲ εἶδος ὑποδήματος.
υ 481 Ὑπόδημα: τουτέστι τὸ σαρκικὸν φρόνημα τοῦ ἰδίου θελήματος. ὁ θεός φησι πρὸς Μωϋσῆν· λῦσόν σου τὸ ὑπόδημα τῶν ποδῶν· ὁ γὰρ τόπος, ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν.
υ 482 Ὑποδήματα: οὕτω προσαγορεύεται ἡ ἐνανθρώπησις τοῦ κυρίου. καὶ τούτου μάρτυς αὐτὸς ὁ κύριος, διὰ τοῦ προφήτου λέγων· ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. διὰ τοῦτο καὶ ὑποπόδιον ἤκουσεν ἡ τοῦ κυρίου ἐνανθρώπησις· ὡς ἐπὶ τῆς γῆς ὀφθεῖσα καὶ τοῖς ἀνθρώ‐ ποις συναναστραφεῖσα καὶ τὸ τέρμα τῆς γῆς καταλαβοῦσα. καὶ ὁ προ‐ φήτης· προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
υ 483 Ὑπόδικοι: κατάκριτοι. στρατιῶται ὑπόδικοι ἐπὶ κακουργίᾳ, δρασμὸν βουλεύοντες παρὰ Δεκέβαλον θανάτῳ κολάζονται.
υ 484 Ὑποδμώς: δοῦλος.
υ 485 Ὑποδουμένη: τὰ ὑποδήματα βάλλουσα.
υ 486 Ὑποδοχῆς: πλήθους. ὑποδοχῆς Διονυσίων. ἀντὶ τοῦ πλήθους, καὶ πολλῶν Διονυσίων. Ἀριστοφάνης.
υ 487 Ὑπόδρα: δεινῶς.
υ 488 Ὑποδράξ· ἡ δὲ πελιδνωθεῖσα καὶ ὄμμασι λοξὸν ὑποδρὰξ ὀσσο‐ μένη. τουτέστιν ὠχριάσασα καὶ ὑποβλεψαμένη διὰ τὴν ὀργήν.
υ 489 Ὑποδρόμους: στόμια.
υ 490 Ὑπόδυθι: ἀντὶ τοῦ καλύπτου. καὶ Ὑπέρεχε ἄνωθεν· Ἀρι‐ στοφάνης Ὄρνισι· λαβὼν τουτὶ τὸ σκιάδειον ὑπέρεχε ἄνωθεν.
υ 491 Ὑποδύς: ὑπεισελθών.
υ 492 Ὑποδύτην: τὸ ἐσώτερον ἱμάτιον. Ἐπενδύτην δὲ τὸ ἐπάνω.
υ 493 Ὑποζώματα: ξύλα τῆς νεώς. ἀντὶ τοῦ εἰπεῖν ὑποζώματα ὁ σκυτεὺς πρὸς μάγειρον παίζων εἶπε ζωμεύματα, ὡς ἀρτύσεων ἔμπει‐ ρον καὶ ζωμευμάτων. ἀπείρητο δὲ ἀπὸ Ἀθηνῶν ἐξάγειν ξύλα καὶ πίσσαν. εἶχον δὲ καὶ Λακεδαιμόνιοι τριήρεις, ἐπειδὴ ἦρχον καὶ νήσων τινῶν. Ἀριστοφάνης. τοῦτον τὸν ἄνδρ’ ἐγὼ δείκνυμι καὶ φήμ’ ἐξάγειν τῇσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
υ 494 Ὑποζύγια: οἱ ὑπὸ ζυγὸν βόες. οὐ γὰρ ἐξήρκει τὰ ὑποζύγια πρὸς τὴν τῆς ὁδοῦ χαλεπότητα. ὥστε αἰρόμενοι τὰς ἁμάξας ἐξέφερον ἐκ τῶν δυσπόρων. λέγονται ὑποζύγια καὶ τἄλλα τῶν ἀχθοφόρων ζῴων. οἷον οἱ ὄνοι.
υ 495 Ὑποζυγιώδης ἄνθρωπος: ὁ μὴ ἐκ τῆς ἑαυτοῦ προαιρέσεως καὶ προθυμίας τι πράττων, ἀλλ’ ἐκ τῆς ἑτέρων κελεύσεως, ὥσπερ καὶ τὰ ὑποζύγια. εἴποις δ’ ἂν καὶ ὑποζυγιῶδες πρᾶγμα. Ἀριστοφάνης. καὶ ταῦτα ὑπὲρ τῆς ἐνθέου φιλότητος ἐμαρτύρησεν ὁ Ἀπόλλων.
υ 496 Ὑποθερμανθεῖσα· ἡ δὲ βασίλισσα ὑποθερμανθεῖσα τοῖς θυμοῖς καὶ τὴν γνώμην φλεγμήνασα ᾐτιᾶτο αὐτόν.
υ 497 Ὑπόθεσις: περιοχή, αἰτία. λέγονται δὲ καὶ αἱ ἀρχαὶ ὑπο‐ θέσεις, ὅτι μὴ δι’ ἀποδείξεως τίθενται.
υ 498 Ὑποθέτης: ἀρχηγός, σύμβουλος. οὐκ ἠδύνατο γνωσθῆναι τίς ὁ τοῦ δράματος ὑποθέτης.
υ 499 Ὑποθεῖν οὐκ ἐῶ: ἀντὶ τοῦ ὑποτρέχειν, ὑποσκελίζειν, ἐμποδὼν ἵστασθαι.
υ 500 Ὑποθήγων: ἐρεθίζων, προτρεπόμενος, ἐπαλείφων. ὑποθήγων ἐς τὰ καλὰ ἔργα αὐτούς.
υ 501 Ὑποθήκαις: παραινέσεσιν.
υ 502 Ὑποθημοσύνη: διδασκαλία.
υ 503 Ὑποθήσομαι: διδάξω. καὶ Ὑποθέμενον, ἀντὶ τοῦ δι‐ δάξαντα. δούς, φασίν, ἐπικρατῆσαι, ὑποθέμενον τῷ βασιλεῖ, λʹ πάσας ἡμέρας φυλαχθῆναι αὐτόν.
υ 504 Ὑποκαθέζεσθαι: τὸ ἐγκρύπτεσθαι. ἀγγειλάντων τῶν διοπτή‐ ρων ἐνέδραν ὑποκαθέζεσθαι ἐπὶ τοῖς λασίοις. καὶ αὖθις· ἐν κοίλοις ὑποκαθίσαι χωρίοις.
υ 505 Ὑποκαθέσθαι: συγχωρῆσαι, ἀφεῖναι. ὁ δὲ βουληθεὶς μηδὲν ἀλλότριον ὑποκαθέσθαι μηδὲ δυσμενὲς μηδὲν ἀπολείπειν τῇ βασιλείᾳ.
υ 506 Ὑποκαθεῖναι τὰς ὀφρῦς: οἷον παύσασθαι χαλεπαίνοντα καὶ πραότερον γενέσθαι· τὸ γὰρ ἀνατείνειν τὰς ὀφρῦς ὀργῆς ἐστι σημεῖον.
υ 507 Ὑποκαθημένης: ἐγκρυπτομένης, ἐναποκειμένης. διόπερ ὑπο‐ καθημένης ἐκ τούτων αὐτῶν τῆς ὀργῆς, βραχέα προσαναμνήσαντος τοῦ Φιλίππου, ταχέως ὑπήκουσε. καὶ Ὑποκαθήμενοι, ἀντὶ τοῦ ἐνεδρεύοντες. οἱ δὲ ἄρχοντες ὑποκαθήμενοι τοὺς εἰσελθόντας πληγαῖς κατέξαινον.
υ 508 Ὑποκατάβασιν: παραχώρησιν.
υ 509 Ὑποκατακλίνεται: ὑποκάτω κάθηται. κληθεὶς δὲ εἰς ἑστί‐ ασιν ὑποκατακλίνεται πάντων, καταφρονηθεὶς ὡς παῖς ἔτι τὴν ἡλικίαν.
υ 510 Ὑποκεκορισμένῃ: ὑποκεκριμένῃ. ὁ δὲ ὑποκεκορισμένῃ καὶ ἀπατηλῇ ἐχρήσατο πρεσβείᾳ.
υ 511 Ὑπόκειμαι· δοτικῇ.
υ 512 Ὑποκείσεται: ὑποβληθήσεται,
υ 513 Ὑποκινήσαντα: κινηθέντα, σαλευθέντα. ἐπὶ τῶν τυπτομένων. Ἀριστοφάνης· σκόπει νῦν, ἤν μ’ ὑποκινήσαντ’ ἴδῃς.
υ 514 Ὑποκλῃζομένην: πεφημισμένην.
υ 515 Ὑποκνισθέντες: λυπηθέντες, παροξυνθέντες. κνίζω γὰρ τὸ ἐξεπιπολῆς ξύω. ἵνα μάτην ὑποκνισθέντες πόλεμον ἐγείρωσιν.
υ 516 Ὑποκορίζεται: κολακεύει, ὑποκρίνεται. προχειρότερος ἦν εἰς ἐπιτίμησιν. διὸ καὶ θαμὰ πολλοῖς προσέκρουεν, οὐκ ἀνεχόμενος αὐτῶν τὴν κακίαν ὑποκορίζεσθαι.
υ 517 Ὑποκοριζόμενοι: διασύροντες. Ξενοφῶν φησιν· οἱ δὲ μι‐ σοῦντές με ὑποκοριζόμενοι ὀνομάζουσι κακίαν. ὁ δὲ Δημοσθένης ἐχρήσατο τῇ λέξει ἐπὶ τοῦ εὐφημοῦντες καὶ τὸ αἰσχρὸν εὐφήμως ὀνομάζοντες. λέγει γὰρ ἐν τῷ Παραπρεσβείας· αὐθαίρετον αὐτοῖς ἐπάγονται δουλείαν, Φιλίππου ξενίαν καὶ ἑταιρείαν καὶ τὰ τοιαῦτα ὑποκοριζόμενοι. πυνθάνεσθαι εἰς τὸ πλῆθος ἀποβλέποντα, ποδαποὶ δοκοῖεν αὐτῷ εἶναι οἱ παῖδες, οὕτω γὰρ ὑποκοριζόμενος ἐκάλει τοὺς στρατευσαμένους.
υ 518 Ὑποκοριστικόν: ἔλαττον.
υ 519 Ὑποκουρίζω: κολακεύω.
υ 520 Ὑπόκωφος: ὁ ἀκούων, καὶ μὴ προσποιούμενος.
υ 521 Ὑπὸ κρασίν: ὑπὸ ταῖς κεφαλαῖς.
υ 522 Ὑποκρεκόντων: κρουόντων, ἐγγιζόντων.
υ 523 Ὑπόκρηνον: ὑπὸ τὴν κεφαλήν. θῆκε δὲ λᾶαν σκληρὸν ὑπό‐ κρηνον.
υ 524 Ὑπόκριναι: ἀποκρίθητι.
υ 525 Ὑποκρινάμενοι: ἐκλεξάμενοι.
υ 526 Ὑποκρίνεσθαι: τὸ ἀποκρίνεσθαι οἱ παλαιοί. καὶ ὁ ὑποκριτὴς ἐντεῦθεν, ὁ ἀποκρινόμενος τῷ χορῷ. Θουκυδίδης ζʹ· εἰ δ’ οὐδὲν ὑπε‐ κρίνοντο, διεφθείροντο. καὶ οἱ Ἴωνες· οὕτως Ἡρόδοτος· οἱ μὲν ταῦτα ὑποκρινάμενοι Ἀθηναίων ἀπηλλάττοντο. Πολύβιος· τινὲς δὲ τῶν νεανίσκων ἀπήντων τοῖς περὶ Γαΐον, προσπαίζοντες ἀλλήλοις, ὡς ἂν ὑποκρινόμενοι τοὺς ἐκ συνουσίας ἐπανάγοντας· ἔτι δὲ μᾶλλον ἠλλοιω‐ μένοι ὑπὸ τῆς μέθης.
υ 527 Ὑποκρίνοντι: ἀποκρίνοντι.
υ 528 Ὑποκρούειν: ἀντιφθέγγεσθαι, ἀντιλέγειν ἁπλῶς καὶ ὡς ἔτυχε· τὸ δὲ ὑποκρούειν ἐπὶ τῶν θορυβούντων λέγεται, ὅπερ ἡμεῖς φαμὲν ἐκκρούειν καὶ κωλύειν.
υ 529 Ὑποκρούωσιν: ὑποβάλλουσί σε, λαμβάνονταί σου. Ἀριστο‐ φάνης· τί δ’, ἢν ὑποκρούωσί σε; ἡ δὲ φησί· προσκινήσομαι, ἅτ’ οὐκ ἄπειρος οὖσα πολλῶν κρουμάτων.
υ 530 Ὑποκυδής: ὑποκυδής ἐστιν ὁ δίυγρος τόπος. ἐν ἐνίοις μέντοι τῶν ἀντιγράφων γέγραπται ὑπόκοιλοι.
υ 531 Ὑπόκυκλα: κύκλους, τροχούς.
υ 532 Ὑποκύπτω· δοτικῇ.
υ 533 Ὑποκυσαμένη: ἐγκυμονήσασα.
υ 534 Ὑπολαβών: ὑπονοήσας, ἢ ἀποκριθείς, ἢ ἀντειπών, ἀντικρού‐ σας. τοὺς δὲ ἀντιστῆναί οἱ τολμήσαντας ὑπολαμβάνων, ὡς ἑκάστους διέφθειρε. καὶ Μάλχος. ὁ δὲ Κῦρος ὑπολαβὼν τοὺς φεύγοντας, συλλέξας στράτευμα ἐπολιόρκει τὴν Μίλητον. ἀντὶ τοῦ ὑπονοήσας.
υ 535 Ὑπολαμβάνοντας: ἀνέχοντας, ἀναβαστάζοντας. εἴ πη ἐς βαθύτερόν τι τοῦ ποταμοῦ ἐμπίπτοιεν, ἀνακουφίζειν ὑπολαμβάνοντας.
υ 536 Ὑπολαμβάνω· αἰτιατικῇ.
υ 537 Ὑπόληψις: νοήσις, ἀντίπραξις. τῶν δὲ ἀρχόντων κατεγί‐ νωσκε ῥᾳθυμίαν, ὡς οὐ προνοούντων τῆς αὐτοῦ ὑπολήψεως. Ἀρι‐ στοτέλης λέγει ἐν τοῖς Τόποις· εἰ ὑπόληψις ἔστι ψευδὴς καὶ ἀληθής, εἴη ἂν καὶ δόξα· εἶδος γὰρ ὑπολήψεως ἡ δόξα.
υ 538 Ὑπολισθαίνω· αἰτιατικῇ.
υ 539 Ὑπολίσποις: ἐστενωμένοις. ὑπολίσποις πυγιδίοισι. τοιαῦται δὲ αἱ πυγαὶ τῶν ναυτῶν, διὰ τὴν συνεχῆ ἕδραν καὶ εἰρεσίαν.
υ 540 Ὑπόλογον· Λυσίας φησίν· οὐχ ὑπόλογον ὄντα. ἀντὶ τοῦ οὐκ ἐν λόγῳ. καὶ Δείναρχος· οὐδεὶς ὑπόλογος βουλῇ γέγονεν. ἀντὶ τοῦ οὐδεμία συγγνώμη, οὐδεμία παραίτησις.
υ 541 Ὑπὸ μάλης: ὑπὸ μασχάλης. κεῖται δὲ τὸ ὄνομα παρὰ τοῖς ῥήτορσιν· ἀεὶ δ’ οὕτως αὐτὸ παραλαμβάνουσι μετὰ τῆς προθέσεως· ὡς Δημοσθένης ἐν τῷ πρὸς Ἄφοβον· ἀλλὰ μὴν οὐχ εἷς οὐδὲ δύο ταῦτ’ ἴσασιν, οὐδ’ ὑπὸ μάλης ἡ πρόκλησις γέγονεν, ἀλλ’ ἐν τῇ ἀγορᾷ μέσῃ πολλῶν παρόντων. καὶ Λυσίας ἐν τῷ πρὸς Κλεινίαν· ἐπειδὴ πάντες κατέδαρθον, ἐσκευασμένος τῶν χαλκωμάτων, ὅσα οἷός τ’ ἦν πλεῖστα, ὑπὸ μάλης λαβὼν ἐξήγαγε, ξίφος ἔχων. καὶ τὸ μὲν ἑνικὸν οὕτω μετὰ τῆς προθέσεως. τὸ δὲ πληθυντικὸν μασχάλας καὶ ἄλλοι πλεῖστοι, καὶ Λυσίας ἐν ἐπιστολῇ· καὶ τὴν μὲν κόμην ψιλήν, τὰς δὲ μασχάλας δα‐ σείας.
υ 542 Ὑπομεμαγμένη: ἀναπεφυραμένη. ἡ τοῦ τόπου θέσις ὑπο‐ μεμαγμένη ταῖς πέτραις, ἀόρατον αὐτοῖς ἐποίει τὴν ὑπερκειμένην κορυφήν.
υ 543 Ὑπομένω· αἰτιατικῇ.
υ 544 Ὑπομεῖναι: ἀντὶ τοῦ καταλειφθῆναι.
υ 545 Ὑπομιμνήσκω· αἰτιατικῇ.
υ 546 Ὑπομνηματίζω.
υ 547 Ὑπομνήσω· αἰτιατικῇ.
υ 548 Ὑπομονή· ὁ γὰρ τὰ μείζω ἐπαγγελλόμενος ὑπομένειν εὐχερῶς ἂν τὰ ἥττονα ὑπενέγκοι.
υ 549 Ὑπονομεύοντες: ἀντὶ τοῦ ὑπονόμους ὀρύττοντες. Δείναρχος ἐν τῷ κατὰ Καλλίστου.
υ 550 Ὑπονομηδόν· Θουκυδίδης· τοὺς ὀχετούς, οἳ ἐς τὴν πόλιν ὑπονομηδὸν ποτοῦ ὕδατος ἠγμένοι ἦσαν, κατέστρεψαν.
υ 551 Ὑπόνομος: ὀχετός, διώρυξ.
υ 552 Ὑπονοστῆσαι: ἐπανελθεῖν, ὑποκαταβῆναι.
υ 553 Ὑπόνοια· Φιλόλαός φησι· τὴν ὑπόνοιαν μάλιστα πᾶσι προλέγω θεραπεύειν· εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς ἀτυχεῖν. οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη, ὥς μιν ἔδοξε θέλειν δῶμα τύ‐ ραννον ἔχειν.
υ 554 Ὑπὸ παντὶ λίθῳ σκορπίος: ἐλλείπει ὕπεστιν. λέγεται ἐπὶ τῶν κακοήθων, καὶ ἐπὶ ἐριστικῶν λέγεται. παραινεῖ μὴ προπετῶς λα‐ λεῖν, τοῦ μὴ δηχθῆναι.
υ 555 Ὑποπάρῃον.
υ 556 Ὑποπέμψαιεν: μετὰ δόλου ἐκπέμψαιεν. Ξενοφῶν· ἐγνώσθη ὅτι οἱ βάρβαροι τὸν ἄνθρωπον ὑποπέμψαιεν, ὀκνοῦντες, μὴ οἱ Ἕλληνες διαβάντες τὴν γέφυραν μείνειαν.
υ 557 Ὑποπεπτηῶτα: ὑποπτάντα.
υ 558 Ὑποπεπτηχότες: ὑποκρυπτόμενοι. μέχρι μέν τινος ὑποπεπτη‐ χότες τοῖς θωρακίοις ἠρέμουν.
υ 559 Ὑπὸ πῆχυν κρατεῖς· ἡ δὲ Νέμεσις σαφῶς ἐστι, περὶ ἧς πρὸς λύραν ᾄδομεν· λήθουσα δὲ πὰρ πόδα βαίνεις, γαυρούμενον αὐχένα κλίνεις, ὑπὸ πῆχυν ἀεὶ βιοτὰν κρατεῖς.
υ 560 Ὑποπιέζω: ἐκθλίβω. ὑπωπιάζω δέ.
υ 561 Ὑποπίμπλαται καὶ Ὑποπιμπλάμενος.
υ 562 Ὑποπίνειν: ἀντὶ τοῦ μεθύσκεσθαι. οὕτως Νικοφῶν.
υ 563 Ὑποπίπτειν· δοτικῇ.
υ 564 Ὑπόπλεως: μεστός.
υ 565 Ὑποπόδιον· ὑποπόδιον τοῦ θεοῦ πάλαι μὲν ὁ θεῖος νενό‐ μιστο νεώς, νῦν δὲ αἱ κατὰ πᾶσαν γῆν καὶ θάλατταν ἐκκλησίαι, ἐν αἷς τῷ θεῷ τὴν προσκύνησιν ἀπονέμουσιν. ζήτει καὶ ἐν τῷ ὑπο‐ δήματα.
υ 566 Ὑπόπτερος: ταχεῖα.
υ 567 Ὑποπτηῶτα: ὑποπτάντα.
υ 568 Ὕποπτος καὶ Ὑπόπτης. ὁ δὲ ἐπιπλάστῳ μωρίᾳ διέδρα τοῦ τυράννου τὸν φονικόν τε καὶ ὑπόπτην ἐκεῖνον τρόπον. καὶ αὖθις· διὸ καὶ ὡς ἐπὶ χρήμασι τοῦτο ποιῶν ὕποπτος ἐγένετο. καὶ αὖθις· τοῖς μὲν ἡ πόλις ἐδόκει φιλία, Ῥωμαίοις δὲ ὕποπτος. ἀντὶ τοῦ ἐχθρά.
υ 569 Ὑποποιεῖσθαι: ὑποτάσσειν.
υ 570 Ὑποπυθμίδιον: τὴν εἰς τὸν πυθμένα καταλειφθεῖσαν. κεὐοίνου σταφυλῆς ἀποσπάδα πεντάρραγον.
υ 571 Ὑπόρειος: ἡ ἐξοχὴ τοῦ ὄρους. καὶ Ὑπόρειον, τὸ ὑπὸ τοῦ ὄρους. Ὑπόριον δὲ τὸ μικρὸν ἀκρωτήριον. Ὑπώρεια δὲ καὶ ἀκρώρεια διὰ τοῦ ω μεγάλου.
υ 572 Ὑπόρρηνον: ὕπαρνον.
υ 573 Ὑπόρσειον: τὸ ὑποκάτω τοῦ ὄρους.
υ 574 Ὑποσκάλευε: ἀναφύσα, ζωπύρει· Ἀριστοφάνης· τὸ πῦρ ὑπο‐ σκάλευε.
υ 575 Ὑποσκέλισον: τῆς ὁρμῆς κώλυσον. Δαβίδ· ἀνάστηθι, κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς.
υ 576 Ὑπὸ σκότῳ δὲ γεγονώς: σκότιος, ὅπερ ἐστὶ λαθραῖος. παρ‐ θένιος, ὁ ἐκ παρθένου δοκούσης γεγονώς.
υ 577 Ὑποσμύχουσα: ἐνδιερεθίζουσα, ὑποκαίουσα, θλίβουσα, κατα‐ πονοῦσα.
υ 578 Ὑποσπανίζων: ἐνδεῶς ἔχων. χρημάτων τε καὶ ὑποσπανίζων τοὺς ὑπηκόους ἐληΐζετο.
υ 579 Ὑποσπαιρούσης· καὶ τοὺς ὀφθαλμοὺς αὐτῆς μικρὸν ὑποσπαιρούσης ἔτι ἐκκόπτουσιν.
υ 580 Ὑπόσπονδος: ὑπὸ φιλίαν ὑποτεταγμένος.
υ 581 Ὑποσπῶ· αἰτιατικῇ.
υ 582 Ὑποστάθμη καὶ Ὑποσταθμίς: τρυγίας.
υ 583 Ὑποστάς: καταδεξάμενος, ἀναδεξάμενος. ὁ δὲ ὑποστὰς τὴν μήνυσιν πρὸς τὴν ἐκείνου παρασκευάζεται ἐπιβουλήν. σημαίνει δὲ καὶ τὸ ὑπομείνας. πορευομένων δὲ αὐτῶν καὶ γενομένων κατά τινα στενωπόν, προῄει μὲν ὁ Οὐλίθ, ὑποστὰς δὲ ὁ Ἀναγάστης, τῷ δῆθεν ῥᾳδίως ἑκάτερον αὐτῶν διεξελθεῖν, τὸν ἀπὸ τῆς κεφαλῆς πῖλον ἀνέ‐ λαβε. καὶ αὖθις· οἱ δὲ ὑποστάντες τὸ ἐπίταγμα ἐμήνυον, ἀναζεύ‐ ξαντες καθελκύσθαι αὐτῷ ἐς θάλατταν ναῦς. ἀντὶ τοῦ ἀναδεξάμενοι. καὶ αὖθις· οἱ δὲ ὑποστάντες ἀνῃρέθησαν.
υ 584 Ὑποστάς: ὑπομείνας, θαρσήσας. Ξενοφῶν· ὅς τις ὑποστὰς ἐθελοντὴς πορεύεσθαι· ὑφίστανται δὲ τῶν μὲν ὁπλιτῶν Ἀριστώνυμος.
υ 585 Ὑπόστασις: κυρίως τὸ καθ’ ἑαυτὸ ἰδιοσυστάτως ὑφιστάμενον. ἔστιν οὖν πρᾶγμα ὑφεστώς τε καὶ οὐσιῶδες, ἐν ᾧ τὸ τῶν συμβεβη‐ κότων ἄθροισμα ὡς ἐν ἑνὶ ὑποκειμένῳ πράγματι καὶ ἐνεργείᾳ ὑφέ‐ στηκεν. ἐτυμολογεῖται δὲ ὑπόστασις παρὰ τὸ ὑφεστάναι καὶ ὑπάρ‐ χειν. παρὰ δὲ Αἰλιανῷ ὑπόστασιν λέγει τὴν ἀντίστασιν· φησὶ γάρ· ἀπέστη τὸ ἔθνος τῶν Σύρων καὶ Φοινίκων τοὺς γείτονας προσέλαβεν εἰς τὴν αὐτὴν ὁρμήν τε καὶ ὑπόστασιν.
υ 586 Ὑποστάς: ὑπομείνας. 〈ὑποστὰς εἰσ〉 ὄψιν ἐλθεῖν. ἐναντιω‐ θῆναι. τοῖς ὑποστᾶσι πολεμήσας, τούτους ἐνίκησε. καὶ Διόδω‐ ρος· ἐπαγγελλόμενοι καὶ αὐτοὶ πρὸς τὴν ὑπόστασιν ταύτην συμβα‐ λεῖσθαι.
υ 587 Ὑποστατικῶς: καρτερικῶς, ὑπομονητικῶς. ὁ δὲ ὑποστατικῶς κεχρημένος τοῖς ἐπικειμένοις κινδύνοις δόξαν ἀνδρείας ἀπηνέγκατο.
υ 588 Ὑπόστεγος: ὑπὸ τὸν οἶκον. Σοφοκλῆς· κοὐδὲν ἔσθ’ ὑπόστεγον; αὐτόξυλόν γ’ ἔκπωμα.
υ 589 Ὑποστέλλεται: ἀναδύεται, ὑποκρίνεται, φεύγει, δολιεύεται.
υ 590 Ὑποστειλάμενος: ὑποκρυψάμενος, φοβηθείς.
υ 591 Ὑπόστημα: πλῆθος. τῷ δὲ ὑποστήματι τῶν ἀνδρῶν ἀντεῖχον ἐρρωμένως οἱ Ῥωμαῖοι.
υ 592 Ὑποστησάμενος: ἀντὶ τοῦ ἐναρξάμενος. ἐκ πρώτης γὰρ δὴ τῆς ἡλικίας εὐσταθῆ τε καὶ ἡσύχιον βίον ὑποστησάμενος, οὔτε κατὰ δέος οὔτε καθ’ ἡδονὴν τραπεὶς τὸ πρόσωπον ὤφθη πώποτε.
υ 593 Ὑποστήσας: ἀντὶ τοῦ ὑποβαλλόμενος. Ὑπερίδης.
υ 594 Ὑποστήτω: ἀποχωρησάτω.
υ 595 Ὑποστολῆς: φυγῆς.
υ 596 Ὑποσυγχύτως: συγκεχυμένως.
υ 597 Ὑποσφρησάμενος.
υ 598 Ὑποσχέσθαι: ἐκτεῖναι.
υ 599 Ὑποσχεῖν: ὑπολαβεῖν, ἀπαιτηθῆναι, ὑποθεῖναι. τῷ δήμῳ λόγον ὑποσχεῖν ὑπὲρ τῶν ἄχρι τοῦδε πεπραγμένων. καὶ αὖθις· ὑποσχόντα λόγον τῆς ἀρχῆς καὶ τὰς εὐεργεσίας ἀναδειξάμενον.
υ 600 Ὑπόσχω· δοτικῇ.
υ 601 Ὑπόσχωμεν: ὑποβάλωμεν.
υ 602 Ὑποτάσσομαι· δοτικῇ.
υ 603 Ὑποτελὶς καὶ τέλος κατὰ φιλοσόφους διαφέρει· τῆς μὲν γὰρ καὶ τοὺς μὴ σοφοὺς στοχάζεσθαι, τοῦ δὲ μόνον τὸν σοφόν. τὰ δὲ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα εἶναι.
υ 604 Ὑποτελῶ· δοτικῇ.
υ 605 Ὑποτεμέσθαι: ἀφελέσθαι. Ξενοφῶν· ἢν ἐπ’ ἐκείνους ἡμεῖς ἐλαύνωμεν, ὑποτεμοῦνται ἡμᾶς πάλιν ἐκεῖνοι· ἡμῖν δὲ οὔπω ἡ ἰσχὺς πάρεστιν.
υ 606 Ὑποτεμνόμενον: ἐκκόπτοντα.
υ 607 Ὑποτεμνόμενος τὸν πλοῦν: ἀντὶ τοῦ διὰ τῶν συντομω‐ τάτων πλέων, ἵνα καταλάβῃ τὸν διωκόμενον. οὕτω Ξενοφῶν φησιν.
υ 608 Ὑποτεμόμενος: προλαβών. ὁ δὲ ὑποτεμόμενος ἐν ξυναγκείᾳ τινὶ βάλλει κατὰ νώτου αὐτόν.
υ 609 Ὑποτεμοῦμαι καὶ περικόψω τῆς ἀλαζονείας· Ἀριστο‐ φάνης. οἱ βυρσοδέψαι γὰρ ὑποτέμνουσι τὰ δέρματα διὰ τὸ φαίνεσθαι παχέα.
υ 610 Ὑποτετμημένων: ἀφῃρημένων. ὑποτετμημένων αὐτῷ τῶν ἐλπίδων, κατάφοβος ἦν.
υ 611 Ὑποτείνει· τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, μηδενὸς ἄλλου παραπράξαντος, μεγάλας ὀδύνας ὑποτείνει. οἷον μηδενὸς ἄλλου συμ‐ πράξαντος καὶ μετασχόντος· ἡ γὰρ κοινωνία τῶν ἁμαρτημάτων φέρει τὴν παραμυθίαν.
υ 612 Ὑποτείνων: ὑπισχνούμενος. οὐ θωπεύων οὐδ’ ὑποτείνων μισθοὺς οὐδ’ ἐξαπατύλλων.
υ 613 Ὑποτίτθια: ὑπομάζια παιδία. καὶ ὑπότιτθον, ὁμοίως, τὸ ὑπο‐ μάζιον.
υ 614 Ὑποτοπήσας· αἰτιατικῇ. ὑπονοήσας.
υ 615 Ὑποτρέχω· αἰτιατικῇ.
υ 616 Ὑπότριμμα: ἔκ τε φοινίκων καὶ μέλιτος καὶ ἄλλων τινῶν ἀρτυμάτων. Ἀριστοφάνης· βλέπων ὑπότριμμα, (ἀντὶ τοῦ δριμύ) στέργων σκοροδάλμῃ. τουτέστιν ἡδόμενος δριμέσιν.
υ 617 Ὑπότροπος: ἐξ ἀποστροφῆς.
υ 618 Ὑποτροχίζεσθαι: οὐχ ὡς ἡμεῖς ὑποπεσεῖν τροχῷ καὶ τρω‐ θῆναι τροχίζεσθαι καλοῦμεν, οὕτω καὶ οἱ ῥήτορες αὐτῷ ἐχρήσαντο, ἀλλὰ τὸ στρεβλοῦσθαι ἐπὶ τοῦ τροχοῦ τοὺς ἐξεταζομένους, ἵνα κατ‐ είπωσιν ἃ συνίσασιν ἄλλοις ἢ περὶ ὧν αὐτοὶ ἠδίκησαν, τροχίζεσθαι λέγουσιν.
υ 619 Ὑποτυπώσεων: χαρακτήρων, λόγων.
υ 620 Ὑποτυφούσης: ὑποκνιζούσης, ὑποκαιούσης. ἀλλὰ κατὰ βραχὺ τῆς διηγήσεως ὑποτυφούσης τοὺς ἀκούοντας. καὶ Ὑποτυφο‐ μένη. ἐντεῦθεν ἤρξατο ἡ δυσμένεια Ῥωμαίων τε καὶ Ἀβάρων, ἤδη ἐκ πολλοῦ ὑποτυφομένη.
υ 621 Ὑπό οἱ: ὑφ’ ἑαυτῷ. Ἀρριανός· τὸ δὲ ἕβδομον τέλος ὑπό οἱ ἔχων καὶ ἄλλους.
υ 622 Ὕπουλα γόνατα καὶ ὕπουλον πόδα, καὶ ὕπουλον χεῖρα, καὶ σῶμα, τὸ φλεγμαῖνον διά τινας πληγὰς καὶ ἐγγὺς τοῦ ἀφίστασθαι ὄν. Κρατῖνος.
υ 623 Ὕπουλα ἕλκη: τὰ κρυπτά.
υ 624 Ὕπουλος: δόλιος, φαινόμενος δῆθεν εἰρηνικός· ὡς ἐπὶ τῶν ἑλκῶν τῶν ἐχόντων οὐλὰς ὑγιεῖς ἐπιπολαίως, ἔνδοθεν δὲ σηπεδόνας πυώδεις. ἐξ οὗ ἐπὶ τῶν προσποιουμένων μὲν εἶναι χρηστῶν ἀνθρώ‐ πων, ὄντων δὲ μοχθηρῶν, ἐλέχθη οὗτος ὁ λόγος.
υ 625 Ὑπούλως· ὁ δὲ πρός τινας τῶν γνωρίμων ὑπούλως τε καὶ οὐχ ὑγιῶς ἔσχεν.
υ 626 Ὑπουργῶ· δοτικῇ.
υ 627 Ὑπουδαῖοι: καταχθόνιοι.
υ 628 Ὑπ’ οὔρει: ὑπὸ τῷ ὄρει.
υ 629 Ὑποφαίνεται, χαμόθεν· ἐπιφαίνεται δὲ ὑψόθεν.
υ 630 Ὑποφέρονται: ὑποβάλλονται. καὶ ὑποφέρων, ὑποβάλλων.
υ 631 Ὑποφῆται: ἱερεῖς, προφῆται, χρησμολόγοι.
υ 632 Ὑποφθάς: φθάσας, προλαβών.
υ 633 Ὑποφόνια: τὰ ἐπὶ τῷ φόνῳ διδόμενα χρήματα τοῖς οἰκείοις τοῦ ἀναιρεθέντος ὑπὸ τοῦ τὴν αἰτίαν ἔχοντος, ὅτι ἀνῄρηκεν, ἵνα μὴ ἐπεξίωσιν, ἐπὶ τῷ μὴ ἐπεξέρχεσθαι μηδὲ γενέσθαι τὴν τοῦ φόνου δίκην ὑποφόνια καλεῖται. οὕτως Δείναρχος καὶ Θεόφραστος.
υ 634 Ὑπόφορος: ὑπεύθυνος, ὑπόκηνσος, ὑπότελος.
υ 635 Ὑποφύσεις: παραφυάδες φαύλων λογισμῶν ἔξωθεν φυόμεναι.
υ 636 Ὑπόχαλκον δέ σου τὸ χρυσίον: ἀντὶ τοῦ μίξιμον, παρακε‐ κομμένον τὸ νόμισμα, παραχαράξιμον.
υ 637 Ὑποχαλῶ· γενικῇ.
υ 638 Ὑπὸ χεῖρα.
υ 639 Ὑποχείριον: τὸ ὑπὸ τὴν χεῖρα. οἱ μὲν πυγμαῖς, οἱ δὲ ῥοπάλοις, οἱ δὲ ὅ τι ποτὲ παρέπιπτεν αὐτοῖς ὑποχείριον, ἀλοῶντες αὐτόν.
υ 640 Ὑποχειρίους: αἰχμαλώτους, δούλους. ὑποχειρίους αὐτῷ ποιῆσαι τοὺς παῖδας τῶν εὐγενεστάτων.
υ 641 Ὑποχόνδρια: τὰ ἀκροσπάθια, τὰ ὑπὸ τὴν λαγόνα.
υ 642 Ὑποχωρῶ· δοτικῇ.
υ 643 Ὑποχυτῆρες: τρύβλια, δι’ ὧν τὸ ἔλαιον εἰς λύχνους ἐπι‐ χέουσιν.
υ 644 Ὑπόχυτος οἶνος: ὁ γλυκύς. ἦν δὲ ὁ Πολέμων ὁ φιλό‐ σοφος οὐ γλυκὺς οὐδ’ ὑπόχυτος, ἀλλὰ Πράμνιος.
υ 645 Ὑποψαμμότερος. προήροσε τὸν τόπον ὑποψαμμότερόν πως ὄντα, ἵνα ἐν τῇ συνόδῳ σφῶν κονιορτὸς πάμπολυς ἀρθῇ.
υ 646 Ὑπὸ ψήφου μιᾶς: ἀπὸ γνώμης, ἀπὸ κρίσεως μιᾶς.
υ 647 Ὑποψία: τὸ ὑπὸ τὴν ὄψιν, τὸ ἐνεστηκός. Πισίδης· τὴν τῶν φθασάντων ἀσφαλῶς ὑποψίαν. ἢ τὸ ἐξ ἀκοῆς καὶ παραδόσεως γρα‐ φόμενον. καὶ Ὑπόψια.
υ 648 Ὑπωμοσία: τὸ ὑπερτίθεσθαι δίκην, προφάσει χρώμενον ἀπο‐ δημίᾳ ἢ νόσῳ ἤ τινι τῶν παραπλησίων μεθ’ ὅρκου, οὕτως ἐλέγετο. καὶ τὸ ποιεῖν τοῦτο ὑπώμνυσθαι.
υ 649 Ὑπώπια: τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιώματα· ἢ τὰ ἐξ αὐτῶν ἐξιόντα πῦα.
υ 650 Ὑπώπια: οἱ τύλοι οἱ γινόμενοι ἐν ταῖς χερσὶν ἀπὸ τῆς ἐργα‐ σίας. λέγεται δὲ ὑπώπια καὶ τὰ ἀφ’ οἱασδηποτοῦν πληγῆς τραύματα.
υ 651 Ὑπώπια: ἀπὸ μέρους τὴν ὄψιν.
υ 652 Ὑπωπιάζω: τὸ ὑποτηρῶ. ἐκ τοῦ ὑπώπια, ὃ σημαίνει τοὺς ὀφ‐ θαλμούς. φησὶν ὁ Ἀπόστολος, ἀλλ’ ὑπωπιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ. τουτέστι πρὸς ἄσκησιν αὐτὸ μετ’ ἐπιστήμης καὶ φρονή‐ σεως γυμνάζω καὶ πρὸς τὴν τῶν κρειττόνων συνεργίαν, οὐ πρὸς ἀσέλγειαν προνοοῦμαι. ταύτῃ τοι καὶ παραινεῖ φάσκων, ἐνδύσασθε τὸν κύριον Ἰησοῦν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας· οὐ τὴν σύμμετρον καὶ ἀναγκαίαν ἐπιμέλειαν πρὸς σύστασιν ἀπαγο‐ ρεύσας, ἀλλὰ τὴν ἀκολασίας μητέρα γαστριμαργίαν· ἐπήγαγε γάρ, εἰς ἐπιθυμίας, δηλαδὴ βλαβερὰς καὶ ἀνοήτους. οὐ γὰρ τοσαύτην αὐτῷ προσφέρειν δεῖ θεραπείαν, ὡς κατασκιρτᾶν τῆς ψυχῆς, ἀλλ’ ἵνα συνεργῇ καὶ καθυπουργῇ τοῖς ἀρίστοις ἐκείνης ἐπιτηδεύμασι. τοῦτο καὶ ὁ Πλά‐ των φησίν· ἐπιμελεῖσθαι δεῖ σώματος ψυχῆς, εἵνεκα ἁρμονίας, δι’ οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν. Ὑποπιέζω δὲ διὰ τοῦ ο μικροῦ.
υ 653 Ὑπωπιασμέναι· Ἀριστοφάνης· καὶ ταῦτα δαιμονίως ὑπω‐ πιασμέναι καὶ κυάθους προσκείμεναι. ἀντὶ τοῦ σφόδρα πληγεῖσαι περὶ τὰ ὑπώπια. ὑπώπια δέ ἐστι τὰ ὀγκώματα καὶ κρούματα, ἅπερ κον‐ δύλας φασί. τοῖς κυάθοις δὲ προσθλῶσι τὰ ὑπώπια ἢ ἐν ὀξυβάφοις χαλκοῖς τὰ ὑπώπια ἀνατρίβοντες ἢ τοιούτοις τισὶν ἀφανῆ ποιοῦσιν. Ἀπολλοφάνης· κύαθον λάβοιμι τοῖς ὑπωπίοις.
υ 654 Ὑπώρεια: ἡ ὑπὸ τὸ ὄρος πεδιάς. οἱ πόδες τοῦ ὄρους, μεταφορικῶς. εἰς τρία γὰρ διῄρηται τὸ ὄρος, εἰς ἀκρώρειαν, εἰς ὑπώρειαν, εἰς τέρμα. καὶ ἀκρώρεια μέν ἐστιν ἡ κορυφή, ὑπώρεια δὲ τὰ πλευρὰ τοῦ ὄρους, τέρμα δὲ τὰ τελευταῖα. καὶ πόδες.
υ 655 Ὑπωρόφιοι: ὑπὸ τὴν αὐτὴν οἰκίαν περιειλημμένοι, συγγενεῖς.
υ 656 Ὑπώροφον: ὑποστέγην.
υ 657 Ὕπτια: ὑψηλά.
υ 658 Ὑπτιάζει: ὑποστρέφει.
υ 659 Ὕπτιος: ἐπὶ νῶτον κείμενος. καὶ Ὕπτια πεδία, τὰ ὁμαλά. προθυμίᾳ τῇ πάσῃ ἀναπετάσαντες τὰς πύλας ἐδέξαντο ὑπ‐ τίαις χερσὶ τοὺς πολεμίους. ἀντὶ τοῦ ἡπλωμέναις. Ὕπτιος λέ‐ γεται καὶ ὁ ἄπρακτος. καὶ ἐν Ἐπιγράμμασι· ᾧ πολὺν ὕπτιον ἵππον ἐγύμνασε. περὶ μύωπος ὁ λόγος.
υ 660 Ὑποικουροῦν λεληθός τι μῖσος· ὑποικουροῦν, ἀντὶ τοῦ τρεφόμενον καὶ ἐνδομυχοῦν. ὅμως, εἰ καὶ μηδὲν ὑποικουροῦν ἦν καὶ ὑπελάνθανον, ἐξ ὧν προεῖπεν ὁ Τύλλος, ἡσυχῇ πως ὑπεταράσ‐ σοντο.
υ 661 Ὑποίσω: ὑπενέγκω. καὶ Ὑποίσων, ὑπομενῶν.
υ 662 Ὑποιστόν: φορητόν.
υ 663 Ὕρρα παῖς: ὁ Πιττακός. καὶ Ὑρράδιος, ὄνομα. καὶ Ὑρρα‐ διανός, ὄνομα.
υ 664 Ὑρκάνιος: ὄνομα.
υ 665 Ὑρκανός: ὄνομα κύριον. τοῦτον ἠρώτησεν Ἀρίων, πῶς ὁ πατὴρ αὐτοῦ συναγάγοι τὴν οὐσίαν, ὡς πονῶν καὶ ταῖς ἐπιθυμίαις ἀντέχων ἐδήλου.
υ 666 Ὑρίη: ὄνομα πόλεως.
υ 667 Ὑρτάκης: ὄνομα κύριον. καὶ Ὑρτακίδης, ὄνομα.
υ 668 Ὕρτιον.
υ 669 Ὕρχας.
υ 670 Ὕς: χοῖρος, ἢ σύαγρος. Ὓς ἐπὶ θηλείας, σῦς δὲ ἐπὶ ἄρρενος. κέχρηνται δὲ ἀδιαφόρως. ὅπως δὲ δόξητ’ ἠμὲν ἀγαθὰ σύος.
υ 671 Ὕς: ἐπ’ εὐθείας ὀξύνεται. τὰς ὗς δὲ καὶ τοὺς ὗς πληθυντικῶς περισπῶσιν.
υ 672 Ὑσσάκων: τῶν γυναικείων αἰδοίων.
υ 673 Ὕσας: βρέξας. Αἰλιανός· εἶτα ἀδοκήτως πολλῷ πάνυ σφόδρα ὗσε, καὶ ἀστραπαὶ γεγόνασιν ἐκπλῆξαι δειναί.
υ 674 Ὕσγη: εἶδος βοτάνης. καὶ Ὑσγινοβαφὴς χιτών, βεβαμ‐ μένος. καὶ Ὑσγινοβαφῆ, οὐδετέρως.
υ 675 Ὓς διὰ ῥόδων: ἐπὶ τῶν σκαιῶν καὶ ἀναγώγων. Κράτης Γεί‐ τοσιν.
υ 676 Ὑσθεῖσαι: βραχεῖσαι ἀπὸ ὑετοῦ.
υ 677 Ὕσθης: βροχή. καὶ Ὕσθησαν. Ἡρόδοτος· ὕσθησαν γὰρ τότε Θῆβαι, οὐδαμὰ πρότερον ὑσθεῖσαι· ἐπεὶ ἐν Αἰγύπτῳ δοκεῖ μὴ ὕειν.
υ 678 Ὑσίαι: πόλις τῆς Βοιωτίας.
υ 679 Ὑσμίνης: μάχης.
υ 680 Ὑσσός: ἀκόντιον. ἐξακοντίσας ὑσσὸν διήλασεν αὐτοῦ τόν τε θυρεὸν καὶ τὸν θώρακα. τῶν δὲ ὑσσῶν οἱ μέν εἰσι παχεῖς, οἱ δὲ λεπτοί.
υ 681 Ὕσσωπος: βοτάνη ῥυπτική. Δαβίδ· ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι. οὐδεμίαν γὰρ ἄφεσιν ἁμαρτημάτων εἰργάζετο. αἴνιγμα δέ τι σημαίνει. ὑσσώπῳ τὸ αἷμα τοῦ προβάτου καὶ ταῖς φλιαῖς ἐπιρ‐ ράναντες τοῦ ὀλοθρεύοντος τὰς χεῖρας διέφευγον. τύπος δὲ ἐκεῖνα τῶν σωτηρίων παθημάτων· αἷμα γὰρ ἐνταῦθα, καὶ ξύλον, σωτηρία.
υ 682 Ὑσπελέθας: ὄνομα κύριον.
υ 683 Ὑσπλάτιδος· ὥσπερ ἀπὸ μιᾶς ὑσπλάτιδος. ἀντὶ τοῦ ἀφέσεως, βαλβῖδος, ἀπὸ μιᾶς ἀφετηρίας· ἤγουν ἀπὸ ἑνὸς κανόνος καὶ καμπτῆ‐ ρος. Ἀριστοφάνης· αἵπερ ἀπὸ μιᾶς ὑσπλάτιδος ἀπήλαον τοὺς ἄνδρας ἀπὸ τῶν ὑσσάκων. τουτέστι τῶν γυναικείων αἰδοίων.
υ 684 Ὕσπληξ: φραγέλλιον, ἀφετηρία, βούκεντρον, ἢ μύωψ, ὁ πλήσσων τοὺς βοῦς. ὁ δὲ καθάπερ ἀπὸ ὕσπληγος ἕτοιμος ὢν ἐξ αὐτῆς ἧκε. καὶ αὖθις· τίς τὸν ἄχνουν Ἑρμῆν σε παρ’ ὑσπλήγεσιν ἔθηκε; καὶ Ἰώσηπος· οἱ δὲ ἑστᾶσιν ὥσπερ ἔφ’ ὕσπληγος ἐξορμᾶν ἕτοιμοι.
υ 685 Ὑστάσπης: ὄνομα κύριον.
υ 686 Ὕστατος: τελευταῖος, ἔσχατος.
υ 687 Ὑστέλλειον: ὄνομα ὄρους.
υ 688 Ὑστεραία: ἡ μετὰ τὴν αὔριον ἡμέρα. τῇ δ’ ὑστεραίᾳ ἤγοντο ἄλλος ἄλλῃ. καὶ ὑστερήσαντες τοῦ καιροῦ τῆς βοηθείας.
υ 689 Ὑστερίζειν: μετὰ μίαν ἡμέραν ἔρχεσθαι. τούτοις ἐτέτακτο μιᾷ ἡμέρᾳ ὑστερίζειν βασιλέως. καὶ Ὑστερῶ, ὑστερήσω. οἱ δὲ βασιλικοὶ τοῦ καιροῦ τῆς βοηθείας ὑστερήσαντες.
υ 690 Ὕστερος λόγος· ἀλλὰ πρὸς μὲν τούτους ὕστερος λόγος. τουτέστιν ὕστερον αὐτοῖς μαχησόμεθα. παρὰ τὸ Ὁμηρικόν· ἀλλ’ ἤτοι μὲν ταῦτα μεταφρασσόμεθα καὶ αὖθις.
υ 691 Ὕστινος: βάμματος εἶδος. τἀκόκκοιο βαφθέντα, καὶ ὑστίνοιο θέριστρα.
υ 692 Ὕστριξ: ἐκ δέρματος μετ’ αὐτῶν τῶν τριχῶν μάστιξ. ὑστριχίδι μαστιγῶν. Ἀριστοφάνης Βατράχοις. ἢ Ὕστριξ, ἀκανθόχοιρος, ἐχῖνος χερσαῖος.
υ 693 Ὑστριχίς: ἡ ἐξ ὑείων τριχῶν μάστιξ. Ἀριστοφάνης· μῶν ὑστριχὶς εἰσέβαλέ σοι εἰς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον; ἔστι δὲ καὶ ὑστριχὶς θηρίον, τρίχας ἔχον ὑὸς ἃς ἐν τῷ διώκεσθαι ἐξακοντίζει κατὰ τῶν διωκόντων.
υ 694 Ὓς ὑπὸ ῥόπαλον: παροιμία παρὰ Δεινολόχῳ ἐπὶ τῶν ἑαυτοὺς εἰς ὄλεθρον ἐμβαλλόντων.
υ 695 Υἱοὶ θεοῦ: οἱ ἀπόστολοι, ὡς ἀδελφοὶ τοῦ Χριστοῦ χρηματί‐ σαντες. εἴπατε γάρ, φησί, τοῖς ἀδελφοῖς μου, προάγω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. υἱοὺς δὲ κριῶν, τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, ἅτε δὴ φύντας ἐξ ἀλόγων πατέρων. Δαβίδ· ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν. Υἱοὶ δὲ τῶν ἐκτετιναγμένων, οἱ σφόδρα ταλαιπωρούμενοι. Δαβίδ φησιν· ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως υἱοὶ τῶν ἐκτετιναγμένων.
υ 696 Ὕφα: τὸ ὕφασμα.
υ 697 Ὕφαλος φάτις: ἡ κρυφία. διὰ τῶν εἱλώτων τροφὰς ὑφά‐ λους εἰσέφερον· οἳ μέχρι τινὸς ἐλάνθανον τοῦτο ποιοῦντες, ὕστερον δὲ ἑάλωσαν.
υ 698 Ὕφαλοι: ὑποθαλάσσιοι κεκρυμμέναι πέτραι. ὕφαλός τις ἦν τοῖς βαρβάροις ὁ θάνατος, ἥτις ἄμπωτις ἐξαπιναίως καταρροφοῦσά πως τὸ πολέμιον.
υ 699 Ὑφᾶναι.
υ 700 Ὑφάντης καὶ Ἀνυφάντης.
υ 701 Ὑφαντοδόνητον. ἄνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται. νο‐ μάδεσσι γὰρ ἐν Σκύθαις ἀλᾶται Στράτων, ὃς ὑφαντοδόνητον ἔσθος οὐ πέπαται· ἀκλεὴς δ’ ἔβα σπολὰς ἄνευ χιτῶνος. ξύνες, ὅ τοι λέγω. ξυνίημ’ ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν. τοῦτό φησιν, ἐπειδὴ οἱ Σκύθαι τῷ χειμῶνι διὰ τὸ ἀφόρητον αὐτοῦ ἐπὶ ἁμαξῶν τὰ πράγ‐ ματα αὐτῶν βάλλοντες ἀπαίρουσιν εἰς ἄλλην χώραν. ὁ μὴ ἔχων δὲ ἐκεῖσε ἅμαξαν ἄτιμος παρ’ αὐτοῖς κρίνεται.
υ 702 Ὕφασμα: σάκκος. ἐμβαλὼν δὲ αὐτὸν τὸν ἀπατηλὸν ἐν ὑφάσ‐ ματι ἐκ τριχῶν εἰργασμένῳ ἐνῆκεν εἰς τοῦ ποταμοῦ τὰς δίνας.
υ 703 Ὕφαιμος: ὁ ᾑμαγμένος μώλωψ.
υ 704 Ὑφαίνω: κατασκευάζω.
υ 705 Ὑφαιρεῖται: παρεκβάλλει.
υ 706 Ὑφεδρία. ἡ κατωτέρω καθέδρα.
υ 707 Ὑφελκτέον τῶν δᾴδων: ἀντὶ τοῦ ὑφαιρετέον. Ἀριστοφάνης· ὑφελκτέον τῶν δᾴδων καὶ ἀπερυστέον τῶν κρεῶν. τοῦτο ποιοῦσιν, ὅταν παφλάζῃ ὁ λέβης, ἀφαιροῦντες ἐκ τῶν κρεῶν.
υ 708 Ὑφέντες: ἐγκαθίσαντες, ὑποβαλόντες. οἱ δὲ ἐνέδραν ὑφέντες κτείνουσι τοῦτον δόλῳ. καὶ αὖθις· ὁ δὲ Ἄκαστος λόχον ὑφείσας ἐπεβούλευσε τῷ Πηλεῖ. καὶ ὃς αἰσθόμενος ἐς πόλεμον κατέστη. καθίσας· ἐξ οὗ καὶ τὸ εἷσε λόχον καὶ εἷσεν ἐπὶ θρόνου.
υ 709 Ὑφέξειν: ὑπενεγκεῖν, ὑπομεῖναι. μὴ νῦν ἐλπίσῃς τὸ σὸν κακὸν ἡμᾶς ὑφέξειν· καὶ γὰρ ἂν μαινοίμεθ’ ἄν. αὐτός, ὅ γε σόν ἐστιν, οἰκείως φέρε.
υ 710 Ὑφεωρᾶτο· ἀλλ’ ὅμως ὑφεωρᾶτο καὶ κατεκλᾶτο τὴν ψυχήν, ἀποβλέπων εἰς τὸ μέγεθος τοῦ πράγματος. ὑφεωρᾶτο γοῦν ἀντὶ τοῦ δυσκόλως εἶχεν, ἐνενόει, ἐδυσωπεῖτο.
υ 711 Ὑφέρποντα: ἐπερχόμενον, παραγινόμενον. ἐπεσκότει γὰρ αὐτῶν ταῖς γνώμαις διὰ τὰς παρανομίας ὁ θεός, καὶ τὸν ὑφέρποντα λιμὸν αὐτοῖς οὐκ ἔβλεπον.
υ 712 Ὑφέσθαι: ὑποχωρῆσαι, εἶξαι.
υ 713 Ὕφεσις: ἐλάττωσις.
υ 714 Ὑφέστιος: ὁ ἐν τῇ οἰκίᾳ τυγχάνων. καὶ μηδὲ μοῖρα τοῦ Φαβίων γένους ἐν τοῖς ὑφεστίοις ὑπελείπετο.
υ 715 Ὑφεστώς: ἐνυπόστατος.
υ 716 Ὕφει· τὰ ἡμίτομα ἐπὶ κλίναις βεβλημένα μάλα ἁβραῖς καὶ στρωμναῖς ὕφει τινὶ ὑπερηφάνῳ κεκοσμημέναις ἐπιθέντας, ὑπὸ δᾳσὶν ἐπακμαζούσαις τῷ πυρί, καὶ τὸν ὑμέναιον ᾀδουσῶν γυναικῶν, κομισθῆναι μετὰ χορείας γαμηλίου τε καὶ κερτόμου.
υ 717 Ὑφειμένοι: ὑποχείριοι. ἢ Ὑφειμένῃ, ἐκλελυμένῃ. ὑφει‐ μένῃ οὖν καὶ διαλειπούσῃ πολλαχῇ τῇ φωνῇ ἐδεῖτο ξυγγνῶναί οἱ βα‐ σιλέα. καὶ αὖθις· πλεῖν δ’ ἐν κακοῖς ὑφειμένῃ δοκεῖ. ἀντὶ τοῦ πλέειν.
υ 718 Ὑφειμένως: ἐνδιδομένως. ἢ ἐκλελυμένως.
υ 719 Ὑφείς: ἐνδούς, ὑποχαλάσας. ὁ δὲ ὑφεὶς τοῦ φρονήματος ἔπεμψεν ἱκετεύων μὴ πολεμηθῆναι.
υ 720 Ὑφείς: ὑποβαλών. ὑφεὶς μάγον τοιόνδε μηχανορράφον, δόλιον, ἀγύρτην. Σοφοκλῆς.
υ 721 Ὑφεῖσθαι: ἀμελῆσαι, ὑποχωρῆσαι. οὐ μὴν ὑφεῖσθαι τῆς χώρας, ἀλλὰ μεῖναι καὶ κατασχεῖν.
υ 722 Ὑφεῖται: συγχωρεῖται.
υ 723 Ὑφηγήσονται: ὑποδείξουσιν. ὁ δὲ Τραϊανὸς ἐξελαύνει ὡς ἐπὶ τὴν Ἀνθεμουσίαν γῆν ἐπὶ ταύτην γὰρ καὶ Ἄυγαρος ὑφηγεῖτο ἰέναι. ἀντὶ τοῦ συνεβούλευεν, ὑπετίθετο.
υ 724 Ὑφῆκεν: ὑπέβαλεν, ὑπέθηκεν. ὁ δὲ ἐνέδραν αὐτῷ τινα ὑφῆκεν.
υ 725 Ὕφηνε: κατεσκεύαζεν. ἐκ τοῦ ὑφαίνω.
υ 726 Ὑφηνίοχος: ἀντὶ τοῦ ἡνίοχος.
υ 727 Ὑφῆραν: ἔλαβον.
υ 728 Ὑφῆς πέπλου· ζήτει ἐν τῷ ἀρρηνοφορεῖν.
υ 729 Ὑφήφασμαι: Ἀττικὸς παρακείμενος. ὑφαίνω, ὑφανῶ, ὕφαγκα, ὕφαμμαι. ἔθος δὲ ἔχουσιν οἱ Ἀττικοὶ πολλάκις ἐν τοῖς τοιούτοις ῥή‐ μασι τρέπειν τὸ πρὸ τοῦ μ σύμφωνον εἰς ς, γίνεται ὕφασμαι. ἐπεὶ δὲ οὐδέποτε ὁ Ἀττικὸς παρακείμενος ἔχει τὰ αὐτὰ φωνήεντα ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ, ἐτράπη τὸ υ εἰς η, καὶ γίνεται ὑφή‐ φασμαι.
υ 730 Ὑφιέμενον: ἐνδιδόμενον. καὶ Ὑφιέναι, ὑπενδοῦναι.
υ 731 Ὑφίει: συνεχώρει.
υ 732 Ὑφιζάνει: ὑποκαθέζεται, ἐλαττοῦται.
υ 733 Ὑφιζήσεις: ὑποχαλάσεις, ἐνδόσεις. ἐξέκλινε τὰ γεώδη καὶ μαλακὰ καὶ ψαμμώδη διὰ τὰς ἐσομένας ὑφιζήσεις ἐπὶ τοῖς βάρεσι τοῖς ἐπιτιθεμένοις.
υ 734 Ὑφιστάμενος: βεβαιῶν, ἐπαγγελλόμενος. δηλητηρίοις φαρμά‐ κοις ἀνελεῖν τὸν Πύρρον ὑφιστάμενος.
υ 735 Ὑφιστάς: ὑποστάς, ὑποτιθείς.
υ 736 Ὑφίσταται: ὑπισχνεῖται, διαβεβαιοῦται. Ἀππιανός· ὁ δὲ ὑφί‐ σταται γράμματα διοίσειν διὰ τῶν ἐχθρῶν ἐς τὸ Καπιτώλιον. καὶ αὖθις· οἱ δὲ κωλύσειν ὑφίσταντο τὰ Ῥωμαϊκὰ δύο σκάφη, ὡς προεκ‐ δραμόντα τοῦ παντὸς στόλου.
υ 737 Ὑφόωσιν: ὑφαίνουσιν.
υ 738 Ὑφορμοῦν: ἀπαντῶν, ἐναντιούμενον.
υ 739 Ὑφορώμενος: ὑποστελλόμενος, ἢ ἐννοῶν· καὶ οὐδὲν ὑφορώ‐ μενος τὸν τῶν νεωτέρων γέλωτα ταῦτα ἐτέλει σεμνῷ προσώπῳ.
υ 740 Ὑφορώμενοι· οἱ δὲ τὰ χρήματα ὑφορώμενοι καὶ φιλεῖν αὐτὰ ἀποδιδράσκοντες. ἀντὶ τοῦ μισοῦντες, παρατηροῦντες ἢ ὑπονοοῦντες, προσδοκῶντες.
υ 741 Ὑφωμαδόν: ὁμοθυμαδόν. ὁ δὲ τοῖς ὤμοις φέρων ἐπωμαδὸν καὶ ἐπωμάδιος λέγεται.
υ 742 Ὕφυδροι· Θουκυδίδης· ἐσένεον δὲ κολυμβηταὶ ὕφυδροι, καλῴ‐ δια ἐν ἀσκοῖς ἐφέλκοντες μήκωνα μεμελιτωμένην καὶ λίνου σπέρμα κεκομμένον. ὑπὸ τὸ ὕδωρ ὄντες.
υ 743 Ὑψαγόρας: ὑψιλόγος. ἐχρῆτο δὲ κομπολογίαις καὶ ὑψη‐ γόρας τις ἦν καὶ τραχύς. ὁ δὲ Βῶνος κατ’ οὐδὲν τοῖς ῥήμασιν ὑποχα‐ λάσας ἀνεμίμνησκε τῆς ἐν Σκυθίᾳ μάχης.
υ 744 Ὑψαυχεῖν: ὑψηλοφρονεῖν. Ὁ ὑψαυχήν, ἀρσενικόν. ζήτει δέ, εἰ καὶ θηλυκόν.
υ 745 Ὑψήγορε: μεγαληγόρε.
υ 746 Ὑψηλολογούμενοι. ἀπειλούντων τε καὶ ὑψηλολογου‐ μένων.
υ 747 Ὑψηλοτέρας: ἀλαζονικωτέρας, ὑπερφερεστέρας. ὑψηλοτέρας ἔγραψε Καπανέως ἐπιστολάς, ἐπαρθεὶς ἢ χαυνωθεὶς ἢ καὶ κεπφωθείς, ὑπὲρ ὧν τὸν θεὸν πολλάκις ὑπομιμνήσκω, καὶ τὸ Ἰὼ Νέμεσι καὶ βα‐ ρύβρομοι βρονταὶ συνεχῶς βοῶ. καὶ αὖθις· ὑψῆλ’ ἐφρόνεις, κἀπ’ ἄκρων ὡδοιπόρεις (τουτέστιν ἐπ’ ἄκρων δακτύλων ἔβαινες γαυριῶν), ὅτ’ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ, κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν ἡμᾶς Ἀχαιῶν, οὔτε σὺ διωμόσω.
υ 748 Ὑψηλότερος: εὐδαιμονέστερος.
υ 749 Ὑψηλῶς: μεγάλως.
υ 750 Ὑψηρεφές: ὑψηλόν.
υ 751 Ὑψηχής: ὁ ὑψαύχην. καί, ὑψηχέες ἵπποι.
υ 752 Ὕψι: εἰς ὕψος· καὶ Ὑψοῦ, ἐφ’ ὕψους.
υ 753 Ὑψιβρεμέτης: ἐν ὕψει βροντῶν.
υ 754 Ὑψίζοντος: ποταμοῦ.
υ 755 Ὑψίζυγος: ἐν ὕψει θρόνον ἔχων.
υ 756 Ὑψικάρηναι: ὑψηλαί.
υ 757 Ὑψικέρατα πέτραν: τουτέστιν ὑψικέρατον, κατὰ μεταπλασμόν. Κυνθίαν ἔχων ὑψικέρατα πέτραν. Ἀριστοφάνης Νεφέλαις.
υ 758 Ὑψίκερως.
υ 759 Ὑψικρατεῖν: τὰ ἐν τῷ ὕψει κρατεῖν.
υ 760 Ὑψιμέδοντες: ἐν ὕψει βασιλεύοντες.
υ 761 Ὑψιπέτηλον: ἐφ’ ὕψους τὰ φύλλα ἔχον. πέδιλον δέ.
υ 762 Ὑψιπέτης: ὁ εἰς ὕψος πετόμενος. ὑψιπετὴς δὲ ὁ ἀπὸ ὕψους πεσών.
υ 763 Ὑψιστάριος· αἵρεσίς τις ὑψιστάριοι, οἱ τὸν Ὕψιστον καλοῦντες.
υ 764 Ὑψιφοίτης: ὑψηλοπόρος, ἢ ὑψίφρων.
υ 765 Ὑψόθι: ἐν ὕψει.
υ 766 Ὑψόροφος: ὁ ὑψηλὸν ὄροφον ἔχων.
υ 767 Ὕψος: ἔπαρμα. καὶ Ὕψος ἡμερῶν, ἡ εὐημερία. Δαβίδ· οἱ πολεμοῦντές με ἀπὸ ὕψους.
υ 768 Ὑψοῦ διᾴττει: ἐν ὕψει ὁρμᾷ καὶ τρέχει.
υ 769 Ὑψοῦτε: ἀντὶ τοῦ ὑψηλὸν αὐτὸν κηρύττετε. Δαβίδ· ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. ὑποπόδιον τοῦ θεοῦ πάλαι μὲν ὁ θεῖος ἐνενόμιστο νεώς, νῦν δὲ αἱ κατὰ πᾶσαν γῆν καὶ θάλατταν ἐκκλησίαι, ἐν αἷς τῷ θεῷ τὴν προσκύνησιν ἀπονέμουσιν.
υ 770 Ὑψώθητι: ἀντὶ τοῦ δεῖξον πᾶσιν ἀνθρώποις τὸ ὕψος σοῦ. Δαβίδ· ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ θεός.
υ 771 Ὑψώθητι: ἀντὶ τοῦ ὑψηλὸς δείχθητι καὶ πάντων ὑπέρτερος. Δαβίδ φησι πρὸς τὸν θεόν.
υ 772 Ὑψῶ σε· αἰτιατικῇ.
υ 773 Ὕψωσεν: ἐπῇρεν. καὶ Ὕψωσις, ἔπαρσις.

Also published as PDF.